De methodo medendi

Galen

Galen, De methodo medendi

Τῶν συμβαινόντων τοῖς σώμασιν ἐν τῷ παρὰ φύσιν ἔχειν, Ἱέρων κράτιστε, τέτταρες ἐδείχθησαν αἱ πᾶσαι διαφοραὶ, μία μὲν αὐτῆς τῆς βεβλαμμένης ἐνεργείας, ἑτέρα δὲ τῆς ἐργαζομένης αὐτὴν διαθέσεως, ἄλλη τε τρίτη τῶν ταύτης αἰτιῶν, καὶ τετάρτη τῶν ἐξ ἀνάγκης ἑπομένων αὐτῇ συμπτωμάτων. ὅτι μὲν οὖν ἤτοι πάντα ταῦτ’ εἶναι χρὴ τὴν νόσον, ἢ τινὰ τούτων, ἢ πάντως γ’ ἓν ἐξ αὐτῶν, ἕτοιμον συλλογίσασθαι· μηδενὸς γὰρ παρὰ τὰ προειρημένα τοῖς νοσοῦσιν ὑπάρχοντος, οὐδὲ ἔξω τούτων ἔσται τὸ νόσημα. λείπεται

79
τοίνυν ἢ τὸ πάντων ἄθροισμα λέγειν τὴν νόσον εἶναι, ἢ τινὰ τούτων, ἢ ἕν γέ τι πάντως. ἀλλὰ τὸ μὲν ἐξ ἁπάντων ἄθροισμα πρὸς τῷ μηδ’ εἰρῆσθαι πρός τινος οὐδ’ ἐγχωρεῖ λεχθῆναι· τί γὰρ ἔσται νόσου αἴτιον, ἢ τί σύμπτωμα νοσήματος, εἰ τὸ πάντων ἄθροισμα νόσημα νομισθήσεται; οὐδὲ ἓν δήπουθεν. ἀναγκαῖον οὖν ἀπολιπεῖν δύο ἄλλα γένη παρὰ τὰς νόσους, ἕτερον μὲν τῶν ἐργαζομένων αὐτὰς αἰτιῶν, ἕτερον δὲ τῶν ἑπομένων μὲν ἐξ ἀνάγκης, λυπούντων δ’ οὐδὲν τὸν ἄνθρωπον, ἀλλ’ εἰ ταῦτ’ ἀφέλοιμεν, ἐν δυοῖν ἐστι τούτοιν ἡ νόσος, ἢ ταῖς βεβλαμμέναις ἐνεργείαις, ἢ ταῖς ἐργαζομέναις αὐτὰς διαθέσεσι. καὶ δὴ καὶ διηνέχθησαν εὐθὺς ἐκ παλαιοῦ καὶ περὶ τοῦδε καὶ νῦν ἔτι διαφέρονται πάντες οὐκ ἰατροὶ μόνον, ἀλλὰ καὶ φιλόσοφοι, τῶν ἐνεργειῶν μὲν τὰς βλάβας ἕτεροι, τῶν δ’ ἐργαζομένων αὐτὰς διαθέσεων ἕτεροι προσαγορεύσαντες νοσήματα. τὸ μὲν οὖν διαφέρεσθαι τοὺς ἄνδρας ἐν οὕτως ἀσαφέσι πράγμασιν οὐδὲν θαυμαστόν τὸ δὲ μὴ διαγιγνώσκειν ὡς ὑπὲρ ὀνόματος ἐρίζουσιν ἐπιτιμήσεως ἄξιον. εἴπερ γὰρ ὡμολόγηται πρὸς ἁπάντων
80
ἡ θεραπεία τῆς ἐμποδιζούσης τὴν ἐνέργειαν εἶναι διαθέσεως, οὐδὲν ἔτι χρήσιμον εἰς τὰ τῆς τέχνης ἔργα τὸ διελέσθαι πότερα τὴν διάθεσιν, ἢ τὴν βεβλαμμένην ἐνέργειαν ὀνομαστέον ἐστὶ νόσημα. ἑκατέρως γὰρ ὀνομαζόντων, ὁ κάμνων ὑγιαίνων ἀποδειχθήσεται, μόνον εἰ τὰ δέοντά τις ἰάματα προσφέροι ταῖς διαθέσεσιν· αὗται γάρ εἰσιν ἃς ἀλλοιοῦν χρὴ καὶ μεταβάλλειν καὶ τελέως ἐκκόπτειν, οὐχ αἱ βλάβαι τῶν ἐνεργειῶν. οὐδεὶς γοῦν ἰᾶται τὸ χωλεύειν βαδίζοντα, καὶ γὰρ γελοῖον, ἀλλὰ τὴν ἐργαζομένην αὐτὸ διάθεσιν, οἷον τὴν φλεγμονὴν, εἰ διὰ ταύτην χωλεύει· καὶ ταύτην καὶ καταντλεῖ καὶ καταπλάττει καὶ σχάζει καὶ διαφορεῖ καὶ παντὶ τρόπῳ λύειν ἐπιχειρεῖ· τὸ γὰρ ὀρθῶς βαδίζειν ἕπεται ταύτῃ λυθείσῃ, καὶ οὐδὲν ἔτι δεόμεθα τὴν χωλείαν ἐπανορθοῦσθαι τῆς φλεγμονῆς οἰχομένης· οὐδὲ γὰρ ὑπομένει τι τῆς βεβλαμμένης ἐνεργείας, ἐὰν ἐκκόψῃ τις ἀκριβῶς τὴν ἐργαζομένην αὐτὴν διάθεσιν, ἔστ’ ἂν δ’ ὑπολείπηταί τι τῆς διαθέσεως, ἀνάγκη καὶ τὴν ἐνέργειαν ἀνάλογον ἐκείνῃ βεβλάφθαι. ταύτην οὖν τὴν διάθεσιν εἴτε νόσημα καλεῖν, εἴτε πάθος, εἴτ’ αἰτίαν νοσήματος, εἴτε
81
πάθους ἐθέλοι τις, οὐδὲν εἰς τὴν θεραπείαν οὔτ’ ὄφελος οὔτε βλάβος ἐντεῦθεν· ἀλλ’ οὐδ’ εἰ Θέωνά τις ἢ Δίωνα προσαγορεύσας αὐτὴν, ἔπειτ’ ὀρθῶς ἰῷτο, βλάψειεν ἂν οὐδ’ οὗτος οὐδὲν τὸν νοσοῦντα· κᾂν εἰ τελέως δέ τις ἀνώνυμον ἀπολιπὼν αὐτὴν ἃ χρὴ προσφέροι τῷ κάμνοντι βοηθήματα, πρὸς τῷ μὴ βλάπτειν μηδὲν, οὗτος ἔτι κάλλιστα θεραπεύσει. διδάσκειν μέν τοι βουλόμενος ἕτερον ἃ γινώσκει, δεήσεταί τε πάντως ὀνομάτων ἐπὶ τοῖς πράγμασιν, ὅρον τε τῆς χρήσεως αὐτῶν ἕξει τὴν σαφήνειαν· ὁ γὰρ ὡς ἂν ὁ μανθάνων ἐκμάθοι σαφέστατα μάλιστα σπουδάζων ὀνομάζειν, ἄριστος διδάσκαλος. ἐπεὶ τοίνυν καὶ ἡμεῖς ἐν τούτῳ νῦν καθεστήκαμεν, ἀνάγκη μέν που θέσθαι τοῖς πράγμασιν ὀνόματα· τὸ δ’ εἰ καὶ σαφῶς, ἡμῖν σκοπεῖσθαι πάρεστιν. ἡ μὲν δὴ τὴν ἐνέργειαν ἐμποδίζουσα διάθεσις ὀνομαζέσθω νόσος· εἴ τι δ’ ἕπεται τῇδε, σύμπτωμα· τὸ δ’ ἐργαζόμενον αὐτὴν, αἴτιον.

Οὕτω δὲ τούτων διωρισμένων ἐπιβλέπειν ἀκριβῶς χρὴ τὴν ἀνωμαλίαν τῶν ὀνομάτων, ἃ κατὰ τῶν νοσημάτων

82
ἐπήνεγκαν οἱ πρῶτοι θέμενοι· πολλαχόθι μὲν γὰρ ἀπὸ τοῦ βεβλαμμένου μορίου τὰ ὀνόματα, πλευρῖτις καὶ περιπνευμονία καὶ ἰσχίας καὶ ποδάγρα καὶ νεφρῖτις καὶ ἀρθρῖτις, ὀφθαλμία τε καὶ κεφαλαλγία καὶ δυσεντερία· πολλαχόθι δ’ ἀπὸ τοῦ συμπτώματος, εἰλεὸς καὶ τεινεσμὸς καὶ σπασμὸς καὶ παλμὸς καὶ τρόμος καὶ παράλυσις, ἀπεψία τε καὶ δύσπνοια καὶ ἄπνοια καὶ ἀγρυπνία καὶ παραφροσύνη καὶ κῶμα· πολλαχόθι δ’ ἀπ’ ἀμφοῖν ἅμα, ὡς κεφαλαλγία καὶ ὠταλγία καὶ καρδιαλγία καὶ ὀδονταλγία καὶ ὑστεραλγία· πολλαχόθι δ’ ἀπὸ τῆς δοξαζομένης αἰτίας, ὡς ἡ μελαγχολία μὲν ὑπὸ πάντων, αἱ χολέραι δὲ ὑπὸ τῶν Κνιδίων ἰατρῶν, ἴσως δὲ καὶ ὁ λευκοφλεγματίας ὕδερος ἐντεῦθεν· ἐνίοτε δὲ ἀπὸ τῆς πρός τι τῶν ἐκτὸς ὁμοιότητος, ἐλέφας καὶ καρκῖνος καὶ πολύπους καὶ σταφυλὴ καὶ λεύκη καὶ μυρμηκία καὶ ἀθέρωμα καὶ στεάτωμα καὶ σταφύλωμα καὶ μελικηρὶς καὶ ἄνθραξ, ἀλωπεκία τε καὶ ὀφίασις καὶ σύκωσις καὶ σατυριασμὸς καὶ πριαπισμός· τῶν νοσημάτων δ’ αὐτῶν ὀνόματα μήτε τόπου ἐφαπτόμενα πεπονθότος μήτε τῆς ποιούσης αἰτίας ὀλίγα, φλεγμονὴ καὶ γάγγραινα καὶ σκίῤῥος, ἐρυσίπελάς τε καὶ 
83
ἀπόστημα καὶ οἴδημα καὶ ἐμπύημα καὶ ἕλκος ἐξάρθρημά τε καὶ κάταγμα καὶ σπάσμα καὶ ῥῆγμα καὶ κολόβωμα καὶ δοθιὴν καὶ ἴονθος καὶ φῦμα· καίτοι καὶ τούτων αὐτῶν ἔνια τὰ μὲν καὶ τὸν τόπον τοῦ σώματος, ἤτοι τὸ πεπονθὸς μέρος ἐμφαίνειν ἔοικεν, ἔνια δὲ ἀπὸ τοῦ πλεονεκτοῦντος ὀνομάζεται συμπτώματος· εἰ δ’ ἄρα τι καὶ χωρὶς παρεμφάσεως ὀνομάζεται, τάς γ’ ἐν αὐτῷ διαφορὰς καὶ τοῦτο πολυειδεῖς ἔσχηκεν, οἷον ἕλκος, εἰ καὶ μὴ συνεχείας ἦν ἡ λύσις ἐν σαρκώδει μορίῳ, καὶ ταύτῃ παραδηλοῦν ἐδόκει τὸν πεπονθότα τόπον, ἀλλ’ αἵ γε κατὰ μέρος αὐτοῦ διαφοραὶ ποικίλαι τοῖς ὀνόμασι, χειρώνειον καὶ τηλέφιον καὶ καρκῖνος, ἕρπης τε καὶ φαγέδαινα, καὶ πάνθ’ ὅσα τοιαῦτα, τὰ μὲν ἀπὸ τῶν πρώτως ἰασαμένων, ὡς τὸ χειρώνειον· ἔνια δ’ ἀπὸ τῶν πεπονθότων, ὡς τὸ τηλέφιον· ἀπὸ δὲ τῆς πρὸς τὸ ζῶον ὁμοιότητος ὁ καρκῖνος· ἡ φαγέδαινα δ’ ἀπὸ τοῦ συμπτώματος, ὥσπέρ γε καὶ οἱ ἕρπητες. ἀλλ’ ἡ μὲν φαγέδαινα πάντως ἐστὶν ἕλκος ἐσθιόμενον, ἢ ἀναβιβρῶσκον, ἢ ὅπως ἂν ἐθέλῃ τις ὀνομάζειν· ὁ δ’ ἕρπης οὔθ’ ἕλκος ἀεὶ, καὶ ὁπότε μεθ’ ἑλκώσεως, οὐ κατέχων
84
τὴν ἀρχαίαν ἕδραν, ἐπινέμεται τὰ πλησίον, ἀλλ’ ὥσπερ τοὔνομα δηλοῖ, δίκην ἕρποντος θηρίου, καταλείπει μὲν τὰ πρότερα, μετέρχεται δ’ ἐφ’ ἕτερα. κοῖλον δ’ ἕλκος καὶ ῥυπαρὸν καὶ καθαρὸν, ὁμαλές τε καὶ ὑπερσαρκοῦν, οἰκειοτέρας μὲν ἔσχηκε τὰς προσηγορίας, οὐ μὴν ὡσαύτως γε πάσας, ἀλλὰ τὸ μὲν ὁμαλὲς ἀπὸ τῆς οἰκείας διαφορᾶς, ὡσαύτως δὲ καὶ τὸ κοῖλον ἢ ὑπερσαρκοῦν· ἔναιμον δὲ καὶ καθαρὸν καὶ ῥυπαρὸν οὐ κατὰ τὰς οἰκείας διαφορὰς, ἀλλ’ ἀπὸ τῶν ἔξωθεν ὀνομάζεται συμπτωμάτων. οὕτως οὖν ἀνωμάλου τῶν ὀνομάτων τῆς θέσεως τοῖς ἀρχαίοις γεγενημένης, καὶ πολὺ μᾶλλον, ὅταν ἐπινυκτίδα καὶ ἀκροχορδόνα καὶ νυκτάλωπα προσαγορεύωσι, τὸ μὲν ὅτι νύκτωρ ἐγένετο, τὸ δ’ ὅτι κατ’ ἄκρας ὀχεῖται τῆς ἐπιφανείας τοῦ δέρματος, τὸ δ’ ὅτι τῆς νυκτὸς ἀποφαίνει μὴ βλέποντας, ἕτερά τε πολλὰ τοιαῦτα ποιῶσιν, εἰ γὰρ ἐπεξίοιμι πάντα, κινδυνεύσω σπουδάζειν δοκεῖν ὃ φεύγειν ἐκέλευσα, πειρᾶσθαι οὖν χρὴ παντὶ τρόπῳ τὸν τῆς ἀληθείας αὐτῆς ὀρεγόμενον ἀποχωρεῖν μὲν τοῦ προσδοξαζομένου τοῖς ὀνόμασιν, ἐπὶ δὲ τὴν οὐσίαν τῶν πραγμάτων αὐτὴν ἰέναι καὶ ταύτην ἐπισκέπτεσθαι καὶ ζητεῖν, ὁπόσα τὰ σύμπαντ’ ἐστὶ
85
νοσήματά τε καὶ συμπτώματα, καὶ προσέτι τὰ προηγούμενα τούτων αἴτια. τοῦτ’ οὖν ἡμεῖς ἐποιήσαμεν ἐν ἑτέροις ὑπομνήμασιν, ὧν ἐστι περὶ μὲν τοῦ πλήθους τῶν νοσημάτων ἓν, ἐπιγέγραπται δὲ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς, ἕτερον δὲ περὶ τῆς τῶν συμπτωμάτων ἐστὶ διαφορᾶς· οὕτω δὲ καὶ τὰς αἰτίας αὐτῶν ἐπειράθημεν ἐξευρεῖν ἑκατέρας ἰδίᾳ, τάς τε τῶν νοσημάτων καὶ τὰς τῶν συμπτωμάτων ἁπάντων, ὡς μηδὲν ἔτι λείπειν, ἀλλ’ ἑτοίμην εἶναι τὴν παρασκευὴν ἅπασιν εἰς τὴν νῦν ἡμῖν προκειμένην πραγματείαν. ὅθεν οὐδ’ ἀναγινώσκειν ἔτι τὰ μετὰ ταῦτα ῥηθησόμενα συμβουλεύω, πρὶν ἐν ἐκείνοις γυμνάσασθαι· παρακούσας γάρ τις οὕτω πολλῶν θεωρημάτων οὔτ’ αὐτὸς ὠφεληθήσεται καὶ μάτην ἐγκαλέσει τοῖς ὀρθῶς λεγομένοις.

Ἐν ἐκείνοις μὲν οὖν ἅπαντα κατὰ μέρος ἐπεξέρχομαι, τά τε νοσήματα καὶ τὰ συμπτώματα καὶ τὰς αἰτίας· ἐνταυθοῖ δὲ δύο ἔτι προσθεὶς ταῦτα, ἀναγκαῖα γινώσκεσθαι τοῖς ἀσκήσουσι τὴν θεραπευτικὴν μέθοδον, ἐπὶ τὸ χρῆσθαι τοῖς εὑρισκομένοις τηνικαῦτα μεταβήσομαι. τίνα δὲ

86
τὰ δύο ταῦτ’ ἐστὶν ἃ μέλλω λέξειν; ἓν μὲν ὅπῃ διαφέρει νόσημα πάθους· ἕτερον δὲ ὅτι χωρὶς τοῦ γνῶναι τὰ στοιχεῖα τοῦ σώματος, ἐξ ὧν πρῶτον γέγονεν, ἀμήχανον ἐξευρεῖν τὰ νοσήματα. ταῦτ’ οὖν ἐγὼ μὲν πειράσομαι διελθεῖν ἐπιμελέστατα, τοὺς δ’ ἀναλεξομένους αὐτὰ παρακαλῶ μὴ πρότερον ἐπ’ αὐτὴν μετιέναι τὴν θεραπευτικὴν μέθοδον, πρὶν ὁπόσα τὰ πάντα ἐστὶ νοσήματα καὶ αὐτοὺς ζητῆσαι κατὰ μόνας, καὶ τοῖς ὑφ’ ἡμῶν γεγραμμένοις ἐπιμελῶς ἐντυχεῖν. ὡς οὖν ταῦτα ποιησάντων, ἄρξομαι τοῦ λόγου. τρεῖς ἐδείχθησαν οὖσαι διαθέσεις ἐν τῷ σώματι παρὰ φύσιν, αἰτίων τε καὶ νοσημάτων καὶ συμπτωμάτων· αἰτίων μὲν οἷον τοῦ πλήθους, ἢ τῆς διαφθορᾶς· νοσημάτων δὲ οἷον τῆς φλεγμονῆς, ἢ τοῦ ἕλκους· συμπτωμάτων δὲ οἷον τῆς ἀχροίας, ἢ τῆς ἰσχνότητος. ἔξωθεν δὲ τούτων ἐστὶ τὰ ἀμέτρως ἐκκρινόμενα τοῦ σώματος, ἢ παρὰ φύσιν ἐπεχόμενα, καὶ τῶν ἐνεργειῶν αἱ βλάβαι, κοινῇ μὲν ἅπαντα προσαγορευόμενα συμπτώματα, γένος δ’ οὐχ ἓν ἔχοντα· διάθεσις μὲν γάρ τίς ἐστι σώματος ἡ ἄχροια· τὸ δὲ ἐκκρινόμενον ἢ ἐπεχόμενον ἕπεται μὲν, διάθεσις δ’ οὐκ ἔστιν·
87
οὕτω δὲ καὶ ἡ ἐνέργεια βεβλαμμένη τε καὶ ἀβλαβὴς οὖσα διάθεσις μὲν οὐκ ἔστιν, ἕπεται δὲ ἐξ ἀνάγκης τῇ τοῦ μορίου διαθέσει. τὸ μὲν οὖν οἴδημα καὶ ἡ φλεγμονὴ τῶν ἁπλῶς ὄντων ἐστὶ, κατὰ ταὐτὰ δὲ καὶ τὸ πλῆθος, εἰ τύχοι, τοῦ αἵματος, ἢ τοῦ σώματος ἡ ὠχρότης· ἡ δ’ ἐνέργεια τῶν μὲν ἁπλῶς ὄντων οὐκ ἔστιν, ἢ οὐχ ὁμοίως γε τούτοις ὄντων· οὐδένα γὰρ αὐτῆς χρόνον ὑπομένει τὰ μόρια, καθάπερ οὐδὲ τὰ τῆς λέξεως, οὐδ’ ὅλως κινήσεως οὐδεμιᾶς, ἀλλ’ ἕκαστον τούτων ἐν τῷ γίνεσθαι τὸ εἶναι λαμβάνει. διττοῦ δ’ ὄντος γένους κινήσεως, τοῦ μὲν κατὰ τόπον, τοῦ δὲ κατὰ ποιότητα, φορὰ μὲν τὸ πρότερον, ἀλλοίωσις δὲ τὸ δεύτερον ὀνομάζεται. πᾶσα μὲν οὖν ἐνέργεια κίνησίς ἐστι δραστική· πᾶσα δ’ ἀλλοίωσις κίνησις παθητικὴ τοῦ ἀλλοιουμένου, πάσχει γάρ τι τὸ ἀλλοιούμενον. αἱ τοίνυν διαθέσεις, ἐπειδὰν ἀλλοιοῦνται, κινοῦνται· παυσάμεναι δὲ τοῦ κινεῖσθαι, ἠλλοίωνται μὲν, ἀλλοιοῦνται δ’ οὐκ ἔτι. πᾶν γὰρ τὸ ὁπωσοῦν ἔχον ἔν τινι πάντως ἐστὶ διαθέσει· τὸ δ’ ἐν δυσλύτῳ διαθέσει καθ’ ἕξιν 
88
ἤδη διάκειται· ἀλλοιοῦται μὲν ὁ μελαινόμενος, ἠλλοίωται δὲ ὁ μελανθείς· ὥστ’ εἶναι τὴν ἀλλοίωσιν γένεσιν ποιότητος, ἢ διαθέσεως, ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν. οὐ μάχεται δὲ τὸ λέγειν ἀλλαγὴν εἶναι τοῦ προϋπάρχοντος τὴν ἀλλοίωσιν τῷ λέγειν γένεσιν αὐτὴν εἶναι ποιότητος· ἅμα γὰρ ἄμφω συμπίπτει, καὶ ἡ πρόσθεν ὑπάρχουσα τῷ σώματι μεταβολὴ, καὶ νῦν ἄλλη γίγνεται. τοῦ γοῦν ἐν ἡλίῳ διατρίψαντος ἀλλοιοῦται μὲν ἡ λευκότης, γεννᾶται δὲ ἡ μελανότης· καὶ τοῦ παρὰ πυρὶ θαλπομένου μεταβάλλει μὲν ἡ ψυχρότης, γίγνεται δὲ ἡ θερμότης. ὅταν δὲ τοῦδέ τινος, ὃ οὐκ ἔστιν οὐσία, γένεσιν εἶναι λέγωμεν, οὐ ταὐτὸν δηλοῦμεν ἐν τῇ λέξει τῇδε κᾀπειδὰν ἁπλῶς ὀνομάσωμεν γένεσιν· ἡ μὲν γὰρ ἁπλῶς ὀνομαζομένη γένεσις ὁδός ἐστιν εἰς οὐσίαν, ἡ δὲ τοῦδέ τινος γένεσις, εἰς τὴν ὡς ἂν εἴποι τις ὕπαρξιν ἐκείνου. ἀλλὰ τοῦτο μὲν ἐν παρέργῳ λελέχθω, ὃ δὲ ἐν τῷ λόγῳ μάλιστα προὔκειτο, σχεδὸν ἤδη διώρισται, τὸ τὰ μὲν ἐν γενέσει τε καὶ μεταβολῇ καὶ ἀλλοιώσει καὶ ἁπλῶς εἰπεῖν ἐν κινήσει τοῦ εἶναι μεταλαμβάνειν, τῶν δ’ ὑπομένειν τὴν οὐσίαν· ὑγεία μὲν οὖν
89
καὶ νόσος, ὅσαι τε συμπτωμάτων ἢ αἰτίων εἰσὶ διαθέσεις, ἢ ἕξεις, ὑπομενόντων εἰσίν· αἱ δ’ ἐνέργειαι πᾶσαι καὶ αἱ καθ’ ὁτιοῦν ἀλλοιώσεις ἐν τῷ γίνεσθαι τὸ εἶναι κέκτηνται, καὶ τὸ καθ’ ὁτιοῦν κινούμενον σῶμα κατ’ ἐκεῖνο πάσχει, καὶ ἡ κίνησις αὐτοῦ πάθος ἐστίν. οἱ μὲν οὖν παλαιοὶ καὶ τὰς ἐν τῷ κατὰ φύσιν ἔχειν ἁπάσας κινήσεις, ὅσαι γε μὴ δραστικαὶ, πάθη προσαγορεύουσιν, ὥσπερ οὖν ἐνεργείας τὰς δραστικὰς, οὕτω καὶ αὐτὰς τῶν αἰσθήσεων τὰς ἀλλοιώσεις ὁ Πλάτων ὀνομάζει πάθη· τοῖς νεωτέροις δ’ οὐκ οἶδ’ ὅπως δόξαν, ἐπὶ τῆς παρὰ φύσιν μόνης κινήσεως κεῖται τοὔνομα. ἰδίως μὲν οὖν τὸ πάθος ἐπὶ πάσης τῆς ἔξωθεν κινήσεως ἐλέγετο παρὰ τῶν παλαιῶν, ἤδη δὲ καταχρώμενοι καὶ τὰς ἐκ πάθους μὲν γεγενημένας τῶν διαθέσεων, οὐκέτι δ’ ἐν κινήσει, πάθη προσαγορεύουσιν· οὐ μὴν χρονιώτερόν γε οὐδὲ δυσλυτώτερον ἡ διάθεσις τῆς ἕξεως, ὥσπερ οὐδὲ ἡ ἀῤῥωστία· ἀλλ’ αἱ τοιαῦται νομοθεσίαι τῶν ὀνομάτων ὑπὸ τῶν νεωτέρων ἐπεισήχθησαν. εἴρηται δὲ ἐπιπλέον ὑπὲρ τῶν ἰατρικῶν ὀνομάτων ἑτέρωθι,
90
καὶ νῦν οὐ τοῦτο πρόκειται σκοπεῖν, ἀλλ’ ὅπως ἡμεῖς χρησόμεθα, διελέσθαι μόνον ἀναγκαῖον ἔδοξε σαφηνείας ἕνεκα. τὴν γὰρ ἐναντίαν ὑγείᾳ διάθεσιν, ὑφ’ ἧς ἐνέργειαν λέγομεν βλάπτεσθαι, νόσημα μόνον προσαγορεύομεν, εἴτε πολυχρόνιος, εἴτε ὀλιγοχρόνιος, εἴτ’ ἐν ἀκαρεῖ χρόνῳ γίγνοιτο· τὰς δ’ ἄλλας ἁπάσας τὰς προηγουμένας τούτων ἐν αἰτίας λόγῳ διαθέσεις παρὰ φύσιν, αὐτὸ τοῦτο μόνον, αἰτίας, οὐ πάθη· τὰ δ’ ἑπόμενα ταύταις, ὅσα μὲν ἐνεργειῶν εἰσι βλάβαι, συμπτώματά τε καὶ πάθη, κατὰ ταὐτὰ δὲ καὶ τὰς ἀμέτρους ἐκκρίσεις ἢ ἐπισχέσεις· ὅσαι δὲ διαθέσεις, ὥσπερ καὶ ἡ ἄχροια, πρὸς τῷ τοῦ πάθους τε καὶ τοῦ συμπτώματος ὀνόματι διαθέσεις ὀνομάζομεν, ὥσπερ οὖν καί εἰσι. κοινὸν μὲν δὴ τούτων ἁπάντων τὸ παρὰ φύσιν καὶ τῶν αἰτίων καὶ τῶν νοσημάτων καὶ τῶν συμπτωμάτων· ἴδιον δὲ τῶν μὲν νοσημάτων τὸ βλάπτειν ἐνέργειαν, τῶν δὲ συμπτωμάτων τὸ τούτοις ἕπεσθαι, τῶν δὲ αἰτίων τὸ προηγεῖσθαι. οὔτ’ οὖν ὅστις κίνησιν εἶπε παρὰ φύσιν εἶναι τὴν νόσον οἶδεν ὃ λέγει, καθάπερ ἐν τῷ πρὸ τούτου λόγῳ διήλθομεν ἐνίους τῶν
91
μεθοδικῶν οὕτως ἀφορίσασθαι προσθέντας ἐκ περιττοῦ τὸ ἐπίμονον· οὐδ’ ὅστις τροπὴν ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν, οὐδὲν γὰρ μᾶλλον αἰτίας, ἢ νοσήματος, ἢ συμπτώματος ὁ λόγος· ἅπαντα γὰρ ταῦτα διαθέσεις εἰσὶ παρὰ φύσιν, ἀλλ’ εἰ μὲν ὀλιγοχρόνια, δῆλον ὡς ὀξέα, εἰ δὲ δύσλυτα, χρόνια. διοίσει δ’ οὐδὲν ἢ νόσον, ἢ νόσημα λέγειν, ὥσπερ οὐδὲ πάθος, ἢ πάθημα· καὶ μὲν δὴ καὶ ὅτι τὸ πάθους ὄνομα καὶ κατὰ τοῦ νοσήματος ἐπιφέρουσιν οἱ παλαιοὶ, καθάπερ καὶ τὴν ἀῤῥωστίαν καὶ τὴν ἀσθένειαν, ἐπιδέδεικται καὶ τοῦτ’ ἐν τοῖς περὶ τῶν ἰατρικῶν ὀνομάτων, καὶ ὡς οὐδὲν διαφέρει λέγειν ἀῤῥωστίαν ἢ ἀῤῥώστημα· καὶ μέν γε καὶ ὡς τοὺς νοσοῦντας αὐτοὺς οὐ νοσοῦντας μόνον, ἀλλὰ καὶ ἀῤῥωστοῦντας καὶ ἀσθενοῦντας καὶ κάμνοντας ὀνομάζουσιν, ἐπιδέδεικται δὲ καὶ τοῦτο δι’ ἐκείνων τῶν ὑπομνημάτων. λοιπὸν δ’ ἂν εἴη νῦν, οὗπερ ἕνεκα ταῦτ’ εἴρηται πάντα, προσθέντας ἐπί τι τῶν ἑξῆς ἤδη μετιέναι. τί δὲ τοῦτ’ ἔστιν; οὐκ
92
ἄλλο τοῦ πολλάκις ἤδη καὶ πρόσθεν εἰνημένου, τοῦ πρῶτόν τε καὶ μάλιστα τοῦτο σπουδάζειν τοὺς ἰατροὺς, καὶ τοῦτο σχεδὸν αὐτῶν ἔργον ὑπάρχειν ἴδιον, ἐκκόπτειν τὰς νόσους· εὐθὺς γὰρ ἅμα τούτῳ καὶ ἡ βλάβη τῆς ἐνεργείας οἴχεται, καὶ τἄλλα συμπτώματα πάντα συναναιρεῖται. χρῄζουσι μὲν γὰρ πάντες οἱ ἄνθρωποι πρώτης καὶ μάλιστα τῆς κατὰ φύσιν ἐνεργείας, δι’ ἐκείνην δὲ καὶ τῆς ὑγείας· καὶ ἀποθέσθαι γε βούλονται τὴν βλάβην τῆς ἐνεργείας, καὶ διὰ τοῦτο καὶ τὴν νόσον· οὐ μὴν τῇ γε βλάβῃ τῆς ἐνεργείας, ἀλλὰ τῇ νόσῳ προσφέρουσι τὰ βοηθήματα, τουτέστι τῇ παρὰ φύσιν διαθέσει τῇ βλαπτούσῃ τὴν ἐνέργειαν. ὅστις οὖν οὐκ οἶδεν αὐτῶν τῶν κατὰ φύσιν ὑπαρχόντων τοῖς μορίοις τά τ’ ἄλλως συμβεβηκότα καὶ τὰ τῆς ἐνεργείας αἴτια διορίσαι, πῶς τοῦτον εἰκὸς ἐξευρεῖν τὴν διάθεσιν ὑφ’ ἧς πρώτως ἡ ἐνέργεια βλάπτεται; τὰ μὲν γὰρ ἄλλως συμβεβηκότα τοῖς σώμασι, κᾂν μυριάκις ἀλλοιωθείη, βλάπτειν τὴν ἐνέργειαν οὐ δύνανται, ἕως ἂν ὑφ’ ὧν ἐγίγνετο κατὰ φύσιν ἔχῃ πάντα· τούτων δ’ εἴπερ τι κᾂν ἓν ἀλλοιωθῇ, βλαβῆναι τὴν ἐνέργειαν εὐθὺς 
93
ἀναγκαῖον εἰς τοσοῦτον εἰς ὅσον περ καὶ ὠφελεῖται κατὰ φύσιν ἔχοντος.