De methodo medendi

Galen

Galen, De methodo medendi

Τῶν συμβαινόντων τοῖς σώμασιν ἐν τῷ παρὰ φύσιν ἔχειν, Ἱέρων κράτιστε, τέτταρες ἐδείχθησαν αἱ πᾶσαι διαφοραὶ, μία μὲν αὐτῆς τῆς βεβλαμμένης ἐνεργείας, ἑτέρα δὲ τῆς ἐργαζομένης αὐτὴν διαθέσεως, ἄλλη τε τρίτη τῶν ταύτης αἰτιῶν, καὶ τετάρτη τῶν ἐξ ἀνάγκης ἑπομένων αὐτῇ συμπτωμάτων. ὅτι μὲν οὖν ἤτοι πάντα ταῦτ’ εἶναι χρὴ τὴν νόσον, ἢ τινὰ τούτων, ἢ πάντως γ’ ἓν ἐξ αὐτῶν, ἕτοιμον συλλογίσασθαι· μηδενὸς γὰρ παρὰ τὰ προειρημένα τοῖς νοσοῦσιν ὑπάρχοντος, οὐδὲ ἔξω τούτων ἔσται τὸ νόσημα. λείπεται

79
τοίνυν ἢ τὸ πάντων ἄθροισμα λέγειν τὴν νόσον εἶναι, ἢ τινὰ τούτων, ἢ ἕν γέ τι πάντως. ἀλλὰ τὸ μὲν ἐξ ἁπάντων ἄθροισμα πρὸς τῷ μηδ’ εἰρῆσθαι πρός τινος οὐδ’ ἐγχωρεῖ λεχθῆναι· τί γὰρ ἔσται νόσου αἴτιον, ἢ τί σύμπτωμα νοσήματος, εἰ τὸ πάντων ἄθροισμα νόσημα νομισθήσεται; οὐδὲ ἓν δήπουθεν. ἀναγκαῖον οὖν ἀπολιπεῖν δύο ἄλλα γένη παρὰ τὰς νόσους, ἕτερον μὲν τῶν ἐργαζομένων αὐτὰς αἰτιῶν, ἕτερον δὲ τῶν ἑπομένων μὲν ἐξ ἀνάγκης, λυπούντων δ’ οὐδὲν τὸν ἄνθρωπον, ἀλλ’ εἰ ταῦτ’ ἀφέλοιμεν, ἐν δυοῖν ἐστι τούτοιν ἡ νόσος, ἢ ταῖς βεβλαμμέναις ἐνεργείαις, ἢ ταῖς ἐργαζομέναις αὐτὰς διαθέσεσι. καὶ δὴ καὶ διηνέχθησαν εὐθὺς ἐκ παλαιοῦ καὶ περὶ τοῦδε καὶ νῦν ἔτι διαφέρονται πάντες οὐκ ἰατροὶ μόνον, ἀλλὰ καὶ φιλόσοφοι, τῶν ἐνεργειῶν μὲν τὰς βλάβας ἕτεροι, τῶν δ’ ἐργαζομένων αὐτὰς διαθέσεων ἕτεροι προσαγορεύσαντες νοσήματα. τὸ μὲν οὖν διαφέρεσθαι τοὺς ἄνδρας ἐν οὕτως ἀσαφέσι πράγμασιν οὐδὲν θαυμαστόν τὸ δὲ μὴ διαγιγνώσκειν ὡς ὑπὲρ ὀνόματος ἐρίζουσιν ἐπιτιμήσεως ἄξιον. εἴπερ γὰρ ὡμολόγηται πρὸς ἁπάντων
80
ἡ θεραπεία τῆς ἐμποδιζούσης τὴν ἐνέργειαν εἶναι διαθέσεως, οὐδὲν ἔτι χρήσιμον εἰς τὰ τῆς τέχνης ἔργα τὸ διελέσθαι πότερα τὴν διάθεσιν, ἢ τὴν βεβλαμμένην ἐνέργειαν ὀνομαστέον ἐστὶ νόσημα. ἑκατέρως γὰρ ὀνομαζόντων, ὁ κάμνων ὑγιαίνων ἀποδειχθήσεται, μόνον εἰ τὰ δέοντά τις ἰάματα προσφέροι ταῖς διαθέσεσιν· αὗται γάρ εἰσιν ἃς ἀλλοιοῦν χρὴ καὶ μεταβάλλειν καὶ τελέως ἐκκόπτειν, οὐχ αἱ βλάβαι τῶν ἐνεργειῶν. οὐδεὶς γοῦν ἰᾶται τὸ χωλεύειν βαδίζοντα, καὶ γὰρ γελοῖον, ἀλλὰ τὴν ἐργαζομένην αὐτὸ διάθεσιν, οἷον τὴν φλεγμονὴν, εἰ διὰ ταύτην χωλεύει· καὶ ταύτην καὶ καταντλεῖ καὶ καταπλάττει καὶ σχάζει καὶ διαφορεῖ καὶ παντὶ τρόπῳ λύειν ἐπιχειρεῖ· τὸ γὰρ ὀρθῶς βαδίζειν ἕπεται ταύτῃ λυθείσῃ, καὶ οὐδὲν ἔτι δεόμεθα τὴν χωλείαν ἐπανορθοῦσθαι τῆς φλεγμονῆς οἰχομένης· οὐδὲ γὰρ ὑπομένει τι τῆς βεβλαμμένης ἐνεργείας, ἐὰν ἐκκόψῃ τις ἀκριβῶς τὴν ἐργαζομένην αὐτὴν διάθεσιν, ἔστ’ ἂν δ’ ὑπολείπηταί τι τῆς διαθέσεως, ἀνάγκη καὶ τὴν ἐνέργειαν ἀνάλογον ἐκείνῃ βεβλάφθαι. ταύτην οὖν τὴν διάθεσιν εἴτε νόσημα καλεῖν, εἴτε πάθος, εἴτ’ αἰτίαν νοσήματος, εἴτε
81
πάθους ἐθέλοι τις, οὐδὲν εἰς τὴν θεραπείαν οὔτ’ ὄφελος οὔτε βλάβος ἐντεῦθεν· ἀλλ’ οὐδ’ εἰ Θέωνά τις ἢ Δίωνα προσαγορεύσας αὐτὴν, ἔπειτ’ ὀρθῶς ἰῷτο, βλάψειεν ἂν οὐδ’ οὗτος οὐδὲν τὸν νοσοῦντα· κᾂν εἰ τελέως δέ τις ἀνώνυμον ἀπολιπὼν αὐτὴν ἃ χρὴ προσφέροι τῷ κάμνοντι βοηθήματα, πρὸς τῷ μὴ βλάπτειν μηδὲν, οὗτος ἔτι κάλλιστα θεραπεύσει. διδάσκειν μέν τοι βουλόμενος ἕτερον ἃ γινώσκει, δεήσεταί τε πάντως ὀνομάτων ἐπὶ τοῖς πράγμασιν, ὅρον τε τῆς χρήσεως αὐτῶν ἕξει τὴν σαφήνειαν· ὁ γὰρ ὡς ἂν ὁ μανθάνων ἐκμάθοι σαφέστατα μάλιστα σπουδάζων ὀνομάζειν, ἄριστος διδάσκαλος. ἐπεὶ τοίνυν καὶ ἡμεῖς ἐν τούτῳ νῦν καθεστήκαμεν, ἀνάγκη μέν που θέσθαι τοῖς πράγμασιν ὀνόματα· τὸ δ’ εἰ καὶ σαφῶς, ἡμῖν σκοπεῖσθαι πάρεστιν. ἡ μὲν δὴ τὴν ἐνέργειαν ἐμποδίζουσα διάθεσις ὀνομαζέσθω νόσος· εἴ τι δ’ ἕπεται τῇδε, σύμπτωμα· τὸ δ’ ἐργαζόμενον αὐτὴν, αἴτιον.

Οὕτω δὲ τούτων διωρισμένων ἐπιβλέπειν ἀκριβῶς χρὴ τὴν ἀνωμαλίαν τῶν ὀνομάτων, ἃ κατὰ τῶν νοσημάτων

82
ἐπήνεγκαν οἱ πρῶτοι θέμενοι· πολλαχόθι μὲν γὰρ ἀπὸ τοῦ βεβλαμμένου μορίου τὰ ὀνόματα, πλευρῖτις καὶ περιπνευμονία καὶ ἰσχίας καὶ ποδάγρα καὶ νεφρῖτις καὶ ἀρθρῖτις, ὀφθαλμία τε καὶ κεφαλαλγία καὶ δυσεντερία· πολλαχόθι δ’ ἀπὸ τοῦ συμπτώματος, εἰλεὸς καὶ τεινεσμὸς καὶ σπασμὸς καὶ παλμὸς καὶ τρόμος καὶ παράλυσις, ἀπεψία τε καὶ δύσπνοια καὶ ἄπνοια καὶ ἀγρυπνία καὶ παραφροσύνη καὶ κῶμα· πολλαχόθι δ’ ἀπ’ ἀμφοῖν ἅμα, ὡς κεφαλαλγία καὶ ὠταλγία καὶ καρδιαλγία καὶ ὀδονταλγία καὶ ὑστεραλγία· πολλαχόθι δ’ ἀπὸ τῆς δοξαζομένης αἰτίας, ὡς ἡ μελαγχολία μὲν ὑπὸ πάντων, αἱ χολέραι δὲ ὑπὸ τῶν Κνιδίων ἰατρῶν, ἴσως δὲ καὶ ὁ λευκοφλεγματίας ὕδερος ἐντεῦθεν· ἐνίοτε δὲ ἀπὸ τῆς πρός τι τῶν ἐκτὸς ὁμοιότητος, ἐλέφας καὶ καρκῖνος καὶ πολύπους καὶ σταφυλὴ καὶ λεύκη καὶ μυρμηκία καὶ ἀθέρωμα καὶ στεάτωμα καὶ σταφύλωμα καὶ μελικηρὶς καὶ ἄνθραξ, ἀλωπεκία τε καὶ ὀφίασις καὶ σύκωσις καὶ σατυριασμὸς καὶ πριαπισμός· τῶν νοσημάτων δ’ αὐτῶν ὀνόματα μήτε τόπου ἐφαπτόμενα πεπονθότος μήτε τῆς ποιούσης αἰτίας ὀλίγα, φλεγμονὴ καὶ γάγγραινα καὶ σκίῤῥος, ἐρυσίπελάς τε καὶ 
83
ἀπόστημα καὶ οἴδημα καὶ ἐμπύημα καὶ ἕλκος ἐξάρθρημά τε καὶ κάταγμα καὶ σπάσμα καὶ ῥῆγμα καὶ κολόβωμα καὶ δοθιὴν καὶ ἴονθος καὶ φῦμα· καίτοι καὶ τούτων αὐτῶν ἔνια τὰ μὲν καὶ τὸν τόπον τοῦ σώματος, ἤτοι τὸ πεπονθὸς μέρος ἐμφαίνειν ἔοικεν, ἔνια δὲ ἀπὸ τοῦ πλεονεκτοῦντος ὀνομάζεται συμπτώματος· εἰ δ’ ἄρα τι καὶ χωρὶς παρεμφάσεως ὀνομάζεται, τάς γ’ ἐν αὐτῷ διαφορὰς καὶ τοῦτο πολυειδεῖς ἔσχηκεν, οἷον ἕλκος, εἰ καὶ μὴ συνεχείας ἦν ἡ λύσις ἐν σαρκώδει μορίῳ, καὶ ταύτῃ παραδηλοῦν ἐδόκει τὸν πεπονθότα τόπον, ἀλλ’ αἵ γε κατὰ μέρος αὐτοῦ διαφοραὶ ποικίλαι τοῖς ὀνόμασι, χειρώνειον καὶ τηλέφιον καὶ καρκῖνος, ἕρπης τε καὶ φαγέδαινα, καὶ πάνθ’ ὅσα τοιαῦτα, τὰ μὲν ἀπὸ τῶν πρώτως ἰασαμένων, ὡς τὸ χειρώνειον· ἔνια δ’ ἀπὸ τῶν πεπονθότων, ὡς τὸ τηλέφιον· ἀπὸ δὲ τῆς πρὸς τὸ ζῶον ὁμοιότητος ὁ καρκῖνος· ἡ φαγέδαινα δ’ ἀπὸ τοῦ συμπτώματος, ὥσπέρ γε καὶ οἱ ἕρπητες. ἀλλ’ ἡ μὲν φαγέδαινα πάντως ἐστὶν ἕλκος ἐσθιόμενον, ἢ ἀναβιβρῶσκον, ἢ ὅπως ἂν ἐθέλῃ τις ὀνομάζειν· ὁ δ’ ἕρπης οὔθ’ ἕλκος ἀεὶ, καὶ ὁπότε μεθ’ ἑλκώσεως, οὐ κατέχων
84
τὴν ἀρχαίαν ἕδραν, ἐπινέμεται τὰ πλησίον, ἀλλ’ ὥσπερ τοὔνομα δηλοῖ, δίκην ἕρποντος θηρίου, καταλείπει μὲν τὰ πρότερα, μετέρχεται δ’ ἐφ’ ἕτερα. κοῖλον δ’ ἕλκος καὶ ῥυπαρὸν καὶ καθαρὸν, ὁμαλές τε καὶ ὑπερσαρκοῦν, οἰκειοτέρας μὲν ἔσχηκε τὰς προσηγορίας, οὐ μὴν ὡσαύτως γε πάσας, ἀλλὰ τὸ μὲν ὁμαλὲς ἀπὸ τῆς οἰκείας διαφορᾶς, ὡσαύτως δὲ καὶ τὸ κοῖλον ἢ ὑπερσαρκοῦν· ἔναιμον δὲ καὶ καθαρὸν καὶ ῥυπαρὸν οὐ κατὰ τὰς οἰκείας διαφορὰς, ἀλλ’ ἀπὸ τῶν ἔξωθεν ὀνομάζεται συμπτωμάτων. οὕτως οὖν ἀνωμάλου τῶν ὀνομάτων τῆς θέσεως τοῖς ἀρχαίοις γεγενημένης, καὶ πολὺ μᾶλλον, ὅταν ἐπινυκτίδα καὶ ἀκροχορδόνα καὶ νυκτάλωπα προσαγορεύωσι, τὸ μὲν ὅτι νύκτωρ ἐγένετο, τὸ δ’ ὅτι κατ’ ἄκρας ὀχεῖται τῆς ἐπιφανείας τοῦ δέρματος, τὸ δ’ ὅτι τῆς νυκτὸς ἀποφαίνει μὴ βλέποντας, ἕτερά τε πολλὰ τοιαῦτα ποιῶσιν, εἰ γὰρ ἐπεξίοιμι πάντα, κινδυνεύσω σπουδάζειν δοκεῖν ὃ φεύγειν ἐκέλευσα, πειρᾶσθαι οὖν χρὴ παντὶ τρόπῳ τὸν τῆς ἀληθείας αὐτῆς ὀρεγόμενον ἀποχωρεῖν μὲν τοῦ προσδοξαζομένου τοῖς ὀνόμασιν, ἐπὶ δὲ τὴν οὐσίαν τῶν πραγμάτων αὐτὴν ἰέναι καὶ ταύτην ἐπισκέπτεσθαι καὶ ζητεῖν, ὁπόσα τὰ σύμπαντ’ ἐστὶ
85
νοσήματά τε καὶ συμπτώματα, καὶ προσέτι τὰ προηγούμενα τούτων αἴτια. τοῦτ’ οὖν ἡμεῖς ἐποιήσαμεν ἐν ἑτέροις ὑπομνήμασιν, ὧν ἐστι περὶ μὲν τοῦ πλήθους τῶν νοσημάτων ἓν, ἐπιγέγραπται δὲ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς, ἕτερον δὲ περὶ τῆς τῶν συμπτωμάτων ἐστὶ διαφορᾶς· οὕτω δὲ καὶ τὰς αἰτίας αὐτῶν ἐπειράθημεν ἐξευρεῖν ἑκατέρας ἰδίᾳ, τάς τε τῶν νοσημάτων καὶ τὰς τῶν συμπτωμάτων ἁπάντων, ὡς μηδὲν ἔτι λείπειν, ἀλλ’ ἑτοίμην εἶναι τὴν παρασκευὴν ἅπασιν εἰς τὴν νῦν ἡμῖν προκειμένην πραγματείαν. ὅθεν οὐδ’ ἀναγινώσκειν ἔτι τὰ μετὰ ταῦτα ῥηθησόμενα συμβουλεύω, πρὶν ἐν ἐκείνοις γυμνάσασθαι· παρακούσας γάρ τις οὕτω πολλῶν θεωρημάτων οὔτ’ αὐτὸς ὠφεληθήσεται καὶ μάτην ἐγκαλέσει τοῖς ὀρθῶς λεγομένοις.

Ἐν ἐκείνοις μὲν οὖν ἅπαντα κατὰ μέρος ἐπεξέρχομαι, τά τε νοσήματα καὶ τὰ συμπτώματα καὶ τὰς αἰτίας· ἐνταυθοῖ δὲ δύο ἔτι προσθεὶς ταῦτα, ἀναγκαῖα γινώσκεσθαι τοῖς ἀσκήσουσι τὴν θεραπευτικὴν μέθοδον, ἐπὶ τὸ χρῆσθαι τοῖς εὑρισκομένοις τηνικαῦτα μεταβήσομαι. τίνα δὲ

86
τὰ δύο ταῦτ’ ἐστὶν ἃ μέλλω λέξειν; ἓν μὲν ὅπῃ διαφέρει νόσημα πάθους· ἕτερον δὲ ὅτι χωρὶς τοῦ γνῶναι τὰ στοιχεῖα τοῦ σώματος, ἐξ ὧν πρῶτον γέγονεν, ἀμήχανον ἐξευρεῖν τὰ νοσήματα. ταῦτ’ οὖν ἐγὼ μὲν πειράσομαι διελθεῖν ἐπιμελέστατα, τοὺς δ’ ἀναλεξομένους αὐτὰ παρακαλῶ μὴ πρότερον ἐπ’ αὐτὴν μετιέναι τὴν θεραπευτικὴν μέθοδον, πρὶν ὁπόσα τὰ πάντα ἐστὶ νοσήματα καὶ αὐτοὺς ζητῆσαι κατὰ μόνας, καὶ τοῖς ὑφ’ ἡμῶν γεγραμμένοις ἐπιμελῶς ἐντυχεῖν. ὡς οὖν ταῦτα ποιησάντων, ἄρξομαι τοῦ λόγου. τρεῖς ἐδείχθησαν οὖσαι διαθέσεις ἐν τῷ σώματι παρὰ φύσιν, αἰτίων τε καὶ νοσημάτων καὶ συμπτωμάτων· αἰτίων μὲν οἷον τοῦ πλήθους, ἢ τῆς διαφθορᾶς· νοσημάτων δὲ οἷον τῆς φλεγμονῆς, ἢ τοῦ ἕλκους· συμπτωμάτων δὲ οἷον τῆς ἀχροίας, ἢ τῆς ἰσχνότητος. ἔξωθεν δὲ τούτων ἐστὶ τὰ ἀμέτρως ἐκκρινόμενα τοῦ σώματος, ἢ παρὰ φύσιν ἐπεχόμενα, καὶ τῶν ἐνεργειῶν αἱ βλάβαι, κοινῇ μὲν ἅπαντα προσαγορευόμενα συμπτώματα, γένος δ’ οὐχ ἓν ἔχοντα· διάθεσις μὲν γάρ τίς ἐστι σώματος ἡ ἄχροια· τὸ δὲ ἐκκρινόμενον ἢ ἐπεχόμενον ἕπεται μὲν, διάθεσις δ’ οὐκ ἔστιν·
87
οὕτω δὲ καὶ ἡ ἐνέργεια βεβλαμμένη τε καὶ ἀβλαβὴς οὖσα διάθεσις μὲν οὐκ ἔστιν, ἕπεται δὲ ἐξ ἀνάγκης τῇ τοῦ μορίου διαθέσει. τὸ μὲν οὖν οἴδημα καὶ ἡ φλεγμονὴ τῶν ἁπλῶς ὄντων ἐστὶ, κατὰ ταὐτὰ δὲ καὶ τὸ πλῆθος, εἰ τύχοι, τοῦ αἵματος, ἢ τοῦ σώματος ἡ ὠχρότης· ἡ δ’ ἐνέργεια τῶν μὲν ἁπλῶς ὄντων οὐκ ἔστιν, ἢ οὐχ ὁμοίως γε τούτοις ὄντων· οὐδένα γὰρ αὐτῆς χρόνον ὑπομένει τὰ μόρια, καθάπερ οὐδὲ τὰ τῆς λέξεως, οὐδ’ ὅλως κινήσεως οὐδεμιᾶς, ἀλλ’ ἕκαστον τούτων ἐν τῷ γίνεσθαι τὸ εἶναι λαμβάνει. διττοῦ δ’ ὄντος γένους κινήσεως, τοῦ μὲν κατὰ τόπον, τοῦ δὲ κατὰ ποιότητα, φορὰ μὲν τὸ πρότερον, ἀλλοίωσις δὲ τὸ δεύτερον ὀνομάζεται. πᾶσα μὲν οὖν ἐνέργεια κίνησίς ἐστι δραστική· πᾶσα δ’ ἀλλοίωσις κίνησις παθητικὴ τοῦ ἀλλοιουμένου, πάσχει γάρ τι τὸ ἀλλοιούμενον. αἱ τοίνυν διαθέσεις, ἐπειδὰν ἀλλοιοῦνται, κινοῦνται· παυσάμεναι δὲ τοῦ κινεῖσθαι, ἠλλοίωνται μὲν, ἀλλοιοῦνται δ’ οὐκ ἔτι. πᾶν γὰρ τὸ ὁπωσοῦν ἔχον ἔν τινι πάντως ἐστὶ διαθέσει· τὸ δ’ ἐν δυσλύτῳ διαθέσει καθ’ ἕξιν 
88
ἤδη διάκειται· ἀλλοιοῦται μὲν ὁ μελαινόμενος, ἠλλοίωται δὲ ὁ μελανθείς· ὥστ’ εἶναι τὴν ἀλλοίωσιν γένεσιν ποιότητος, ἢ διαθέσεως, ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν. οὐ μάχεται δὲ τὸ λέγειν ἀλλαγὴν εἶναι τοῦ προϋπάρχοντος τὴν ἀλλοίωσιν τῷ λέγειν γένεσιν αὐτὴν εἶναι ποιότητος· ἅμα γὰρ ἄμφω συμπίπτει, καὶ ἡ πρόσθεν ὑπάρχουσα τῷ σώματι μεταβολὴ, καὶ νῦν ἄλλη γίγνεται. τοῦ γοῦν ἐν ἡλίῳ διατρίψαντος ἀλλοιοῦται μὲν ἡ λευκότης, γεννᾶται δὲ ἡ μελανότης· καὶ τοῦ παρὰ πυρὶ θαλπομένου μεταβάλλει μὲν ἡ ψυχρότης, γίγνεται δὲ ἡ θερμότης. ὅταν δὲ τοῦδέ τινος, ὃ οὐκ ἔστιν οὐσία, γένεσιν εἶναι λέγωμεν, οὐ ταὐτὸν δηλοῦμεν ἐν τῇ λέξει τῇδε κᾀπειδὰν ἁπλῶς ὀνομάσωμεν γένεσιν· ἡ μὲν γὰρ ἁπλῶς ὀνομαζομένη γένεσις ὁδός ἐστιν εἰς οὐσίαν, ἡ δὲ τοῦδέ τινος γένεσις, εἰς τὴν ὡς ἂν εἴποι τις ὕπαρξιν ἐκείνου. ἀλλὰ τοῦτο μὲν ἐν παρέργῳ λελέχθω, ὃ δὲ ἐν τῷ λόγῳ μάλιστα προὔκειτο, σχεδὸν ἤδη διώρισται, τὸ τὰ μὲν ἐν γενέσει τε καὶ μεταβολῇ καὶ ἀλλοιώσει καὶ ἁπλῶς εἰπεῖν ἐν κινήσει τοῦ εἶναι μεταλαμβάνειν, τῶν δ’ ὑπομένειν τὴν οὐσίαν· ὑγεία μὲν οὖν
89
καὶ νόσος, ὅσαι τε συμπτωμάτων ἢ αἰτίων εἰσὶ διαθέσεις, ἢ ἕξεις, ὑπομενόντων εἰσίν· αἱ δ’ ἐνέργειαι πᾶσαι καὶ αἱ καθ’ ὁτιοῦν ἀλλοιώσεις ἐν τῷ γίνεσθαι τὸ εἶναι κέκτηνται, καὶ τὸ καθ’ ὁτιοῦν κινούμενον σῶμα κατ’ ἐκεῖνο πάσχει, καὶ ἡ κίνησις αὐτοῦ πάθος ἐστίν. οἱ μὲν οὖν παλαιοὶ καὶ τὰς ἐν τῷ κατὰ φύσιν ἔχειν ἁπάσας κινήσεις, ὅσαι γε μὴ δραστικαὶ, πάθη προσαγορεύουσιν, ὥσπερ οὖν ἐνεργείας τὰς δραστικὰς, οὕτω καὶ αὐτὰς τῶν αἰσθήσεων τὰς ἀλλοιώσεις ὁ Πλάτων ὀνομάζει πάθη· τοῖς νεωτέροις δ’ οὐκ οἶδ’ ὅπως δόξαν, ἐπὶ τῆς παρὰ φύσιν μόνης κινήσεως κεῖται τοὔνομα. ἰδίως μὲν οὖν τὸ πάθος ἐπὶ πάσης τῆς ἔξωθεν κινήσεως ἐλέγετο παρὰ τῶν παλαιῶν, ἤδη δὲ καταχρώμενοι καὶ τὰς ἐκ πάθους μὲν γεγενημένας τῶν διαθέσεων, οὐκέτι δ’ ἐν κινήσει, πάθη προσαγορεύουσιν· οὐ μὴν χρονιώτερόν γε οὐδὲ δυσλυτώτερον ἡ διάθεσις τῆς ἕξεως, ὥσπερ οὐδὲ ἡ ἀῤῥωστία· ἀλλ’ αἱ τοιαῦται νομοθεσίαι τῶν ὀνομάτων ὑπὸ τῶν νεωτέρων ἐπεισήχθησαν. εἴρηται δὲ ἐπιπλέον ὑπὲρ τῶν ἰατρικῶν ὀνομάτων ἑτέρωθι,
90
καὶ νῦν οὐ τοῦτο πρόκειται σκοπεῖν, ἀλλ’ ὅπως ἡμεῖς χρησόμεθα, διελέσθαι μόνον ἀναγκαῖον ἔδοξε σαφηνείας ἕνεκα. τὴν γὰρ ἐναντίαν ὑγείᾳ διάθεσιν, ὑφ’ ἧς ἐνέργειαν λέγομεν βλάπτεσθαι, νόσημα μόνον προσαγορεύομεν, εἴτε πολυχρόνιος, εἴτε ὀλιγοχρόνιος, εἴτ’ ἐν ἀκαρεῖ χρόνῳ γίγνοιτο· τὰς δ’ ἄλλας ἁπάσας τὰς προηγουμένας τούτων ἐν αἰτίας λόγῳ διαθέσεις παρὰ φύσιν, αὐτὸ τοῦτο μόνον, αἰτίας, οὐ πάθη· τὰ δ’ ἑπόμενα ταύταις, ὅσα μὲν ἐνεργειῶν εἰσι βλάβαι, συμπτώματά τε καὶ πάθη, κατὰ ταὐτὰ δὲ καὶ τὰς ἀμέτρους ἐκκρίσεις ἢ ἐπισχέσεις· ὅσαι δὲ διαθέσεις, ὥσπερ καὶ ἡ ἄχροια, πρὸς τῷ τοῦ πάθους τε καὶ τοῦ συμπτώματος ὀνόματι διαθέσεις ὀνομάζομεν, ὥσπερ οὖν καί εἰσι. κοινὸν μὲν δὴ τούτων ἁπάντων τὸ παρὰ φύσιν καὶ τῶν αἰτίων καὶ τῶν νοσημάτων καὶ τῶν συμπτωμάτων· ἴδιον δὲ τῶν μὲν νοσημάτων τὸ βλάπτειν ἐνέργειαν, τῶν δὲ συμπτωμάτων τὸ τούτοις ἕπεσθαι, τῶν δὲ αἰτίων τὸ προηγεῖσθαι. οὔτ’ οὖν ὅστις κίνησιν εἶπε παρὰ φύσιν εἶναι τὴν νόσον οἶδεν ὃ λέγει, καθάπερ ἐν τῷ πρὸ τούτου λόγῳ διήλθομεν ἐνίους τῶν
91
μεθοδικῶν οὕτως ἀφορίσασθαι προσθέντας ἐκ περιττοῦ τὸ ἐπίμονον· οὐδ’ ὅστις τροπὴν ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν, οὐδὲν γὰρ μᾶλλον αἰτίας, ἢ νοσήματος, ἢ συμπτώματος ὁ λόγος· ἅπαντα γὰρ ταῦτα διαθέσεις εἰσὶ παρὰ φύσιν, ἀλλ’ εἰ μὲν ὀλιγοχρόνια, δῆλον ὡς ὀξέα, εἰ δὲ δύσλυτα, χρόνια. διοίσει δ’ οὐδὲν ἢ νόσον, ἢ νόσημα λέγειν, ὥσπερ οὐδὲ πάθος, ἢ πάθημα· καὶ μὲν δὴ καὶ ὅτι τὸ πάθους ὄνομα καὶ κατὰ τοῦ νοσήματος ἐπιφέρουσιν οἱ παλαιοὶ, καθάπερ καὶ τὴν ἀῤῥωστίαν καὶ τὴν ἀσθένειαν, ἐπιδέδεικται καὶ τοῦτ’ ἐν τοῖς περὶ τῶν ἰατρικῶν ὀνομάτων, καὶ ὡς οὐδὲν διαφέρει λέγειν ἀῤῥωστίαν ἢ ἀῤῥώστημα· καὶ μέν γε καὶ ὡς τοὺς νοσοῦντας αὐτοὺς οὐ νοσοῦντας μόνον, ἀλλὰ καὶ ἀῤῥωστοῦντας καὶ ἀσθενοῦντας καὶ κάμνοντας ὀνομάζουσιν, ἐπιδέδεικται δὲ καὶ τοῦτο δι’ ἐκείνων τῶν ὑπομνημάτων. λοιπὸν δ’ ἂν εἴη νῦν, οὗπερ ἕνεκα ταῦτ’ εἴρηται πάντα, προσθέντας ἐπί τι τῶν ἑξῆς ἤδη μετιέναι. τί δὲ τοῦτ’ ἔστιν; οὐκ
92
ἄλλο τοῦ πολλάκις ἤδη καὶ πρόσθεν εἰνημένου, τοῦ πρῶτόν τε καὶ μάλιστα τοῦτο σπουδάζειν τοὺς ἰατροὺς, καὶ τοῦτο σχεδὸν αὐτῶν ἔργον ὑπάρχειν ἴδιον, ἐκκόπτειν τὰς νόσους· εὐθὺς γὰρ ἅμα τούτῳ καὶ ἡ βλάβη τῆς ἐνεργείας οἴχεται, καὶ τἄλλα συμπτώματα πάντα συναναιρεῖται. χρῄζουσι μὲν γὰρ πάντες οἱ ἄνθρωποι πρώτης καὶ μάλιστα τῆς κατὰ φύσιν ἐνεργείας, δι’ ἐκείνην δὲ καὶ τῆς ὑγείας· καὶ ἀποθέσθαι γε βούλονται τὴν βλάβην τῆς ἐνεργείας, καὶ διὰ τοῦτο καὶ τὴν νόσον· οὐ μὴν τῇ γε βλάβῃ τῆς ἐνεργείας, ἀλλὰ τῇ νόσῳ προσφέρουσι τὰ βοηθήματα, τουτέστι τῇ παρὰ φύσιν διαθέσει τῇ βλαπτούσῃ τὴν ἐνέργειαν. ὅστις οὖν οὐκ οἶδεν αὐτῶν τῶν κατὰ φύσιν ὑπαρχόντων τοῖς μορίοις τά τ’ ἄλλως συμβεβηκότα καὶ τὰ τῆς ἐνεργείας αἴτια διορίσαι, πῶς τοῦτον εἰκὸς ἐξευρεῖν τὴν διάθεσιν ὑφ’ ἧς πρώτως ἡ ἐνέργεια βλάπτεται; τὰ μὲν γὰρ ἄλλως συμβεβηκότα τοῖς σώμασι, κᾂν μυριάκις ἀλλοιωθείη, βλάπτειν τὴν ἐνέργειαν οὐ δύνανται, ἕως ἂν ὑφ’ ὧν ἐγίγνετο κατὰ φύσιν ἔχῃ πάντα· τούτων δ’ εἴπερ τι κᾂν ἓν ἀλλοιωθῇ, βλαβῆναι τὴν ἐνέργειαν εὐθὺς 
93
ἀναγκαῖον εἰς τοσοῦτον εἰς ὅσον περ καὶ ὠφελεῖται κατὰ φύσιν ἔχοντος.

Ἐμοὶ μὲν οὖν εἴρηται τὸ πᾶν, καὶ δέδεικται σαφῶς ἤδη τοῖς γε δυναμένοις ἕπεσθαι λόγοις ἀληθέσιν, ὡς οὐκ ἐγχωρεῖ ὁπόσα τὰ πάντ’ ἐστὶ νοσήματα, μεθόδῳ περιλαβεῖν, εἰ μή τις εἰδείη ὁπόσα τὰ πάντ’ ἐστὶν ὑπάρχοντα κατὰ φύσιν ἔχοντι τῷ σώματι τῆς ἐνεργείας αἴτια· μανθάνειν δ’ οὔπω δυνατόν ἐστι τῶν εἰρημένων οὐδὲν, ὅσοι σκαιότεροί τέ εἰσι καὶ ἀργοὶ τὴν διάνοιαν, ἢ τοῖς τῆς μεθοδικῆς αἱρέσεως λήροις ἐνετράφησαν. αὖθις οὖν κᾀκείνοις, ὃ καθόλου νῦν εἴρηται τοῖς συνετοῖς, ἐπέλθωμεν κατὰ μέρος, ἕν τι καὶ δεύτερον οἷον παραδείγματα τῷ λόγῳ προχειρισάμενοι. διὰ τί γὰρ ἡ γλῶττα τῶν χυμῶν αἰσθάνεται, τῶν δ’ ἄλλων μορίων οὐδέν; ἆρά γε διὰ χρόαν, ἢ διὰ τὴν θέσιν, ἢ διὰ τὸ μέγεθος, ἢ διὰ τὸ σχῆμα; πασχούσης γὰρ αὐτῆς, οἶμαι, καὶ μηκέτ’ αἰσθανομένης τῶν χυμῶν ἤτοι τὴν χρόαν ἐπανάξομεν εἰς τὸ κατὰ φύσιν, εἰ κατὰ ταύτην εἶχε τὴν ἐνέργειαν, ἢ τῶν ἄλλων ἕκαστον τῶν εἰρημένων, εἰ κατ’ ἐκεῖνο·

94
κᾂν εἰ κατ’ ἄλλο δέ τι παρὰ ταῦτα, δῆλον ὡς κατ’ ἐκεῖνο μόνον, εἴπερ ἂν αὐτὴν ἐπανάγοιμεν εἰς τὸ κατὰ φύσιν, οὐδὲν τῶν ἄλλων ἔτι δεησόμεθα. φέρε γὰρ ὅτι πυκνὴ τοῖς πόροις ἐστὶν εἰς τοσόνδε, διὰ ταῦτ’ αὐτὴν αἰσθάνεσθαι τῶν χυμῶν· ἆρ’ οὐ τὴν ἐκείνων συμμετρίαν μὲν, ὁπόθ’ ὑγιαίνουσι, φυλάξομεν, τὴν ἀμετρίαν δ’ αὖθις ὁπότε νοσοῦσιν, ἐπανορθωσόμεθα; φέρε δ’ εἰ οὕτως ἔτυχε, διότι συμμέτρως ἔχει θερμότητος, αἰσθητικὴν εἶναι τὴν γλῶτταν τῶν χυμῶν· ἆρ’ οὐ κᾀνταῦθα πρόδηλον ὡς τῶν ἄλλων ἁπάντων ἀμελήσαντες, ἐκεῖνο φυλάξομεν αὐτῆς μόνον, ἀφ’ οὗ τὴν ἐνέργειαν ἐκέκτητο; φέρε δ’ εἰ ξηρότητός τε καὶ ὑγρότητος ὧδέ πως ἔχουσα, διὰ τοῦτ’ αἰσθάνοιτο, τίς οὐκ ἂν ἁπάντων τῶν ἄλλων ἀμελῶν εἰς τοῦτ’ ἀποβλέψει μόνον αὐτῆς, ὅπως μήθ’ ὑγροτέρα τοῦ δέοντος ἔσται μήτε ξηροτέρα, τίς δ’ οὐκ ἂν εἴπερ τοῦτ’ ἐστιν ἀληθὲς, ἐξ ἑτοίμου συνελογίσατο δύο εἶναι τὰ πάντα τῆς γλώσσης νοσήματα, τὸ μὲν ὑγρὸν, τὸ δὲ ξηρόν; ὥσπερ αὖ καὶ εἰ θερμότητι καὶ ψυχρότητι συμμέτρῳ τὴν αἴσθησιν ἔχοι, τίς οὐκ ἂν κᾀνταῦθα δύο εἶναι τὰ νοσήματα αὐτῆς ἐνόησεν, ἀμετρίαν θερμότητός τε καὶ ψύξεως;
95
ὥσπερ εἰ καὶ τῇ τῶν πόρων συμμετρίᾳ τὴν αἴσθησιν ἐκέκτητο, πρόχειρον ἦν δήπου κᾀνταῦθα λογίσασθαι πάντως ὑπὸ τῆς ἀμετρίας αὐτὴν βλαβήσεσθαι, διττὴν δὲ ταύτην ἔσεσθαι, πύκνωσίν τε καὶ μάνωσιν τῶν πόρων. ἆρ’ οὖν ἔτι λέγω πολλὰ τοὺς ἀναισθήτους ἐπάγων, εἰ καὶ μηδ’ ἄλλο, τοῦτο γοῦν ἐννοῆσαι, τὸ μὴ δύνασθαί τι μήθ’ εὑρεῖν μήτ’ ἀποδεῖξαι τὸ πλῆθος τῶν νοσημάτων, ἄνευ τοῦ γνῶναι, τίνα μὲν τῶν ὑπαρχόντων τοῖς μορίοις αἴτια τῆς ἐνεργείας ἐστὶ, τίνα δ’ ἄλλως τούτοις συμβέβηκεν; ἢ καὶ δεύτερόν τι καὶ τρίτον ἔτι παράδειγμα προχειρίσομαι; πολλάκις γὰρ ὑπὸ τοῦ πλήθους αὐτῶν τιτρώσκονται τῶν ἀνοήτων αἱ ψυχαί. φέρε τοίνυν αὖθις ὡδί πως αὐτοὺς ἐρωτήσωμεν. ἆρ’ αἰσθάνεται τὸ σῶμα θερμῶν καὶ ψυχρῶν, καὶ σκληρῶν καὶ μαλακῶν, καὶ λείων καὶ τραχέων, καὶ ἁπλῶς ἁπάντων τῶν ἁπτῶν, ὅτι λευκὸν τὴν χρόαν ἐστὶν, ἢ ὅτι μέλαν, ἢ ὅτι πυῤῥὸν, ἢ ἁπλῶς εἰπεῖν ὅτι τοιόνδε τὴν χρόαν· ἢ κατ’ οὐδὲν μὲν τούτων, δι’ ἄλλο δέ τι; πρόδηλον γὰρ οἶμαι παντὶ, τὸ φυλάττειν αὐτῷ
96
χρῆναι μόνον ἐκεῖνο μέλλοντί γε αἰσθήσεσθαι καλῶς, ἐξ οὗπερ ἐκέκτητο μόνου τὸ καλῶς αἰσθάνεσθαι. εἰ μὲν γὰρ ἐκ τοὐ λευκὸν εἶναι τοῦτ’ ἐκέκτητο, περὶ παντὸς ἐχρῆν ποιεῖσθαι καὶ φυλάττειν τοῦτο καὶ φεύγειν τὸ μέλαν· εἰ δ’ ἔμπαλιν ἐκ τοῦ μέλαν ὑπάρχειν ἦν αἰσθητικὸν, ἀποδιδράσκειν ἐχρῆν, οἶμαι, καὶ δεδιέναι τὰς ἄλλας ἁπάσας χρόας· οὕτω δὲ καὶ εἰ διότι ξανθὸν ἢ πυῤῥόν ἐστι, διὰ τοῦτ’ αἰσθάνοιτο, φευκτέον ἐστὶν, οἶμαι, τὰς ἄλλας ἁπάσας χρόας, ὡς ἀναισθησίας ἢ δυσαισθησίας ἀπεργαστικάς. καὶ μὲν δὴ καὶ εἰ τῷ σκληρὸν εἶναι τὴν αἴσθησιν εἶχε, τῷ μαλακὸν γενέσθαι βλαβήσεται· καὶ εἰ τῷ πυκνὸν εἶναι, τῷ μανὸν ἀπεργασθῆναι· καὶ εἰ συμμετρίᾳ πόρων ᾐσθάνετο, πρὸς τῆς ἀμετρίας δήπου βλαβήσεται· καὶ καθόλου τοῦτ’ αὐτὸ μόνον ὑπάρχειν χρὴ πρὸς τὴν αἴσθησιν, ἀφ’ οὗ τὴν αἴσθησιν εἶχε, καὶ τοῦτ’ ἐπανορθοῦσθαι μόνον, ἐπειδὰν ἐξίσταται τῆς φύσεως, ὑφ’ οὗ τὴν αἴσθησιν βλάπτεται. ἆρ’ οὖν δεήσει τρίτου παραδείγματος, ἢ καὶ ταῦθ’ ἱκανά; τοῖς μὲν συνετοῖς, οἶμαι, καὶ ταῦτ’ ἐστὶ περιττὰ, τὸ καθόλου συνιέναι δυναμένοις ἄνευ τῶν παραδειγμάτων
97
ἀμαθέσι δὲ καὶ σκαιοῖς καὶ φιλονείκοις, ἴσως οὐδ’ εἰ τρίτον προστεθείη παράδειγμα, πλέον οὐδέν. ἀλλ’ ὅμως ἐπειδή περ εἴρηται δύο, καὶ κατατρίβουσιν ἀεὶ μάτην ἡμῶν τὸν χρόνον, εἴη ἂν καὶ νῦν οὐκ ἀπεικὸς ἓν αὐτοῖς ἔτι προσθεῖναι παράδειγμα. καὶ δὴ καὶ προβεβλήσθω μὲν ὅπως ἀπεπτοῦσαν ἐπανορθωσόμεθα γαστέρα· τὸν δὲ λόγον οὐ πρὸς τοὺς μεθοδικοὺς ἔτι μόνους, ἀλλ’ ἤδη καὶ πρὸς ἐκείνους ποιησόμεθα τῶν λογικῶν οἳ νομίζουσι μεθόδῳ τινὶ δύνασθαι καὶ λόγῳ τὴν τέχνην συστήσασθαι χωρὶς τοῦ γνῶναι τὴν πρώτην αἰτίαν τῆς ἐνεργείας, ἣν δὴ καὶ προσεχῆ καλεῖν εἰώθασιν. ἔστω δή τινα λέγειν, ἀπὸ γὰρ τῶν πρόχειρον ἐχόντων τὴν ἀτοπίαν ἄρξασθαι βέλτιον, ἵν’ ἐπαγάγωμεν αὐτοὺς, εἰ οἷόν τε, κατὰ βραχὺ πρὸς τὸ καὶ τῶν ἀμυδροτέρων αἰσθάνεσθαι· λέγειν οὖν ὑποκείσθω τινὰ διότι πολλαῖς ἐφεξῆς ἡμέραις ὅδε τις ἄνθρωπος ὁ νῦν ἀπεπτῶν, ἐπὶ γάλακτος μόνου διαιτηθεὶς, ἠλλοίωσε τὸ τῆς γαστρὸς χρῶμα, καὶ λευκὸν ἐποίησεν ἀντ’ ἐρυθροῦ, διὰ τοῦτ’ αὐτῷ βεβλάφθαι τὴν ἐνέργειαν· οἶμαί σε γελᾷν ἤδη, καὶ δικαίως γελᾷν· ἀλλ’ εἴπερ 
98
εἰδείης, ὡς ἴσον ἐστὶ καὶ τούτῳ περὶ χρωμάτων εἰπεῖν ὁτιοῦν ἄνευ τοῦ προσθεῖναι τὴν ἀπόδειξιν καὶ σοὶ περὶ τῆς τῶν πόρων, εἰ οὕτως ἔτυχε, συμμετρίας, ἢ ἄλλης ἡστινοσοῦν διαθέσεως, οὐκ οἶμαί σε γελάσειν εὐλόγως· ἢ γὰρ κᾀπὶ σαυτῷ τὸν γέλωτα κίνησον, ἢ μηδ’ ἐφ’ ἑτέρῳ. ἔστω γὰρ ἰταμὸν εἶναι τὸν τὸ χρῶμα τῆς γαστρὸς αἰτιώμενον τοῦ μὴ πέττειν καλῶς καὶ φάσκειν ὡς ἐπειδὴ κατὰ φύσιν ἔχουσα, τὴν χρόαν ἐνερευθής ἐστι, νῦν δ’ ἀπειργάσθη λευκὴ ἀκριβῶς, διὰ τοῦτ’ ἀπεπτήσειν ἐξ ἀνάγκης αὐτὴν, ἡδέως ἂν ἀκούσαιμί σου τὴν πρὸς τοῦτον ἀντιλογίαν· ἐγὼ μὲν γὰρ οὐδ’ ἐπινοῆσαι δύναμαι τρόπον ἕτερον αὐτῆς, ἄνευ τοῦ κελεῦσαι τῷ ταῦτ’ εἰπόντι δεῖξαι πρότερον, εἰ διὰ τὴν χρόαν ὅλως ἐνεργεῖ κατὰ φύσιν ἡ γαστήρ· σὺ δὲ εἴπερ ἔχεις, ἡδέως ἂν ἀκούσαιμί σου. ἀλλ’ οὔτε ἔχεις οὔθ’ ἕξεις εἰπεῖν ἕτερόν τινα τρόπον ἀντιλογίας πρὸς τὸν τὴν χροιὰν αἰτιώμενον τῆς ἀπεψίας ἀλλ’ ἢ τὴν πρόκλησιν τοῦ δεῖξαι πῶς ἐκ τοῦ κατὰ φύσιν χρώματος ἡ γαστὴρ εἶχε τὸ πέττειν. εἶτ’ ἐκεῖνος μὲν οὐ πιστευθήσεται τὴν χρόαν αἰτιώμενος τῆς ἀπεψίας, πρὶν δεῖξαι κατὰ τοῦτ’ ἐνεργοῦσαν
99
αὐτὴν, σὺ δ’ ἤτοι τὴν ἀμετρίαν λέγων τῶν πόρων ἢ ὁτιοῦν ἄλλο πιστευθήσῃ πρὸ τοῦ δεῖξαι πῶς ἐνεργεῖ κατὰ τὴν ἐν ἐκείνῳ τῷ γένει συμμετρίαν; ἀλλ’ οὐδὲ τοῦτο λέγω, φησὶν, οὐδ’ ἄλλο τι τὸ προσεχὲς τῆς πέψεως αἴτιον, ἀλλ’ ὅλως ἀγνοεῖν ὁμολογῶ. καὶ μὴν εἰ τῷ μὲν τὴν χρόαν αἰτιωμένῳ τῆς ἐνεργείας ἀναγκαῖόν ἐστι καὶ τῆς βλάβης αἰτιᾶσθαι, τῷ δὲ τὴν συμμετρίαν τῶν πόρων, καὶ τούτῳ τὴν ἀμετρίαν τῶν αὐτῶν τούτων πόρων· καὶ τῷ τὴν εὐκρασίαν τῶν τεττάρων ποιοτήτων, θερμότητος καὶ ψυχρότητος καὶ ὑγρότητος καὶ ξηρότητος, καὶ τούτῳ τὴν δυσκρασίαν τῶν αὐτῶν· ἀναγκαῖον ἔσται καὶ σοὶ τὸ κατὰ φύσιν ὑποθεμένῳ πρότερον, οὕτως ἐξευρεῖν τὸ παρὰ φύσιν, εἰ δὲ μὴ γινώσκεις τὸ κατὰ φύσιν, οὐδὲ τὸ παρὰ φύσιν οἶσθα· καὶ γὰρ δὴ καὶ ὑμῶν αὐτῶν ἀκούω λεγόντων πρὸς τοὺς ἐμπειρικοὺς ἰατροὺς ὡς οὐκ ἐνδέχεται γνῶναι τὸ παρὰ φύσιν, εἰ μὴ πρότερον εἰδείη τις τὸ κατὰ φύσιν. ἀλλὰ γιγνώσκω, φησὶ, τὸ κατὰ φύσιν· ἆρά γε σύμπαν, ἢ μέρος αὐτοῦ
100
τι; καὶ τουτὶ τὸ μέρος ὃ γινώσκεις ἆρά γε τὸ τῆς ἐνεργείας ἐστὶν αἴτιον, ἢ ἄλλως ὑπάρχει τῇ γαστρί; τί γὰρ δὴ καὶ γινώσκεις; αὐτῆς θέσιν δηλαδὴ καὶ μέγεθος καὶ πλοκὴν καὶ διάπλασιν· ἀλλ’ οὐδὲν τούτων ἐστὶ τῆς ἐνεργείας αἴτιον. ἀλλ’ οὐδὲ ἀγνοεῖταί τι τούτων τοῖς ἐμπειρικοῖς, ὁμολογοῦσί τε γὰρ χρῆσθαι τῇ κατὰ περίπτωσιν ἀνατομῇ καὶ ταῦτ’ ἐξ ἐκείνης μανθάνειν, οὐ μὴν ἐνεργείας τε καὶ χρείας μορίων. ἀλλ’ οἶδα, φησὶ, καὶ τὴν ἐνέργειαν· ἔστι γὰρ περιστολὴ καὶ τρίψις. ἀλλ’ εἰ μὴ τὴν αἰτίαν εἰδείης αὐτῆς, οὐκ εἴσῃ τὴν νόσον· εἰ γὰρ ἡ εὐκρασία τῶν τεττάρων ποιοτήτων αἰτία τῆς ἐνεργείας ἐστὶν, ἡ δυσκρασία πάντως τῆς βλάβης αἰτία ἔσται· σὺ δ’ οἴει φλεγμονὴν καὶ σκίῤῥον, οἴδημά τε καὶ ἀπόστημα, καὶ τἄλλα ὅσα τοῖς ὀφθαλμοῖς ἰδεῖν ἔστι, μόνα τῆς γαστρὸς εἶναι παθήματα· καίτοι γ’ οὐδὲ ταῦτα τοῖς ἐμπειρικοῖς ὁμοίως ὀφθαλμοῖς μόνοις καὶ χερσὶ καὶ ταῖς ἄλλαις αἰσθήσεσι καταμανθάνεις, ἀλλ’ ἐπὶ τὴν οὐσίαν αὐτῶν ἀνέρχεσθαι πειρᾷ, καὶ ταύτην ἐξευρίσκειν ἀκριβῶς, οὐκ ἀρκούμενος τοῖς φαινομένοις αἰσθήσει συμπτώμασιν, ἃ τοῖς ἐμπειρικοῖς ὁρίζει τε καὶ
101
περιγράφει τὴν συνδρομήν· οὕτω γὰρ ἀξιοῦσιν ὀνομάζειν αὐτοὶ τὸ τῶν συμπτωμάτων ἄθροισμα τῶν ὑπαρχόντων τῷ πεπονθότι τόπῳ. καὶ τὴν ἔνδειξίν γε τῆς θεραπείας οὐκ ἐκ τῶν φαινομένων λαμβάνεις συμπτωμάτων· οὐδὲ γὰρ εἰ παρὰ φύσιν ὄγκος, οὐδ’ εἰ ἀντίτυπος, οὐδ’ εἰ ὀδυνηρὸς, οὐδ’ εἰ ἐρυθρὸς, ἀλλ’ εἰ σφήνωσις ἐν τοῖς πέρασι τῶν ἀρτηριῶν ἐπὶ παρεμπτώσει σκοπεῖς καὶ τὴν θεραπείαν, ὡς αὐτὸς ἔφης, πρὸς τοῦτ’ ἀναφέρων ἐξευρίσκεις. ἢ γὰρ οὐχ οὗτος ὁ Ἐρασιστράτου τρόπος τῆς διδασκαλίας ἐν τοῖς περὶ πυρετῶν, ὥσπερ αὖ Διοκλέους μὲν ἕτερος, Πραξαγόρου δ’ ἄλλος, Ἀσκληπιάδου δ’ ἄλλος; ὥστ’ οὐκ ἀπὸ τῶν περὶ τὸ φλεγμαῖνον μέρος φαινομένων συμπτωμάτων ἡ ἔνδειξις αὐτοῖς γίγνεται τῶν βοηθημάτων, ἀλλ’ ἀπὸ τῆς οὐσίας αὐτῆς· οὐ γὰρ εἰ παρὰ φύσιν ὄγκος, οὐδ’ εἰ ἀντίτυπος, οὐδ’ εἰ πόνος σφυγμώδης, ἀλλ’ εἰ παρέμπτωσίς τε καὶ σφήνωσις ἐν τοῖς ἐσχάτοις τῶν ἀρτηριῶν, ἢ ἔμφραξις ἐν τοῖς πέρασι τῶν φλεβῶν, ἢ σῆψίς τις τῶν χυμῶν, ἢ λόγῳ θεωρητῶν ὄγκων ἔντασις, ἐν λόγῳ θεωρητοῖς ἀραιώμασιν ἐπισκοποῦνται. ὥστε ἕκαστος
102
τούτων ἀπὸ τῶν τῆς διαθέσεως τοῦ φλεγμαίνοντος μέρους, οὐκ ἀπὸ τῶν ἑπομένων αὐτῇ συμπτωμάτων ἔνδειξιν τῶν βοηθημάτων λαμβάνει. κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον καὶ ὅστις αἰτιᾶται τὸ θερμὸν καὶ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν· ἀλλ’ οὗτος μὲν εἰ καὶ χωρὶς φλεγμονῆς, ἢ ἕλκους, ἢ ἀποστήματος, ἤ τινος ἑτέρου τοιούτου, μόνῳ τῷ ψυχρὰ γεγονέναι μὴ πέπτοι καλῶς ἡ γαστὴρ, εὐπορεῖ τῶν βοηθημάτων· οἱ δὲ τὰς φλεγμονὰς καὶ τοὺς σκίῤῥους καὶ τἄλλα ὅσα τοῖς ὀφθαλμοῖς ἔστι θεάσασθαι μόνα νομίζοντες εἶναι νοσήματα, γελοίως πάνυ τὰς χωρὶς τούτων ἀπεψίας ἀτονίᾳ τῆς κοιλίας γίγνεσθαί φασιν, ὥσπερ διάθεσίν τινα λέγοντες τὴν ἀτονίαν ἰδίαν ἐξαίρετον, ἀλλ’ οὐχ ὥσπερ καὶ τοῖς ἐκπυϊσκομένοις τε καὶ σκιῤῥουμένοις καὶ φλεγμαίνουσι καὶ ἄλλως ὁπωσοῦν πεπονθόσιν ὑπάρχειν. πάντα γὰρ ταῦτα τὰ πάθη, κᾂν ἐν γαστρὶ κᾂν ἐν ἥπατι κᾂν ἐν θώρακι κᾂν ἐν ὁτῳδήποτε γένηται, παραχρῆμα τὸ μέρος ἀτονώτερον ἐργάζεται περὶ τὴν ἰδίαν ἐνέργειαν· ἀλλ’ οὐ τοῦτ’ ἄρ’ ἦν αὔταρκες αὐτοῖς εἰς τὴν τῶν βοηθημάτων ἔνδειξιν, ἢ μάτην ζητοῦσι τὰς διαθέσεις, 
103
ἀλλ’ ἐπ’ αὐτὴν ἀνέρχονται τὴν οὐσίαν τοῦ νοσήματος, ὡς οὐκ ἐνὸν ἄλλως εὐπορῆσαι τῆς προσηκούσης ἰάσεως. οὔκουν ἔτι τὸν ἔλεγχον ἐξ ἡμῶν ἀναμένουσιν, ἀλλ’ αὐτοὶ σφᾶς αὐτοὺς ἐξελέγχουσιν οἱ τὴν ἀτονίαν εἶναι λέγοντες τὸ πάθος, ἐν οἷς οὐδὲν ὧν ἐκεῖνοι παθῶν ὡρίσαντο πεπονθυίας τῆς γαστρὸς ἀπεπτεῖ τὸ ζῶον. οὔτε γὰρ ἴδιον, ἀλλὰ κοινὸν ἁπάντων λέγουσι, καὶ τὴν θεραπείαν οὐδὲ κατ’ αὐτοὺς ἐκείνους δυνάμενον ἐνδείξασθαι εὐλόγως. ὄνομα γάρ ἐστι ψιλὸν τὸ ῥωννύναι τὴν ἀτονίαν, καὶ οἷον σκοπὸς μᾶλλον, οὐ θεραπεία. τί γὰρ χρὴ ποιοῦντας ῥώμην ἐντιθέναι τοῖς ἀῤῥωστροῖσι περὶ τὴν ἐνέργειαν οὐ λέγουσιν. ἐν τούτῳ δ’ ἦν ἡ θεραπεία. καὶ χωρὶς τοῦ τὴν διάθεσιν εὑρεθῆναι τῆς γαστρὸς εὐπορῆσαι βοηθημάτων ἀδύνατον· εἰ μὲν γὰρ ἔψυκται, θερμαντέον, εἰ δ’ ὕγρανται, ξηραντέον· ὡσαύτως δὲ καὶ εἰ μὲν ἀμέτρως τεθέρμανται, ψυκτέον, εἰ δ’ ἐξήρανται, ὑγραντέον. οὗτοι μὲν ἁπλοῖ τρόποι τῆς ἰάσεως τέτταρες. ἕτεροι δὲ τέτταρες σύνθετοι, εἰ μὲν ψυχροτέρα καὶ ξηροτέρα τὴν κρᾶσιν ἡ γαστὴρ ἐγένετο, θερμαντέον τ’ ἐστὶ
104
καὶ ὑγραντέον αὐτήν· εἰ δὲ ὑγροτέρα καὶ θερμοτέρα, ξηραντέον τέ ἐστι καὶ ψυκτέον· οὕτω δὲ καὶ εἰ μὲν θερμοτέρα τε καὶ ξηροτέρα, ψυκτέον τε καὶ ὑγραντέον, εἰ δ’ ὑγροτέρα τε καὶ ψυχροτέρα, ξηραντέον τε καὶ θερμαντέον· ὥστε καὶ αἱ διαθέσεις ὀκτὼ τῆς γαστρὸς, αὐτῆς, ὡς ἐκεῖνοι λέγουσιν, ἀτονίας αἰτίαι, καὶ οἱ τρόποι τῆς ἰάσεως ὀκτώ.

Καὶ οὐκ ἐγχωρεῖ λέγειν οὐδενὶ τῶν δογματιζόντων ὁμοίως τοῖς ἐμπειρικοῖς ὡς οὐδὲν δέοιντο γιγνώσκειν, εἴθ’ ὑπάρχουσιν, εἴτε μή· τελέως γὰρ ἀνατρέψουσι τὴν λογικὴν αἵρεσιν, ὁμολογήσαντες εὐπορεῖν μὲν τῆς θεραπείας, ἀγνοεῖν δὲ τὴν διάθεσιν· ἐκ πείρας γὰρ δήπου πάντες εὐπορήσουσι τῆς ἰάσεως, εἴπερ μὴ ἐκ τῆς τοῦ πράγματος αὐτοῦ φύσεως ἔνδειξιν ἔλαβον. οἱ μὲν οὖν ἐμπειρικοὶ καὶ τῷ μὴ δύνασθαι νομίζειν εὑρεθῆναί τι τῶν ἀδήλων, καὶ τῷ μὴ δεῖσθαι, κᾂν εὑρεθῇ, τετηρῆσθαι γὰρ αὐτοῖς τὰς θεραπείας ἐπὶ ταῖς φαινομέναις συνδρομαῖς, εὐλόγος οὔτε γιγνώσκειν φασὶν εἰ ὀκτὼ διαθέσεις εἰσὶ καθ’ ἃς ἡ γαστὴρ ἀτονεῖ, καὶ

105
χωρὶς τῆς τοιαύτης περιεργίας εὐπορεῖν τῶν ἰαμάτων· οἱ δὲ καὶ τὸν λόγον ὁμολογοῦντες ἔχειν, ᾧ καὶ περὶ τῶν ἀδήλων διασκέπτονται, καὶ τὴν εὕρεσιν αὐτῶν ἔνδειξιν ἰαμάτων παρέχεσθαι φάσκοντες, οὐκ οἶδ’ ὅπως οὐκ αἰδοῦνται λέγοντες ἢ μὴ γινώσκειν εἰ ὑπάρχουσιν αἱ ὀκτὼ διαθέσεις, ἢ μὴ δεῖσθαι πρὸς τὰς ἰάσεις αὐτῶν. οὐ γὰρ τοῦτ’ ἀπόχρη μόνον εἰπεῖν, ὡς οὐκ ἴσασιν, ἀλλ’ ἐξελέγξαι προσήκει τοὺς εἰδέναι φάσκοντας, ὡς οὐκ ἀληθεύουσιν· ἄχρι δ’ ἂν μήτ’ αὐτοὶ τοῦτο ποιῶσιν, ἕτεροί τε πολλὰς ἀποδείξεις λέγωσι τοῦ πᾶν σῶμα διὰ τὴν ἐκ τῶν τεττάρων ποιὰν κρᾶσιν ἐνεργεῖν, εὐλογώτερον ἐκείνοις πιστεύειν, εἰ μή τι ἄρα προφάσεις ψιλὰς λέγοντες ἀξιώσουσι πιστότεροι τῶν τὰς ἀποδείξεις λεγόντων εἶναι. καὶ μὴν ἐκεῖνοι μὲν εἰ καὶ μηδὲν ἄλλο, πείθειν γοῦν καὶ διδάσκειν τοὺς ἀκροατὰς, οὐ βιάζεσθαι καὶ προστάττειν ἐπιχειροῦσιν· οὗτοι δ’ αὖ τοὐναντίον ὡς τύραννοι κελεύουσι μὴ ζητεῖν τῆς ἐνεργείας τὴν αἰτίαν. ἀλλ’ ἡμεῖς μὲν καὶ Διονύσιον καὶ Φάλαριν καὶ τοὺς ἄλλους τυράννους διὰ τοῦτο μισοῦμεν, ὅτι κελεύουσι καὶ προστάττουσιν, οὐ πείθουσι καὶ διδάσκουσιν,
106
ὡς Σόλων καὶ Δράκων καὶ Λυκοῦργος. ἀλλ’ ἐγὼ, φησὶ, ἐν τοῖς ὅροις μένω τῆς τέχνης, ὑμεῖς δὲ ἀποχωρεῖτε, καὶ πρὸς τὰς ἄλλας ἀρχὰς ἡμᾶς ἀνάγειν ἐπιχειρεῖτε τῆς φυσικῆς θεωρίας. εἶτα οὐκ ἀποδείξεις, ὦ γενναιότατε, κᾂν αὐτὸ τοῦτο, τίνες εἰσὶν οἱ ὅροι τῆς ἰατρικῆς θεωρίας καὶ τίνα χρὴ γινώσκειν τὸν μέλλοντα λόγῳ ποιήσασθαι τὴν εὕρεσιν τῶν βοηθημάτων, ἀλλὰ μορμολυξάμενος οἴει καταπλήξειν ἡμᾶς; ἀκούω καὶ σοῦ λέγοντος ὡς οὐ χρὴ σκοπεῖσθαι τῆς ἐνεργείας τὴν αἰτίαν· ἀκούω δὲ καὶ τῶν ἐμπειρικῶν ὡς οὐδὲ τὰς ἐνεργείας αὐτὰς ἐπισκέπτεσθαι προσῆκεν· ἀκούω δὲ καὶ τοῦ λέγοντος ὡς οὐ μόνον ἐπισκεπτέον εἶναι δεῖ αὐτὰς, ἀλλὰ καὶ τὰς αἰτίας ὑφ’ ὧν γίγνονται ζητητέον. ἆρ’ οὖν κελεύεις με γίνεσθαι τῶν ἀδίκων κριτῶν, οἳ μὴ περιμείναντες ἁπάντων ἀκοῦσαι τῶν ἀμφισβητούντων ἀλλήλοις, ἑνὶ φέροντες ἔδοσαν τὴν ψῆφον; ἢ πρῶτον μὲν ἀκοῦσαι τοὺς λόγους ὑμῶν ἑκάστου καταμόνας, εἶτ’ ἀλλήλοις παραβαλεῖν καὶ διασκέψασθαι τίς ἑαυτῷ τε καὶ τοῖς φαινομένοις ὁμολογεῖ καὶ τίς οὔτε τοῖς φαινομένοις οὔθ’ ἑαυτῷ; καὶ μὴν εἰ τοῦτο
107
ποιήσαιμι, τῶν μὲν ἐμπειρικῶν ἀκούσαιμι κᾂν παραμυθεῖσθαι γοῦν πειρωμένων ἃ λέγουσιν, εἰ καὶ μὴ βεβαίως ἀποδεικνύουσιν· ὑμῶν δ’ οὐδὲ τοῦτο. τίς γὰρ ἢ παραμυθίαν ὑμῶν, ἢ ἀπόδειξιν εἰπεῖν ἐπεχείρησεν ἡδέως ἂν ἀκούσαιμι, δι’ ἣν οὐ χρὴ ζητεῖν τῆς ἐνεργείας τὴν αἰτίαν; ἡ μὲν γὰρ ἔμπροσθεν ὑπ’ ἐμοῦ ῥηθεῖσα μέθοδος ἀπέδειξεν ὡς δεῖ ζητεῖν· ὑμεῖς δ’ οὔτ’ ἀπόδειξιν οὐδεμίαν οὔτε λόγον οὐδένα πιθανὸν ἐπεχειρήσατε εἰπεῖν, ἀλλ’ ἀνατείναντες τὰς ὀφρῦς ἐπιτιμᾶτε μόνον ἡμῖν σεμνῶς, ἀποχωρεῖν τῆς ἄκρας φυσιολογίας κελεύοντες καὶ μὴ ζητεῖν οὕτω φύσιν ἀνθρώπου καταμαθεῖν ὡς οἱ φιλόσοφοι καταμανθάνουσιν, ἄχρι τῶν πρώτων στοιχείων ἀνιόντες τῷ λόγῳ καὶ τοῦτο ὑμῖν ἀπόχρη μόνον εἰπεῖν, ὡς ἀρτηρίαν καὶ φλέβα καὶ νεῦρον ἀρχὰς προσεχεῖς καὶ οἷον στοιχεῖα χρὴ τίθεσθαι τῆς περὶ τὸν ἄνθρωπον φυσιολογίας. καί τις ἐπῄνεσεν ἐν τούτῳ τὸν Ἡρόφιλον εἰπόντα κατὰ λέξιν οὕτως· ἔστω ταῦτα εἶναι πρῶτα, εἰ καὶ μή ἐστι πρῶτα. τὸν δ’ εἰς ἀπόδειξιν προκαλούμενον ἐξελέγχοντά τε τὰς ὑποθέσεις τῶν ταῦτα δοξαζόντων ἑαυταῖς μαχομένας ἀπωθεῖσθε καὶ φεύγετε 
108
καὶ τὴν ἀρχὴν οὐδὲ παρέχετε τὰ ὦτα καὶ καταφρονεῖν προσποιεῖσθε καὶ μισολόγοι γίγνεσθε νῦν, οἱ τὸν λόγον καὶ τὴν ἀπόδειξιν ἐπανατεινόμενοι τοῖς ἐμπειρικοῖς. ὅτι γὰρ ἑαυτοῖς οἱ λόγοι διαφέρονται ἁπάντων τῶν ἐξ ἡμίσεος δογματιζόντων, εὐφωρότατόν ἐστι τοῦτο τῷ κᾂν βραχὺ γεγυμνασμένῳ κατὰ τὰς ἀποδεικτικὰς μεθόδους. ἐπειδὰν μὲν γὰρ φλεγμαίνῃ γαστὴρ καὶ διὰ τοῦτο πέττειν ἀῤῥωστῇ, τίς ἡ τῆς φλεγμονῆς ἐστιν αἰτία ζητεῖν δικαιοῦσι, κᾀντεῦθεν εὐποροῦσι τῶν ἰαμάτων, ἀποχωροῦντες τῆς ἐμπειρικῆς εὑρέσεως· ἐπειδὰν δὲ χωρὶς φλεγμονῆς, ἢ τοιούτου τινὸς ἄλλου παθήματος, ὑπὸ δυσκρασίας μόνης ἀῤῥωστῇ πέττειν, ἐνταῦθα πάλιν ἐκ τῆς ἐμπειρίας αὐτῆς ἡ τῶν βοηθημάτων εὐπορία. καὶ μὴν ἀλλήλοις μέν ταῦτα μάχεται, τὰ δὲ τῶν ἐμπειρικῶν ὁμολογεῖ, καὶ ἀποδείκνυσί τε καὶ περαίνει τὸ σφέτερον ἐξ ὧν αὐτοὶ ὑμεῖς συγχωρεῖτε λημμάτων. εἰ γὰρ ὅλως δυνατόν ἐστιν ἐπὶ φαινομένοις συμπτώμασι τετηρῆσθαι θεραπείαν, ἀγνοουμένης τῆς διαδέσεως, οὐκ ἐπὶ μὲν τῆσδε δυνατὸν, ἐφ’ ἑτέρας δ’ ἀδύνατον, ἀλλ’ ἐπὶ πασῶν ὁμοίως ἔσται δυνατόν. τοιγαροῦν
109
οὐδ’ ἐνταῦθα λόγον οὐδένα λέγειν ἕξετε τοῦ μὴ τὴν ἐμπειρίαν αὐτάρκη γίγνεσθαι πρὸς τὴν τῶν βοηθημάτων εὐπορίαν, ἐφ’ οἷς τὴν διάθεσιν εὑρεῖν ἀδυνατεῖτε. πάντα οὖν ὡς τύραννοι προστάττετε, χρῆσθαι δ’ ἀποδείξεσιν οὔτ’ αὐτοὶ βούλεσθε, βέλτιον γὰρ ἴσως εἰπεῖν τοῦτο τοῦ μὴ δύνασθαι, καὶ τοῖς βουλομένοις τε ἅμα καὶ δυναμένοις οὐχ ἕπεσθε. τί ποτ’ οὖν ἄλλο εἰσὶν ὑμῶν οἱ λόγοι πλὴν ἔρις καὶ φιλονεικία καὶ πρόκλησις εἰς λοιδορίας καὶ μάχας, οἵας καὶ τῶν ὑμετέρων διδασκάλων τις ἐποιεῖτο διὰ παντὸς, ἢ καταγελῶν εἴ τις ἐφθέγξατο θερμὸν καὶ ψυχρὸν, ὡς βαλανεῦσι μᾶλλον, οὐκ ἰατροῖς προσηκόντων ὀνομάτων, ἢ σφοδρῶς ἐπιτιμῶν, ὡς ἀποχωροῦντι πόῤῥω τῆς ἰατρικῆς, ἢ τὴν Ἐρασιστράτου προχειριζόμενος ἀξιοπιστίαν. ἀλλὰ ταύτην μὲν πρῶτον ἀκούσας ἥσθην, δεύτερον δὲ καὶ τρίτον ἀκούων ἐμίσησα, βωμολοχίᾳ μᾶλλον, οὐκ ἰατρικῇ πρέπειν ἡγησάμενος. εἰ γὰρ ἅπαξ ἡ τῶν κελευσάντων μὴ προσωτέρω χωρεῖν ἀξιοπιστία μάρτυς ἱκανὴ πρὸς ἀπόδειξιν εἶναι νομισθήσεται, λῆρος ἤδη
110
μακρὸς ἔσται πάντα, καὶ πέρας οὐδὲν ἐν τοῖς διαλόγοις ἀλλ’ ἢ τοῦθ’ ὅπερ νῦν ὁρᾶτε γιγνόμενον, ἔχθρα καὶ μάχη καὶ λοιδορία. τοῖς γὰρ ἀποχωρήσασι μὲν τῶν λογικῶν ἀποδείξεων, ὅτι δ’ Ἡρόφιλος οὕτως ἐκέλευσεν ἢ Ἐρασίστρατος, ἀξιοῦσι πιστεύειν, ἀνάγκη πᾶσαν λοιδορίαν καὶ μάχην ἀκολουθῆσαι, τὰ θαυμαστὰ τῶν νῦν διαλόγων ἆθλα. φέρε γὰρ ἑτέρου μέν τινος λέγοντος ὡς τῷδέ τινι τῷ μὴ πέπτοντι καλῶς ἡ γαστὴρ δύσκρατος ἐπὶ τὸ ξηρότερόν τε καὶ ψυχρότερον ἐγένετο, καὶ διὰ τοῦτ’ αὐτὴν ὑγραντέον τ’ ἐστὶ καὶ θερμαντέον, ἑτέρου δέ τινος, ἐκτροπῆς τοῦ κατὰ φύσιν ἐπὶ τὸ ψυχρότερόν τε καὶ ὑγρότερον ἀπεργασθείσης, θερμὰ καὶ ξηρὰ τὰ διαιτήματα προσφέρεσθαι συμβουλεύοντος· καὶ ἄλλος τις τρίτος παρελθὼν, ὡς μὲν οὐκ ὀρθῶς εἴρηται τῶν εἰρημένων ὁτιοῦν μηδ’ ἐπιχειρήσειεν ἀντειπεῖν, μόνον δ’ ἐπιτιμῶν ὡς περιττὰ ζητοῦσι, καὶ μάρτυρα τὸν Ἐρασίστρατον ἢ τὸν Ἡρόφιλον ἐπάγοιτο· πῶς οὐχ, ὅπερ ἔφην, ἀρχὴ διαφορᾶς ἐντεῦθεν ἔσται καὶ λοιδορίας τῆς πρὸς ἀλλήλοις; ἀνάγκη γὰρ δήπου κἀκείνους, Ἀθήναιον καὶ Μνησίθεον καὶ Διοκλέα καὶ Πλειστόνικον,
111
Ἱπποκράτην τε καὶ Φιλιστίωνα καὶ μυρίοις ἑτέρους τοιούτους ἐπικαλέσασθαι μάρτυρας. εἰ γὰρ δὴ κατὰ μάρτυρας χρὴ διαιρεῖσθαι τὸν λόγον, οὐ σμικρῷ τινὶ κρατήσουσιν· ὅτι τε γὰρ τῆς νοσώδους δυσκρασίας εἴδη πολλὰ καὶ ὅτι καθ’ ἕκαστον ἡ θεραπεία διάφορος οὐχ Ἱπποκράτην μόνον, ἢ ἄλλους παμπόλλους ἰατροὺς, ἀλλὰ καὶ Πλάτωνα καὶ Ἀριστοτέλην καὶ Θεόφραστον καὶ Ζήνωνα καὶ Χρύσιππον, ἅπαντάς τε τοὺς ἐλλογίμους φιλοσόφους παρεχόμενοι μάρτυρας· ὅτι τε χωρὶς τοῦ τὴν φύσιν εὑρεθῆναι τοῦ σώματος ἀκριβῶς οὐχ οἷόν τ’ ἐστὶν οὔτε περὶ νοσημάτων διαφορᾶς ἐξευρεῖν οὐδὲν οὔτε ἰαμάτων εὐπορῆσαι προσηκόντως, ἅπαντας πάλιν τοὺς νῦν εἰρημένους μοι φιλοσόφους τε καὶ ἰατροὺς, οὐ προστάττοντας μὰ Δί’ ὡς οὗτοι δίκην τυράννων, ἀλλ’ ἀποδεικνύντας παρέξονται. πρὸς ταῦτ’ οὖν οἱ τὸ θερμὸν καὶ ψυχρὸν βαλανέων, οὐκ ἰατρῶν ὀνόματα φάσκοντες εἶναι βωμολοχεύσονται δηλονότι καὶ γελωτοποιήσουσιν, ἢ μωροὺς, ἢ Φρύγας, ἢ σχολαστικοὺς διηγούμενοι· συνίσασι γὰρ ἑαυτοῖς οὐ μόνον ἀποδεικτικὸν ἐπισταμένοις οὐδὲν, ἀλλ’ οὐδ’ ὅ τι
112
ποτέ ἐστιν ἀπόδειξις ἐπαΐουσιν. ἐκ τούτων οὖν τῶν σκωμμάτων ἀνάγκη γενήσεσθαι διαφορᾶς ἀρχήν· ἵνα γὰρ τοῦ πρώτου πάντων ὧν οἱ χωρὶς ἀποδείξεως φλυαροῦντες οὐκ ὀκνοῦσι λέγειν ἐπιμνησθῶ, σκέψαι πῶς ἀναγκαῖόν ἐστιν ἀκολουθῆσαι μάχην αὐτῷ. πρὸς γὰρ τὰς ἀναποδείκτους φάσεις αὐτῶν καὶ τοὺς ἀξιοπίστους μάρτυρας, ὅταν ἕτεροί τινες ἐνδοξοτέρους τε καὶ πολὺ πλείονας ἀντιπροτείνωνται μάρτυρας, ἀναγκαῖον ἢ συγχωρεῖν καὶ ἡττᾶσθαι κατ’ ἄμφω νενικημένους, ἔν τε τῷ μὴ συνακολουθῆσαι πρὸς τὴν ἀπόδειξιν κᾀν τῷ κεκρατῆσθαι πρὸς τοῦ πλήθους τῶν μαρτύρων, ἢ ἀναισχυντήσαντας Ἐρασίστρατον ἁπάντων ἐκείνων τῶν μαρτύρων ἀποφαίνεσθαι πιστότερον. ἀνάγκη γὰρ ἐνταῦθα τὸν μὲν εἰπεῖν ὡς οὐκ ἦν πιστότερος οὔτε τῶν περὶ τὸν Ἱπποκράτην καὶ Μνησίθεον ἰατρῶν οὔτε τῶν περὶ τὸν Ἀριστοτέλη τε καὶ Πλάτωνα φιλοσόφων, τὸν δ’ ὡς ἀντειπεῖν· εἶτ’ ἄνω καὶ κάτω τῆς τοιαύτης ἀντιλογίας φερομένης οὕτως ἀπαίδευτά τε καὶ φιλόνεικα προαχθῆναι τὸν ἕτερον αὐτῶν εἰπεῖν ὡς οὐκ ἔσται οὕτω σοι καλῶς, ἢν Ἐρασίστρατον ἀτιμάζῃς. ταυτὶ γὰρ ὁρᾷς ἑκάστης ἡμέρας, ὦ Ἱέρων, γιγνόμενα κατὰ 
113
τοὺς τῶν ἰατρῶν διαλόγους· τοιαύτης δ’ ἅπαξ ἀνοιχθείσης ὁδοῦ, πάντ’ ἐπιῤῥεῖ τὰ τῶν γυναικῶν ἤδη ῥήματα καὶ κακῶς εἰπόντες ἀλλήλους, οὐ διδάξαντές τι χρηστὸν ἢ μαθόντες ἀπαλλάττονται. καὶ τῆς τοιαύτης ἀσχημοσύνης οὐκ ἔστιν εἰπεῖν ὡς οὐχ οἱ τὰς ἀποδείξεις ἀποδιδράσκοντες ἄρχουσιν· ἀποδιδράσκουσι δ’, ὡς οἶσθα, πολυειδῶς, οἱ μὲν σεμνῶς ἐπιτιμήσαντες μόνον, οἱ δὲ κομψευσάμενοί τι βωμολοχικὸν, οἱ δ’ εἰς γέλωτα καὶ χλεύην ἐξάγοντες τὸν διάλογον· εἰ δέ τις καὶ τολμήσειε παραμεῖναί τε τῷ λόγῳ καὶ τῶν ἀποδείξεων ἐπακοῦσαι, μάλιστα μὲν οὐδ’ ἕπεται τὴν ἀρχὴν, οὐ γὰρ ἐνδέχεται τὸν ἀγύμναστον ἀποδεικτικῆς μεθόδου τοῖς χρωμένοις αὐτῇ παρακαλουθεῖν· εἰ δ’ ἄρα καὶ μέχρι τινὸς παρακολουθήσειεν, ἀλλὰ τῷ πάντως ἐπαμύνειν ἐθέλειν οἷς ἐνετράφη δόγμασιν, ἐπιχειρῶν ἀντιλέγειν, εἶτ’ ἐξελεγχόμενος, ἀπέραντα καὶ ἀσυλλόγιστα καὶ περιττὰ καὶ ληρώδη φλυαρῶν, ἀγανακτεῖ καὶ καταρᾶται τοῖς διαλεκτικοῖς, ὡς κακῶν αἰτίοις, ὅτι δηλαδὴ τὴν κόρυζαν ἀπομύττουσιν αὐτῶν καὶ θεραπεύειν πειρῶνται προσφέροντες οὐ μέλι καὶ πλακοῦντας, ἀλλὰ
114
σκόροδά τε καὶ κρόμμυα, τὰ καὶ τοὺς κορυζῶντας ἀλεκτρυόνας ἰώμενα. παραγέγονας γὰρ δὴ μυριάκις αὐτοῖς ὡς ὑπὸ σκορόδων ὄντως καὶ κρομμύων τῶν ἐλέγχων ἀναγκαζομένοις δακρύειν· οἶσθα δὲ δήπουθεν ὡς καὶ πολλοὶ πολλάκις ἡμῖν ἐξωμολογήσαντο καταμόνας αἰσθάνεσθαι μὲν ἤδη τῶν κατὰ τὴν σφετέραν αἵρεσιν ἀτόπων, οὐ δύνασθαι δ’ ἔν γε τῷ φανερῷ μεταθέσθαι διὰ τὸ μήτ’ ἄλλα γινώσκειν ἀφ’ ὧν τιμηθήσονται καὶ τοῖς πολλοῖς τῶν ἀνθρώπων ἐφθακέναι ἀπὸ τούτων γιγνώσκεσθαί τε καὶ τιμᾶσθαι. διὰ ταῦτα τοίνυν κᾀγὼ πολλάκις ἀνεβαλλόμην ὑπομνήματα γράψαι μεθόδου θεραπευτικῆς, ὡς ἂν ἀκριβῶς εἰδὼς ὀλιγοστοὺς τῶν νῦν ἀνθρώπων ὑπ’ αὐτῶν ὠφεληθησομένους. εἰ μὴ γὰρ μεγάλη τις γένοιτο καὶ δαιμονία μεταβολὴ τῶν ἀνθρωπείων πραγμάτων, οἴχεται πάντα τὰ καλὰ καὶ συγκέχυται καὶ διέφθαρται, μηδενὸς ἀλήθειαν σπουδάζοντος, ἀλλὰ τὸ δόξαι μόνον. οἶσθα γὰρ δήπου καὶ σὺ σαφῶς ὡς οὐδὲ πέντε τοῖς πᾶσιν ἀνθρώποις ἐνετύχομεν εἶναι μᾶλλον ἢ φαίνεσθαι σοφοῖς ὀρεγομένοις. καὶ μὴν εἰ μή τις ὀρεχθείη σοφίας αὐτῆς δι’ ἑαυτὴν,
115
οὐδὲ καιρὸν ἕξει τοῦ γυμνάσασθαι κατὰ τὰς λογικὰς μεθόδους, ἀλλὰ περὶ πλοῦτον καὶ δόξαν καὶ δύναμιν πολιτικὴν ἐσπουδακὼς, περὶ τὴν ἐν ἐκείνοις ἀσχολίαν ἅπαντα κατατρίψει τὸν βίον.

Ἐάσαντες οὖν αὐτοὺς, πάλιν ἐπὶ τὸ προκείμενον ἴωμεν. ἔστι τὸ προκείμενον ἐξ ἀρχῆς, ὡς εἰ μή τις ἅπαντα τὸν ἀριθμὸν τῶν νοσημάτων ἐξεύροι μεθόδῳ, πταίσει μέγιστον πταῖσμα κατὰ τὴν ἀρχὴν εὐθὺς αὐτῆς τῆς θεραπευτικῆς μεθόδου· πρόδηλον γὰρ ὡς τοσούτους χρὴ τρόπους εἶναι τῆς ἰάσεως ὅσαιπερ καὶ αἱ τῶν νοσημάτων ἰδέαι. τὸ τοίνυν μήτ’ ἄπειρα ποιῆσαι τὰ νοσήματα ταῖς κατὰ μέρος ἰδιότησι προσέχοντας μήτ’ εὐθὺς ἐν τοῖς πρώτοις καταμεῖναι γένεσιν οὐ τοῦ τυχόντος ἐστὶν, ἀλλ’ ἀνδρὸς, ὡς καὶ πρόσθεν ἐδείκνυτο, πάνυ γεγυμνασμένου κατὰ τὰς διαιρετικὰς μεθόδους. ἀρχὴ δὲ τῆς διαιρέσεως αὐτῶν, ὥς που καὶ τοῦτ’ ἐλέγετο, τὸν λόγον τῆς οὐσίας τοῦ διαιρουμένου πράγματος ἀφορίσασθαι. καὶ τοίνυν ἐδείκνυτο πάντως μὲν ἕν τι τῶν παρὰ φύσιν ὑπαρχόντων νόσημα. τεττάρων δ’ ὄντων τῶν παρὰ φύσιν, ἤτοι τῆς βεβλαμμένης ἐνεργείας,

116
ἢ τῆς ἐργαζομένης αὐτὴν διαθέσεως, ἢ τὴν ταύτην ποιούσης αἰτίας, ἢ τῶν ἑπομένων αὐτῇ συμπτωμάτων, εἴτε τὴν βλάβην τῆς ἐνεργείας εἴτε καὶ τὴν ἐργαζομένην αὐτὴν διάθεσιν ἐθέλοι τις ὀνομάζειν νόσον, οὐδὲν τοῦτο τὴν θεραπευτικὴν μέθοδον ὑπαλλάττειν ἐδείκνυμεν, εἰ τοῦθ’ ἓν μόνον γιγνώσκοι, τὸ τὴν πρώτην θεραπείαν, ἣν δήπου καὶ προσεχῆ καλοῦσιν ἔνιοι, τῆς τὴν ἐνέργειαν ἐμποδιζούσης εἶναι διαθέσεως. ἐπιδεδεῖχθαι δ’ ἡμῖν ἐλέγομεν ὡς ταύτην εὐλογώτερον εἴη προσαγορεύειν νόσημα, μὴ μέντοι κωλύειν ἡμᾶς εἴ τις ἐθέλοι τὴν μὲν τῆς ἐνεργείας βλάβην ὀνομάζειν νόσημα, τὴν δ’ ἐργαζομένην αὐτὴν διάθεσιν αἰτίαν τοῦ νοσήματος. ὑποθέμενοι δὲ καλεῖσθαι νόσημα διάθεσιν παρὰ φύσιν ἐνέργειαν βλάπτουσαν ἐζητήσαμεν ἐφεξῆς ὁπόσα τὰ σύμπαντ’ ἐστὶ νοσήματα. πρόδηλον δ’ ἦν ἐν τούτῳ τὸ δεῖν ἐξευρεῖν πρῶτον, εἴ τις ὁδῷ καὶ τάξει μέλλει προϊέναι καὶ μὴ καθάπερ οἱ πολλοὶ τῶν ἰατρῶν ὡς τύραννοι προστάττειν, ἥτις ποτὲ διάθεσίς ἐστιν ἡ τῆς ἐνεργείας αἰτία δραστική. ταύτην οὖν ἡμεῖς μὲν εὐκρασίαν ἐλέγομεν εἶναι θερμοῦ καὶ ψυχροῦ, ὑγροῦ καὶ ξηροῦ· καὶ διὰ τοῦθ’ ἡ πρώτη νόσος ἡ
117
ἐν τοῖς ὁμοιομερέσι, τῇ δυσκρασίᾳ τούτων ἐδείκνυτο γίγνεσθαι. ἕτερος δέ τις ἐν ὄγκοις καὶ πόροις θήσεται τὴν τούτων συμμετρίαν, καὶ διὰ τοῦτ’ ἀμετρίᾳ τῶν πόρων αὐτῶν νοσήσειν τὰ ζῶα. τὸ δὲ μήτ’ αὐτὸν ἀποφήνασθαι τολμῆσαι τῆς ἐνεργείας τὴν αἰτίαν ἐν ὁτῳδήποτε γένει τῶν ὄντων ἐστὶ, μήτε τοῖς λέγουσιν ἀντειπόντα νομίζειν ἔτι λόγῳ καὶ μεθόδῳ προϊέναι, δεινῶς ἐλέγομεν εἶναι μοχθηρὸν, ἅμα μὲν ἄφυκτον ἐργαζόμενον τὴν ἐκ τῶν ἐμπειρικῶν κατηγορίαν, ἅμα δὲ αὑτῷ μαχόμενον· ἐξ ἡμίσεος γὰρ δὴ τοὺς τοιούτους εἶναι λογικούς· ὅπως μὲν δὴ γίγνεται φλεγμονὴ καὶ σκίῤῥος καὶ οἴδημα καὶ πάνθ’ ὅσα τοιαῦτα, πολυπραγμονοῦνται, ὅτι δὲ καὶ χωρὶς τούτων ἁπάντων κατὰ δυσκρασίαν μόνην ἐνέργεια βλάπτεται μὴ γινώσκονται, ἀλλ’ ἐμπειρικῶς τὰ τοιαύτα θεραπεύονται. ὅστις οὖν βούλεται γνῶναι πόσον ἁμαρτάνουσιν οἱ τοιοῦτοι καὶ πόσον τι πλῆθος ὑπερβαίνουσι νοσημάτων καὶ ὡς πολὺ πλέον ἀγνοοῦσιν ἢ γιγνώσκουσι, τὸ περὶ διαφορᾶς νοσημάτων ἀναλεξάσθω γράμμα· μαθήσεται γὰρ ὡς ὀρθῇ μὲν ὁδῷ πρῶτος ἁπάντων Ἱπποκράτης ἐχρήσατο, δέον δ’ αὐτὴν τελειῶσαι 
118
τοὺς μετ’ αὐτὸν, οὐχ ὅπως οὐδεὶς ἐτελείωσεν, ἀλλὰ καὶ τὰ καλῶς εὑρημένα διέφθειραν οἱ πλεῖστοι. πλησίον δὲ τοῦ τελειῶσαί τε καὶ συμπληρῶσαι τὴν ὑφ’ Ἱπποκράτους παραδοθεῖσαν ὁδὸν οἱ περὶ τὸν Ἀριστοτέλην τε καὶ Θεόφραστον ἀφίκοντο, καὶ εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐτελείωσαν δυνάμει διορισάμενοι τὸ μὴ ταὐτὸν εἶναι γένος τῶν νοσημάτων ἔν τε τοῖς ὁμοιομερέσι σώμασιν ἔν τε τοῖς ὀργανικοῖς ὀνομαζομένοις. ὑπὸ μὲν γὰρ τῶν ὁμοιομερῶν τὰς ἐνεργείας γίγνεσθαι καὶ διὰ τοῦτ’ εἶναι καθ’ ἕκαστον τῶν ὀργάνων ἓν ἴδιον ὁμοιομερές. ὅσα δ’ ἄλλα μετὰ τούτου συμπληροῖτο πᾶν ὄργανον, ἕνεκα χρείας τινὸς ἐκείνου τοῦ πρώτου τῆς ἐνεργείας αἰτίου γεγονέναι. καὶ τούτων μέντοι πάλιν αὐτῶν ἑκάστου κατὰ μόνας ὑπάρχειν ἐνέργειαν, οἷον ἐπὶ τῶν ὀφθαλμῶν. ἄμεινον γὰρ ἴσως, ὡς ἐν ἑτέροις ἐπὶ πλέον ἐδείξαμεν, ἐνταυθοῖ διὰ βραχέων ὑπομνήσεις ποιήσασθαι. τὸ μὲν τῆς ὄψεως ὄργανόν ἐστι τὸ κρυσταλλοειδὲς ὑγρὸν, ἕκαστον δὲ τῶν ἄλλων μορίων ἐκείνου χάριν ἐγένετο. καὶ πάντων εἰρήκαμεν αὐτῶν τὰς χρείας ἐν τῷ δεκάτῳ τῆς περὶ χρείας μορίων πραγματείας.
119
ἀλλ’ εἰ καὶ ὅτι μάλιστα τοῦ κρυσταλλοειδοῦς ἕνεκεν ἐγένετο σύμπαντα, κατὰ μέρος γοῦν ἕκαστον αὐτῶν ἐνεργείας τινὸς μετέχει, κοινῆς μὲν ὅλῳ τῷ ζώῳ φλὲψ καὶ ἀρτηρία καὶ νεῦρον· οἱ δ’ ὑμένες οἱ κατὰ τὸν ὀφθαλμὸν, ὡς ἂν τρεφόμενοι δηλονότι καὶ τῶν φυσικῶν ἐξ ἀνάγκης μετέχουσι δυνάμεων, ὥστε καὶ τῶν κατ’ αὐτὰς ἐνεργειῶν. ὅταν μὲν οὖν τὸ κρυσταλλοειδὲς ὑπὸ δυσκρασίας νοσήσῃ, βλάπτεται μὲν ἡ τῶν ὀφθαλμῶν ἐνέργεια πάντως, ἀλλ’ οὐκ ἔστιν ὡς ὀργάνων αὐτῶν τὸ νόσημα. τὸ δ’ ὑπόχυμα καλούμενον οὐδενὸς μὲν ὁμοιομεροῦς ἐστι πάθους, ὅλων δὲ τῶν ὀφθαλμῶν ὡς ὀργάνων. οὕτω δὲ κᾂν εἰ γλίσχρων τινῶν ἢ παχέων χυμῶν ἔμφραξις ἐν τοῖς πέρασι τῶν κατὰ τὰ σιμὰ τοῦ ἥπατος εἴη φλεβῶν, ἐμποδισθήσεται μὲν ἡ ἀνάδοσις, ὅλου δ’ ἔσται τοῦ ἥπατος ὡς ὀργάνου τὸ πάθος, οὐδενὸς τῶν ὁμοιομερῶν αὐτοῦ μορίων νοσήσαντος. εἰ δὲ δυσκρασία καταλάβοι τὰς φλέβας, αὐτῶν μὲν ἐκείνων ἔσται τὸ νόσημα πρῶτον, κατὰ συμβεβηκὸς δὲ καὶ τοῦ ἥπατος. Ἐρασίστρατος μὲν οὖν ἔσφαλται περὶ τὴν οὐσίαν αὐτῆς καὶ φλεγμονῆς. οὔτε γὰρ ἐν τοῖς πέρασι
120
τῶν ἀρτηριῶν γίγνεται σφήνωσις ἐξ ἀνάγκης ἐν τοῖς φλεγμαίνουσι μορίοις οὔτε πνεῦμα μόνον ἐν τῷ κατὰ φύσιν αἱ ἀρτηρίαι περιέχουσιν, ὡς ἐν τοῖς περὶ τούτων λογισμοῖς ἀπεδείξαμεν. εἰ δ’ οὖν ἐστί τι τοιοῦτον πάθος οἷον ἐκεῖνος οἴεται φλεγμονή, καὶ σκίῤῥος τοιοῦτον οἷον ἐκεῖνος νομίζει, καὶ τῶν ἄλλων ἕκαστον, ὡς αὐτὸς μὲν ἀσαφῶς ἐπὶ πολλῶν, οἱ δ’ ἀπ’ αὐτοῦ πειρῶνται διέρχεσθαι σαφέστερον, ὀλίγου δεῖν ἀπαθῆ καταλείπει τὰ στερεὰ, μόνον ἑλκωθῆναι δυνάμενα καὶ διατμηθῆναι καὶ θλιβῆναι καί τι τοιοῦτον ἕτερον ὑπομεῖναι πάθημα. νοσεῖν δ’ αὐτὰ δι’ ὅλων ἑαυτῶν οὐδαμόθι φησὶ νόσους τοιαύτας οἵας ἡμεῖς ἀπεδείξαμεν εἶναι τὰς ὀκτὼ δυσκρασίας. καὶ μὴν ὁρᾶταί γε σύμπαντα τὰ σώματα, μέχρι καὶ τῶν δυσπαθεστάτων, οἷον χαλκοῦ καὶ λίθου καὶ σιδήρου, θερμαινόμενά τε καὶ ψυχόμενα καὶ ξηραινόμενα καὶ ὑγραινόμενα, καὶ θαυμαστὸν εἰ ἀρτηρία μόνη καὶ φλὲψ καὶ νεῦρον οὐδὲν τοιοῦτον πείσεται, καὶ τούτου θαυμαστότερον, εἰ πείσεται μὲν, ἐνεργήσει δὲ ἀμέμπτως, οἶον ἐπὶ τῆς καρδίας, εἰ
121
τύχοι, δύναμις μέν τίς ἐστι καὶ κατ’ αὐτὸν τὸν Ἐρασίστρατον, ᾗ διαστέλλεται καὶ συστέλλεται. καὶ βλάπτεσθαι δὲ δήπου ταύτην χρὴ, τῆς καρδίας ἐξαιρεθείσης ζῶντος τοῦ ζώου, καθάπερ πολλάκις ὁρῶμεν ἐν ταῖς ἱερουργίαις γιγνόμενον· εἰ γὰρ μηδὲν βλάπτεται, κινηθήσεται διαπαντὸς, οὐχ ἕως χρόνου τινὸς, ὡς νῦν φαίνεται. δῆλον οὖν ὅτι βλάπτεται καὶ διὰ τοῦτο παύεται κινουμένη. τίς οὖν ἡ βλάβη, καλῶς εἶχεν ἐπισκέψασθαι, δυναμένης γε δηλονότι τὴν βλάβην ἀναδέξασθαι τῆς καρδίας καὶ πρὶν ἐξαιρεθῆναι τοῦ ζώου. τίς οὖν ἄλλη πλὴν δυσκρασίας ἐστίν; οὔτε γὰρ τὸ σχῆμα φαίνεται μεταλλαττόμενον αὐτῆς, οὔτε κοιλότης τις, οὔτε σύνδεσμος οὔτε στόμιον, ἀλλ’ οὐδ’ ἄλλο μόριον οὐδὲν ἀπολλύμενον, ἀλλὰ μόνον ἡ φυσικὴ κρᾶσις ἐξαλλαττομένη. ταῦτ’ οὖν ἅπαντα τῶν ὁμοιομερῶν, ὡς εἴρηται, νοσήματα τυγχάνοντα, τελείως αὐτῷ παραλέλειπται. τὸ γὰρ δὴ τοῦ αἵματος ἐν τοῖς πέρασι τῶν ἀρτηριῶν σφηνωθέντος ἐνέργειάν τινα βλαβῆναι τῶν ἀρτηριῶν ὡς ὀργάνων ἐστὶ τὸ πάθος· ὡς δ’ ὁμοιομερῶν σωμάτων, ὀκτὼ μὲν αἱ κατὰ ψιλὰς τὰς ποιότητας δυσκρασίαι,
122
μετὰ ῥευμάτων δ’ ὀκτώ. χρὴ τοίνυν, ὅστις τὰς τούτων ἀποδείξεις ἐπιστήμῃ βούλεται περιλαβεῖν, ἀπὸ τοῦ περὶ τῶν στοιχείων ἄρξασθαι λόγου, κᾄπειθ’ ἑξῆς ἕκαστον ἀναλέξασθαι τῶν ἄλλων, ὡς εἴρηται καὶ πρόσθεν. ἔστι δ’ ἐφεξῆς μὲν ἐκείνῳ τὰ περὶ κράσεων ὑπομνήματα. καὶ τούτων ἐφεξῆς τὸ περὶ τῆς ἀνωμάλου δυσκρασίας. εἶτα τὰ περὶ τῶν φυσικῶν δυνάμεων, ὅσα τ’ ἄλλα περὶ τῶν ψυχικῶν εἴρηται παθῶν ἐφεξῆς ἑκάστης ἰδίᾳ. τούτοις δ’ ἕπεται τὰ περὶ χρείας μορίων, οἷς τὰ περὶ τῶν νοσημάτων τε καὶ συμπτωμάτων διαφορᾶς. οἱ πολλοὶ δὲ τῶν ἰατρῶν, οὔτε τῇ πείρᾳ μόνῃ προσέχοντες τὸν νοῦν, ἐνὸν αὐτοῖς ἀγαθοὺς ἰατροὺς γίγνεσθαι καὶ κατὰ τὴν τῶν ἐμπειρικῶν ἀγωγὴν, ὀριγνώμενοί τε τοῦ τελείου, κᾄπειτα χωρὶς ἀποδείξεως ἀποφάσεσι πιστεύοντες, ἢ μοχθηραῖς ἀποδείξεσι παραλογισθέντες, οὐ μόνον οὐδὲν ἐξευρίσκουσι χρηστὸν, ἀλλὰ καὶ τὰ διὰ τῆς ἐμπειρίας ἐγνωσμένα διαφθείρουσιν. οὐ γὰρ δήπου σμικρὰν ἔχει δύναμιν ὁ λόγος ὡς πρὸς τὸ κοσμῆσαι τὴν ἐμπειρίαν ἢ διαφθεῖραι, ἀλλ’ ὅσον ὁ χρηστὸς ἐπικοσμῶν προστίθησιν, τοσοῦτον 
123
ἢ καὶ πλέον ὁ μοχθηρὸς ἀφαιρεῖ. καὶ ταῦτ’ ἀκούεις λέγοντος ἑκάστοτε τοῖς πολλοῖς τῶν ἰατρῶν, ὅσοι πρὶν γυμνάσασθαι κατὰ τὰς λογικὰς μεθόδους ἢ ἀποδεικνύναι τι πειρώμενοι παραλογίζονται σφᾶς αὐτοὺς, ἢ διαιρεῖν ὁτιοῦν εἰς εἴδη τε καὶ διαφορὰς, εἶτα κᾀνταῦθα κακῶν μαγείρων δίκην οὐ κατ’ ἄρθρα τέμνουσιν, ἀλλὰ συντρίβουσί τε καὶ θλῶσι καὶ διασπῶσιν, ὥσπερ κᾀπὶ τοῦ νῦν ἡμῖν προκειμένου. συμβουλεύω δὴ πᾶσιν, ὡς οἶσθα, τοῖς τοιούτοις τῇ πείρᾳ προσέχειν τὸν νοῦν. οὐ σμικρὸς γὰρ ὁ κίνδυνος ἅπαντι τῷ μειζόνων ἢ καθ’ ἑαυτὸν ὀρεγομένῳ πραγμάτων μήτ’ ἐκείνων ἐφικέσθαι καὶ τῶν ἐνδεχομένων γνωσθῆναι παντάπασιν ἀτυχῆσαι. τοῖς οὖν καὶ πεφυκόσιν εἶναι ἄριστα καὶ τοῖς μανθάνειν ἄγουσι σχολὴν, αὖθις ἡμεῖς διαλεγώμεθα, τοσοῦτον ἀναμνήσαντες αὐτοὺς ὧν εὐθύς κατ’ ἀρχὰς εἴπομεν, ὡς οὐ προσήκει συγχεῖν ἅμα καὶ φύρειν ἀμφότερα, τά τ’ ἐκ τῆς πείρας εὑρισκόμενα καὶ τὰ διὰ μόνου τοῦ λόγου, ἀλλ’ ὑπὲρ ἑκατέρων ἰδίᾳ διαλεχθέντας, αὖθις ἄμφω συναγαγεῖν. εἰρηκότες οὖν ἡμεῖς ὑπὲρ τῆς ἐμπειρικῆς
124
εὑρέσεως ἑτέρωθι, περὶ τῆς λογικῆς ἐν τοῖσδε τοῖς ὑπομνήμασι προὐθέμεθα διελθεῖν. καί μοι δοκῶ σαφῶς ἤδη δεδειχέναι, τοῖς γε τὰ περὶ τῆς τῶν νοσημάτων τε καὶ συμπτωμάτων διαφορᾶς ἀνεγνωκόσι, πρὸς οὓς ὁ μετὰ ταῦτα πᾶς ἔσται μοι λόγος, ὡς εὐθὺς ἐν ἀρχῇ μέγιστον πτῶμα πεπτώκασιν οἱ περὶ τὸν Θεσσαλόν. ἦν μὲν γὰρ οὐ σμικρὸν οὐδὲ τὸ Ἀσκληπιάδειον πτῶμα, διὰ τὸ κατ’ ἀρχὰς ἐσφάλθαι τὸν ἄνδρα περὶ τὰ τοῦ σώματος στοιχεῖα, πολὺ δ’ ἔτι μεῖζον αὐτοῦ καὶ ἀνιατότερον ἐποίησαν οἱ περὶ τὸν Θεσσαλὸν, εἰς δύο μὲν ἅπαντα τὰ κατὰ δίαιταν νοσήματα διαθέσεις ἀναγαγόντες ὁμοίως ἐκείνῳ, πολλοὺς δὲ τῶν θεραπευτικῶν σκοπῶν ἀφελόντες, οἷς ἐκεῖνος ἐχρήσατο. χείριστον δὲ καὶ ἀνιατότερον ἁμαρτάνοντες, ὅτι μήτε τὰς τῶν ἐνεργειῶν βλάβας, ἀλλὰ μηδὲ τὰς αἰτίας αὐτῶν τὰς διαθέσεις ὑπολαμβάνουσιν εἶναι νοσήματα, μόναις δὲ ταῖς κενώσεσιν ἐπεχομέναις τε καὶ πλεοναζούσαις ἀξιοῦσι προσέχειν τὸν νοῦν, οὐδ’ οὖν οὐδὲ τί ποτ’ ἐστὶ τὸ πέρα τοῦ δεόντος ἢ κενοῦσθαι τὰ ἐκ τοῦ σώματος, ἢ ἐπέχεσθαι διδάξαντες ἡμᾶς σαφῶς. ἢ γὰρ ὡς πρὸς τὴν δύναμιν, ἢ ὡς πρὸς τὴν αἰτίαν, ἢ ὡς πρὸς τὴν
125
διάθεσιν, ἢ ὡς πρὸς τὸ κατὰ τὴν ὑγείαν ἑκάστῳ τετηρημένον ἀναφέρεσθαι χρὴ τὴν τήρησιν. ὅθεν, οἶμαι, καὶ πόλεμος οὐ σμικρὸς τοῖς ἀπ’ αὐτῶν ἐγένετο κατά τε ἄλλα πάντα διενεχθεῖσι καὶ περὶ τῆς τῶν παθῶν ἐννοίας τε καὶ ὑπάρξεως. ἀλλ’ εἰ νῦν κινήσαιμι τὴν περὶ τῆς διαφωνίας αὐτῶν διέξοδον, ἀπάξω τοῦ χρησίμου τὸν λόγον. ὡς οὖν ἀνεγνωκόσιν ἤδη τὰ περὶ τῆς τῶν νοσημάτων τε καὶ συμπτωμάτων διαφορᾶς ὑπομνήματα καὶ πρὸς τούτοις ἔτι τὰ τῶν αἰτίων αὐτῶν, ἔτι τε πρὸς τούτοις ἐκεῖνα σύμπαντα διεληλυθόσιν ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα, τὸν ἑξῆς ἅπαντα ποιήσομαι λόγον, ἀρξάμενος ἐνθάδε. ἐπειδὴ τὰς ἐνεργείας ἁπάσας ἐδείξαμεν ὑπὸ τῶν ὁμοιομερῶν γιγνομένας σωμάτων, τὰ δ’ ἄλλα πάντα τὰ καθ’ ἕκαστον ὄργανον μόρια χρείαν τινὰ τούτοις παρέχοντα, διττὸν δήπου γένος ἔσται νοσημάτων, ἕτερον μὲν ἐν τοῖς ὁμοιομέρεσι σώμασιν, ἕτερον δὲ ἐν τοῖς ὅλοις ὀργάνοις· ἐν μὲν τοῖς ὁμοιομερέσιν αἱ δυσκρασίαι· τῶν δ’ ὅλων ὀργάνων ἓν μὲν τὸ παρὰ τὴν διάπλασιν, ἓν δὲ τὸ παρὰ τὸν ἀριθμὸν τῶν μορίων, ἄλλο δὲ τὸ παρὰ τὸ ποσὸν ἑκάστου, καὶ τέταρτον τὸ παρὰ τὴν θέσιν, κοινὸν δὲ τῶν ὁμοιομερῶν καὶ τῶν ὀργανικῶν
126
μορίων νόσημά ἐστιν ἡ τῆς συνεχείας λύσις. ἓξ οὖν ἐστι τὰ πάντα τῶν νοσημάτων γένη· ἓν μὲν ἴδιον τῶν ὁμοιομερῶν, ἡ δυσκρασία, τέτταρα δὲ ἑκάστου τῶν ὀργάνων, ὡς εἴρηται νῦν ἤδη, καὶ πρὸς τούτοις ἔστι. κοινὸν ὀργανικῶν τε καὶ ὁμοιομερῶν ἡ τῆς συνεχείας λύσις. αἱ δὲ καθ’ ἕκαστον αὐτῶν διαφοραὶ μέχρι τῶν ἐσχάτων εἰδῶν ἐν τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς εἴρηνται. Κ ε φ. ζ΄. Τούτων οὕτως ἐχόντων ἤδη λεκτέον ὑπὲρ τῶν θεραπευτικῶν ἐνδείξεων, αὐτὸ τοῦτο πρότερον ἐξηγησαμένους τὸ τῆς ἐνδείξεως ὄνομα. τὴν γὰρ οἷον ἔμφασιν τῆς ἀκολουθίας ἔνδειξιν λέγομεν. εὑρίσκεται μὲν κᾀκ τῆς πείρας τὸ ἀκόλουθον, ἀλλ’ οὐχ ὡς ἐμφαινόμενον τῷ ἡγουμένῳ. καὶ διὰ τοῦτο τῶν ἐμπειρικῶν οὐδεὶς ἐμφαίνεσθαί φησι τῷδέ τινι τόδε τι. καίτοι γε ἀκολουθεῖν λέγουσι τόδε τῷδε καὶ προηγεῖσθαι τόδε τοῦδε καὶ συνυπάρχειν τόδε τῷδε, καὶ ὅλως ἅπασαν τὴν τέχνην τήρησίν τε καὶ μνήμην φασὶν εἶναι τοῦ τί σὺν τίνι καὶ τί πρὸς τίνος καὶ τί μετὰ τίνος πολλάκις
127
ἑώραται. τὸν τοίνυν ἐξ αὐτῆς τῆς τοῦ πράγματος φύσεως ὁρμώμενον ἐξευρίσκειν τὸ ἀκόλουθον ἄνευ τῆς πείρας ἐνδείξεις καὶ εὕρεσίν ἐστι πεποιῆσθαι. διωρισμένου δὲ καὶ τοῦδε πάλιν ἀναμνήσαντες ὅπερ ἤδη καὶ πρόσθεν εἴπομεν, ὡς ἡ θεραπευτικὴ πᾶσα μέθοδος ἄνευ τῆς ἐμπειρίας προέρχεται καὶ ὡς οὐκ ὀρθῶς ποιοῦσιν οἱ συνάγοντες εἰς ταὐτὸν καὶ συγχέοντες ἀμφοτέρας τὰς διδασκαλίας, ἐμπειρικήν τε καὶ λογικὴν, ἐχώμεθα τῶν ἑξῆς. εἴη δ’ ἂν πρῶτον ἁπάντων τῶν ἐφεξῆς, ὅπερ καὶ πρῶτον ἁπάντων ἕπεται τοῖς ὑποκειμένοις. ἕπεται δὲ πρῶτον καὶ μάλιστα τὸ δι’ ἐνδείξεως ἅπασαν γίγνεσθαι τὴν θεραπευτικὴν μέθοδον. ὅσον γὰρ ἀποκεχώρηκε τῆς ἐμπειρίας, ἔνδειξις ὀνομάζεται σύμπαν. ὥστε καὶ ὅστις ἀκριβῶς βούλεται συστήσασθαι τὴν θεραπευτικὴν μέθοδον, ἄρξασθαι μὲν αὐτὸν ἀπὸ τῶν πρώτων ἐνδείξεων χρὴ, μεταβῆναι δὲ ἐντεῦθεν ἐπὶ τὰς ἐφεξῆς, εἶτ’ αὖθις ἐπὶ τὰς ἐκείνων ἐχομένας, καὶ τοῦτο ποιοῦντα μὴ παύσασθαι πρὶν ἐφικέσθαι τοῦ τέλους αὐτῶν. τέλος δ’ ἐστὶ τῆς νῦν ἡμῖν προκειμένης πραγματείας ἐξευρεῖν ἑκάστου τῶν νοσημάτων ἰάματα. τίς οὖν 
128
ἀρχὴ τῆς ἐπὶ τοῦτο φερούσης ὁδοῦ; τοῦ νοσήματος ἡ γνῶσις, ὁποῖόν τι τὴν φύσιν ἐστὶν, ὡς ἀπεδείχθη καὶ πρόσθεν. εἰ γὰρ δὴ τὸ θεραπευόμενον αὐτὸ τοῦτ’ ἔστιν, εὔλογον δήπου καὶ τῶν ἐνδείξεων ἐντεῦθεν ἄρξασθαι. τίς οὖν ἡ γενικὴ καὶ κοινὴ πάντων τῶν νοσημάτων ἔνδειξις εὑρεῖν χρὴ πρῶτον, εἶτα ἐντεῦθεν ἐπὶ τὰς κατ’ εἴδη προελθεῖν. ἀνάγκη γὰρ δὴ τὰς νόσους ἁπάσας ἑνὸς καὶ ταὐτοῦ μεθέξει νόσους ὀνομάζεσθαι, καθάπερ, οἶμαι, καὶ ἄνθρωπον καὶ βοῦν καὶ κύνα καὶ τῶν ἄλλων ἕκαστον. ἓν γὰρ καὶ ταὐτὸν ἐν ἅπασι τοῖς ἀνθρώποις ἐστί. διὸ καὶ τῆς αὐτῆς προσηγορίας ἅπαντες ἐτύχομεν ἄνθρωποι καλεῖσθαι. παραπλησίως δὲ κᾀν τοῖς κυσὶν ἅπασιν ἕν τι καὶ ταὐτόν ἐστιν, ἐφ’ ὃ δὴ καὶ τὴν διάνοιαν ἐπερειδόμεθα νοῆσαι βουληθέντες τὸν κύνα. καὶ μὲν δὴ καὶ τοῖς ἵπποις ὁμοίως ἕν τι καὶ ταὐτὸν ἅπασιν ἐστὶν ᾗ πάντες ἵπποι καλοῦνται. μάθοις δ’ ἂν ἐναργέστερον ἐπὶ τῶν ὁμωνύμων αὐτό. τοῖς μὲν γὰρ τετράποσι ζώοις ἅπασι τοῖς ὑλακτικοῖς ἓν καὶ ταὐτὸν ὑπάρχει, τὸ τετράποσί τ’ εἶναι σύμπασι καὶ ὑλακτικοῖς. τοῖς δ’ ἐναλίοις θηρίοις τοῖς ἁρπακτικοῖς, ἃ
129
δὴ καὶ αὐτὰ κύνας ὀνομάζομεν, ἓν αὖ κᾀκείνοις ὑπάρχει ταὐτὸν, οὐχ ὑπάρχον τοῖς ἐπιγείοις. ὥστε μηδενὸς ἐκεῖνα τούτοις κοινωνεῖν ἄλλου κατὰ τὴν τῶν κυνῶν φύσιν πλὴν ὀνόματος. ἀνθρώπῳ μέντοι πρὸς ἄνθρωπον, οἷον Σωκράτει πρὸς Ἀλκιβιάδην, οὐκ ὀνόματος μόνον, ἀλλὰ καὶ τῶν ὑπαρχόντων ἐστὶν ἡ κοινωνία· καὶ γὰρ καὶ ζῶα καὶ δίποδα καὶ πεζὰ καὶ λογικὰ καὶ θνητὰ καὶ ὅλως οὐδὲν ἂν εὕροις ὑπάρχον οὐδενὶ τῶν κατὰ μέρος ἀνθρώπων ᾗ ἄνθρωπος, ὃ μὴ καὶ τοῖς ἄλλοις ἀνθρώποις ὑπάρχει. τοῖς μέντοι χερσαίοις κυσὶ πρὸς τοὺς ἄλλους θαλαττίους ὑπάρχει πολλὰ διαφέροντα καὶ κατὰ τὴν τοῦ σώματος ἰδέαν καὶ κατὰ τὸ τῆς ψυχῆς ἦθος. ἥμερον γὰρ τοῦτο καὶ φιλάνθρωπον, ἐπίβουλον δ’ ἐκεῖνο καὶ ἄγριον, καὶ χερσαῖον μὲν τοῦτο, θαλάττιον δ’ ἐκεῖνο, καὶ τὸ μὲν τετράπουν, τὸ δὲ οὒ, καὶ τὸ μὲν ὑλακτικὸν, τὸ δὲ οὐχ ὑλακτικόν. οὐ μὴν τῶν ἐπιγείων κυνῶν ὁ μὲν ὑλακτικός ἐστιν, ὁ δὲ οὐχ ὑλακτικὸς, καὶ τετράπους μὲν ὅδε τις, ἕτερος δὲ μὴ τοιοῦτος, ἀλλὰ πᾶσι μὲν αὐτοῖς ἓν εἶδός ἐστιν ᾗ κύνες ὀνομάζονται καὶ οὐ μόνον ταῖς οὐσίαις ἔοικεν ὑπάρχειν
130
τὸ τοιοῦτον, ἀλλὰ καὶ τοῖς συμβεβηκόσιν αὐτοῖς ἢ ὡς διαθέσεσιν, ἢ ὡς ἐνεργήμασιν, ἢ ὡς παθήμασιν. οἷον ἄνθρωπος περιπατῶν ἀνθρώπου περιπατοῦντος οὐδὲν διαφέρει κατ’ αὐτὸ τὸ περιπατεῖν, καὶ καιόμενος δὴ καιομένου καὶ τεμνόμενος τεμνομένου καὶ λευκὸς λευκοῦ καὶ μέλας μέλανος· ἐν μέντοι τῷ μᾶλλόν τε καὶ ἧττον ἕκαστον τούτων οὐ σμικρὰν ἔχει διαφοράν· οἷον λευκὸς μᾶλλον ἢ ἧττον· ἀλλ’ ᾗ λευκὸς, ἕν τι καὶ ταὐτὸν ἑτέρῳ λευκῷ κέκτηται· καθάπερ καὶ ᾗ ἄνθρωπος, ἕν τι ταὐτὸν ἀνθρώπῳ τῷ τυχόντι. καὶ καθ’ ἕκαστον δὴ τῶν σημαινομένων ἓν ἅπασιν ὑπάρχει ταὐτόν· οὕτω δὴ καὶ τὸ νοσεῖν καὶ τὸ ὑγιαίνειν· τὸ μὲν τοῖς νοσοῦσιν ἅπασιν ὑπάρχει, τὸ δὲ τοῖς ὑγιαίνουσιν, ἓν καὶ ταὐτὸν ἑκάτερον· καὶ ὥσπερ ἐκ τῆς ἄνθρωπος φωνῆς ἓν, οὕτω κᾀκ τῆς ὑγείας ἓν σημαίνεται. δηλοῖ δὲ καὶ ἡ καθ’ ἑκάστην ἡμέραν ἡμῖν γιγνομένη πρὸς ἀλλήλους διάλεκτος, ὡς ἐν οἷς οὐκ ἔστιν ὁμωνυμία, τὸ σημαινόμενον ἓν ὑπάρχει. λέγοντος γάρ τινος ὑπὸ ἀνθρώπου πληγῆναι λίθῳ τὴν κεφαλὴν, οὐδενὶ τῶν ἀκουόντων ἀσαφὴς ὁ λόγος, οὐδ’ ἀμφίβολος, ὥσπερ εἰ καταβρωθῆναί τις, εἰ
131
οὕτως ἔτυχε, Κορίσκον ὑπὸ κυνός διηγεῖτο· τίνος γὰρ κυνός; ὁ ἀκούσας ἐρήσεται, διότι, οἶμαι, δύο ἐστὶν εἴδη κυνῶν, τὸ μὲν ἐπίγειον, τὸ δὲ ἐνάλιον. οὐ μὴν ὑπὸ τίνος γε λίθου καὶ τίνα τὴν κεφαλὴν ἐρωτήσει· καὶ γὰρ λίθου παντὸς ἓν εἶδος ᾗ λίθος ἐστὶ καὶ κεφαλῆς ἁπάσης ᾗ κεφαλὴ, κυνὸς δ’ οὐχ ἓν ᾗ κύων, ὥσπερ οὐδὲ γλώττης ᾗ γλῶττα. καὶ γὰρ καὶ αὐλοῦ καὶ ὑποδήματος καὶ ζώου μόριον ἡ γλῶττα. καὶ εἴ τινος ἀκούσαις οἰκέτῃ προστάσσοντος ὠνήσασθαι γλῶτταν, ἄδηλόν ἐστιν ἥντινα λέγει γλῶτταν· οὐ μὴν εἰ γαστέρα τις, ἢ κύστιν ἢ ἧπαρ ὠνήσασθαι κελεύοι. καθ’ ἕκαστον οὖν τῶν σημαινομένων ἕν τι πρᾶγμά ἐστιν ὑποκείμενον, οὐ μὴν καθ’ ἑκάστην γε τῶν φωνῶν ἕν· ἐνίοτε μέντοι σημαίνεται μόνον πρὸς τῆς φωνῆς, ὑπόκειται δὲ οὐδέν. ἀλλὰ περὶ μὲν τῶν οὕτω λεγομένων οὐ πρόκειται νῦν διελθεῖν. ἐν οἷς δὲ οὐ σημαίνεταί τι μόνον ἐκ τῆς φωνῆς, ἀλλὰ καὶ πρᾶγμά τί ἐστιν ὑποκείμενον, ὅσαπερ ἂν ᾖ τὰ σημαινόμενα, τοσαῦται καὶ αἱ τῶν πραγμάτων ὑπάρχουσιν ἰδέαι· τῆς μὲν φωνῆς ἓν σημαινούσης ἓν ἐξ ἀνάγκης ἐστὶ καὶ τὸ τοῦ πράγματος εἶδος.
132
ἀριθμῷ μέντοι πολλὰ ταῦτα ἐγχωρεῖ γενέσθαι, καθάπερ τὸ α. καὶ διὰ τοῦτο ἑπτὰ μὲν τὰ φωνήεντά φαμεν ὑπάρχειν, στοιχεῖα δὲ τέτταρα καὶ εἴκοσι τὰ σύμπαντα, κατὰ τὴν ἡμετέραν δηλονότι διάλεκτον, ἐπὶ τὸ κοινὸν ἁπάντων εἶδος ἀποβλέποντες ἓν ὑπάρχον, οὐκ ἐπὶ τὰ κατὰ μέρος, ἐπὶ τὰ ἐν χάρταις καὶ ξύλοις καὶ διφθέραις καὶ λίθοις γεγραμμένα, πάμπολύ τι πλῆθος ὄντα καὶ μηδ’ ἀριθμηθῆναι δυνάμενα καὶ σχεδὸν εἰς ἄπειρον ἐκτεινόμενα· δύναται γοῦν ἄχρι τοῦ παντὸς αἰῶνος α καὶ β καὶ γ γράφεσθαι μυρία, κατὰ ταὐτὰ δὲ καὶ τῶν ἄλλων ἕκαστον γραμμάτων. ἀλλὰ τά γε σύμπαντα τέτταρα καὶ εἴκοσι τὸν ἀριθμὸν εἶναί φαμεν, οὐ τὰ κατὰ μέρος προχειριζόμενοι, τὰ δ’ εἴδη μόνον, καθ’ ὧνπερ, οἶμαι, καὶ τὰ ὀνόματα φέρομεν. ἄλφα γὰρ οὐ τουτὶ μέν τι λέγεται τὸ γεγραμμένον ἐν χάρτῃ, τουτὶ δ’ οὐ λέγεται τὸ γεγραμμένον ἐν ξύλῳ, ἀλλὰ καὶ τοῦτο κᾀκεῖνο, κᾂν εἰ κατὰ τῆς γῆς γράψαις, κᾂν εἰ κατὰ λίθου, κᾂν εἰ καταξύσαις, κᾂν εἰ διὰ χρωμάτων. καὶ οὐδὲ πολλὰ τοὺς παῖδάς τις διδάσκει α καὶ β καὶ γ καὶ τῶν ἄλλων ἕκαστον, ἀλλ’ ἓν μὲν ἕκαστον, ὁμοῦ δὲ σύμπαντα τέσσαρα καὶ εἴκοσιν. οὕτως δὲ κᾂν ἵππον ἕνα 
133
δείξεις, ἢ κάμηλον παιδὶ, θεασάμενος αὖθις ἕτερον ἵππον, ἢ κάμηλον ἑτέραν, οὐκ ἐρωτᾷ τί ποτ’ ἐστὶ τὸ ζῶον, ἀλλὰ τὸ μὲν ἵππον ὀνομάζει, τὸ δὲ κάμηλον. καὶ ταὐτόν γε εἶναι ἐκεῖνό φησι τοῦτο τὸ πρόσθεν ὁραθὲν τῷ νῦν ὁρωμένῳ. καίτοι τὸ μὲν, εἰ οὕτως ἔτυχεν, ἀπέθανεν, ἕτερον δ’ ἐστὶ τὸ νῦν ὁρώμενον. οἶνον δὴ λέγουσιν οἱ ἄνθρωποι τὸν αὐτὸν χθὲς καὶ τήμερον πεπωκέναι, τῷ εἴδει δηλονότι τὸν αὐτόν· ἐνίοτε δέ φασι τρεῖς οἴνους πεπωκέναι τήμερον, ἢ νὴ Δία ἕνα, πανταχοῦ πρὸς τὸ εἶδος ἀποβλέποντες, ἐπικεῖσθαί τε μίαν, εἰ τύχοι, σφραγῖδα πεντεκαίδεκα θύραις, ἐν ἅπασι τούτοις ἐπὶ τὸ εἶδος ἀναφέροντες τὸν λόγον. οὕτω δὲ ἐναργές ἐστι καὶ φύσει πᾶσιν ὑπάρχει καὶ ἀνθρώποις καὶ βοσκήμασιν ἕτερον μέν τι ὡς ὑποκείμενον κατ’ οὐσίαν, ἕτερον δὲ ὡς εἶδος ἓν ἐπινοεῖν, ὥστε καὶ τοῖς ὄνοις, οἵπερ ἁπάντων τῶν θρεμμάτων ἀνοητότατοί γε δοκοῦσιν ὑπάρχειν, ἄλλο μὲν τὸ κατ’ εἶδος ἓν, ἄλλο δὲ τὸ κατ’ ἀριθμὸν, εἰς διαγνῶσιν ἥκει. θεασάμενος γοῦν κάμηλον ὁ ὄνος ἐξίσταταί τε καὶ φεύγει καὶ δέδιεν, εἰ μηδέποτε τύχοι θεασάμενος· εἰ μέν τοι συνεθισθείη
134
τῷ θεάματι, κᾂν ἄλλην αὐτῷ καὶ ἄλλην ἐπιδείξῃς κάμηλον, οὐκέτι δέδιεν ὑπὸ συνηθείας, ἀλλ’ ὡς ἓν εἶδος ὁρᾷ κᾀκείνην ᾗ συνειθίσθη καὶ ταύτην ᾗ πρώτως ἐντυγχάνει. οὕτω δὲ καὶ τοὺς ἀνθρώπους οὐ δέδιεν ὑπὸ συνηθείας, ἀλλ’ ὡς ἓν εἶδος ὁρᾷ καὶ τούτους· εἰ μέντοι θεάσαιτο τὸν ὀνηλάτην, οὐχ ὡς ἄνθρωπον μόνον, ἀλλὰ καὶ ὡς τόνδε τινα γνωρίζει καὶ σείει γε τὰ ὦτα πολλάκις καὶ τὴν κέρκον κινεῖ καὶ ὀγκᾶται καὶ σκιρτᾷ θεασάμενος, ἐμφαίνων ὅτι γνωρίζει τὸν οἰκεῖον. τοῦτον μὲν δὴ καὶ ὡς ἄνθρωπον καὶ ὡς συνήθη γνωρίζει· τὸν δὲ νῦν αὐτῷ πρῶτον ὀφθέντα, καθ’ ὅσον μὲν ἄνθρωπον ὡσαύτως, ὡς συνήθη δ’ οὐχ ὡσαύτως. ὥστ’ οὐ μόνον ἡμεῖς, ἀλλ’ ἤδη καὶ οἱ ὄνοι τὸ μὲν ὡς ἀριθμῷ ταὐτὸν ὁρῶσί τε καὶ διαγινώσκουσι καὶ μέμνηνται, τὸ δὲ ὡς εἴδει. καὶ τὸν Δίωνα τὸν ὀνηλάτην, ἔστω γὰρ, εἰ τύχοι οὕτως λεγόμενος, ἄλλως μὲν ὡς ἄνθρωπον, ἄλλως δὲ ὡς Δίωνα γνωρίζουσιν οἱ συνήθεις ὄνοι, τὸ μέντοι κοινὸν εἶδος αὐτοῦ καὶ πρὸς τοὺς ἄλλους ἀνθρώπους ὡς ἀνθρώπου λαμβάνοντες, τὸ δὲ ἴδιον ἐξαίρετον ὡς Δίωνος μόνου. καὶ τοσοῦτον τοίνυν δέον τοὺς παλαιοὺς
135
φιλοσόφους ἐπαινεῖν, ὡς μέγα τι καὶ σοφὸν ἐξευρόντας, ὅτι τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ τὸ ἓν καὶ τὸ οὐχ ἓν οὐ μόνον κατ’ ἀριθμὸν, ἀλλὰ καὶ κατ’ εἶδος χρὴ νοεῖν, ὥστε καὶ τοῖς ὄνοις φημὶ τοῦτο ὑπάρχειν φύσει. πρόσκειται μὲν οὖν ὑπὸ τῶν παλαιῶν φιλοσόφων, ὡς οὐ μόνον ἀριθμῷ καὶ εἴδει λέγεταί τι ταὐτὸν, ἀλλὰ καὶ τῷ γένει. οὐ μὴν ἤδη γέ πω τοῦδε χρῄζω πρὸς τὰ παρόντα· μόνον γὰρ ἀρκεῖ μοι τὸ δεῖξαι τῶν ὄνων ὑπάρχοντας ἀναισθητοτέρους ὅσοι μὴ συγχωροῦσιν ἕτερον μέν τι τῷ εἴδει τὸ ἓν, ἕτερον δ’ ἀριθμῷ λέγεσθαι, καὶ μᾶλλον ἔτι τοὺς ἕνα μὲν τὸν φρενιτικὸν εἶναι λέγοντας καὶ ἕνα τὸν ἐμπειρικὸν, ἕνα δὲ τὸν ἄνθρωπον εἶναι μὴ συγχωροῦντας, ἢ μὴ γινώσκοντας ὡς εἴδει μὲν ἓν ὁ ἄνθρωπος, ἀριθμῷ δ’ οὐχ ἕν. οὐδ’ ὁ Σωκράτης μὲν ἓν καὶ τὸ εἶδος καὶ τὸν ἀριθμὸν, ὁ φρενιτικὸς δὲ τὸ μὲν εἶδος εἶς, οὐχ εἷς δέ ἐστι τὸ πλῆθος. οὐ γὰρ ἐνδέχεται Δίωνα καὶ Σωκράτην καὶ Θέωνα καὶ Κορίσκον ἅμα πάντας, εἰ τύχοι, φρενιτίζοντας ἕνα τῷ πλήθει τοὺς τέσσαρας ὑπάρχειν, ἀλλὰ τὸ μὲν εἶδος ἕνα, τὸ πλῆθος δ’ οὐχ ἕνα. παραλογώτερον δέ τι τῶν
136
ἐμπειρικῶν ἰατρῶν ἐστιν, ὅτι καὶ τὸν ἐμπειρικὸν ἕνα λέγουσιν, εἶτ’ ἐρωτηθέντες πῶς ἕνα φασὶ τὸν ζῶντα τῷ τεθνεῶτι, καὶ τὸν ἐπὶ τῆς Ἑλλάδος τῷ κατ’ Αἴγυπτον, ἀποκρίνονται πρὸς τοῦτο θαυμαστὴν ἀπόκρισιν. ᾗ γάρ φασιν ἐμπειρικός ἐστι, ταύτῃ καὶ εἷς. τοῦτο γὰρ δὴ τῆς ἐσχάτης ἀναισθησίας ἐστὶν, εἰ προστιθέντες τὸ ᾗ καὶ τὸ ταύτῃ, μηδ’ ὧν αὐτοὶ φθέγγονται συνίασιν. εἰ γὰρ δὴ ταύτῃ γε Σεραπίων καὶ Μηνόδοτος εἷς ἐστὸν ᾗ ἐμπειρικοὶ, κατ’ ἄλλα δήπουθεν οὐχ εἷς ἔσονται. ὥστ’ εἴ γε παντοίως εἷς ἦν, ἐκ περιττοῦ καὶ μάτην ἂν, οἶμαι, προσέκειτο τὸ ᾗ καὶ τὸ ταύτῃ, παρὸν ἁπλῶς εἰπεῖν ὡς εἷς ἐστι Σεραπίων καὶ Μηνόδοτος. οὕτως οὖν ὡς ὑπὲρ αὐτοῦ μόνου Μηνοδότου τὸν λόγον ποιούμενος, οὐκ ἂν προσθήκης δεηθείης, ἀλλ’ ἁπλῶς ἂν εἴποις, εἷς ἐστι Μηνόδοτος. εἰ τοίνυν Μηνόδοτος μὲν εἷς ἁπλῶς, Μηνόδοτος δὲ καὶ Σεραπίων οὐχ ἁπλῶς εἷς, ἀλλ’ ᾗ ἐμπειρικοὶ, πάντως δήπουθεν αὐτοῖς ἐστιν ἕτερ’ ἄττα καθ’ ἃ δύο εἰσὶ καὶ οὐχ εἷς ἀμφότεροι, καὶ γίνεται τοῦτο ἐκεῖνο τὸ πρὸς τῶν
137
παλαιῶν φιλοσόφων εἰρημένον, ἕτερον μὲν ἀριθμῷ καὶ ταὐτὸν καὶ ἓν, ἕτερον δὲ τῷ εἴδει, καὶ μηδὲν εἶναι θαυμαστὸν, εἰ Μηνόδοτος Σεραπίωνι κατά τι μὲν ὁ αὐτός ἐστι καὶ εἷς, κατά τι δὲ οὐχ ὁ αὐτὸς οὐδ’ εἷς. ᾗ μὲν γὰρ ἐμπειρικὸς ὁ αὐτὸς, ᾗ δ’ ὁ μὲν σιμὸς, ὁ δὲ γρυπὸς, ἢ μέλας, ἢ λευκὸς, ἢ μέγας, ἢ μικρὸς, οὐχ ὁ αὐτός. ἆρ’ οὖν οὕτως ἐστὶν ἑκάτερος αὐτῶν ἄνθρωπος, ὡσεὶ ἢ γρυπὸς ἢ σιμὸς, ἢ οὕτως ὡς ἐμπειρικός; ἢ κᾂν παῖς τοῦτό γε νοήσειεν, ὡς ᾗ μὲν ἄνθρωπος εἷς ἐστιν, ᾗ δ’ ὁ μὲν σιμὸς, ὁ δὲ γρυπὸς, οὐχ εἷς. ἆρ’ οὖν οὐκ ἐσχάτης ἀναισθησίας, ἢ φιλονεικίας, ἢ οὐκ οἶδ’ ὅ τί ποτε καὶ προσειπεῖν ἄξιον, ἕνα μὲν ὁμολογεῖν εἶναι τὸν φρενιτικὸν ᾗ φρενιτικὸς, ὡσαύτως δὲ καὶ τὸν ληθαργικόν τε καὶ πλευριτικὸν, οὐδένα δὲ τὸν ἄνθρωπον ᾗ ἄνθρωπος· καὶ τὸν μὲν ἐμπειρικὸν ἕνα λέγειν ᾗ ἐμπειρικὸς, οὐχ ἕνα δὲ τὸν ἵππον ᾗ ἵππος, ἐνὸν ἀκοῦσαι λέγοντος Ἀριστοτέλους τε καὶ Θεοφράστου δύνασθαί τι τῷ μὲν εἴδει ταὐτὸν ὑπάρχειν ἕτερον ἑτέρῳ, τῷ δ’ ἀριθμῷ μὴ ταὐτὸν, ἔτι δὲ τούτων ἔμπροσθεν αὐτοῦ τοῦ κᾀκείνοις ὑφηγησαμένου τὴν τοιαύτην 
138
διαστολὴν τῶν σημαινομένων ἐπακοῦσαι λέγοντος, ὡς οὐδὲν θαυμαστόν ἐστιν ἓν εἶναι τὰ πολλὰ καὶ τὰ πολλὰ ἕν. οὕτω γὰρ σαφῶς ἅπαντα τοῦτον τὸν λόγον ὁ Πλάτων διῆλθεν ἐν ἀρχῇ τοῦ Φιλήβου, ὥστ’ ἐγὼ μὲν καὶ τοῖς ἀναισθήτοις αὐτὸν εἶναι νομίζω σαφῆ. γνωρίζουσι γοῦν οἱ ὄνοι καὶ ἄνθρωπον καὶ κάμηλον καὶ βοῦν, καὶ τόνδε τινα τὸν ἄνθρωπον καὶ τήνδε τινα τὴν κάμηλον, καὶ τόνδε τινα τὸν βοῦν. οὕτω δὲ καὶ ὁδὸν οὐ μόνον ἁπλῶς ὡς ὁδὸν, ἀλλὰ καὶ ὡς τήνδε τινα γνωρίζουσιν. ἐπιστῆσον γοῦν ὄνον ἐπ’ ἀρχὴν ὁδοῦ μὴ γνωρίμου καὶ θέασαι πῶς αὐτὴν βαδίζει τε καὶ διέρχεται πᾶσαν, οὐκ ἐκτρεπόμενος ἑκατέρωσε, πλὴν εἰ μὴ τύχοι που σχιζομένη, δῆλον ποιῶν ὡς αὐτὸ τὸ εἶδος ὅ τί ποτ’ ἐστὶν ὁδοῦ μέμνηται καὶ γιγνώσκει σαφῶς. βαδίζει γοῦν τὴν τετριμμένην· καθ’ ὅσον δὲ ἀγνοεῖ σφάλλεται· οὐ γὰρ δὴ τήν γε ἄτομον καὶ μίαν τῷ ἀριθμῷ μεμνημένος ἀπ’ ἐκείνης ἣν οὐκ οἶδε βαδίζειν δύναται. δῆλον δ’ ὅτι τὴν ὁδὸν ταύτην, ἣν νῦν βαδίζει πρῶτον, ᾗ μὲν ὁδὸς ὡς εἴδει γινώσκων βαδίζει, καθ’ ὅσον δὲ ἀριθμῷ μία, κατὰ τοσοῦτον ἀγνοεῖ τῷ τε μηδαμῶς
139
πρὸς τὰς ἀτρίπτους ἐκτρέπεσθαι καὶ τῷ καθ’ ὃ σχίζεται μὴ γινώσκειν ὁποίαν ἰτέον· ὅπερ ἠπίστατο ἂν ἀκριβῶς, εἰ δεύτερον αὐτὴν ἢ τρίτον ἔτυχε νῦν βαδίζων. ἐπειδὴ γὰρ ἕτερον μὲν οἶδεν, ἕτερον δ’ ἀγνοεῖ, καθ’ ὅσον τὸ μὲν κοινὸν εἶδος ὁδοῦ γινώσκει, τὸ δ’ ἴδιον ταύτης ἤ τινος ἀγνοεῖ, καθ’ ὅσον μὲν οἶδεν οὐ σφάλλεται, βαδίζει γοῦν τὴν τετριμμένην, καθ’ ὅσον δ’ ἀγνοεῖ σφάλλεται πολλάκις ἐν ταῖς τριόδοις, οὐκ εἰδὼς ὁποίαν ἕληται. διττὰς οὖν ἔχουσι γνώσεις καὶ οἱ ὄνοι· τῶν μὲν κοινῶν εἰδῶν ἑτέρας, τῶν δ’ ἰδίων ἄλλας. λοιπὸν εἴτε ἓν εἶδος ἐκεῖνο ἐθέλοις καλέσαι τὸ κοινὸν, εἴτε γένος, εἴτε κοινότητα, φυλάττων αὐτοῦ τὴν ἔννοιαν, ἣν ἐγὼ νῦν ἐξηγοῦμαι, περὶ μὲν ὀνομάτων ἀμφισβητήσεις, οὐ μὴν μεταθεῖναί γε δυνήσῃ τὸ πρᾶγμα. καίτοι πρὸς μὲν τὴν τῶν ὀνομάτων θέσιν ἴσως ἕτερος ἀμφισβητήσει παραπλησίως σοι, τῆς περὶ τὰ πράγματα θεωρίας ἀγύμναστος. οὐ μὴν ἡμεῖς γε ἀμφισβητήσομεν, ἀλλ’ ἐκείνου μόνον ἀξιώσομέν σε μεμνῆσθαι τοῦ παρὰ Πλάτωνος λεγομένου· ἓν γὰρ δὴ τὰ πολλὰ εἶναι
140
καὶ τὸ ἓν πολλὰ, θαυμαστῶς λεχθὲν, καὶ οὐ ῥᾴδιον ἀμφισβητῆσαι τῷ τούτων ὁποτερονοῦν τιθεμένῳ· εἰ γὰρ δὴ τοῦτο διασώζοις, οὐκέθ’ ἕξεις ἐρίζειν, ὥσπερ νῦν ἐρίζεις τὰ μὲν ὑπὸ τῆς ἀμαθίας, τὰ δ’ ὑπὸ τῆς φιλονεικίας ἀγόμενος. ἀλλ’ εἴτε τις ἕνα λέγοι τὸν φρενιτικὸν, ἕνα συγχωρήσεις ὑπάρχειν· εἴτε πολλοὺς, καὶ οὕτω συγχωρήσεις· ὡσαύτως δὲ καὶ τὸν ἐμπειρικόν τε καὶ δογματικὸν καὶ τὸν μεθοδικόν· οὕτω δὲ τὸν ἰατρὸν ἕνα τε καὶ πολλοὺς φήσεις· ἕνα μὲν ᾗ ἰατρὸν, οὐχ ἕνα δὲ τῷ κατὰ μέρος πλήθει. οὐ γὰρ δὴ ἐπὶ μὲν τοῦ ἐμπειρικοῦ τὸ ᾗ προσθήσεις, ἀφαιρήσεις δὲ ἐπὶ τοῦ ἰατροῦ, οὐδὲ ἐπὶ μὲν τοῦ ἰατροῦ προσθήσεις, ἀφαιρήσεις δὲ ἐπ’ ἀνθρώπου, οὐδὲ τὸν φρενιτικὸν μὲν ἕνα φήσεις ᾗ φρενιτικὸς, τὸν νοσοῦντα δ’ οὐχ ἕνα. καὶ γὰρ καὶ οὗτος ᾗ νοσῶν εἷς ἐστιν. ἐπιλαθοῦ τοίνυν ἤδη ποτὲ τῶν λήρων ἐκείνων, οὓς ἐν ἄλλοις βιβλίοις ἐρίζων λέγεις, ἀξιῶν δειχθῆναί σοι τὸν ἄνθρωπον αὐτὸν καθ’ ἑαυτὸν μόνον ἄνευ τῶν κατὰ μέρος, ὥσπερ αὐτὸς δεῖξαι δυνάμενος τὸν ἐμπειρικὸν ἄνευ Μηνοδότου καὶ Σεραπίωνος καὶ τῶν ἄλλων τῶν κατὰ μέρος, ἢ νὴ Δία τὸν φρενιτικὸν
141
ἄνευ τῶν κατὰ μέρος φρενιτικῶν. ἐν τίνι τοίνυν τὸ σφάλμα καὶ πόθεν ἡ ἐκτροπὴ τοῦ καὶ τῶν ὄνων αὐτοὺς γίγνεσθαι μωροτέρους; ἐξ ὧνπερ καὶ ἄλλα μυρία σφάλλονται. μεταβῆναι γὰρ ἐπὶ τὰς οὐσίας τῶν πραγμάτων ἀπὸ τῶν ἐννοιῶν ἐπιχειροῦντες, εἶθ’ ὡς ἀγύμναστοι τῆς λογικῆς θεωρίας σφάλλονται, συνανατρέποντες τῇ περὶ τούτων ἀπορίᾳ καὶ τὰς ἐννοίας. ἐκδέχεται γὰρ αὐτοὺς ἐνταῦθα τὸ περὶ γενῶν καὶ εἰδῶν ζήτημα σφῆλαι δυνάμενον, οὐ μόνον ἀγυμνάστους ἀνθρώπους ἐν ταῖς λογικαῖς μεθόδοις, ἀλλὰ καὶ τῶν γεγυμνασμένων τινὰς, ἐὰν μὴ προσέχωσιν ἀκριβῶς τὸν νοῦν. ἀλλ’ οὐ χρὴ διότι περὶ τῆς οὐσίας ἀποροῦσι τῶν πραγμάτων, ἀφίστασθαι τῶν ἐναργῶν ἐννοιῶν· οὐδ’ ἡγεῖσθαι σοφὸν ἐξευρηκέναι τι τοὺς μὲν ἐμπειρικοὺς, ἐὰν ἓν εἴπωσιν, ἄνευ τοῦ προσθεῖναι κατὰ ποῖον σημαινόμενον ἕν ἐστι, τοὺς δὲ μεθοδικοὺς, ἐὰν ἀντὶ γένους, ἢ εἴδους, ἢ κοινοῦ κοινότητα λέγωσιν. ἐμοὶ μὲν γὰρ ἄμεινον ἐδόκει σαφῶς τῆς ἐννοίας ἤδη διωρισμένης, ὡς ᾗ μὲν φρενιτικοὶ, ταύτῃ πάντες εἷς· ᾗ δ’ ὁ μὲν νέος, ὁ δὲ γέρων, ἢ ἰσχνὸς, ἢ παχὺς, ἢ ἀνὴρ, ἢ γυνὴ,
142
ταύτῃ πολλοὶ, χρήσασθαι λοιπὸν ἑρμηνείᾳ παλαιᾷ καὶ συγκινδυνεῦσαι κατὰ τὴν λέξιν Ἀριστοτέλει καὶ Θεοφράστῳ καὶ Πλάτωνι. πάντα τὰ τοιαῦτα τῷ μὲν εἴδει λέγουσιν ἓν ὑπάρχειν, τῶ πλήθει δ’ οὐχ ἕν· οὐ φρενιτικὸν μόνον, ἢ ληθαργικὸν, ἢ ἐμπειρικὸν, ἀλλὰ καὶ δογματικὸν καὶ μεθοδικὸν καὶ ἄνθρωπον καὶ ἵππον καὶ ἄνδρα καὶ γυναῖκα καὶ τῶν ἄλλων ἕκαστον. εἰ δ’ ἐπὶ τὰ κατὰ μέρος ἔλθοις, οἷον τήνδε τὴν γυναῖκα τὴν δειχθῆναι δυναμένην, ταύτην οὐκ ἐγχωρεῖ τῷ μὲν εἴδει λέγειν ἓν, τῷ πλήθει δὲ πολλὰ, κατ’ ἄμφω γὰρ ἕν ἐστιν ἡ δειχθῆναι δυναμένη γυνὴ, καὶ τῷ εἴδει καὶ τῷ πλήθει, ὅπερ δὴ καὶ τῷ ἀριθμῷ καλοῦμεν. οἱ δέ γε οὐχ οὕτως ποιοῦσιν, ἀλλ’ οἱ μὲν κοινότητας ὀνομάζουσιν, ὥσπερ οὐ μᾶλλον ἀπορηθῆναι δυναμένας εἰδῶν καὶ γενῶν, οἱ δ’ ᾗ μὲν τόδε τι λέγουσιν, ὑπάρχειν ἕν· ᾗ δ’ οὐχ ἓν, οὐκέτι λέγουσιν ἓν ὑπάρχειν. ἐχρῆν γὰρ δήπου καὶ τούτους ὥσπερ δή ποτε ὅ τε Μηνόδοτος καὶ Σεραπίων καὶ Θεοδᾶς καὶ Γλαυκίας, Ἀπολλώνιός τε καὶ Καλλικλῆς καὶ Διόδωρος καὶ Ἡρακλείδης 
143
καὶ Λύκος, εἷς ἅπαντες ὑπάρχουσιν ᾗ ἐμπειρικοὶ, οὕτω πάλιν ᾗ οὐχ εἷς ἅπαντες, ἀλλὰ πάμπολλοί τινές εἰσιν, ἐξηγήσασθαι· ἐν αὐτῷ γὰρ τῷ ταῦτ’ ἐξηγεῖσθαι πάντως ἄν που κατενόησαν ὡς ἓν καὶ πολλὰ καὶ ταὐτὸν εἶναί τε λέγεσθαι δυνατόν ἐστι. Μηνόδοτος οὖν καὶ Σεραπίων ᾗ μὲν ἐμπειρικοὶ εἷς, καὶ νὴ Δία γε ᾗ ἰατροὶ καὶ ᾗ ἄνθρωποι. τί δὲ ᾗ ζῶα, καλὸν ἐρέσθαι τοὺς ἐμπειρικοὺς, ἆρά γε κατὰ ταῦτα Μηνόδοτος καὶ Σεραπίων εἷς ἐστι; εἰ μὲν γὰρ μὴ φαῖεν, οὐδ’ ἡμεῖς συγχωρήσομεν ᾗ ἐμπειρικοὶ, ταύτῃ γίγνεσθαι τοὺς δύο ἀνθρώπους ἕνα. συγχωρούντων δὲ καὶ ταύτῃ τοὺς δύο γίνεσθαι ἕνα, καθ’ ὅσον ἄμφω ζῶα, εὐθὺς μὲν ὑπομνήσομεν, ὡς ὀρθῶς ἄρα πρὸς τῶν παλαιῶν φιλοσόφων ἐλέγετο τὸ μὲν ἀριθμῷ, τὸ δὲ εἴδει, τὸ δὲ γένει ταὐτόν τε καὶ ἓν ὑπάρχειν. ἑξῆς δὲ πάλιν ἐρησόμεθα, φρενιτικὸς Μηνόδοτος, φρενιτικὸς Σεραπίων, πότερον ὁ αὐτός ἐστιν ἢ ἕτερος; ἀποκρινομένων δὲ ταύτῃ φρενιτικὸν εἶναι καὶ ἕνα καὶ τὸν αὐτὸν ἀμφοτέρους ᾗ φρενιτικοὶ, πάλιν ἐρησόμεθα, τί δὲ καθὸ νοσοῦντες
144
οὐ καὶ ταύτῃ εἷς ἄμφω ἐστόν; εἰ μὲν οὖν μὴ φαῖεν, οὐδ’ ἡμεῖς συγχωρήσομεν ᾗ φρενιτικοί. συγχωρησάντων δὲ ἐρησόμεθα τί δηλονότι πρᾶγμα μίαν ἰδέαν ἔχον, ἐφ’ οὗ τοῦτο τὸ ὄνομα φέρουσιν ἅπαντες ἄνθρωποι, νόσον. οὐ γὰρ δὴ φρενῖτις μέν τι γενήσεται πρᾶγμα μίαν ἰδέαν ἔχον καὶ ταύτῃ ποιοῦν ἅπαντας ἕνα τοὺς δεξαμένους αὐτὸ, νόσος δ’ οὐχ ὡσαύτως ἕνα ποιήσει πάντας οἷς ἂν ἐγγένηται. ἀλλ’ οὐκ ἔστι φησὶν, οὐδὲν οὕτως ἀφωρισμένον εἶδος ἢ νοσήματος ὡς ἀνθρώπου καὶ φρενίτιδος. τί φῂς ὦ οὗτος; ἆρά γε οὐδὲν αἱ φωναὶ δοκοῦσί σοι σημαίνειν, ἥ τε ζῶον καὶ ἡ νόσος, ἀλλ’ ὁμοίως ἐκφωνεῖσθαι τῷ βλίτυρι καὶ σκινδαψός; ἢ σημαίνουσι μὲν, οὐδὲν δ’ ὑπόκειται πρᾶγμα ταῖς φωναῖς, ὡς ἐν τῷ Σκύλλα καὶ Κένταυρος, ἢ καὶ σημαίνουσι καὶ τὸ σημαινόμενον ἓν ὑπάρχει; εἰ μὲν γὰρ οὐδέν ἐστι πρᾶγμα τὸ δηλούμενον ὑπὸ τῆς ζῶον ἢ τῆς νόσημα φωνῆς, οὐκ ὀρθῶς λέγεις τὸν ἄνθρωπον εἶναι ζῶον ἢ τὴν φρενῖτιν νόσον. εἰ δ’ ἔστι καὶ λέγεις ἀληθῶς, τουτὶ μὲν τὸ προσερχόμενον ζῶον εἶναι, ἢ τὴν φρενῖτιν νόσον, τοῦτον δ’ εἰ τύχοι τὸν κατακείμενον
145
ἄνθρωπον νοσεῖν, ἔστι τι πάντως τῶν ὑπαρχόντων αὐτοῖς, ἐφ’ οὗ φέρεις ἕκαστον τῶν ὀνομάτων. ἀλλ’ οὐ γεγύμνασαι νοεῖν αὐτὰ, καίτοι γε ἐκ τῶν πρώτων εἰσαγωγῶν ὄντα τῆς λογικῆς θεωρίας. τί οὖν τοῦτο πρὸς τὸ ἀληθές; οὐ δήπου γὰρ ἐξ ὧν ἂν σὺ μὴ συνίεις, ἐκ τούτων χρὴ κρίνεσθαι τὴν ἀλήθειαν, ἀλλ’ ἐξ ὧν ἂν καὶ συνετός τις ὢν φύσει καὶ μαθὼν καὶ ἀσκήσας καὶ μὴ φιλονεικῶν καὶ τιμῶν τἀληθὲς, ὧν οὐδὲν ὑπάρχει σοι· καίτοι μὰ τοὺς θεοὺς οὐκ οἶδ’ εὕ τι προσδεῖταί τινος φύσει συνετοῦ τά γε τοιαῦτα. τίς γὰρ οὐκ οἶδεν ὡς οὐ ταὐτὸν σημαίνει Σωκράτης καὶ σιμὸς, ἀλλὰ τὸ μὲν Σωκράτης ὅλης τῆς ὑποκειμένης οὐσίας ἐστὶν ὄνομα, τῶν δ’ ἄλλων ὀνομάτων οὐδὲν κατὰ τῆς τοῦ σώματος οὐσίας ἁπάσης λέγεται; οὔτε γὰρ ὁ σιμὸς οὔθ’ ὁ προγάστωρ οὔθ’ ὁ φαλακρὸς, ἀλλὰ τὸ μὲν τοῦ σχήματος τῆς ῥινός ἐστιν ὄνομα, τὸ δὲ τῆς ἐνδείας τῶν ἐν τῇ κεφαλῇ τριχῶν, τὸ δὲ τοῦ μεγέθους τῆς γαστρός. καὶ ταῦτα μέν ἐστι τὰ κατὰ μόρια. λευκὸν δ’ εἰ φήσαιμεν ἢ μέλανα Σωκράτην, κατὰ πάντων, οἶμαι, τῶν μορίων τοῦ σώματος ἐπιφέρομεν τὰς προσηγορίας,
146
οὐ μὴν τὴν οὐσίαν γε ἅπασαν, ἀλλ’ ἕν τι τῶν συμβεβηκότων αὐτῇ δηλοῦμεν, τὸ χρῶμα, καὶ μέντοι κᾂν εἰ παχὺν, ἢ λεπτὸν εἴποιμεν, ἢ σκληρὸν, ἢ μαλακὸν, ἢ δασὺν, ἢ ψιλὸν, ἤ τι τῶν ἄλλων ἕκαστον ἃ τῷ Σωκράτει συμβέβηκεν, οὐ κατὰ πάσης οὐδ’ οὕτω δηλονότι τῆς οὐσίας ἐπιφέρομεν τὴν προσηγορίαν, ἀλλ’ ἕν τι τῶν συμβεβηκότων αὐτῇ δηλοῦμεν. οὕτω δὲ καὶ τὸ καθῆσθαι καὶ τὸ περιπατεῖν καὶ τὸ κινεῖσθαι καὶ τὸ κοιμᾶσθαι καὶ τὸ ἐγρηγορέναι καὶ τῶν ἄλλων ἕκαστον τῶν τοιούτων ὀνομάτων οὐ κατ’ οὐδενὸς δήπου τῶν ὄντων ἐπιφέρομεν, ἀλλά τι τῶν ὑπαρχόντων Σωκράτει δηλοῦμεν· ἃ κατὰ τὸν ἔμπροσθεν λόγον ἢ ἐνεργείας ἐλέγομεν ὑπάρχειν, ἣ παθήματα τούτων, ἤ τινας διαθέσεις. ἄμεινον οὖν σε καὶ νῦν ἔτι τούτῳ τῷ τρόπῳ χρησάμενον γυμνάσασθαι, καθ’ ὅ τι κᾀν τοῖς ἔμπροσθεν ἐδείκνυμεν, οὐκ ἀπὸ τῶν ὀνομάτων, ἀλλ’ ἀπὸ τῶν πραγμάτων ἀρξάμενον. ἄρξαι δ’ ἀπὸ σαυτοῦ πρῶτον καὶ σκέψαι, πότερον ἁπλοῦν τι πρᾶγμα ὑπάρχεις, ἢ σύνθετον, ἆρά γε ποὺς ὑπάρχεις ἢ ὀφθαλμὸς ἢ ῥὶς ἢ κεφαλή; δῆλον γὰρ ὅτι τούτων οὐδὲν οὔτε χωρὶς τούτων, ἀλλὰ κᾀκ τούτων τε κᾀκ τῶν ἄλλων ἁπάντων μορίων, ἑκάστου
147
τὴν οἰκείαν ἔχοντος θέσιν, ὅλως ὑπάρχεις συγκείμενος. ὑποκείσθω δή σοι τοὔνομα Θεμίσων. ἀλλ’ ὅταν γε φῶ Θεμίσωνα χωλὸν εἶναι, τὸ μὲν χωλὸν ἐπὶ τῆς τῶν ποδῶν φέρω διαθέσεως, τὸ δὲ Θεμίσων τοῦ παντὸς ἦν ὄνομα. καὶ μὲν δὴ καὶ σιμὸς καὶ τυφλὸς ἀπὸ μέρους ὁ Θεμίσων ὀνομάζεται· πυῤῥὸς δὲ καὶ παχὺς οὐκ ἀπὸ μέρους, ἀλλ’ ἀπὸ διαθέσεων ἐνυπαρχουσῶν τῷ παντὶ παραπλησίως τῷ περιπατῶν καὶ καθήμενος καὶ διαλεγόμενος καὶ ζῶν. ἆρ’ οὖν ταῦτα μὲν γνωρίζεις ὡς οὐκ ἔστι δηλωτικὰ τῆς ὅλης οὐσίας τῆς σῆς, ἀλλὰ τὰ μὲν ἀπὸ μορίου τινὸς ὠνόμασται, τὰ δ’ ἀπὸ διαθέσεως μιᾶς· ὅταν δὲ ἀγαθὸν εἴπῃ τίς σε καὶ δίκαιον, οὐκέτι γνωρίζεις ὡς καὶ ταῦτα διαθέσεών ἐστιν ὀνόματα τῶν ἐπιγιγνομένων τῇ σῇ ψυχῇ; καὶ μὴν εἴ γε γνωρίσαις ὡς ἀνάλογον ἔχει ταῦτα τῷ λευκὸς καὶ τῷ μέλας, ὡς γὰρ ἐκεῖνα τῶν τοῦ σώματος, οὕτω ταῦτα τῶν τῆς ψυχῆς ἐστι διαθέσεων ὀνόματα, γνωριεῖς, οἶμαι, καὶ ὡς ὁ τεχνίτης καὶ ὡς ὁ ἄτεχνος ἀπὸ τῶν τῆς ψυχῆς διαθέσεων ὀνομάζονται· καὶ τεχνίτην δ’ εἰ νοήσαις ὅθεν ὀνομάζεται, νοήσεις, οἶμαι, καὶ τὸν ἰατρὸν ὅθεν ὠνόμασται. τοῦτον δ’ εἰ νοήσαις ὅθεν ὀνομάζεται, οὐκ 
148
ἂν ἔτι σοι δεήσει πολλῆς πραγματείας ἐξευρεῖν ἐφ’ ὅτου ποτὲ τὸ ἐμπειρικὸς ὄνομα τέτακται. τοῦτο δ’ αὐτὸ τί ποτέ ἐστιν ὃ κελεύω σε ποιεῖν; οὐδὲν σεμνὸν οὐδὲ μέγα. τὸ γὰρ διαιρεῖν τὰς κατηγορίας ἀρχὴ τῆς λογικῆς ἐστι θεωρίας· ἧς ὅτι παντελῶς ἀμαθῶς ἔχετε δηλοῦται δι’ ὧν εἰκῆ φλυαρεῖτε. καὶ νῦν οὖν σωφρονήσαντες αὖθις ἄρξασθε τὰ τῷ σώματι συμβεβηκότα κατονομάζειν· οἷον ὅτι λευκός ἐστιν ὅδε καὶ μέλας, ἢ νὴ Δία θερμὸς ἱκανῶς, ὡς μὴ φέρειν ἀλύπως τὴν θέρμην· εἶτα τὴν οὕτω πολλὴν θερμασίαν ὡς κάμνειν τὸ σῶμα δι’ αὐτὴν καὶ καλῶς ἐνεργεῖν μὴ δύνασθαι, τῷ προσαγορεύοντι πυρετὸν ἐπιτρέψατε· πάντες γὰρ ἄνθρωποι τὸν οὕτω θερμὸν πυρέττειν φασί. καὶ οὐδὲν μέγα ποιήσετε μεταλλάττοντες τὸ ὄνομα, πλὴν κατατρίψετε ὑμῶν τὸν χρόνον. ἀλλ’ ἐκεῖνο μᾶλλον, ὦ οὗτος, εἰ βούλει, ποίησον, ὅταν εἴπῃς Θεμίσων πυρέττει καὶ Δίων πυρέττει καὶ πολλοὺς ἐφεξῆς οὕτως ὀνομάσῃς πυρέττοντας, ἐπίσκεψαι προσέχων τὸν νοῦν, ἆρα ἐν ἅπασιν αὐτοῖς ἓν καὶ ταὐτόν ἐστι τὸ πυρέττειν ἢ ἕτερον. εὑρήσεις
149
γὰρ ἓν μὲν καὶ ταὐτὸν τῷ εἴδει, τῷ πλήθει δὲ, ὅπερ καὶ ἀριθμῷ καλοῦμεν, οὐχ ἕν. ἄλλως γὰρ οὔτ’ ἀποκρίναθαί σοι δυνατὸν οὔτε νοῆσαι. εἷς οὗν ὁ πυρέττων ᾗ πυρέττει νὴ Δία· καὶ γὰρ ὁ παραφρονῶν εἷς ᾗ παραφρονεῖ. τί δ’ ὁ πυρέττων τε ἅμα καὶ παραφρονῶν, ἆρ’ οὐχὶ καὶ οὗτος εἷς ᾗ πυρέττει τε ἅμα καὶ παραφρονεῖ; πρόδηλον καὶ τοῦτ’, οἶμαι, παντί. κείσθω τοίνυν κατ’ ἀμφοῖν τούτοιν ἓν ὄνομα, τὸ πυρέττειν λέγω καὶ παραφρονεῖν, καὶ καλείσθω φρενιτικὸς ὁ τοιοῦτος· εἰ δ’ οὐ νοεῖς ὅπως κατ’ ἀμφοῖν ἓν ὄνομα τίθεται, τάχ’ ἂν ἀναμνήσαιμί σε τῶν ὑπ’ αὐτοῦ σου λεγομένων ὀνομάτων. ἵππον γὰρ δήπου καλεῖς τὶ, τὸ ζῶον δηλονότι τὸ χρεμετιστικόν; ἆρ’ οὖν ἡγῇ σὺ διαφέρειν ἢ ἵππον εἰπεῖν ἢ ζῶον χρεμετιστικόν; ἐγὼ μὲν γὰρ οὐχ ἡγοῦμαι. καὶ μὴν εἰ τοῦθ’ οὕτως ἔχει κατ’ ἀμφοῖν ἐκείνων τῶν ὀνομάτων, ἵνα συντομώτερον εἴπῃς, ἵππον ἐπέθου. οὕτω δὲ κᾂν εἴ τι πεζὸν καὶ δίπουν ζῶον, ἀντὶ τοῦ διὰ τριῶν ὀνομάτων ἐνδείξασθαι, δι’ ἑνὸς ἐθελήσῃς δηλῶσαι, καλέσεις ἄνθρωπον. καὶ τό γε διαλύειν
150
ἕκαστον τῶν ὀνομάτων εἰς λόγον οὕτω γίνεται. καὶ μὴν καὶ τὸ συντιθέναι τὸν λόγον εἰς ἓν ὄνομα κατὰ τὸν εἰρημένον ἀποτελεῖται τρόπον, ὅταν τῶν θ’ ἁπλῶν ἑκάστου τὴν ἔννοιαν ἔχῃς κατὰ τοὔνομα καὶ δυνατὸς ᾖς ἐκ δυοῖν ἁπλοῖν ἔννοιαν αὖθις ἑτέραν ἐργάσασθαι σύνθετον, εἶτ’ ἐπ’ αὐτῆς ὄνομα θέσθαι· κᾄπειτα πάλιν αὖθις ἐκείνῃ τῇ συνθέτῳ προσθεὶς ἕτερον ἁπλοῦν, ἐκ τριῶν ἁπλῶν ἔννοιαν αὖθις ἀπεργασάμενον μίαν, ἐπενεγκεῖν τι καὶ κατὰ ταύτης ὄνομα. πῶς καὶ τίνα τρόπον; οὐ γὰρ ἀποκνήσω γυμνάζων τοὺς σωθῆναι βουλομένους ἐκ τῆς πολυχρονίου ταύτης ἀπαιδευσίας ἐπὶ πλέον ἐπεκτεῖναι τὸν λόγον. ἡ μὲν θερμότης ἁπλοῦ πράγματος ὄνομα. καὶ μὲν δὴ καὶ ἡ βλάβη τῆς ἐνεργείας ἁπλοῦν τι πρᾶγμα. τοσαύτη δὲ θερμότης ὡς ἤδη βλάπτειν ἐνέργειαν οὐκέθ’ ὁμοίως ἁπλοῦν. εἰ τοίνυν καὶ περὶ σύμπαν γένοιτο τὸ σῶμα, πολὺ δὴ μᾶλλον οὐκέθ’ ἁπλοῦν. ἵν’ οὖν μὴ πολλὰ λέγωσιν οἱ ἄνθρωποι, συντομίαν ἀσκοῦντες φύσει τὴν τοιαύτην θερμότητα πυρετὸν ὀνομάζουσιν.
151
ἑτοιμότερον γάρ ἐστιν εἰπεῖν πυρέττειν Δίωνα τοῦ τοσαύτην θερμότητα ἔχειν ἐν ἅπαντι τῷ σώματι ὡς βεβλάφθαι πολλὰς ἐνεργείας. ὅταν μὲν οὖν αὐτὴν τὴν διάθεσιν δηλῶσαι βουληθῶσι, πυρετὸν ὀνομάζουσιν, ὅταν δὲ τὸν ἔχοντα τὴν διάθεσιν, ἀπ’ ἐκείνης παρονομάζουσι καὶ καλοῦσι πυρέττοντα· καθάπερ ἀπὸ τῆς λευκότητος τὸν λευκὸν καὶ ἀπὸ τῆς μελανότητος τὸν μέλανα. συνθέτου δὴ πράγματός ἐστιν ὄνομα πυρετὸς καὶ πολὺ μᾶλλον ὁ πυρέττων· ἁπλοῦν δέ γε παραφροσύνη· ἀλλ’ εἰ προστεθείη τὸ ἁπλοῦν τοῦτο τῷ συνθέτῳ, φρενιτικὸς μὲν ὁ ἄνθρωπος, ἡ διάθεσις δ’ αὐτοῦ φρενῖτις ὀνομάζεται· καθάπερ, οἶμαι, καὶ ὁ ἄνθρωπος αὐτὸς, ἵνα μὴ λέγηται ζῶον λογικὸν θνητὸν, ἕνεκα συντομίας ἄνθρωπος ὠνομάσθη, λόγου τινὰ δύναμιν ἐχούσης τῆς ἄνθρωπος προσηγορίας· καὶ τοῦτ’ ἔστιν ὃ καλοῦσιν οἱ παλαιοὶ φιλόσοφοι τὸν λόγον εἰπεῖν τοῦ ὀνόματος. οὐ μὴν εἰς ἄπειρόν γε προσάγουσιν, ἀλλ’ ἄχρι τῶν ἁπλῶν ἀνέρχονται. τὸν γὰρ ἄνθρωπον, ἐπειδὰν διαλύσῃς εἰς ζῶον καὶ λογικὸν καὶ θνητὸν, καὶ αὖθις λύσεις τὸ ζῶον εἰς οὐσίαν αἰσθητικήν· οὐ μὴν τήν γ’ οὐσίαν ἔτι λῦσαι δυνήσῃ, καθάπερ οὐδὲ τὴν αἴσθησιν. ἁπλοῦν
152
γὰρ ἤδη καὶ πρῶτόν ἐστιν ἑκάτερον τούτων. ᾗ καὶ θαυμάζειν ἐπέρχεταί μοι τῶν φρενιτικὸν μέν τινα καὶ ἄνθρωπον εἶναι συγχωρούντων, νόσημα δὲ καὶ ζῶον οὐ συγχωρούντων. ὅμοιον γάρ ἐστι τοῦτο τῷ τὰ μὲν σύνθετα συγχωρεῖν, ἀμφισβητεῖν δὲ περὶ τῶν ἁπλῶν· ὥσπερ οὐ προτέρων τῇ φύσει τῶν ἁπλῶν ὑπαρχόντων. οὐκ εἶδον, φησὶν, αὐτὸ καθ’ ἑαυτὸ τὸ ζῶον· ἀλλ’ οὐδὲ ἄνθρωπον, ὦ μωρὲ, καίτοι λέγεις εἶναι σαυτὸν ἄνθρωπον. ἢ τοῦτο μὲν ὁμολογήσεις, τὸ δὲ καὶ ζῶον ὑπάρχειν οὐχ ὁμολογήσεις; οὐκ ἐθεασάμην, φησὶν, καθ’ ἑαυτὴν οὐδαμόθι νόσον· οὐδὲ γὰρ φρενῖτιν ἐθεάσω ποτὲ μόνην, ἀλλ’ ἐπὶ Θέωνος, ἢ ἐπὶ Δίωνος, ἢ ἐπ’ ἄλλου τινὸς ἀνθρώπου. ὥστε τοῦτό γε τελέως ἠλίθιον, εἰ διότι μηδαμόθι τεθέασαι νόσημα μόνον αὐτὸ καθ’ ἑαυτὸ, διὰ τοῦτο νομίζεις μηδ’ εἶναι νόσημα· οὕτω γὰρ οὐδὲ πυρετὸν, οὐδὲ φρενῖτιν, οὐδ’ ἄλλο τῶν τοιούτων οὐδὲν εἶναι συγχωρήσεις· ὡς οὐδὲ τούτων γε τεθέασαί τι μόνον αὐτὸ καθ’ ἑαυτό. βέλτιον δ’ ἦν οὐχ οὕτως, ἀλλ’ ὥσπερ εἴρηται πρόσθεν, ἀπὸ τῶν πραγμάτων αὐτῶν ἄρξασθαι καὶ θεάσασθαι 
153
τῇ διανοίᾳ πόσα τὰ σύμπαντά ἐστιν ἁπλᾶ· κᾄπειθ’ ἑκάστῳ θέμενον ἴδιον ὄνομα, συμπλέκειν ἐξ αὐτῶν ἤδη τὰ σύνθετα. ἐγγιγνέσθω δὴ τῷ ὑποκειμένῳ σώματι τοῦθ’ ἓν πρῶτον, τὸ αἰσθάνεσθαι. πότερον οὐ καλέσεις ζῶον ᾧ τοῦθ’ ὑπάρχει; καὶ μὴν ὑπὲρ ὀνόματος οὕτως ἀμφισβητήσεις. ἀλλ’ οὐδὲ εἶναι φήσεις αἰσθανόμενον σῶμα; καὶ μὴν οὕτω γε τῶν πραγμάτων αὐτῶν καταψεύσῃ. ἀλλὰ καὶ σῶμα συγχωρῶν αἰσθανόμενον εἶναί τι καὶ κατὰ τοῦ τοιούτου σώματος τοὔνομα τοῦτο τὸ ζῶον λέγεσθαι, τολμήσεις φάναι μηδὲν εἶναι τὸ ζῶον; οὐκοῦν οὐδὲ τὸ λευκὸν οὐδέν ἐστιν, οὐδὲ τὸ βαδίζον οὐδὲ τὸ τρέχον; ἀπὸ γὰρ τῶν συμβεβηκότων ἑαυτῷ τὸ σῶμα προσαγορεύεται λευκὸν, βαδίζον καὶ τρέχον. αὐτὰ δὲ τὰ συμβεβηκότα τὸ μὲν λευκότης ὀνομάζεται, τὸ δὲ βάδισις, τὸ δὲ δρόμος. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἴσθησις μὲν ἕν τι τῶν ὑπαρχόντων τοῖς σώμασιν, αἰσθανόμενον δὲ αὐτὸ τὸ σῶμα· τοῦτ’ οὖν καὶ ζῶον ὀνομάζεται. τίς οὖν θεασάμενος αἰσθανόμενον σῶμα, παρεὶς τὸ ζῶον ὄνομα ζητήσει τι κατ’ αὐτοῦ λέγειν ἕτερον; ἆρ’ οὖν νοεῖται μόνον τὸ σῶμα καθάπερ Κένταυρος, ἢ καὶ τυγχάνει τι τῆς προσηγορίας
154
ταύτης ὑποκείμενον πρᾶγμα; δῆλον ὡς καὶ τυγχάνει. τί δὲ, νοεῖται μόνον ἡ αἴσθησις, ἢ καί τι τῶν τοῖς σώμασιν ὑπαρχόντων ἐστίν; ἐμοὶ μὲν δοκεῖ καὶ τοῦτ’ εἶναι πρόδηλον ὡς ἕν τι τῶν ἐν τοῖς σώμασιν ὑπαρχόντων ἐστὶ καὶ ἡ αἴσθησις. καὶ μὴν εἰ μήτε τὸ σῶμα νοεῖται μόνον, ἀλλὰ καὶ ἔστι, μήθ’ ἡ αἴσθησις, ἔστι γὰρ καὶ ἥδε· πῶς ἄμφω συντιθέντα τὸ σύνθετον οὐκ ὂν ποιήσει; γελοῖον γὰρ ἤδη τοῦτό γε, σῶμα μὲν εἶναί τι καὶ αἴσθησιν, αἰσθανόμενον δὲ οὐδὲν εἷναι σῶμα· καὶ τούτου γελοιότερον, αἰσθανόμενον μὲν εἶναι σῶμα, ζῶον δ’ εἶναι μηδὲν, ὥσπερ ἄλλο τι καὶ οὐ τοῦθ’ ὑπάρχον ζῶον, ἢ διαφέρον τι τῷ λόγῳ δηλοῦν ἐπιχειρεῖν ὁτιοῦν ἢ ὀνόματι. τῆς δ’ αὐτῆς ἀτοπίας ἔχεται καὶ τὸ μὴ συγχωρεῖν εἶναί τι νόσον· εἰ γὰρ οὐδέν ἐστι διάθεσις, οὐδὲ νόσος ἔσται τι. δοθείσης δ’ εἶναι διαθέσεως, ἔσται τι καὶ νόσος· ἥτις γὰρ ἂν ἐνέργειαν βλάπτῃ διάθεσις, ἐκείνη νόσος ἐστίν. ἀλλ’ οὐκ ἔχεις μοι δεῖξαι, φασὶ, νόσον αὐτὴν καθ’ ἑαυτήν. οὐδὲ γὰρ φρενῖτιν, ὦ οὗτος, οὐδὲ πυρετόν. ἀλλ’ ὅμως καὶ ταῦτα συγχωρεῖς
155
ὑπάρχειν καὶ ἄλλα πολλά. τὴν γὰρ μικρολογίαν τῶν ὀνομάτων, ἣν ἐκομψεύσαντό τινες τῶν φιλοσόφων, ἀνατρέπουσαν ἅπασαν τὴν ἐν τῷ βίῳ συνήθειαν, ὡς μὴ δι’ ἐκείνους αὐτῇ χρῆσθαι δύνασθαι κατὰ τὰ σφῶν αὐτῶν συγγράμματα, παραιτοῦμαι λέγειν τὰ νῦν, ἑτέρωθι διειλεγμένος ὑπὲρ αὐτῶν ἐπὶ πλέον. εἰρηκὼς οὖν οὐδὲν ἧττον ὅσα χρὴ κᾀν τοῖς περὶ τῶν στοιχείων λογισμοῖς, λέγω δὲ μικρολογίαν, ἐν ᾗ διαιροῦνται κατὰ γένη τό τε ὂν καὶ τὸ ὑφεστός. ἀδιαφόρως γὰρ ἡμῖν κᾀνταῦθα καὶ κατὰ τὸν ἑξῆς λόγον εἰρήσεται ταῦτα. πάντας δ’ ἐν πᾶσιν ἐξελέγχειν ἀδύνατον. ἀλλὰ γὰρ περὶ τοῦ μὴ μόνον ἔννοιαν εἶναι νοσήματος ἰδίαν, ἀλλὰ καὶ πρᾶγμά τι τῆς προσηγορίας ταύτης τυγχάνον ὑποκεῖσθαι, κατά γε τὸ παρὸν ἀρκεῖ λελέχθαι ταῦτα. σαφέστερον δ’ ἔτι τοῦτ’ αὐτὸ νοηθήσεται τοῦ λόγου προϊόντος, ἐπειδὰν ὁ περὶ πρώτων ἐνδείξεων περαίνηται λόγος. ὅσα δὲ περὶ νοσήματος εἴρηται νῦν, ἡγοῦμαι καὶ περὶ συμπτώματος εἰρῆσθαι καὶ πάθους, ὑγείας τε καὶ ἀρτιότητος, ἰσχύος τε καὶ δυνάμεως ἁπάντων τε τῶν
156
ἄλλων ὧν ὀνόματά τε καὶ νοήσεις εἰσὶ κατά τινων ὑποκειμένων λεγόμενα. πάντα γὰρ ταῦτα τοῖς σώμασιν ὑπάρχει, τὰ μὲν ὡς διαθέσεις, τὰ δ’ ὡς ἐνέργειαι, τὰ δ’ ὡς πάθη· καὶ τὰ μὲν ὡς κατὰ φύσιν ὄντα, τὰ δ’ ὡς παρὰ φύσιν, ἔνδειξίς τε καθ’ ἕκαστον αὐτῶν ἰδία γίνεται, παρεωραμένη τοῖς πλείστοις τῶν ἰατρῶν.