De methodo medendi

Galen

Galen, De methodo medendi

Περὶ μὲν τῶν παρὰ φύσιν ὄγκων ὁπόσοι μέν εἰσι καὶ ὁποῖοι γέγραπται πρόσθεν ἰδίᾳ καθ’ ἕν βιβλίον. ὡς δ’ ἄν τις αὐτοὺς θεραπεύοι μεθόδῳ, τῆς προκειμένης πραγματείας ἴδιον ὄν, ἐν τῷ τρισκαιδεκάτῳ τῶνδε τῶν ὑπομνημάτων ἠρξάμεθα λέγειν. ἐπεὶ δ’ ἐν τοῖς ἔμπροσθεν ὑπὲρ ἁπάντων πυρετῶν ὁ λόγος ἐγεγόνει, βέλτιον ἔδοξέ μοι περὶ πρώτης φλεγμονῆς διελθεῖν ὡς ἂν συνεχέστατά τε γινομένης καὶ πυρετοὺς ἐπιφερούσης πολλάκις. εἴρηται μὲν οὖν τι κᾀν τῇ τῶν πυρετῶν θεραπείᾳ περὶ τῆς φλεγμονῆς ἅμα ταῖς

946
ἄλλαις αὐτῶν αἰτίαις· ἀλλ’ ὁ τέλειός τε καὶ ἴδιος αὐτῆς λόγος ἐν τῷ πρὸ τούτου βιβλίῳ γέγραπται, τὴν μέθοδον τῆς θεραπείας ὁποία τίς ἐστὶ διερχομένων ἡμῶν, οὐ τὴν τῶν βοηθημάτων ὕλην, ὅ τι μὴ παραδείγματος ἕνεκεν, ὡς κᾀπὶ τῶν ἔμπροσθεν ἐποιήσαμεν. οὐ πόῤῥω δὲ τῆς φλεγμονῆς ἕτερον νόσημά ἐστιν ἐρυσίπελας ὀνομαζόμενον, ἐπὶ χολώδει χυμῷ συνιστάμενον, ὡς ἐδείχθη. βέλτιον δ’ ἴσως αὐτὸ μακροτέρῳ λόγῳ διορίσαι τῆς φλεγμονῆς. κοινὰ μὲν οὖν ἀμφοῖν ὅ τε παρὰ φύσιν ὄγκος ἐστὶ καὶ ἡ θερμασία, διαφέρει δὲ πρῶτα μὲν καὶ μάλιστα τῇ χροιᾷ. ἐρυθρᾶς μὲν γὰρ οὔσης αὐτῆς φλεγμονὴν τὸ πάθος ὀνομάζουσιν, ὠχρᾶς δ’ ἢ ξανθῆς ἢ ὥσπερ ἐξ ὠχροῦ καὶ ξανθοῦ χρώματος μικτῆς, ἐρυσίπελας. ἀτὰρ οὖν καὶ ὁ σφυγμὸς ἴδιον σύμπτωμά ἐστι τῆς μεγάλης φλεγμονῆς· καὶ γὰρ καὶ διὰ βάθους γίνεται μᾶλλον, ὥσπερ γε ἐρυσίπελας ἐν τῷ δέρματι μᾶλλον ἢ ἐν τῷ βάθει. λεπτὸς γὰρ κατὰ τὴν σύστασιν ὁ τῆς ὠχρᾶς χολῆς χυμὸς, ὥστε διαῤῥεῖ ῥᾳδίως ἐπὶ τὸ δέρμα, τὰ σαρκώδη καὶ ἀραιὰ μόρια διερχόμενος.
947
ἡ δὲ τοῦ δέρματος πυκνότης οὐκέθ’ ὁμοίως εὔπορος τῇδε τῇ χολῇ, πλὴν εἰ πάνυ λεπτὴ καὶ ὑδατώδης εἴη, τοιαύτη γὰρ μάλιστα καὶ ἡ καθ’ ἑκάστην ἡμέραν ἐστὶ συναπερχομένη τοῖς ἱδρῶσι. καὶ πολλῶν ὄψει κατὰ τὰ βαλανεῖα ταῖς στλεγγίσιν ἀποξεόντων τὸν ἱδρῶτα τοιοῦτον τὴν χρόαν, οἷόν περ καὶ τὸ οὖρόν ἐστι τοῖς ἐπὶ πλέον ἀσιτήσασιν. οἶσθα γὰρ ὡς χρονιζόντων ἡμῶν ἐν ταῖς ἀσιτίαις ὠχρότερον ἐξ ὑδατώδους γίγνεται τὸ οὖρον· ὕστερον δὲ ποτε καὶ ξανθὸν, εἰ μὴ φθάσειέ τις ἐπιτέγξαι τὸν αὐχμὸν τοῦ σώματος, ὑγραινούσῃ τε τροφῇ καὶ ποτῷ. κατὰ φύσιν μὲν οὖν διοικουμένου τοῦ σώματος ὁ πικρόχολος χυμὸς ἀδήλως διαπνεῖται· παρὰ φύσιν δὲ κατ’ ἄλλα τε πάθη πλεονάζων φαίνεται, περὶ ὧν αὖθις εἰρήσεται, καὶ μέντοι κατὰ τουτὶ τὸ νῦν ἡμῖν προκείμενον, ὃ καλοῦσιν ἐρυσίπελας. ὅταν γὰρ ἤτοι πολὺ πλέον τοῦ κατὰ φύσιν ἢ παχύτερος γενόμενος ἀθρόως ἐνεχθῇ πρὸς τὸ δέρμα, διακαίει τε τοῦτο καὶ εἰς ὄγκον αἴρει.

Κρεῖττον δ’ ἐστὶν, ὥσπερ ἀεὶ λέγομέν τε καὶ πράττομεν, οὕτω καὶ νῦν ἡμᾶς ἀπὸ τῶν πραγμάτων,

948
οὐ τῶν ὀνομάτων ἄρξασθαι, δευτέραν ἀμείνω τῆς πρόσθεν ἀρχῆς τῷ λόγῳ τήνδε θεμένους. ὅταν αἵματος πολλοῦ κατασκήψαντος εἴς τι μόριον, ὡς μὴ στέγεσθαι πρὸς τῶν ἀγγείων τῶν κατ’ αὐτὸ, διεκπίπτῃ τι δροσοειδῶς ἐκ τῶν ἀγγείων εἰς τὰς τῶν μυῶν χώρας, ἃς ἔχουσι μεταξὺ τῶν συντιθέντων αὐτοὺς ὁμοιομερῶν σωμάτων, ὄγκος μὲν γίγνεται διὰ τὸ πλῆθος· ἕπεται δὲ αὐτῷ τάσις μὲν τοῦ δέρματος, ὀδύνη δ’ ἐν τῷ βάθει καὶ πόνος μετὰ σφυγμοῦ καὶ ἁπτομένοις ἀντιτυπία τις, ἔρευθός τε καὶ θερμότης, ὡς ἂν καὶ τοῦ δέρματος ἀπολαύοντος ὧν πάσχουσιν αἱ ὑπ’ αὐτὸ σάρκες. ἀνάλογόν τε τοῖς νῦν εἰρημένοις καὶ περὶ τὰ σπλάγχνα γίνεται διάθεσις. ἔστι γὰρ δὴ κᾀν τούτοις ἰδία σὰρξ, ἣν ἔνιοι παρέγχυμα προσαγορεύουσιν, εἰς ἣν ἀτμοειδῶς ἐκ τῶν πεπληρωμένων ἀγγείων ἐκκρινόμενον τὸ αἷμα τὰ προειρημένα συμπτώματα ἐργάσεται. μία μὲν οὖν ἥδε διάθεσις αἱματώδους ἔκγονος ῥεύματος ἐν σαρκοειδέσι σώμασι μάλιστα γινομένη. δευτέρα δ’ ἑτέρα χολώδους περὶ τὸ δέρμα συνισταμένη μάλιστα τό τ’ ἐκτὸς τοῦτο, τὸ κοινὸν ἁπάντων σκέπασμα τῶν μορίων,
949
καὶ τὸ καθ’ ἕκαστον τῶν ἐντὸς περιτεταμένων ὑμενῶδές τε καὶ λεπτόν. ὥσπερ οὖν ἡ προτέρα συνεπιλαμβάνει τι καὶ τοῦ δέρματος, οὕτω καὶ ἥδε τῆς ὑποκειμένης αὐτῷ σαρκός. εἰ δὲ καὶ παχύτερος ὁ χυμὸς εἴη καὶ δριμύτερος, ἀποδέρει τὴν ἐπιδερμίδα καί ποτ’ ἐν τῷ χρόνῳ πρὸς τὸ βάθος ἐξικνεῖται τοῦ δέρματος ἡ ἕλκωσις. αὕτη μὲν οὖν ἡ διάθεσις ἐρυσίπελας ὀνομαζέσθω, διττὴν δὲ ἔχον, ὡς εἴρηται, διαφορὰν, ἤτοι χωρὶς ἑλκώσεως, ἢ σὺν ταύτῃ γιγνόμενον. ἡ προτέρα δὲ μονοειδής ἐστι καὶ καλείσθω φλεγμονή. ὅταν οὖν μήτε ἀκριβῶς ᾖ χολῶδες τὸ ῥεῦμα μήθ’ αἱματῶδες, ἀλλ’ ἐξ ἀμφοῖν μικτὸν, ἀπὸ μὲν τοῦ κρατοῦντος ἐν τῇ μίξει τοὔνομα αὐτῷ τιθέσθω, κατηγορείσθω δὲ τοῦτο τὸ κρατούμενον, ὡς ἤτοι φλεγμονὴν ἐρυσιπελατώδη καλεῖν ἡμᾶς ἢ ἐρυσίπελας φλεγμονῶδες. εἰ δὲ μηδέτερον ἐπικρατοίη, μέσον ἐρυσιπέλατός τε καὶ φλεγμονῆς ὀνομαζέσθω τὸ πάθος.

Ἡ δὲ τῆς θεραπείας μέθοδος ὡς ἐπὶ τῶν ἄλλων συνθέτων, οὕτω καὶ νῦν γιγνέσθω τὴν ἀρχὴν ἀπὸ 

950
τῶν ἁπλῶν ποιησαμένοις. κοινὸς μὲν οὖν σκοπὸς ἅπασι τοῖς οὕτω παρὰ φύσιν ὄγκοις ἡ κένωσις. οὕτω δ’ εἶπον ἀναμιμνήσκων τοῦ πλήθους τῶν ἐργαζομένων αὐτοὺς χυμῶν. εἰ γάρ τις τούτους κενώσειε, τὴν κατὰ φύσιν ἕξιν ἀναλήψεται τὸ μόριον. ἀλλὰ καὶ ἡ κένωσις ὁμοίως ἅπασι διττὴ, μία μὲν οὖν ἀπωθουμένων ἡμῶν αὐτοὺς εἰς ἕτερα μόρια, δευτέρα δὲ διαφορούντων ἔξω κατὰ τὴν ἄδηλον αἰσθήσει διαπνοήν. ἐπεὶ δ’ οὐ τῷ ποσῷ μόνον ἀνιᾷ τὸ ἐρυσίπελας, ἀλλὰ καὶ τῷ ποιῷ, σφοδρὰν ἔχον τὴν φλόγωσιν, ἐμψύξεως δεήσεται περιττοτέρας ἢ κατὰ τὴν φλεγμονήν. οὐ μὴν ἀκίνδυνός γε ἡ τοιαύτη θεραπεία τῷ παντὶ σώματι, διὰ τὸ φέρεσθαι τὴν χολὴν ἐνίοτε πρός τι τῶν ἐπικαίρων μορίων, ὅπου γε οὐδ’ ὅταν αἷμα ψύχηται πλεονάζον, ἀκίνδυνον ἐκ τῶν ἀκύρων μερῶν ἀπωθεῖσθαι τὸ ῥεῦμα. καθάπερ οὖν ἐπ’ ἐκείνου μετὰ τῆς τοῦ παντὸς σώματος κενώσεως τοῖς ἀποκρουστικοῖς ὀνομαζομένοις ἐχρώμεθα βοηθήμασιν, οὕτω καὶ νῦν πράξομεν· ἀντὶ μὲν φλεβοτομίας χολαγωγῷ φαρμάκῳ καθαίροντες, αὐτὸ δὲ τὸ πεπονθὸς μέρος ἐμψύχοντες. ὅρος δ’ ἔστω τοῦ ψύχειν ἡ
951
τῆς χρόας μεταβολή. καὶ γὰρ τό γε ἀκριβὲς ἐρυσίπελας εὐθὺς ἅμα ταύτῃ παύεται, τὸ δ’ οὐκ ἀκριβὲς, ἀλλ’ ἤδη πως φλεγμονῶδες πελιδνὸν ἀποφαίνει τὸ δέρμα, ψυχόντων ἐπὶ πλέον. εἰ δὲ μηδ’ οὕτως τις παύοιτο, μελαίνεται, καὶ μάλιστα ἐπὶ τῶν πρεσβυτικῶν σωμάτων· ὥστ’ ἔνια τῶν οὕτω ψυχθέντων οὐδὲ τοῖς διαφορητικοῖς φαρμάκοις ἐκθεραπεύεται τελέως, ἀλλ’ ὑπολείπει τινὰ περὶ τὸ μόριον ὄγκον σκιῤῥώδη. μεταβαίνειν οὖν ἄμεινον ἀπὸ τῶν ψυχόντων τε καὶ στυφόντων ἐπὶ τἀναντία καθ’ ὃν ἂν καιρὸν ἴδῃς ἠλλοιωμένον τὸ χρῶμα τοῦ πάσχοντος μορίου, πρὶν ἤτοι πελιδνὸν ἢ καὶ παντάπασι μέλαν γενέσθαι. λέλεκται δ’ ἐν ταῖς περὶ φαρμάκων πραγματείαις ἡ τῶν ψυχόντων ὕλη, τὸ στρύχνον καὶ τὸ ἀείζωον, ἥ τ’ ἀνδράχνη καὶ ἡ κοτυληδὼν καὶ τὸ ψύλλιον, ὅ θ’ ὑοσκύαμος καὶ ἡ θριδακίνη καὶ ἡ σέρις, ὅ τε ἀπὸ τῶν τελμάτων φακὸς, αἵ τε δι’ ὕδατος πάνυ ψυχροῦ κηρωταὶ καὶ τἄλλα ὅσα τοιαῦτα. μεταπεσούσης δὲ τῆς φλογώσεως τοῦ πεπονθότος μορίου, καταπλάττειν αὐτὸ, πρὶν πελιδνὸν γενέσθαι δι’ ὠμῆς λύσεως, ὀνομάζω δ’ οὕτω τὸ κρίθινον ἄλευρον. εἰ δὲ καὶ πελιδνὸν
952
γενέσθαι φθάσειεν, ἀποσχάζοντα καταπλάττειν αἰονᾶν τε τὰ μὲν πλεῖστα δι’ ὕδατος θερμοῦ· καὶ θάλασσα δὲ καὶ ἅλμη ποτὲ συνοίσει. καὶ αὐτῷ δὲ τῷ καταπλάσματι μίγνυται τοιοῦτον ὕδωρ ἢ ὄξος ἢ ὀξάλμη. ἐν τούτῳ δὲ τῷ καιρῷ καὶ κοριανοῦ μετ’ ἀλφίτων ἔνιοι πειραθέντες ἔγραψαν ὡς ἀγαθὸν εἴη φάρμακον ἐρυσιπελάτων. εἶτ’ αὖθις ἕτεροι κατ’ ἀρχὰς χρησάμενοι μεγάλης βλάβης τῷ κάμνοντι κατέστησαν αἴτιοι. καὶ ἡ διὰ τοῦ ῥοδίνου δὲ κηρωτὴ λαμβάνουσα τῆς τιτάνου κατὰ τὸν αὐτὸν τρόπον ἐνίοις γέγραπται βοηθεῖν ἐρυσιπέλασι καὶ ἄλλα τινὰ τοιαῦτα τῶν θερμαινόντων ἱκανῶς, ὧν οὐδέν ἐστιν ἐρυσιπέλατος ἴαμα πρὶν μεταπεσὸν αὐτὸ παύσασθαι μὲν ὅπερ ἦν ἐξ ἀρχῆς, ἕτερον δ’ ἐναντίον ἐκείνῳ γενέσθαι. πῶς γὰρ οὐκ ἐναντίον ἔσται τὸ θερμῷ πάθει τὸ ψυχρὸν, ἢ τῷ ξανθῷ τὴν χρόαν ἢ ὠχρῷ τὸ πελιδνὸν ἢ μέλαν; ὥσπερ δὲ πολλάκις ἐπιμίγνυται φλεγμονῇ τὸ ἐρυσίπελας, οὕτως ἐνίοτε τῷ οἰδήματι· καὶ καλείσθω τηνικαῦτα τὸ μικτὸν ἐξ ἀμφοῖν ἐρυσίπελας οἰδηματῶδες, ὥσπερ γε κᾀπειδὰν ψυχόμενον
953
σκληρόν τε καὶ δύσλυτον γένηται, κληθήσεται σκιῤῥῶδες ἐρυσίπελας. καὶ τοίνυν καὶ ἡ θεραπεία καθάπερ ἐν ἅπασι τοῖς συνθέτοις, οὕτω κᾀπὶ τούτων σοι γιγνέσθω· καὶ μάλιστα μὲν ἀνθισταμένῳ πρὸς τὸ κρατοῦν, οὐκ ἐπιλελησμένῳ δ’ οὐδὲ τῆς ἀπὸ τοῦ μιχθέντος ἐνδείξεως.

Ὥσπερ γὰρ ἐπὶ χολώδει ῥεύματι τὸ ἐρυσίπελας, οὕτως ἐπὶ φλέγματι τὸ οἴδημα γίγνεται χαῦνός τις ὄγκος ἀνώδυνος. ἴσμεν δὲ δήπου καὶ ἄλλως οἰδήματα γινόμενα περὶ τοὺς πόδας ἐν ὑδερικαῖς διαθέσεσι καὶ φθόαις καὶ καχεξίαις ἑτέραις ἰσχυραῖς. ἐπ’ ἐκείνων μὲν οὖν σύμπτωμά ἐστι τὸ οἴδημα τοῦ κατέχοντος πλήθους τὸν ἄνθρωπον, οὐδὲ μιᾶς ἰδίας ἐξαιρέτου θεραπείας δεόμενον. ἀρκεῖ γὰρ, εἴπερ ἄρα, τηνικαῦτα ἀνατρίβειν τὰ σκέλη ποτὲ μὲν δι’ ὀξυροδίνου, ποτὲ δὲ δι’ ἐλαίου καὶ ἁλῶν, ἢ καὶ αὐτῷ τῷ ὀξυροδίνῳ τῶν ἁλῶν ἐπεμβάλλοντα. διὰ δὲ τὸν φλεγματώδη χυμὸν ἐπιῤῥυέντα μορίῳ συνιστάντος οἰδήματος, ἱκανὸς ἐνίοτε καὶ σπόγγος μόνος ὕδατι βεβρεγμένος ὀλίγον ὄξους ἔχοντι. γενέσθω δ’ ἡ κρᾶσις ἤτοι γ’ ὡς ἂν καὶ πίοι τις ἢ οὐ πολλῷ γε τούτου

954
πλέον ἔχουσα τὸ ὄξος. ἐπιδεῖν δὲ χρὴ τὸν σπόγγον ἐκ τῶν κάτω μερῶν ἀρχόμενον καὶ ἄνω τελευτῶντα. καινὸς δ’ ἔστω πάντως, εἰ μέλλοι τι χρηστὸν ἐργάσασθαι· μὴ παρόντος δέ σοι καινοῦ, διαῤῥύπτειν χρὴ καὶ καθαίρειν τὸν ἐπιτυχόντα νίτρῳ τε καὶ ἀφρονίτρῳ καὶ τῇ καλουμένῃ κονίᾳ στακτῇ. μὴ καταστάντος δὲ ἐπὶ τοῖσδε τοῦ οἰδήματος, ἐπειδὰν αὖθις ἐπιδέῃς, ἐπεμβάλλειν καὶ βραχὺ τῆς στυπτηρίας καὶ σπόγγον καινὸν προσοιστέον· εἰ δ’ οὐκ ἔχοις καινὸν, ἄμεινον χρῆσθαι τούτῳ δὴ τῷ καλουμένῳ πρὸς τῶν πολλῶν ἐλλυχνίῳ. μαλακὸν δ’ ἔστω πρὸ πάντων, ὁποῖον τὸ Ταρσικόν· εἰ δ’ ἐκείνου τις εὐποροίη, θαῤῥῶν χρήσθω· βέλτιον γὰρ ἐνεργήσει τοῦ σπόγγου. δευέσθω δὲ δηλονότι τῷ τὴν στυπτηρίαν ἔχοντι ὀξυκράτῳ καὶ ἐπιδείσθω, καθότι προείρηται, κάτωθεν ἄνω. σφίγγειν δ’ οὕτω συμμέτρως, ὡς ἐν κατάγματι, καὶ μᾶλλον μὲν τὰ κάτω πρῶτα· κατὰ βραχὺ δ’ ἐκλύειν τὴν σφίγξιν· οὐ μὴν εἰς τοσοῦτόν γε, ὡς χαλαρὸν γενέσθαι τι μέρος τῆς ἐπιδέσεως. ἀγαθὸν δὲ φάρμακον εἰς ταῦτα καὶ τὸ γλαύκιον αὐτό τε καθ’ ἑαυτὸ δι’ ὀξυκράτου λυθὲν, ἔτι τε μᾶλλον τὸ δι’ 
955
αὐτοῦ συντιθέμενον ἡμέτερον φάρμακον, οὗ τὴν σύνθεσιν ἔχεις ἐν τῇ περὶ τῶν φαρμάκων πραγματείᾳ λεγομένῃ. ἦσαν δέ μοι μέχρι δεῦρο τρεῖς, ἥ τε περὶ τῶν ἁπλῶν, καὶ μετὰ ταύτην ἡ περὶ τῆς συνθέσεως αὐτῶν, εἶθ’ ἡ περὶ τῶν εὐπορίστων. ἔοικα δὲ καὶ τετάρτην ἄλλην ποιήσειν, ἐπειδὴ καὶ πολλοὶ τῶν ἑταίρων οὕτως ἀξιοῦσιν· ἐν ᾗ περὶ τῶν κοινῶν καὶ ἰδίων ἑκάστου μορίου καὶ πάθους φαρμάκων ὁ λόγος ἐστί μοι. ἀλλὰ τοῦτό γε τὸ διὰ τοῦ γλαυκίου φάρμακον οὐκ οἰδήματα μόνον, ἀλλὰ καὶ πολὺ δὴ μᾶλλον αὐτῶν ἐρυσιπέλατά τε τὰς φλεγμονὰς ἀρχομένας ἰᾶται, καὶ μάλιστα τὰς θερμάς. εὔδηλον δὲ ὅτι καὶ τὰς ἐρυσιπελατώδεις φλεγμονὰς ἐρυσιπέλατά τε τὰ φλεγμονώδη θεραπεύσεις ταὐτῷ τούτῳ τῷ φαρμάκῳ. οὐ μὴν τάς τε σκιῤῥουμένας ἤδη τῶν φλεγμονῶν ἢ τὰ ψυχθέντα τῶν ἐρυσιπελάτων, οὔθ’ ὅλως οὐδεμίαν διάθεσιν σκιῤῥώδη· περὶ ὧν εἴρηται μέν τι κᾀν τῷ πέμπτῳ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, εἰρήσεται δὲ καὶ νῦν. ὁ μὲν γὰρ χυμὸς ὁ τὸ τοιοῦτον πάθος ἐργαζόμενος
956
ἤτοι γλίσχρος ἐστὶν ἢ παχὺς, ἢ ἀμφότερα. τῆς θεραπείας δὲ αὐτοῦ κοινὸς ὁ σκοπὸς ἐκκενῶσαι τὸ περιεχόμενον ἐν τῷ μορίῳ παρὰ φύσιν ἅπαν. ἴδιος δ’ ὁ τρόπος τῆς κενώσεως· ἀποῤῥῦψαι γὰρ αὐτὸν χρὴ δυσλύτως ἐμπεπλασμένον. ἐὰν οὖν ἀθρόως ἕλκουσί τε καὶ διαφοροῦσι φαρμάκοις ἐγχειρῇ τις κενοῦν, ἄνευ τοῦ μαλάττειν τε καὶ χεῖν τοῖς ὑγραίνουσι καὶ θερμαίνουσιν, ἐν ὀλίγαις μὲν ἡμέραις ταῖς πρώταις ἀξιόλογον ἐπίδοσιν δόξει λαμβάνειν ἡ θεραπεία, τό γε μὴν ὑπόλοιπον τῆς διαθέσεως ἀνίατον ἔσται· διαφορηθέντος γὰρ ἅπαντος τοῦ λεπτομεροῦς κατ’ αὐτὴν, ὅμοιόν τι πήξει λιθώδει τὸ λοιπὸν λήψεται. καὶ γὰρ οὖν καὶ τῶν ἐν ταῖς ἀρθρίτισι πώρων ἡ γένεσις ἐξ ὑγροῦ παχέος ἐστὶ καὶ γλίσχρου μὴ κατὰ βραχὺ διαφορηθέντος, ἀλλ’ ἀθρόως ξηρανθέντος ὑπὸ βιαίων φαρμάκων. οὕτω δὲ κᾀν τοῖς νεφροῖς οἱ λίθοι γεννῶνται, κατοπτηθέντος ἐν αὐτοῖς χυμοῦ παχέος καὶ γλίσχρου. διὰ τοῦτ’ οὖν ἐπὶ τῶν σκιῤῥωδῶν διαθέσεων οὐδὲν τῶν ἰσχυρῶς θερμαινόντων ἢ ξηραινόντων φαρμάκων ἁρμόττει, μόνα δὲ ὅσα μετὰ τοῦ μαλάττειν ἱκανὰ
957
διαφορεῖν ἐστιν, οἷον ὁ ἐλάφειος μυελὸς καὶ μόσχειος καὶ στέαρ αἴγειόν τε καὶ ταύρειον καὶ λεόντειον, ἔτι τε πρὸς τούτοις ἀμμωνιακὸν θυμίαμα καὶ βδέλλιον ἑκάτερον, καὶ μᾶλλον τὸ Σκυθικὸν ὅσῳ περ ὑγρότερόν ἐστιν. ὡσαύτως δὲ καὶ ὁ στύραξ ὁ ὑγρότερος ἀμείνων τοῦ ξηροῦ. τούτοις οὖν προσέχων τοῖς σκοποῖς καὶ τὰς ἐπιπεπλεγμένας διαθέσεις ἰᾶσθαι δυνήσῃ, κατὰ τὴν εἰρημένην ἤδη πολλάκις ἐπὶ πάντων τῶν συνθέτων παθῶν μέθοδον.

Ἐμοὶ δὲ καιρὸς ἂν εἴη περὶ τῆς τῶν πασχόντων μορίων ἀναμνῆσαι διαφορᾶς, ἧς ἀεὶ μνημονεύειν ἠξίουν ἐπὶ πάντων τῶν νοσημάτων τε καὶ συμπτωμάτων. εἴρηται δ’ οὐκ ὀλίγα καὶ κατὰ τὸ πρὸ τούτου γράμμα περὶ τῆς ἀπ’ αὐτῶν ἐνδείξεως. ὁ μὲν γὰρ πρῶτος σκοπὸς τῆς ἰάσεως ἁπάντων τῶν παρὰ φύσιν ὄγκων ἐν οἷς οὐδέπω γεγόνασι πῶροι κένωσίς ἐστιν. ἡ δὲ τῶν σκιῤῥουμένων μορίων κένωσις ὑπὸ τῶν προειρημένων γίγνεται φαρμάκων, ἃ καλεῖν ἔθος ἐστὶ τοῖς ἰατροῖς μαλακτικά. τῷ δ’ εἶναι τῶν μορίων τὰ μὲν ἀραιότερα φύσει,

958
τὰ δὲ πυκνότερα, καὶ τὴν κένωσιν ἑτέρων δεῖσθαι κατ’ εἶδος βοηθημάτων ἀναγκαῖόν ἐστι. διὰ τοῦτ’ οὖν ἐπὶ τενόντων τε καὶ συνδέσμων ἔδοξέ μοι βέλτιον εἶναι παραμιγνύναι τι τῇ διὰ τῶν μαλαττόντων φαρμάκων ἀγωγῇ τῆς τμητικῆς ὀνομαζομένης, ὧν τοῖς μάλιστα ὄξος ἐστὶ τοιοῦτον. ἐνίοτε μὲν οὖν αὐτῷ χρώμεθα κᾀπὶ τῶν ἄλλων μορίων σκιῤῥωθέντων, ὡς ἐρῶ μικρὸν ὕστερον. ἐπὶ δὲ τενόντων τε καὶ συνδέσμων ὧδέ πως. ὄξει δριμυτάτῳ σβέννυμι λίθον διάπυρον, εἰ μὲν οὖν οἷόν τε, τὸν πυρίτην λίθον καλούμενον, ὃς οὐδ’ αὐτός ἐστι σπάνιος ἐν ταῖς μεγάλαις πόλεσι, μὴ παρόντος δὲ τούτου, τὸν μυλίτην· ὀνομάζουσι δὲ οὕτως ἐξ οὗ τὰς μύλας ἐφ’ ὧν ἀλοῦσι κατασκευάζουσιν. εἶτα ἀναφερομένου τινὸς ἀτμοῦ θερμοῦ μετὰ τὸ καταχυθῆναι τοῦ λίθου τὸ ὄξος, ἐν ἐκείνῳ τὸν ἐσκιῤῥωμένον σύνδεσμον ἢ τένοντα διακινεῖν ἀναγκάζω· καὶ μετὰ τοῦτο πάλιν ἐπιτίθημι τὸ μαλακτικὸν φάρμακον. ἐλαίῳ γε μὴν ἀπ’ ἀρχῆς τῆς θεραπείας οὐχ ὕδατι καταντλῶ τὸ πεπονθὸς μόριον, ἄχρι παντὸς ἑκάστης ἡμέρας. ἐχέτω δὲ τοῦτο μηδεμίαν στύψιν, ἀλλ’ ἀκριβῶς ἔστω λεπτομερὲς, οἷόν
959
πέρ ἐστι τὸ Σαβῖνον. ἐναφεψῶ δ’ ἐνίοτε τῷ ἐλαίῳ καὶ τῆς ἀλθαίας τὴν ῥίζαν, ἀγρίου τε σικύου καὶ εἴ τις ἄλλη τοιαύτη. καὶ τούτῳ χρῶμαι καθ’ ἑκάστην ἡμέραν, ὡς εἶπον. ἡ δὲ δι’ ὄξους θεραπεία χρήσιμός ἐστιν ἐπὶ προσήκοντι τῷ πάθει, προπαρεσκευασμένου τοῦ μέρους ὑπὸ τῶν μαλακτικῶν. ἐπενόησα δέ τινα καὶ σύνθετα φάρμακα δι’ ὄξους, ἃ μεταξὺ τῶν μαλακτικῶν ἐπιτίθημι πρὸς μίαν ἡμέραν. ἡ γάρ τοι τοῦ ὄξους δύναμις, ἐάν τις αὐτῇ μετρίως τε καὶ κατὰ τὸν προσήκοντα καιρὸν χρήσηται, ὠφελεῖ τὰς τοιαύτας διαθέσεις τέμνουσα καὶ διαλύουσα τοὺς παχεῖς χυμούς· εἰ δὲ ἀμετρότερον ἢ οὐκ ἐν καιρῷ τῷ προσήκοντι, τὸ λεπτότερον ἐξαρπάζουσα τὸ καταλεῖπον ἐᾷ λιθοῦσθαι. καὶ μέντοι καὶ μέχρι πλείονος, εἴ τις αὐτῷ χρῷτο, τῆς οὐσίας ἅπτεται τῶν νεύρων. διὰ τοῦτ’ οὖν οὔτε πολλάκις οὔτε κατ’ ἀρχὰς οὔτ’ ἐν χρόνῳ πολλῷ χρηστέον ἐστὶ τοῖς δι’ ὄξους φαρμάκοις ἐπὶ συνδέσμων τε καὶ τενόντων. ἐπὶ μέντοι σπληνὸς ἢ τῶν σαρκωδῶν μερῶν τοῦ μυὸς ἐσκιῤῥωμένων ἀκίνδυνος ἡ χρῆσις· ἀραιά τε γὰρ ταῦτα φύσει καὶ φόβος οὐδείς ἐστι πληγῆναί τι νεῦρον ὑπὸ τῆς 
960
δυνάμεως αὐτοῦ. τῷ μὲν οὖν ἀμμωνιακῷ θυμιάματι μετ’ ὄξους πολλοὶ καὶ ἄλλοι χρῶνται κατὰ τοῦ σπληνὸς ἐπιτιθέντες πηλῶδες τῷ πάχει, τὸ μικτὸν ἐξ ἀμφοῖν ἐργαζόμενοι· καὶ πολλάκις γε τοῦτο μόνον ἤρκεσεν εἰς τὴν θεραπείαν αὐτοῦ. ἐπὶ δὲ τῶν μυῶν ἄλλον μὲν οὐκ εἶδον, ἐγὼ δ’ ἐχρησάμην πολλάκις ἐν τῷ μεταξὺ τῶν μαλακτικῶν. ἐπ’ ἐκείνοις μὲν οὖν οὐδεμία σαφὴς ὠφέλεια γίγνεται· προμαλαχθέντος δ’ ὑπ’ αὐτῶν τοῦ σκιῤῥώδους ὄγκου μεγίστην ὠφέλειαν ἐργάζεται τὸ δι’ ὄξους λυθὲν ἀμμωνιακόν. ἀπόχρη δὲ καὶ τούτῳ κατὰ μίαν ἢ καὶ δευτέραν ἡμέραν χρησαμένους ἐπανελθεῖν αὖθις ἐπὶ τὰ μαλακτικά· πάλιν δ’ ἐκείνοις χρησαμένους ἡμέραις πλείοσιν ἀφικνεῖσθαι πάλιν ἐπὶ τὸ δι’ ὄξους φάρμακον, εἴτ’ οὖν ἀμμωνιακὸν εἴτε καὶ τῶν ἄλλων τι τῶν μαλακτικῶν ὅσα μικρὸν ἔμπροσθεν εἶπον. οὐ γὰρ δὴ ἄλλο γέ τι δεῖ προσφέρειν, οἷα τὰ πολλὰ τῶν ξηρῶν ὀνομαζομένων ἐστὶ φαρμάκων· εὐδοκιμήσει μὲν γὰρ ἐν ἀρχῇ τὸ φάρμακον, ἀνίατον δ’ ἐργάζεται τὸ λείψανον τῆς διαθέσεως. διὰ τοῦτο γοῦν ἐγὼ πολλάκις ἐν τῷ μεταξὺ καὶ καταπλάσματι τῷ δι’ ἀλθαίας
961
ἐχρησάμην· ὀνομάζουσι δὲ αὐτὴν ἀναδενδρομαλάχην οἱ πολλοί· ταύτης οὖν ἡ ῥίζα λυομένη μετὰ στέατος ἀγαθὸν εἰς τὰ τοιαῦτα φάρμακα. ἔστω δὲ τὸ στέαρ, εἰ μὲν οἷόν τ’ εἴη, χήνειον· εἰ δὲ μὴ παρείη τοῦτο, ὀρνίθειον· εἰ δὲ μηδὲ τοῦτο, τῷ τῶν ὑῶν χρηστέον. ἀλλὰ καὶ τῆς ἀγρίας μαλάχης, ἥτις πανταχόθι φύεται, τὰ φύλλα λειωθέντα μετά τινος τῶν εἰρημένων ὀνήσει. ἀμείνω δὲ τῶν ὠμῶν ἐστι τὰ προαφηψημένα μετρίως. τὰ μὲν δὴ τοιαῦτα βοηθήματα καὶ τὸ ποικίλλειν, ὡς εἴρηται, τὴν θεραπείαν ἁπάντων μορίων ἐστὶ κοινὰ, ὅσα περ ἂν ἁλῷ πάθει σκιῤῥώδει, καθάπερ γε καὶ ἡ τῶν οἰδημάτων ἴασις, ἣν ὀλίγον ἔμπροσθεν εἶπον, ἐξαλλάττεται κατὰ τὰ μόρια ταῖς εἰρημέναις διαφοραῖς. αὐτίκα γέ τοι τοῖς καθ’ ὑποχόνδριον οἰδήμασιν οὐκ ἄν τις ψυχρὸν ἐπιθείη σπόγγον ἐξ ὀξυκράτου· καθάπερ οὐδὲ τοῖς ἄλλοις ὄγκοις τοῖς κατ’ αὐτό. τίς δ’ ἀψίνθιον ἐναποζέσας ἐλαίῳ κατήντλησέ ποτε τὸ γόνυ; τίς δὲ ὀφθαλμὸν ἤ τι τῶν ἔνδον τοῦ στόματος ὁπωσοῦν πάσχον; ἀλλ’ ἥπατί τε κακοπραγοῦντι καὶ σπληνὶ προσφέρεται πολλάκις ὠφελιμώτατα. μαρτυρεῖ δ’ αὐτοῖς καὶ
962
ἡ πεῖρα δεικνῦσα τὴν δύναμιν ἐναργῶς οὐδὲν ἧττον τοῦ λόγου. νυνὶ δ’ ἡμεῖς μόνην ἐν τῇδε τῇ πραγματείᾳ τὴν κατὰ μέθοδον εὕρεσιν τῶν ἰαμάτων ὁποία τίς ἐστι διερχόμεθα. κατὰ μέντοι τὰς περὶ φαρμάκων ἀμφοτέρας ἐμίξαμεν, ἅπαντα γινώσκειν ἀξιοῦντες τὸν ἰατρὸν, ὅσα τ’ ἐκ πείρας εὕρηται μόνης, ὅσα τ’ ἐκ λόγου μόνου· καὶ τρίτα γε πρὸς αὐτοῖς ὅσα συντελούντων ἀμφοτέρων εἰς τὴν εὕρεσιν. ἅπασι δ’ οὖν αὐτοῖς ὀρθῶς χρήσεται μόνος ὁ γεγυμνασμένος ἐν τῇδε τῇ μεθόδῳ.

Περὶ μὲν οὖν φλεγμονῆς καὶ σκίῤῥου καὶ οἰδήματος ἀρκείτω τὰ εἰρημένα μεμνημένων ἡμῶν ὡς σκίῤῥον ὀνομάζομεν ὄγκον σκληρὸν ἀνώδυνον, οὐ μὴν ἀναίσθητόν γε πάντως· ὁ γὰρ τοιοῦτος ἀνίατος· οἱ δ’ ἄλλοι πάντες ὥσπερ ἀναισθητότερόν τε καὶ δυσαισθητότερον ἀποφαίνουσι τὸ πάσχον μόριον, οὕτως οὐ παντελῶς ἀναίσθητον, ὅταν γ’ αἰσθητικὸν ᾖ φύσει· τοὺς γὰρ συνδέσμους ἴσμεν ἀναισθήτους ὄντας. εἰ δέ τις ἐκείνους μόνους τῶν παρὰ φύσιν ὄγκων ὀνομάζειν ἀξιοῖ σκίῤῥους, ὅσοι παντάπασίν εἰσιν

963
ἀναίσθητοι, τοὺς δὲ ἄλλους οὐ σκίῤῥους, ἀλλ’ ὄγκους σκιῤῥώδεις, ὑπὲρ ὀνόματος ἴστω ζυγομαχῶν καὶ καλέσομεν οὕτω καὶ ἡμεῖς τὸ πάθος, ὅταν ἐκείνῳ διαλεγώμεθα· καὶ γὰρ καὶ ἔθος ἡμῖν ἐστιν οἷς ἄν τις ὀνόμασι χαίρῃ, τούτοις αὐτῷ διαλέγεσθαι.

Καιρὸς οὖν ἤδη περὶ τῶν ἐμφυσημάτων διελθεῖν, οὐ τὴν αὐτὴν ἐχόντων θεραπείαν τοῖς οἰδήμασιν. ἐκεῖνα μὲν γὰρ, ὡς ἔφην, ὑπὸ φλεγματώδους γίνεται χυμοῦ· καὶ διὰ τοῦτο θλιβόντων εἴκει μέχρι βάθους ἱκανοῦ τῶν δακτύλων ἐγκαταβαινόντων εἰς αὐτά. τὰ δ’ ἐμφυσήματα φυσώδους πνεύματος ἀθροιζομένου γίγνεται ποτὲ μὲν ὑπὸ τῷ δέρματι, ποτὲ δὲ ὑπὸ τοῖς περιοστέοις ὑμέσιν, ἢ τοῖς τοὺς μῦς περιέχουσιν ἤ τι τῶν σπλάγχνων. ἀθροίζεται δ’ οὐκ ὀλίγον ἐνίοτε καὶ κατὰ τὴν γαστέρα καὶ τὰ ἔντερα κᾀν τῷ μεταξὺ τούτων τε καὶ τοῦ περιτοναίου. καὶ διαφέρει γε τῶν οἰδημάτων τῷ μὴ βοθροῦσθαι πιεζόμενα καὶ ψοφεῖν ὥσπερ τύμπανον· ἔτι τε καὶ τῷ περιέχεσθαι πολλάκις ἐν αἰσθητῇ κοιλότητι καὶ ταύτῃ γ’ ἔστιν ὅτε μεγίστῃ. σκοπὸς

964
δ’ ἔστω σοὶ κᾀπὶ τούτων ὁ μὲν ἁπάντων αὐτῶν κοινὸς, ἐκκενῶσαι τὸ παρὰ φύσιν, ἐν ὅτῳ περ ἂν εἴη περιεχόμενον· ὁ δ’ ἴδιος ἐπὶ τῷ κοινῷ, τὸ διὰ τῶν λεπτομερεστάτων τε καὶ θερμοτέρων ταῖς δυνάμεσι φαρμάκων διαφορῆσαι. ἐπὶ μὲν οὖν τῶν κατὰ τὴν γαστέρα τε καὶ σπλάγχνα λεπτομερὲς ἔλαιον ἐργάσεται τοῦτο, πήγανον ἐναπεζεσμένον ἔχον ἤ τι τῶν θερμαινόντων σπερμάτων, οἷόν πέρ ἐστι τό τε τοῦ κυμίνου καὶ τὸ τοῦ σελίνου τε καὶ πετροσελίνου. καί ποτε καὶ σικύα μεγάλη χωρὶς ἀμυχῶν δὶς ἢ τρὶς ἐπιβαλλομένη κατὰ μέσην τὴν γαστέρα. περιλήψεται δὲ δηλονότι τὸν ὀμφαλὸν ἡ τηλικαύτη τε καὶ οὕτω τιθεμένη. κατὰ δὲ τὰ κῶλα καὶ τοὺς ὑπὸ τῷ δέρματι μῦς ἤ τινας τῶν περιοστέων ὑμένων ἐμφυσήματος γενομένου, χωρὶς μὲν ὀδυνῶν ὑγρόν τι τῶν λεπτομερεστάτων ἱκανὸν, οἷόν πέρ ἐστι τὸ τῆς στακτῆς ὀνομαζομένης κονίας, ἀναλαμβανομένης σπόγγῳ καινῷ· συνούσης δὲ ὀδύνης ὑπαλείφειν τὸ μόριον ἐλαίῳ χαλαστικῷ. γίνονται δὲ ἐκ πληγῶν αἱ τοιαῦται διαθέσεις· ἐν αἷς ἤτοι μῦς τις ἢ περιόστεος ὑμὴν θλᾶται. κατὰ μὲν οὖν τοῦ περιοστέου τὸν εἰρημένον ἐπιτιθέναι 
965
σπόγγον· ἐπὶ δὲ τῶν μυῶν, ὀδυνῶνται γὰρ ἐνίοτε, παρηγορικωτέρου χρεία φαρμάκου. διόπερ οὐ μόνῃ τῇ κονίᾳ χρώμεθα κατὰ τούτους, ἀλλὰ μιγνύντες αὐτῇ τὸ καλούμενον ἕψημα μετ’ ἐλαίου βραχέος. ἄμεινον δὲ μηδ’ ὅλως κατ’ ἀρχὰς τότε μιγνύναι τὴν κονίαν, ἀλλὰ τῷ ἑψήματι χρῆσθαι μετὰ οἴνου καὶ ὄξους βραχέος, ἔλαιον ἐπιχέοντα συμμέτρως· ἐπειδὰν δὲ μίξῃς αὐτὰ θερμήνας συμμέτρως, ἐπιτίθει βρέχων ἔριον ἄπλυτον, ὃ καλοῦσιν οἰσυπηρόν. εἰ δὲ μὴ τοῦτο ἔχεις, ἀλλὰ τὴν οἴσυπον ἐκείνου ἐπεμβάλλειν τῷ μιχθέντι, διὰ τῶν εἰρημένων· ὅτι δ’ ἀμείνων ὁ Ἀττικὸς οἴσυπος ἅπαντος ἄλλου, κᾂν ἐγὼ μὴ λέγω, γινώσκεις. καὶ τοίνυν καὶ ἡ δι’ αὐτοῦ κηρωτὴ τῶν ἅπασι γινωσκομένων ἐστὶ φαρμάκων· καὶ χρῶνταί γε πάμπολλοι κατὰ τῶν ἐν ὑποχονδρίῳ φλεγμονῶν ταύτῃ. καὶ ταύτης οὖν ἐμβάλλων, ὅταν οἴσυπος μὴ παρῇ, τὸ δέον ἐργάσῃ. χρὴ γὰρ τοὺς τεθλασμένους μῦς παρηγορῆσαι, διὰ φαρμάκου μικτὴν ἔχοντος δύναμιν, ὡς καὶ πέττειν ἅμα καὶ διαφορεῖν καὶ στύφειν μετρίως· ὡς ὅταν γε μηδὲν ἔχῃ στύψεως, αὐξάνει
966
τὰς φλεγμονὰς ἐνίοτε καὶ μάλιστα ἐπὶ τῶν πληθωρικῶν σωμάτων. μεμνημένος οὖν τῶν εἰρημένων τριῶν σκοπῶν ἐπὶ τῶν ἐμπεφυσημένων διὰ πληγήν τινα μυῶν, εἰ μὲν ὀδύνη μείζων εἴη, τῷ παρηγορικωτέρῳ χρῶ τρόπῳ· μὴ παρούσης δὲ ταύτης, ἀγωνιστικωτέρῳ. καλεῖν δὲ οὕτως εἴωθα τοὺς διὰ συντόμων ὁδῶν ἐπὶ τὸ τέλος ἰόντας. αἱ σύντομοι δ’ ὁδοὶ διὰ τῶν ἰσχυρὰν δύναμιν ἐχόντων γίνονται φαρμάκων· ἰσχυρὰ δὲ δύναμίς ἐστι μάλιστα μὲν ἐν τῇ κονίᾳ τε καὶ τῷ ὄξει, δεύτερον δ’ ἐν οἴνῳ. τούτων οὖν πλέον μίξεις, ὅταν τοῦ παρηγορεῖσθαι καταφρονήσῃς. αὐτῶν δὲ τούτων πάλιν ἀποκρούσασθαι μὲν βουλόμενος οἶνον ἐμβαλεῖς πλείονα. κάλλιστος δ’ εἰς ταῦτα μέλας αὐστηρός. διαφορῆσαι δὲ προαιρούμενος, τὴν κονίαν. ὄξος δ’ αὐτῇ μιγνύμενον εἰς ἄμφω συνεργεῖ· διότι καὶ μικτὴν δύναμιν ἔχειν ἐδείχθη. ἀνωδύνου δὲ γινομένου τοῦ μυὸς ἔξεστί σοι μὴ παρούσης τῆς κονίας ἀντ’ αὐτῆς ἐμβάλλειν ἀφρόνιτρον· ἔστω δὲ τοῦτο μὴ λιθῶδες, ἀλλ’ ἀφρῶδες μᾶλλον. ἔστι δὲ τὸ μὲν λιθῶδες σκληρὸν καὶ πυκνὸν καὶ δυσκόλως διαχεόμενον ἐν τῷ μίγνυσθαι
967
τοῖς εἰρημένοις ὑγροῖς· τὸ δὲ ἀφρῶδες μαλακὸν καὶ χαῦνον, ἔτι τε λευκότερον τοῦ λιθώδους. τοῦτ’ οὖν καὶ λύεται τάχιστα πρὸς τῆς ὑγρότητος, ὀνίνησί τε μάλιστα λεπτομερὲς ὑπάρχον. ὅσα δὲ τῶν τοιούτων ἐμφυσημάτων ἀμεληθέντα χρονίζει, πρῶτον μὲν ἐπ’ αὐτῶν τῷ διὰ τῆς κονίας, ὡς εἴρηται, χρήσαιο· δεύτερον δὲ τῶν ἐμπλαστωδῶν τινι. παράδειγμα δ’ ἐρῶ καὶ τῶνδε. γλοιὸν ἀναζέσας διήθησον πρῶτον, ὡς γενέσθαι καθαρόν· εἶτ’ αὖθις ἐμβαλὼν τῇ κακκάβῃ τίτανον ἄσβεστον λείαν ὡς ἄλευρον ἔμπλαττε μέχρι πηλώδους συστάσεως. ἀγαθὸν δ’ ἐπὶ τούτοις ἐστὶ καὶ τὸ διὰ τοῦ συκομόρου φάρμακον, ὅσα τ’ ἄλλα τοιαῦτα. νυνὶ γὰρ, ὡς εἴρηται, πολλάκις ἤδη παραδείγματα μόνα γράφω τῶν φαρμάκων, ὧν ἡ καθόλου δύναμις ὑπὸ τῆς θεραπευτικῆς εὑρίσκεται μεθόδου. ὥσπερ δὲ τῶν φαρμάκων τῆς χρήσεως ἐνταυθοῖ παραδείγματα γράφεται χάριν τοῦ νοῆσαί τε σαφέστερον ὅλην τὴν μέθοδον, εὐπορώτερόν τε γίνεσθαι περὶ τὴν εὕρεσιν τῆς ὕλης, οὕτω καὶ τῶν πεπονθότων μορίων τοῦ σώματος. αὐτίκα γέ τοι πάθος ἐστὶ τὸ καλούμενον ὑπὸ τῶν
968
νεωτέρων πριαπισμὸς, ἐπειδὴ τὸ αἰδοῖον ἀκουσίως ἐξαίρεται τῶν οὕτω διακειμένων· ὃ θεασάμενός τις τῶν ἐν τοῖσδε τοῖς ὑπομνήμασι προγεγυμνασμένων ἑτοίμως γνωριεῖ τοῦ τῶν ἐμφυσημάτων ὑπάρχον γένους. ἀναμνησθεὶς τά τε κατὰ τὴν ἀνατομὴν φαινόμενα τοῦ μορίου καὶ τὰ κατὰ τοὺς φυσικοὺς ὑπὲρ τῆς ἐνεργείας αὐτοῦ καὶ τῆς χρείας λόγους, οὐ χαλεπῶς ἐννοήσει ὅτι τὸ πληρούμενον ἀτμώδους πνεύματος, τὸ σηραγγῶδες νεῦρον, ὃ τὴν ἰδίαν οὐσίαν συνίστησι τοῦ αἰδοίου, τὸ πάθος ἐργάζεται τοῦτο. πνεῦμα δ’ ἀτμῶδες ἐν τοῖς τῶν ζώων σώμασιν ἐμάθομεν ἐκ χυμῶν θερμαινομένων ἠρέμα γίγνεσθαι. ἔνθα μὲν γὰρ ἰσχυρόν τ’ ἐστὶ τὸ ἔμφυτον θερμὸν, ἥ θ’ ὑγρότης τοῦ μορίου κατειργασμένη τελέως, εἰς ἀτμοὺς λεπτομερεῖς λυομένη, κατὰ τὴν ἄδηλον αἰσθήσει διαπνοὴν εἰς τὸ περιέχον ἀποῤῥεῖ. ἔνθα δ’ ἤτοι τὸ σύμφυτον θερμὸν ἀσθενέστερόν ἐστιν ἢ τὸ κατὰ φύσιν ὑγρὸν ἡμίπεπτόν τε καὶ παχὺ καὶ γλίσχρον, ἐνταῦθα παχύτερος ὁ ἀτμὸς ἢ ὡς διαπνεῖσθαι γεννᾶται, καὶ μάλισθ’ ὅταν καὶ τὸ μόριον αὐτὸ πυκνωθῇ ποτε. πολλάκις δὲ τὸ μὲν ἐν τῷ μορίῳ περιεχόμενον
969
ὑγρὸν ὑπόψυχρόν τ’ ἐστὶ καὶ παχὺ καὶ γλίσχρον· αὐξηθεῖσα δὲ ἡ θερμότης εἰς ἀτμοὺς αὐτὸ διαλύει παχεῖς. ὅπερ καὶ μάλιστά σοι σκεπτέον ἐστι καὶ διοριστέον, ὡς πρὸς τὴν θεραπείαν. ἡ μὲν γὰρ ἀρχὴ κοινὴ τῶν διαθέσεων ἀμφοτέρων προκενῶσαι τὸν ὅλον ὄγκον, ἣν ἂν οἷόν τ’ εἴη δέξασθαι κένωσιν. εἴρηται δὲ πολλάκις ὑπὲρ τῆς ἐν τοῖς κενωτικοῖς βοηθήμασι δυνάμεως, ἅπερ ἐστὶ φλεβοτομία καὶ κάθαρσις, ἥ τε διὰ τῶν ὑπηλάτων φαρμάκων καὶ ἡ διὰ τῶν ἀνωτερικῶν ἢ ἐμετικῶν ὀνομαζομένων· ἔτι τε τρίψις πολλὴ καὶ κίνησις πᾶσα καὶ λουτρὰ καὶ μάλισθ’ ὅσα διαφορητικῶν ὑδάτων ἐστί. οὕτω δὲ καὶ τὰ δριμέα φάρμακα χριόμενα διαφορεῖ καὶ πάνθ’ ἁπλῶς ὅσα θερμαίνουσί τε καὶ ξηραίνουσι. κατὰ συμβεβηκὸς δέ τι καὶ ἡ ἀσιτία δέδεικται κενοῦν καὶ μάλισθ’ ὅταν ᾖ τὸ περιέχον θερμόν. ὅπερ ἂν οὖν ἐκ τούτων τῶν βοηθημάτων ὁ κάμνων ἐπιτηδειότατος ᾖ προσίεσθαι, τούτῳ κενωτέον αὐτὸν ἐπιτιθέντα τῷ μορίῳ φάρμακον, εἰ μὲν θερμότερον εἴη γεγονὸς, τῶν ψυχόντων, ἀνάλογον τῇ πλεονεξίᾳ τῆς θερμασίας· εἰ δὲ μὴ, 
970
κατ’ ἀρχὰς μὲν πάντως μετρίως ψῦχον, ὕστερον δ’ οὐκ ἀναγκαῖον. οὕτω δὲ καὶ τὰ κατὰ τὴν ὀσφῦν ἅπαντα μόρια παραληπτέον ἐστὶ φαρμάκῳ τὴν αὐτὴν δύναμιν ἔχοντι. καὶ τὴν ἄλλην δίαιταν ἄφυσόν τε καὶ ξηραντικὴν παραληπτέον. γίνεται δὲ οὐ πολλοῖς μὲν τὸ πάθος τοῦτο, νεανίαις γε μὴν μᾶλλον ἢ κατ’ ἄλλην ἡλικίαν· ὥστε καὶ ἡ φλεβοτομία μάλιστα αὐτοὺς ὀνίνησιν, ὡς ἂν καὶ τῆς ἡλικίας οὐκ ἀρνουμένης αὐτῶν. οἶδα γοῦν ἐγώ τινα τῶν ὑπ’ ἐμοῦ θεραπευθέντων ἐν τρισὶν ἡμέραις εἰς τὸ κατὰ φύσιν ἐπανελθόντα διά τε φλεβοτομίας καὶ φαρμάκου τοιοῦδε· κηρωτὴν διὰ ῥοδίνου τοῦ ἁπλοῦ ποιήσας ὑγρὰν οὕτως, ὡς ἐπὶ τῶν καταγμάτων χρώμεθα μεθ’ ὕδατος ψυχροῦ, καὶ γὰρ θέρους ἦν ἀρχὴ, δεύσας τε καὶ ἀναφυράσας ἐπέθηκα τῷ αἰδοίῳ καὶ ταῖς ψόαις ὀνομαζομέναις. οὗτος μὲν οὕτως ἐθεραπεύθη. τούτου δ’ οὐχ ἧττον ἄλλος ἐπὶ τῇ φλεβοτομίᾳ τῷ διὰ τοῦ χαμαιμήλου χρησάμενος ὑγρῷ φαρμάκῳ. δίδωμι δ’ αὐτοῖς καὶ τῆς νυμφαίας πίνειν τό γε κατ’ ἀρχὰς, ἐφεξῆς δὲ τῆς ἄγνου τὸ σπέρμα· καὶ εἰ ἐπιχρονίζοι, πηγάνου δαψιλὲς ἐσθίειν. ἔστι γὰρ καὶ τοῦτο
971
τὸ παράγγελμα κοινὸν ἐπὶ πάντων σχεδὸν τῶν διὰ μοχθηροὺς χυμοὺς συστάντων νοσημάτων, ὡς ἐπὶ τῇ τελευτῇ τοῖς θερμαίνουσι καὶ ξηραίνουσι χρῆσθαι· τελέως γὰρ ἐκκόπτει ταῦτα τὸ καταλειπόμενον τοῦ χυμοῦ.

Γλῶττάν γε μὴν οὕτως ἐξαρθεῖσαν εἴδομεν, ὡς μὴ χωρεῖσθαι πρὸς τοῦ στόματος τοῦ ἀνθρώπου, μήτε πεφλεβοτομημένου ποτὲ καὶ τὴν ἡλικίαν ἑξηκοντούτου· δεκάτη δέ που σχεδὸν ὥρα τῆς ἡμέρας ἦν, ἡνίκα τὸ πρῶτον εἶδον αὐτόν. καί μοι καθαρτέος ἔδοξεν εἶναι τοῖς συνήθεσι καταποτίοις, ἃ διὰ τῆς ἀλόης καὶ σκαμμωνίας καὶ κολοκυνθίδος συντίθεμεν, εἰς ἑσπέραν δοθέντος τοῦ φαρμάκου· ἐπ’ αὐτὸ μέντοι τὸ πεπονθὸς μέρος ἐπιθεῖναί τι συνεβούλευσα τῶν ψυχόντων τήν γε πρώτην· ὕστερον γὰρ, ἔφην, ἁρμοσόμεθα πρὸς τὸ ἀποβαῖνον. ἀλλ’ ἑνί γέ τινι τῶν ἰατρῶν οὐκ ἐδόκει· καὶ διὰ τοῦτο τῶν μὲν καταποτίων ἔλαβεν· ἀνεβλήθη δ’ ἡ περὶ τοῦ τοπικοῦ φαρμάκου σκέψις εἰς τὴν ὑστεραίαν, ἡνίκα καὶ μᾶλλον ἀνύσειν τι τὸ δοκιμασθὲν ἠλπίζετο, προκεκενωμένου δὲ τοῦ παντὸς σώματος, ἀντισπάσεώς τε πρὸς τὰ κάτω γεγενημένης.

972
ἀλλὰ διά γε τῆς νυκτὸς ἐναργέστατον ὄναρ αὐτῷ γενόμενον ἐπῄνεσέ τε τὴν ἐμὴν συμβουλὴν, ὥρισέ τε τοῦ φαρμάκου τὴν ὕλην, θριδακίνης χυλῷ διακλύζεσθαι κελεῦσαν· ᾧ δὴ καὶ μόνῳ χρησάμενος ὁ ἄνθρωπος ὤνητο τελέως, ὡς μηκέτ’ ἄλλου δεηθῆναι. τό γε μὴν ἐπὶ τοῦ πριαπισμοῦ μᾶλλον ἐμετικοῖς φαρμάκοις χρῆσθαι τῶν ὑπηλάτων, ἐπὶ δὲ τῆς γλώττης ἔμπαλιν, εὔδηλον ὡς ἐκ τῆς τοῦ μορίου θέσεως ἔχει τὴν ἔνδειξιν. ἡ γὰρ ὑφ’ Ἱπποκράτους ἀντίσπασις ὀνομαζομένη τὴν εὕρεσιν οὐκ ἀπὸ τῆς οὐσίας, ἀλλ’ ἀπὸ τῆς θέσεως τοῦ θεραπευομένου λαμβάνει μορίου.

Καιρὸς οὖν ἤδη μεταβαίνειν ἐφ’ ἕτερον ὄγκου γένος, ἀπὸ τοῦ πράγματος ἀρξαμένους μᾶλλον ἢ τῆς προσηγορίας· αὕτη γὰρ ἀναμφισβήτητός τ’ ἐστὶ καὶ ὄντως ἐπιστημονικὴ διδασκαλία. τὸ μὲν οὖν ἐπιῤῥεῖν τινα χυμὸν ἅπασι τοῖς τοιούτοις ὄγκοις ἐν τῷ περὶ τῶν παρὰ φύσιν ὄγκων ἐπιδέδεικται γράμματι. τὸ δὲ μὴ τὸν αὐτὸν ἐν ἅπασιν εἶναι διὰ τῆς αἰσθήσεως ἐναργῶς φαίνεται, διαφερόντων γε τῶν ὄγκων οὐ τῇ χρόᾳ μόνον, ἀλλὰ καὶ ταῖς κατὰ θερμότητα

973
καὶ ψυχρότητα καὶ σκληρότητα καὶ μαλακότητα διαφοραῖς. ὁ μὲν οὖν ἐρυθρὸς ὄγκος ἐναργῶς ἐνδείκνυται τὸν χυμὸν ὑπάρχειν αἷμα, καθάπερ γε καὶ ὁ ξανθὸς καὶ ὠχρὸς τὴν τοιαύτην χολήν· ὁ δ’ ὑπόλευκός τε καὶ χαῦνος τὸ φλέγμα. γίνονται δέ τινες ὄγκοι παρὰ τούσδε, τῇ μὲν χρόᾳ μεταξὺ τῶν ἐρυθρῶν τε καὶ μελάνων, οἷόν περ τὸ φαιόν ἐστι χρῶμα. καλοῦσι δ’ αὐτὸ πολλάκις ἐν τοῖς τοῦ σώματος μέρεσι γενόμενον οἱ πλεῖστοι τῶν ἰατρῶν πελιδνόν. ἡ δ’ ἀντιτυπία καὶ τούτοις τοῖς ὄγκοις ἱκανή· καὶ εἰ φλέβας ἀξιολόγους ἔχοι τὸ μόριον, ἐξαιρουμένας ἰδεῖν ἔστιν αὐτὰς ὑπὸ παχέος τε καὶ μελαντέρου πως αἵματος, οἷόν περ ἐνίοτε καὶ κατὰ γαστέρα πολλοῖς τῶν ἡπατικῶν ἐκκρίνεται. καί τινες τῶν ἰατρῶν οὐ κακῶς μοι δοκοῦσιν εἰκάζειν αὐτὸ τῇ τοῖς οἴνοις ὑφιζανούσῃ τρυγί. ἐπὶ πλέον δ’ οὖν ὁ χυμὸς οὗτος ἐκθερμανθεὶς ἤτοι διὰ σῆψιν ἢ πυρετὸν φλεγμονώδη τὴν μέλαιναν ἐργάζεται χολὴν, ἧς οὔτε ζῶόν τι γεύεται μέχρι καὶ τῶν μυῶν ἥ τε γῆ ξύεται πρὸς αὐτῆς, ἕκαστόν τε τῶν ἀποξυθέντων μερῶν εἰς ὕψος αἴρεται· καὶ καλεῖται τὸ γιγνόμενον,
974
ὥς που καὶ Πλάτων ἔφη, ζέσις τε καὶ ζύμωσις. ἔστι γὰρ ὁ τοιοῦτος χυμὸς, οἷόν περ τὸ ὄξος ἐδείξαμεν ὑπάρχειν, ὑφ’ οὗ καὶ αὐτοῦ κατὰ γῆς ἐκχυθέντος ταὐτὸ γίνεται σύμπτωμα. διὸ καὶ καλοῦσιν οἱ παλαιοὶ τὸν χυμὸν τὸν τοιοῦτον ὀξὺν, καθάπερ τὸν τῆς ὠχρᾶς χολῆς πικρόν. οὐχ ἥκιστα δὲ καὶ κατὰ τοὺς ἐμέτους φαίνεται τοιοῦτος. ὥσπερ δ’ ὀλίγον ἔμπροσθεν ἔλεγον, ἓν μέν τι πάθος ἀκριβῆ σκίῤῥον ὑπάρχειν; ᾧ πρὸς τοῖς ἄλλοις ἀναισθησία σύνεστι, τοὺς δ’ ἄλλους ὄγκους, ὅσοι μηδέπω παντάπασίν εἰσιν ἀναίσθητοι, διχῶς ὀνομάζεσθαι πρὸς τῶν ἰατρῶν, ἤτοι σκίῤῥους, ἐπειδὴ τοῦ γένους εἰσὶ τῶν σκίῤῥων, ἢ σκιῤῥώδεις ὄγκους· οὕτω κᾀπὶ τῶν χυμῶν ἡ μὲν ἀναμφισβητήτως μέλαινα χολὴ τοιαύτη τίς ἐστιν οἵαν ἄρτι διῆλθον, ὀξεῖα καὶ ζυμοῦσα τὴν γῆν, ἀηδής τε πᾶσι τοῖς ζώοις. ἡ δ’ ἐπιτηδεία γενέσθαι τοιαύτη καλεῖται διχῶς, ἤτοι μελαγχολικὸς χυμὸς ἢ μέλαινα χολὴ, τῶν οὕτως ὀνομαζόντων αὐτὴν ἐρούντων ἂν ἑτέραν μὲν εἶναι μέλαιναν ἐν τῷ κατὰ φύσιν ἔχειν τῷ ζώῳ ἑκάστης ἡμέρας γινομένην, ἑτέραν δὲ τὴν ἐκ συγκαύσεως καὶ οἷον κατοπτήσεως ἀποτελουμένην. 
975
ὅπερ δ’ ἀεὶ παρακελεύομαι, καταφρονεῖν μὲν ὀνομάτων, ἐπιστήμην δ’ ἀσκεῖν ἀκριβῆ τῆς τῶν πραγμάτων φύσεως, οὕτω καὶ νῦν ποιητέον, ὀνομάζοντας μὲν ὡς ἂν ἐπέλθῃ, λόγῳ δ’ ἑρμηνεύοντας ὡς γίνονταί τινες ὄγκοι παρὰ φύσιν ὑπὸ τοῦ τοιούτου χυμοῦ τὴν φύσιν οἵα πέρ ἐστιν ἐν οἴνῳ μὲν ἡ τρὺξ, ἐν ἐλαίῳ δ’ ἀμόργη· καὶ ὡς οὗτοι τῷ χρόνῳ προϊόντι σηπομένου τοῦ χυμοῦ διὰ τὴν ἐν τοῖς ἀγγείοις σφήνωσιν ἕλκονται. ὥσπερ οὖν τἄλλα πάθη πάντα παμπόλλην ἔχει διαφορὰν κατὰ τὸ μέρος ἐν τῷ μᾶλλόν τε καὶ ἧττον, οὕτω καὶ τοῦτο. τῆς γάρ τοι φλεγμονῆς ἡ μὲν ἐξέρυθρός ἐστιν, ἡ δ’ ὀλίγῳ τινὶ τοῦ κατὰ φύσιν ἐρυθροτέρα. τὸ δ’ οὖν εἶδος ἢ γένος ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν, ἀμφοτέραις ταὐτόν· ἐρυθρότεραί τε γάρ εἰσι τοῦ κατὰ φύσιν, ὀδύνη τε πάντως αὐταῖς σύνεστι, παμπόλλην ἔχουσα καὶ ἥδε διαφορὰν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον· οὕτω δὲ καὶ ἡ ἀντιτυπία καὶ ἡ τάσις τοῦ δέρματος οὐκ ἴση πάσαις· ἀλλὰ κοινόν γε ἐπ’ αὐτῶν ἀντιτυπώτερον εἶναι τὸ μέρος ἢ πρόσθεν ἦν ὅτ’ εἶχε κατὰ φύσιν, ἐξῇρθαί τε εἰς ὄγκον
976
τινὰ συνεκτεινομένου τε καὶ παρατεινομένου τοῦ δέρματος, εἰς ὅσον ἂν ὁ ὄγκος αἴρηται. οὕτως οὖν καὶ τὸ νῦν ἡμῖν ἑρμηνευόμενον πάθος ἐνίοτε μὲν ἀμυδρὰ καὶ σμικρὰ τὰ συμπτώματα καὶ λαθεῖν πως δυνάμενα τοὺς πολλοὺς ἐπιφέρει, πολλάκις δ’ οὕτως ἰσχυρὰ καὶ μεγάλα καὶ σαφῆ πᾶσιν, ὡς μηδὲ παῖδα λαθεῖν. ἀλλὰ τό γε κοινὸν ἐν ἅπασι τοῖς κατὰ μέρος ἐφ’ ἑαυτὸ καλοῦν τὴν νόησιν ἕν γε νόσημα τὸ τοιοῦτον ἐνδείκνυται καὶ προσηγορίαν μίαν ἐπ’ αὐτῷ ἀναγκάζει τίθεσθαι. μεγάλων μὲν οὖν ἁπάντων ὄντων οὐδεὶς ἀμφισβητεῖ τῆς προσηγορίας, ἀλλ’ ὀνομάζουσι συμφώνως τὸ τοιοῦτον πάθημα καρκῖνον. ἀρχόμενον δ’ ἔτι λανθάνειν εἰκός ἐστι τοὺς πολλοὺς, ὥσπερ ἀμέλει καὶ τὰ τῆς γῆς ἀνίσχοντα φυτά· καὶ γὰρ καὶ ταῦτα μόνοις τοῖς ἀγαθοῖς γεωργοῖς διαγινώσκεται. τίς οὖν ἥ τε κοινὴ καὶ ἰδία τῆς θεραπείας ἔνδειξις ἐπὶ καρκίνου, καιρὸς ἤδη λέγειν. ἡ μὲν κοινὴ κενῶσαι μὲν ἐν τῷ παραχρῆμα τὸν γεννῶντα τὸ πάθος χυμὸν, ὁμοίῳ γένει κενώσεως τῇ τῶν ἄλλων ὄγκων ἔμπροσθεν εἰρημένῃ·
977
κωλῦσαι δὲ τοῦ λοιποῦ μάλιστα μὲν, εἰ οἷόν τε, μηδ’ ἀθροίζεσθαι κατὰ τὰς φλέβας τοιοῦτον χυμόν· εἰ δὲ μὴ, ἀλλὰ κενοῦν τε πάντως αὐτὸν ἐκ διαλειμμάτων ἅμα καὶ τῷ ῥωννύειν τὸ μόριον, ἵνα μηδὲν φέρηται πρὸς αὐτὸ τῆς τῶν χυμῶν περιουσίας. ὥσπερ οὖν τὸν πικρόχολον χυμὸν ἐκκενοῦμεν, καθαίροντες φαρμάκῳ τοιοῦτον ἕλκειν ἐπιτηδείῳ χυμὸν, οὕτω καὶ τὸν μελαγχολικὸν ἐκκενώσομεν ἢ διὰ τῶν ἁπλῶν τινος, οἷόν ἐστι τὸ ἐπίθυμον, οὗ πλῆθος δραχμῶν τεττάρων ἐν ὀῤῥῷ γάλακτος ἢ μελικράτῳ δίδομεν· ἤ τινος τῶν συνθέτων, οἷόν πέρ ἐστι καὶ τὸ ἡμέτερον συγκείμενον ἐκ δυοῖν καὶ τριάκοντα ἁπλῶν φαρμάκων. ἀλλὰ τὴν μὲν τούτων ὕλην ἐν ἑτέροις ἔχεις γεγραμμένην· ἐνταῦθα δὲ τὰ τῆς μεθόδου λεγέσθω. μετὰ γάρ τοι τὴν κάθαρσιν, ἐπὶ πάντων τούτων ἐῤῥέθη πρόσθεν ὡς ἤτοι γ’ ὀπίσω χρὴ διώσασθαι τὸν κατασκήψαντα χυμὸν εἴς τι μόριον ἢ διαφορῆσαι· καὶ ὡς κατ’ ἀρχὰς μὲν ἔν τε τῷ τῆς καθάρσεως καιρῷ καὶ πρὸ αὐτῆς ἀπωθῆσαι, διαφορεῖν δὲ προκαθάραντα ἀκριβῶς ὅλον τὸ σῶμα. μετρίας μέν τοί γε
978
τῆς καθάρσεως γενομένης μικτὸν εἶναι χρὴ τὸ προσφερόμενον φάρμακον ἐκ διαφορούσης τε καὶ ἀποκρουομένης δυνάμεως. ἑκάτεραι δ’ εἰσὶν ἄπρακτοι περὶ τὸν παχὺν χυμόν· αἱ μὲν γὰρ ἀσθενεῖς αὐτῷ τῷ μηδὲν ἐργάζεσθαι μέγα, αἱ δ’ ἰσχυραὶ τῷ σφοδρῶς μὲν ἤτοι διαφορεῖν ἢ ἀπωθεῖσθαι τὸ λεπτότερον ἐν τῷ κατὰ τὰς φλέβας αἵματι· τὸ δὲ παχὺ καὶ μελαγχολικὸν, ὃ τῇ τρυγὶ προσεικάζομεν, οὔτ’ ἐκκενοῦν οὔτ’ ἀποκρούεσθαι. τούτοις οὖν χρωμένῳ κατ’ ἀρχὰς μὲν ἧττον ὁ ὄγκος ἐπίδηλος ἔσται, τὸ λείψανον δ’ αὐτοῦ δύσλυτον ἀπεργασθήσεται. διὸ τῶν συμμέτρων ταῖς δυνάμεσι φαρμάκων ἐστὶ χρεία, μήτε νικωμένων διὰ τὴν ἀσθένειαν μήτε παχυνόντων ἰσχυρῶς τὸ αἷμα διὰ τὸ σφοδρὸν τῆς ἐνεργείας, ἔτι δὲ πρὸς τούτοις ἀδήκτων παντάπασιν· ἡ γὰρ κακοήθεια τοῦ πάθους ὑπὸ τῶν δακνόντων παροξύνεται καὶ ὥσπερ εἰώθασι λέγειν ἀγριοῦται. διὰ τοῦτ’ οὖν ὅσα σύμμετρα μέν ἐστι ταῖς δυνάμεσιν, ἄδηκτα δὲ ταῖς ποιότησιν, ἁρμόττει τοῖς τοιούτοις πάθεσιν. εὐπορία δὲ τῆς ὕλης αὐτῶν, ὡς ἐν τοῖς περὶ φαρμάκων ὑπομνήμασι ἐδείχθη, διὰ τῶν κεκαυμένων καὶ πεπλυμένων
979
μεταλλικῶν ἐστι. τὰ μὲν γὰρ διὰ τούτων συγκείμενα φάρμακα μεγάλως τοὺς ἀρχομένους καρκίνους ἅμα ταῖς καθάρσεσιν ἰᾶσθαι δύναται· τοὺς μείζονας δ’ ἱκανὸν αὐτοῖς ἐστι κωλύειν αὐξηθῆναι. τούς γε μὴν ἰαθέντας, ὅπως μηκέτι γεννηθῶσι προφυλάξασθαι, τῆς ὑγιεινῆς ἐστι πραγματείας ἔργον, ἧς μόριόν ἐστι καὶ ἡ περὶ τῶν ἐδεσμάτων. εἴ γε μὴν ἐγχειρήσεις ποτὲ διὰ χειρουργίας ἰᾶσθαι καρκῖνον, ἄρξαι μὲν κενοῦν ἀπὸ καθάρσεως τοῦ μελαγχολικοῦ χυμοῦ. περικόψας δὲ πᾶν ἀκριβῶς τὸ πεπονθὸς, ὡς μηδεμίαν ἀπολείπεσθαι ῥίζαν, ἔασον ἐκχυθῆναι τὸ αἷμα καὶ μὴ ταχέως ἐπίσχῃς, ἀλλὰ καὶ θλῖβε τὰς πέριξ φλέβας, ἐκπιέζων αὐτῶν τὸ παχὺ τοῦ αἵματος· εἶτα θεράπευε τοῖς ἄλλοις ἕλκεσι παραπλησίως.

Ἔστι γε μὴν καὶ ἄλλο πάθος ὑπὸ χυμοῦ παχέος. τε καὶ ζέοντος γινόμενον. ἄρχεται δὲ τὰ πολλὰ μὲν ἀπὸ φλυκταίνης, ἐνίοτε δὲ καὶ χωρὶς ταύτης. ἀλλὰ κνᾶταί γε πάντως ἐν ἀρχῇ τὸ μόριον· εἶτ’ ἀνίσταται φλύκταινά τις, 

980
ἧς ῥηγνυμένης ἕλκος ἐσχαρῶδες γίνεται. πολλάκις δὲ οὐ μία φλύκταινα γεννᾶται κνησαμένων, ἀλλὰ πολλαὶ μικραὶ καθάπερ τινὲς κέγχροι καταπυκνοῦσαι τὸ μέρος· ὧν ἐκρηγνυμένων ὁμοίως ἐσχαρῶδες ἕλκος γεννᾶται. κατὰ δὲ τοὺς ἐπιδημήσαντας ἄνθρακας ἐν Ἀσίᾳ καὶ χωρὶς φλυκταινῶν ἐνίοις εὐθέως ἀπεδάρη τὸ δέρμα. ἅπασιν οὖν, ὡς ἔφην, ἕλκος ἐσχαρῶδες γίνεται, ποτὲ μὲν τεφρώδους ἐσχάρας, ποτὲ δὲ μελαίνης. ἥ τε πέριξ ἅπασα αὐτοῖς σὰρξ εἰς ἐσχάτην ἀφικνεῖται φλόγωσιν· οὐ μὴν τῇ χρόᾳ γ’ ἔοικεν ἐρυσιπέλατι, ἀλλ’ ἔτι καὶ τῆς φλεγμονῆς ἐπ’ αὐτῷ γίνεται τὸ χρῶμα μελάντερον, ὡς εἰ καὶ μίξαις ἐρυθρῷ πλέονι τοῦ μέλανος ἔλαττον. ὅτι δὲ πυρέττουσιν οἱ οὕτως ἔχοντες ἐξ ἀνάγκης οὐδὲν ἧττον, ἀλλ’ ἔτι καὶ μᾶλλον ἐκείνων οἷς ἐρυσιπελατώδης ἐστὶν ἡ φλεγμονὴ, πρόδηλον παντί. καὶ μὲν δὴ καὶ ὡς ἀπὸ φλεβοτομίας ἀρκτέον ἐστὶ τῆς ἰάσεως εὔδηλον εἶναι νομίζω τοῖς μεμνημένοις ὅσα περὶ φλεβοτομίας εἴρηται κατὰ τὴν τῶν πυρετῶν θεραπείαν. οὐκ ἄδηλον δ’ οὐδ’ ὅτι μέχρι λειποθυμίας ἐπ’ αὐτῶν ἡ κένωσις γινομένη
981
μειζόνως ὠφελήσειε, πλὴν εἰ μὴ τῶν ἄλλων τι παρείη τῶν κωλυόντων φλεβοτομεῖν. ἐπὶ δὲ τοῦ πεπονθότος μέρους, ὅσον μὲν ἐπὶ τῇ φλογώσει τῶν χυμῶν, τῶν ψυχόντων ἐστὶ χρεία· διὰ δὲ τὸ πάχος τοῦ χυμοῦ καὶ μέντοι καὶ τὴν κακοήθειαν οὔτ’ ἀποτρέψεις ποτὲ τὸ ῥεῦμα· καὶ εἰ τούτου ποτὲ τύχοις, ἕτερόν τι ἐν τῷ βάθει βλάψεις. οὐ μὴν οὐδ’ ἐπιῤῥεῖν αὐτῷ συγχωρητέον ἐστὶν, ἀλλ’ εὑρίσκειν φάρμακα μετὰ τοῦ μετρίως ἀποκρούεσθαι καὶ διαφορεῖν δυνάμενα. τοιοῦτον δ’ ἐστὶ τό τε δι’ ἀρνογλώσσου κατάπλασμα καὶ τὸ δι’ ἑφθῆς φακῆς, ἄρτου κλιβανίτου μιγνύντων ἡμῶν αὐτοῖς ὅσον ἁπαλόν. ἔστω δὲ μὴ πάνυ τι καθαρὸς, ὥσπερ οὐδὲ ῥυπαρός γε ἄγαν. ὁ μὲν γὰρ ἀκριβῶς καθαρὸς ἐμπλαστικωτέρας οὐσίας ἐστὶν, ὁ δὲ πιτυρίας ἁδρομερεστέρας. κατ’ αὐτοῦ δὲ τοῦ ἕλκους ἐπιτιθεμένου τινὸς τῶν ἰσχυρῶν φαρμάκων, οἷόν ἐστι τὸ Ἄνδρωνος ἢ Πασίωνος ἢ Πολυείδου, λύοντα μετά τινος τῶν γλυκέων οἴνων αὐτὰ, μέχρι γλοιώδους συστάσεως. κάλλιστοι
982
δὲ οἴνων εἰς τοῦτο Θηραῖός τε καὶ Σκυβελίτης ἐστίν· ὧν μὴ παρόντων σιραίῳ χρηστέον, ὃ καλεῖται παρ’ ἡμῖν ἕψημα. τὰ δὲ τοῖς ἄλλοις ἕλκεσι προσφερόμενα φάρμακα πέττοντά τε καὶ διαπυΐσκοντα, ταῦτα οὐ χρὴ νῦν προσφέρειν· αὐξήσεις γὰρ τὴν σηπεδόνα τοῦ μορίου. καὶ μὴν καὶ ἀποσχάζειν τοὺς τοιούτους ὄγκους, ὅταν γε προφλεβοτομήσῃς, οὐκ ἀνεπιτήδειον· ἔστωσαν δὲ βαθύτεραι τῶν συμμέτρων αἱ ἀμυχαὶ διὰ τὸ πάχος τοῦ λυποῦντος χυμοῦ. παυσαμένης δὲ τῆς φλογώσεως ὁμοίως τοῖς ἄλλοις ἕλκεσιν εἰς οὐλὴν ἄξεις τὸ ἕλκος. ἀρκεῖν ἡγοῦμαι καὶ περὶ τῶν ἀνθράκων εἰρῆσθαι τοσαῦτα.

Τῶν δ’ ἄλλων ὄγκων ἐφεξῆς μνημονεύσω καὶ πρῶτόν γε τῶν καλουμένων χοιράδων. γίνονται δ’ αὗται σκιῤῥουμένων ἀδένων. καὶ ἡ θεραπεία γ’ αὐτῶν, ὅσον μὲν ἐπὶ τῷ πάθει, κοινὴ τοῖς ἐν ἄλλῳ τινὶ μέρει γινομένοις σκίῤῥοις· ὅσον δ’ ἐπὶ τῇ φύσει τοῦ μορίου, κατά τινας ἀδένας ἑτέρους προσλαμβάνει σκοποὺς διττούς. ἄμεινον δ’ ἴσως κᾀνταῦθα διαστείλασθαί τι περὶ τῶν ὀνομάτων ἕνεκα σαφοῦς

983
διδασκαλίας. ὅσοι μὲν γὰρ ἀδένες ἀγγείων σχιζομένων ἀναπληροῦσι τὸ ἐν μέσῳ, στήριγμα γινόμενοι τῆς σχίσεως αὐτῶν, οὐ μεγάλη τούτων ἡ χρεία τοῖς ζώοις ἐστὶν, ἀλλ’ ἐκ περιττῆς μὲν προνοίας ὥσπερ ἄλλ’ ἄττα τοὺς τοιούτους ἀδένας ἡ φύσις ἐδημιούργησε. τῶν δ’ ἤτοι σίελον ἢ γάλα παρασκευαζόντων ἢ σπέρμα, καὶ μέντοι καὶ ὅσοι φλεγματώδη τινὰ γεννῶσιν ὑγρότητα κατὰ μεσεντέριον ἢ φάρυγγα καὶ λάρυγγα, μείζων ἡ χρεία. καί τινες οὐδὲ ἀδένας ὀνομάζουσι τοὺς τοιούτους, ἀλλ’ ἀδενώδη σώματα πολὺ τῶν ἄλλων ἀδένων ἀραιότερά τε καὶ σπογγοειδέστερα τὴν οὐσίαν ὄντα· καὶ μέντοι καὶ καθήκουσιν εἰς τοὺς τοιούτους ἀδένας ἀρτηρίαι τε καὶ φλέβες αἰσθηταί. σκιῤῥωθέντας τε θεραπευτέον αὐτοὺς ὡσαύτως τοῖς ἄλλοις ἅπασι μορίοις. ὅσοι δ’ ἐν ταῖς μεταξὺ χώραις τῶν ἀγγείων εἰσὶν, ἕτερος ἐν τούτοις προσέρχεται σκοπὸς τῆς ἰάσεως· ἐν ᾧ συναιρεῖται τῷ πάθει τὸ μέρος. ἔστι δὲ καὶ αὐτὸς οὗτος διττὸς, ἤτοι γ’ ἐκκοπτόντων ἡμῶν σμίλῃ τὸ πεπονθὸς ὅλον, ὡς
984
ἐπὶ τῶν καρκίνων, ἢ σηπόντων φαρμάκοις. ἥτις δ’ ἐστὶν ἡ τῶν τοιούτων φαρμάκων ὕλη κατὰ τὰς περὶ τῶν φαρμάκων πραγματείας ἔχεις.

Ἐμοὶ δ’ ἤδη καιρὸς ὑπὲρ τῶν ἄλλων ὄγκων εἰπεῖν, ὧν πρῶτός ἐστι τὸ καλούμενον ἀπόστημα. διττὸν δὲ καὶ τούτου τὸ γένος, ἓν μὲν ὅταν ἐκπυησάσης φλεγμονῆς ἀθροισθῇ τὸ πῦον, οἷον ἐν κόλπῳ τινί· τὸ δ’ ἕτερον ἄνευ φλεγμονῆς προηγησαμένης ὑγροῦ τινος εὐθὺς ἐξ ἀρχῆς ἄλλοτε μὲν ἄλλου κατ’ εἶδος, ἀλλὰ πάντως γε μὴν δριμέος ἀθροιζομένου κατά τι μόριον. ὑποδέρει δὲ τοῦτο τὰ περικείμενα σώματα· χώραν δὲ αὐτῷ παρασκευάζων ἤτοι μεταξὺ δυοῖν χιτώνων ἢ ὑπό τισιν ὑμέσιν. ὑποδέρει δὲ πάντως μὲν τῷ πλήθει διατείνων, ἔστι δ’ ὅτε ἐν τῷ χρόνῳ δριμύτητά τινα σηπεδονώδη προσλαμβάνων. εὑρίσκονται δὲ διαιρουμένων σμίλῃ τῶν τοιούτων ἀποστημάτων ἰδιότητες οὐχ ὑγρῶν μόνων, ἀλλὰ καὶ στερεῶν τινων σωμάτων οὐκ ὀλίγαι. καὶ γὰρ ὀνύχων καὶ τριχῶν καὶ ὀστῶν καὶ ὀστράκων καὶ λίθων καὶ πώρων θραύσμασιν εὑρέθη τινὰ σώματα παραπλήσια. 

985
καὶ μέντοι καὶ τῶν ὑγρῶν αὐτῷ τὸ μὲν οἷον βόρβορος ἢ πηλὸς, ἢ ἐλαίου τις ἰλὺς, ἢ οἴνου τρύξ· τὸ δ’ οὕτω δυσῶδες ὡς δυσχεραίνειν ἅπαντας. ἀλλὰ ταῦτα μέν ἐστι σπανιώτερα. συνηθέστατα δὲ γιγνόμενα τοῦ γένους τοῦδε τῶν νοσημάτων εἴδη ἐστὶ τρία, προσηγορίας ἕκαστον αὐτῶν ἰδίας τετυχηκὸς, ἀθήρωμα καὶ μελικηρὶς καὶ στεάτωμα, ἀπὸ τῆς ὁμοιότητος τῶν περιεχομένων οὐσιῶν κατὰ τοὺς ὄγκους. ἔστι γὰρ αὐτῶν ἡ μέν τις οἷόν περ τὸ στέαρ, ἡ δὲ οἷον μέλι, καί τις ἀθήρᾳ παραπλήσιος. οἱ σκοποὶ δὲ τῆς θεραπείας κοινοὶ διαφορῆσαι τὸ περιεχόμενον ἢ σῆψαι πᾶν ἢ ἐκτεμεῖν. ἔνιοι μὲν οὖν ὄγκοι τοῖς τρισὶν ὑποπίπτουσι σκοποῖς, ὅσοι λεπτότερον ὑγρὸν ἔχουσιν, ὡς ἡ μελικηρίς· ἔνιοι δὲ τοῖς δύο μόνοις, ὥσπερ τὸ ἀθέρωμα· καὶ γὰρ ἐκτεμεῖν καὶ σῆψαι οἷόν τε τοῦτο· τὸ δὲ στεάτωμα διὰ χειρουργίας μόνης θεραπεύεται μήτε σαπῆναι μήτε διαφορηθῆναι δυνάμενον. ἐπὶ δὲ τῶν ἐν βάθει συνισταμένων ἀποστημάτων καὶ μάλιστα κατὰ τὰ σπλάγχνα τὰ διὰ τῶν ἀρωμάτων φάρμακα λυσιτελέστατά
986
εἰσιν, ὧν ἡ δύναμις εἰς ἀτμούς τε λῦσαι καὶ διαφορῆσαι τὸ συνιστάμενον ὑγρόν. ἔστι δὲ καὶ ἄλλα πολλὰ μὲν τοιαῦτα· μάλιστα δὲ αὐτῶν εὐδόκιμα τό τε διὰ τῶν ἐχιδνῶν, ὅπερ ὀνομάζουσι θηριακὴν ἀντίδοτον, ἥ τ’ ἀθανασία καλουμένη καὶ ἀμβροσία· ταῦτα μὲν οὖν πολυτελῆ· τῶν δ’ εὐτελῶν ἄριστόν ἐστιν τὸ ἡμέτερον, ὃ διὰ τῆς Κρητικῆς καλαμίνθης σκευάζομεν. ἅπαντα δὲ τὰ τοιαῦτα κατὰ τὴν περὶ τῶν φαρμάκων πραγματείαν ἀθροιζόμενα, ἣν, ὡς ὀλίγον ἔμπροσθεν ἔφην, ἐπὶ ταῖς τρισὶ ταῖς ἔμπροσθεν ἄμεινον εἶναι νομίζω προσθεῖναι, χάριν τοῦ λείπεσθαι μηδέν.

Ἐπεὶ δὲ τῶν κατὰ τὴν χειρουργίαν πραττομένων οἱ σκοποὶ τὸ μέν τι κοινὸν ἔχουσι, τὸ δ’ ἴδιον, ἄμεινον εἶναί μοι δοκεῖ μὴ διασπᾷν αὐτοὺς, ἀλλ’ ἀθρόως ἅπαντας ἐν τοῖς τελευταίοις τῆσδε τῆς πραγματείας εἰπεῖν. νυνὶ δὲ τοσοῦτον ἔτι περὶ τῶν παρὰ φύσιν ὄγκων ῥητέον ἐστὶν, ὡς ὅσοι μὲν αὐτῶν ὅλῳ τῷ γένει παρὰ φύσιν εἰσὶ, ἐνδείκνυνται τὴν ἄρσιν, ὑπαγόμενοι κοινοτέρῳ σκοπῷ τῷ κατὰ πάντων ἐκτεταμένῳ τῶν τοιούτων, ὅσα ταῖς οὐσίαις

987
ὅλαις ἐξέστηκε τοῦ κατὰ φύσιν, ὥσπερ ἐπὶ τῶν στεατωμάτων καὶ ἀθερωμάτων ἔχει. τούτου δὲ γένους ἐστὶ καὶ ἡ καλουμένη μυρμηκία καὶ ἡ ἀκροχορδὼν, ὅ τ’ ἐν τῇ κύστει λίθος ὑπόχυμά τε καὶ ἡ τῆς μύλης κύησις, ἐπὶ γυναικῶν, ὀνομάζουσι δ’ οὕτω τὴν ἀδιάπλαστον σάρκα· πάντα γὰρ τὰ τοιαῦτα τελέως ἐκκόψαι σπεύδομεν. ὧν δὲ καὶ ὁ πεπονθὼς τόπος ἕν τι τῶν κατὰ φύσιν ἐστὶ μορίων, ὁ μὲν πρῶτος σκοπὸς ἰᾶσθαι τὸ πάθος, ὁ δ’ ἐπ’ αὐτὸ δεύτερος, ὅταν ἀνίατον ᾖ, συνεκκόψαι τῷ πάθει τὸ μέρος, ὡς ἐπὶ καρκίνου τε καὶ τῶν ἀθεραπεύτων ἁπάντων ἑλκῶν. ἔμπαλιν δ’ ὡς ἐπὶ τῶν ὑποχυμάτων ἀποπίπτοντες τοῦ πρώτου σκοποῦ πρὸς ἕτερον ἄγομεν αὐτὰ τόπον ἀκυρώτερον. ἔνιοι δὲ καὶ ταῦτα κενοῦν ἐπεχείρησαν, ὡς ἐν τοῖς χειρουργουμένοις ἐρῶ. νυνὶ δ’ ἀρκέσει τοσοῦτον εἰπεῖν, ὡς τὸ κατὰ τὰς ὑδροκήλας ὑγρὸν ἀλλότριόν ἐστι τῆς τοῦ σώματος οὐσίας ὅλῃ τῇ φύσει· καὶ τὸ κατὰ τοὺς ἀσκίτας ὑδέρους ὕδωρ. ὧν ἡ κένωσις ἤτοι διὰ φαρμάκων γίγνεται διαφορητικῶν ἢ διὰ
988
χειρουργίας· ἐπὶ μὲν τῆς ὑδροκήλης διὰ καθέσεως σίφωνος, ἐπὶ δὲ τῶν ὑδέρων διὰ παρακεντήσεως. συνεκτέμνεται δὲ τῷ πάθει τὸ πεπονθὸς μόριον, ὥσπερ ἐπὶ τῶν ἔμπροσθεν εἰρημένων, οὕτω κᾀπὶ τῶν κηλητῶν τοῦ περιτοναίου τι μέρος. ὡσαύτως δὲ καὶ ὁ γαργαρεὼν ἐνίοτε τῷ πάθει συνεκτέμνεται κατά τε τὰ σκέλη καὶ τοὺς ὄρχεις αἱ φλέβες τοῖς κιρσοῖς, ὅ τ’ ἐν τῇ ῥινὶ χιτὼν τῷ πωλύπῳ καὶ ὁ τετρημένος ὀδοὺς τῷ τρήματι. ἀλλὰ τούτων μὲν οὐδὲν δυνατόν ἐστιν ἐς τὸ κατὰ φύσιν ἀγαγεῖν· ἐπὶ δὲ τοῦ γαργαρεῶνος ἐργάζεσθαι χρὴ τοῦτο παντὶ τρόπῳ καὶ μὴ σπεύδειν ἐκτεμεῖν· ὅταν δὲ ἰσχνὸς καὶ ἱμαντώδης γένηταί ποτε, τηνικαῦτα ἀφαιρεῖν. τοιοῦτον μὲν οὖν αὐτὸν ἐργάσεται χρόνος μακρότερος· οἷον δ’ Ἱπποκράτης ἔγραψε κατὰ τὸ προγνωστικὸν ὀλίγων ἡμερῶν ἀριθμός· οὕτω δὲ καὶ τἄλλα τὰ κατὰ μέγεθος ἐξιστάμενα τοῦ κατὰ φύσιν, ἐν οἷς ἐστι καὶ τὰ ὑπερσαρκοῦντα πάντα καὶ ἐγκανθίδες, οἵ τε κατὰ τὴν ἕδραν ὀνομαζόμενοι θύμοι. τινὰ δὲ τῶν τοιούτων ἑλκῶν ἐπαμφοτερίζει ταῖς ἰδέαις, ὥσπερ αἵ τε πολὺ τοῦ πέριξ δέρματος ἐξέχουσαι τῶν
989
οὐλῶν καὶ τὰ κατὰ τοὺς ὀφθαλμοὺς πτερύγια. τῆς γε μὴν ἰάσεως ἐπ’ αὐτῶν ὁ σκοπὸς πρόδηλος. ἐγκόπτεσθαι γὰρ δεῖ τὰ τοιαῦτα πάντα· καὶ χρὴ σκοπούμενον ἀεὶ τοὺς τρόπους τῆς ἀναιρέσεως ἐπὶ τὸν ἄριστον ἐξ αὐτῶν ἰέναι. σκοποὶ δ’ εἰσὶ τῆς κρίσεως τῶν ἀρίστων τρεῖς, ἥ τε τοῦ χρόνου τῆς θεραπείας βραχύτης, τό τ’ ἀνωδύνως αὐτὴν ἐργάσασθαι, καὶ τρίτος ἐπὶ τούτοις ἡ ἀσφάλεια. καὶ αὐτῆς τῆς ἀσφαλείας ἴδιοι σκοποὶ τρεῖς· εἷς μὲν καὶ πρῶτος ὡς τυχεῖν τοῦ τέλους πάντως· ἕτερος δὲ τὸ κᾂν ἀποτύχωμέν ποτε τοῦ τέλους, ἀλλὰ μηδέν γε βλάψαι τὸν κάμνοντα· καὶ τρίτος, ὡς μὴ ῥᾳδίως ὑποτροπιάσαι τὸ νόσημα. κατὰ ταῦτά σοι κρίνοντι τὴν ἀρίστην ὁδὸν τῆς ἰάσεως ἐπὶ πάντων τῶν νῦν ἡμῖν προκειμένων εὑρεθήσεται ποτὲ μὲν ἡ διὰ τῆς χειρουργίας αἱρετωτέρα, ποτὲ δὲ ἡ διὰ τῶν φαρμάκων. ἡ μὲν οὖν διὰ τῆς χειρουργίας ἔν γε τοῖς νῦν ἡμῖν προκειμένοις ἐπὶ τὴν ἀναίρεσιν αὐτῶν σπεύδει τελείως ἐκκόψαι τοῦ ζώου τὸ παρὰ φύσιν, ὅλῳ τῷ γένει προαιρουμένη· τούτου δ’ ἀποτυγχάνουσα τοῦ σκοποῦ δεύτερον 
990
ἔχει τὸν τῆς μεταθέσεως ἐπὶ τῶν ὑποχυμάτων. ἡ δὲ διὰ τῶν φαρμάκων πρώτῳ μὲν χρῆται σκοπῷ κενῶσαί τε καὶ διαφορῆσαι τὸ παρὰ φύσιν· εἰ δ’ οὗτος ἀδύνατος εἴη, διὰ τὴν τοῦ μορίου φύσιν ἢ καὶ τὸ τοῦ πάθους ἀνίατον ἐκπυῆσαί τε καὶ διασῆψαι· δεύτερος δ’ ἐπ’ αὐτῶν σκοπὸς οὗτος. οὕτω γοῦν κᾀπὶ τοῦ γαργαρεῶνος ποιοῦμεν, εἰς τὸ κατὰ φύσιν μὲν πρῶτον ἐπανάγοντες αὐτόν· εἰ δ’ ἀποτύχοιμεν τούτου, τελέως ἐκκόπτοντες ἤτοι διὰ χειρουργίας ἢ διὰ φαρμάκων καυστικῶν. ἀλλὰ τὰ μὲν φάρμακα κάλλιον εἰς τὴν περὶ τῶν φαρμάκων ἀναβάλλεσθαι πραγματείαν, ἐπειδὴ τετάρτην ἄλλην ἄμεινον ἔδοξεν ἐπὶ τρισὶ πραγματεύεσθαι· τὴν δὲ χειρουργίαν ἐπὶ τῇ τελευτῇ τάξαι τῆσδε τῆς πραγματείας.

Οὔκουν ἔτι χρὴ διατρίβειν ἐν τοῖσδε· μεταβῆναι δὲ πρὸς τὰ παραπλήσια ἰάσεως δεόμενα τοῖς εἰρημένοις. ἔστι δὲ ταῦτα τά θ’ ὑπερβάλλοντα τοῦ προσήκοντος ἐν ἀριθμῷ τε καὶ πηλικότητι καὶ τὰ κατ’ ἄμφω ταῦτα ἐνδέοντα. νυνὶ μὲν οὖν ὠνόμασα τοῦ προσήκοντος· εἰ δὲ

991
καὶ τοῦ συμφέροντος ἢ κατὰ φύσιν ἢ χρησίμου ποτ’ εἴποιμι, τὴν αὐτὴν ἕξει δύναμιν ὁ λόγος. εἴρηται μὲν ἑτέρωθι περὶ τῶνδε μακρότερον· ἀναμνῆσαι δὲ καὶ νῦν ἐπὶ κεφαλαίων ἅπαντα ἄμεινον εἶναί μοι δοκεῖ. πρῶτον τῶν κατὰ τὸ σῶμα πάντων ἐστιν οὗ μάλιστα χρῄζομεν·, ἡ τῶν μορίων ἀόχλητος ἐνέργεια. ταύτην τε ἔχοντες φύσει διὰ τοῦτο συνήθως λέγομεν ὀρέγεσθαι τοῦ κατὰ φύσιν ἐνεργεῖν. ἐπεὶ δὲ τοῦτο αὐτὸ συνῆπται τῷ κατὰ φύσιν ἔχειν, εἰκότως οὐδὲν ἡγούμεθα διαφέρειν ἢ κατὰ φύσιν ἔχειν εἰπεῖν, ἢ κατὰ φύσιν ἐνεργεῖν. ἀλλὰ καὶ χωρὶς προσθήκης ἐνίοτε λέγομεν ἐφίεσθαι τοῦ κατὰ φύσιν ὑπακουομένου τῇ λέξει τοῦ ἔχειν ἢ ἐνεργεῖν, ἢ ἀμφοτέρων. αὕτη μὲν ἡ αἰτία τοῦ καλῶς εἰθίσθαι τοῖς ἰατροῖς τῇ τοῦ κατὰ φύσιν χρῆσθαι φωνῇ περὶ πάντων ὧν αἱρούμεθα κατὰ τὸ σῶμα. μαθεῖν δ’ ἐστίν ὅτι μὴ πρῶτον μηδὲ δι’ αὐτὸ τὸ κατὰ φύσιν ἡμῖν ἐστιν αἱρετέον, ἀλλὰ δευτέρως τε καὶ κατὰ συμβεβηκὸς, ἐν οἷς ἡ φύσις ἀποτυγχάνει. καὶ γὰρ ἕκτος δάκτυλος εὐθὺς ἐξ ἀρχῆς συνεγενήθη
992
τισὶ καὶ λείπων πέμπτος ἐγένετο καί τινα τοιαῦτα ἕτερα, τὰ μὲν ἀριθμῷ, τὰ δὲ μεγέθει τοῦ προσήκοντος ἐσφαλμένα. καὶ εἴπερ συνεχῶς μὲν ταῦτα, σπάνια δ’ ἐγίνετο τὰ κατορθώματα, τοὐναντίον ἂν ἐπὶ τῶν τῆς φύσεως ἔργων ἐπράττομεν, οὐ φυλάττοντες ὥσπερ νῦν, ἀλλ’ ἀναιροῦντες αὐτά. οὗτος ὁ λόγος ἀεί σοι μνημονευέσθω, διαφέρων εἰς τὴν τῶν ὀνομάτων χρῆσιν, ἐξαπατῆσαι δυναμένων τοὺς ἀσκέπτους ἐμποιῆσαί τε διαφωνίας φαντασίαν, ἐὰν ὁ μέν τις λέγῃ τὸ παρὰ φύσιν ἅπαν ἐκκόπτειν δεῖν· ὁ δὲ τὸ βλάπτον ἢ ἀσύμφορον ἢ λυμαινόμενον ταῖς ἐνεργείαις.

Αὖθις οὖν ἀναλαβόντες ὑπὲρ τῶν πραγμάτων λέγωμεν, ἐπειδὴ τὰ τῶν ὀνομάτων ἡμῖν διώρισται, τὴν ἀρχὴν τῷ λόγῳ τήνδε ποιησάμενοι. παράκειται τοῖς εἰρημένοις νοσήμασι τὰ κατ’ ἀριθμὸν ἢ μέγεθος ἐξεστῶτα τοῦ προσήκοντος. ἐφ’ ὧν ἐκκόπτειν μὲν χρὴ τὸ περιττὸν, ἤτοι κατὰ μέγεθος ἢ κατ’ ἀριθμόν· ἀνατρέφειν τε καὶ κατασκευάζειν τὸ λεῖπον, ὅταν γε δυνατὸν ᾖ τοῦτο πρᾶξαι. τὸν γάρ τοι πέμπτον δάκτυλον ἢ τοιοῦτόν τι μόριον ἕτερον οὐχ οἷόν τε

993
γεννῆσαι τοῖς ἰατροῖς, ἀλλ’ ἔστι μόνης τῆς φύσεως ἔργα τὰ τοιαῦτα πάντα. τὸ μέντοι τελέως ἀφαιρεῖν τὸ κατ’ ἀριθμὸν ὑπερβάλλον ἢ ἀποκόψαι τι τοῦ κατὰ τὸ μέγεθος ὑπεραυξηθέντος οὐδ’ ἡμῖν ἀδύνατον. ἓν γοῦν ἐστι τῶν ἰατρῶν ἔργων οὐ τὸ φαυλότατον, ὅταν εἰς πολυσαρκίαν ἐκτραπῇ τὸ σῶμα τοσαύτην ὥστε μηδὲ βαδίζειν ἀλύπως δύνασθαι μηδ’ ἅψασθαι τῆς ἕδρας διὰ τὸν ὄγκον τῆς γαστρὸς, ἀλλὰ μηδ’ ἀναπνεῖν ἀκωλύτως, ἐκτήκειν αὐτὸ καὶ καθαίρειν· ὥσπερ γε κᾀπειδὰν ἐν ἀτροφίᾳ γένηται παραπλησίᾳ τοῖς ἐχομένοις φθόῃ, τῆς ἀναθρέψεως αὐτοῦ προνοεῖσθαι. πολλάκις δ’ οὐχ ὅλον, ἀλλ’ ἕν τι μέρος ἐν ἀτροφίᾳ γίνεται προηγησαμένης ἤτοι παραλύσεως ἢ δυσκρασίας μορίου. καί σοι καιρὸς ἤδη περὶ τῆς τούτων θεραπείας ἐπισκέπτεσθαι τὴν ἀρχὴν ἀπὸ τῶν εἰς τὴν πολυσαρκίαν ἄμετρον ἐκπεσόντων ποιησαμένῳ. δέδεικται δ’ ἐν τοῖς περὶ κράσεων ἡ θερμοτέρα τε καὶ ξηροτέρα κρᾶσις ἰσχνὸν ἐργαζομένη τὸ σῶμα. τοιαύτην οὖν σοι ποιητέον ἐστὶ τὴν τῶν παχέων σωμάτων, εἰ μέλλοι γενήσεσθαι σύμμετρος. μεμάθηκας δ’ ἐν τῷ κατ’ ἐκείνην μὲν τὴν
994
πραγματείαν, ἀλλὰ καὶ κατὰ τὴν τῶν ὑγιεινῶν οὐδὲν ἧττον, ὀξέα γυμνάσια καὶ ἡ λεπτύνουσα δίαιτα καὶ φάρμακα τοιαῦτα καὶ τῆς ψυχῆς αἱ φροντίδες ἀποφαίνουσι τήν τε κρᾶσιν ὅλην θερμοτέραν καὶ ξηροτέραν καὶ διὰ ταύτην τὸ σῶμα λεπτότερον. ἐν μὲν δὴ τοῖς γυμνασίοις οἱ ὀξύτατοι δρόμοι μάλιστα ἁρμόζουσιν. ἡ δ’ ὕλη τῆς λεπτυνούσης διαίτης ἰδίᾳ γέγραπται καθ’ ἓν ὅλον βιβλίον. εἰ δὲ καὶ φαρμάκων δέοιντο τῶν λεπτυνόντων, εἴρηται μὲν καὶ ταῦτα κατὰ τὰς περὶ τῶν φαρμάκων πραγματείας· εἰρήσεται δὲ καὶ νῦν ὅσα δραστικώτατα τῶν τοιούτων ἐστὶν, οἷς ἀξιῶ σε χρῆσθαι καθαίρειν ἐπιχειροῦντα πολυσαρκίαν ἄμετρον. οἷς οὖν εἰώθασιν ἕνεκα παθῶν ἀρθριτικῶν ἔνιοι χρῆσθαι τμητικοῖς τὴν δύναμιν ἱκανῶς οὖσι, τούτοις καὶ σὺ χρῶ, θεραπεύειν ὑπερβάλλουσαν εὐσαρκίαν πειρώμενος. ἔστι δὲ τοιαῦτα πηγάνου τὸ σπέρμα καὶ μᾶλλον τοῦ ἀγρίου σὺν αὐτοῖς τοῖς κορύμβοις, ἀριστολοχία θ’ ἡ στρογγύλη καὶ τὸ λεπτὸν κενταύριον, ἥ τε γεντιανὴ καὶ τὸ πόλιον· ὅσα τε τῶν οὐρητικῶν ὀνομαζομένων ἰσχυρὰ, καθάπερ τὸ πετροσέλινον. ἕκαστον γὰρ τῶν τοιούτων καὶ αὐτὸ 
995
καθ’ αὑτὸ καὶ σὺν ἄλλοις λεπτῦναί τε τοὺς χυμοὺς ἱκανὸν καὶ κενῶσαι, τὰ μέν τοι δι’ οὔρων αἰσθητῶς, τὰ δέ τοι καὶ κατὰ τὴν ἄδηλον αἰσθήσει διαπνοήν· ἀλλὰ καὶ οἱ διὰ τῶν κεκαυμένων ἐχιδνῶν ἅλες ἱκανῶς λεπτύνουσι. καὶ πολλοὶ τῶν ἰσχνοτέρων ἢ μέσως εὐσάρκων ὑπὸ τῶν τοιούτων φαρμάκων πόσεως ἀπώλοντο, κατοπτηθέντος αὐτοῖς τοῦ αἵματος. ὥρμησαν δ’ ἐπ’ αὐτὰ θεασάμενοί τινας ἀπηλλαγμένους ἀρθριτικῶν παθῶν, οὐκ ἐπιλογισάμενοι τὴν κρᾶσιν τῶν ὠφεληθέντων, ὑγροτέραν τε καὶ φλεγματικωτέραν οὖσαν, οἵα πέρ ἐστι καὶ ἡ τῶν παχέων, ἐφ’ ὧν ἀκίνδυνος ἡ τῶν τοιούτων χρῆσις φαρμάκων. ἐγὼ γοῦν ἐθεράπευσα τινὰ νεανίσκον ἐτῶν ἐγγὺς τεσσαράκοντα, παχὺν ἱκανῶς γεγονότα, τῇ τε πρὸς τοὺς ἀρθριτικοὺς ἀντιδότῳ καὶ τοῖς ἁλσὶ τῆς θηριακῆς, αὐτῇ τε τῇ θηριακῇ μετὰ τοῦ καὶ τῇ ἄλλῃ διαίτῃ τῇ λεπτυνούσῃ χρῆσθαι καὶ γυμνασίων δρόμοις ὠκέσι. παρεσκεύαζον δ’ αὐτὸν ἐπὶ τὸν δρόμον, ἀνατρίβων μὲν πρῶτον ὠμολίνοις τραχέσιν; ἄχρι τοῦ φοινίξαι τὸ δέρμα, τρίβων ἐφεξῆς τρίψει δι’ ἐλαίου τῶν διαφορητικῶν τι φαρμάκων ἔχοντος,
996
ᾧ καὶ μετὰ δρόμον ἐχρώμην αὖθις. ἔστι δὲ ταῦτα σικύου ῥίζα τοῦ ἀγρίου καὶ ἡ ἀλθαία καὶ ἡ γεντιανὴ καὶ ἡ ἀριστολοχία καὶ ἡ τοῦ πάνακος ῥίζα καὶ τὸ πόλιον καὶ τὸ κενταύριον. ἐν δὲ τῷ χειμῶνι καὶ μετὰ τὸ λουτρὸν ἐπαλείφειν συμφέρει τῷ εἰρημένῳ ἐλαίῳ. οὐκ εὐθὺς δὲ τὴν τροφὴν ἐπὶ τοῖς λουτροῖς διδόναι προσῆκεν, ἀλλὰ κοιμᾶσθαι πρότερον, ἐπιτρέπειν δ’, εἰ βούλοιντο καὶ αὖθις λούσασθαι πρὶν ἢ τραφῆναι. κάλλιον δ’ ἐστὶ καὶ τὸ ὕδωρ τῶν διαφορητικῶν. εἰ μὲν οὖν αὐτοφυὲς ἔχοιμεν, ἐκείνῳ χρωμένους ὁποῖόν ἐστι καὶ τὸ κατὰ τὴν Λέσβον ἀπὸ τεσσαράκοντα σταδίων τῆς Μιτυλήνης· εἰ δὲ μὴ κατασκευάζοντας αὐτοὺς παραπλήσιον. ἔστι δὲ τὸ κατὰ τὴν Μιτυλήνην καὶ χρόᾳ καὶ δυνάμει τοιοῦτον, ὁποῖον ἂν γένοιτο μιχθέντος ἁλὸς ἄνθους ὕδατι θαλάσσης. τουτὶ γὰρ τὸ ὕδωρ καὶ τοῖς ὑδεριῶσι καὶ τοῖς ἄλλοις οἰδαλέοις ἐπιτήδειόν ἐστιν, ἰσχυρῶς ξηραῖνον· ὡσαύτως δὲ δὴ καὶ τοῖς πολυσάρκοις καὶ μάλιστα ὅταν αὐτοὺς ἀναγκάζῃ τις ἐν αὐτῷ κολυμβᾷν ὀξύτατα καὶ λουσαμένους πλέον μὴ παραχρῆμα πίνειν ἢ ἐσθίειν, ἀλλ’ ἤτοι κοιμᾶσθαι πρότερον
997
ἢ πάντως γε ἡσυχάζειν. εἰδέναι δὲ χρὴ καὶ προλέγειν τῷ θεραπευομένῳ τὴν πολυσαρκίαν ὡς ἔσθ’ ὅτε διὰ κίνησιν ἀθροωτέραν εἰκός ἐστι καὶ πυρέξαι αὐτόν· ὅτι τε μήθ’ ὁ πυρετὸς ἀνάρμοστος εἰς τὰ παρόντα γενήσεται, τοῦ ἰατροῦ καλῶς ἅπαντα πράττοντος. εὔδηλον γὰρ ὡς ὅταν ἐπὶ κόπων πυρέξωσιν καὶ οἱ οὕτω θεραπευόμενοι, καταστήσαντες αὐτῶν τὸν πυρετὸν, αὖθις ἐπὶ τὴν αὐτὴν ἰδέαν τῆς ὅλης θεραπείας ἀφιξόμεθα. φεύγειν δ’ ἐπ’ αὐτῶν χρὴ καὶ τοὺς τροφίμους οἴνους, οἷοί πέρ εἰσιν οἱ παχεῖς· τοῖς δὲ ὑδατώδεσι χρῆσθαι, τουτέστι τοῖς λευκοῖς μὲν τῇ χρόᾳ, λεπτοῖς δὲ κατὰ τὴν σύστασιν, ἢ τοῖς τεθαλαττωμένοις.

Ὅσους δ’ ἀνατρέφειν βουλόμεθα καταλελεπτυσμένους, οἶνον μὲν δώσομεν τὸν παχὺν, ἐδέσματα δὲ τὰ παχύχυμα καὶ γυμνάσια τὰ βραχέα καὶ τρίψιν τὴν μετρίαν· καὶ ἁπλῶς εἰπεῖν, ἅπαντα τοῖς εἰρημένοις ἐναντία πράξομεν. ἐπιτήδειον δ’ αὐτοῖς ἐστι καὶ τὸ πιττοῦσθαι δι’ ἡμερῶν ἤτοι τριῶν ἢ τεττάρων· κάλλιστον γὰρ τοῦτο φάρμακον εἰς σάρκωσιν, ὥστ’ εἰ καί τι μόριον ἕν ποτε πάθῃ, διὰ τούτου

998
τοῦ βοηθήματος ἀνατρέφειν αὐτό. καὶ ἡμῖν ἤρκεσεν ἐπὶ πάντων σχεδὸν μόνον τοῦτο· καὶ γὰρ καὶ θερμαίνει καὶ ὑγραίνει πλῆθος αἵματος ἐπισπώμενον. οὔτ’ οὖν συνεχῶς χρὴ προσφέρειν αὐτὸ τοῖς κάμνουσι σώμασιν, οὔθ’ ὅτε χρὴ καταχρίειν πολλάκις, ἀλλ’ ἐν μὲν χειμῶνι δὶς, ἐν θέρει δ’ ἅπαξ ἀρκεῖ. τοῖς δ’ ἐκ γενετῆς ἔχουσιν ἰσχνότερά τινα μόρια καὶ οἱ ἀνδραποδοκάπηλοι βοηθοῦσι διὰ τοῦ βοηθήματος τοῦδε μετὰ τῆς καλουμένης ἐπικρούσεως, ἔστι δὲ κᾀκείνοις συμμετρία τις, ὡς μὴ μᾶλλον τοῦ δέοντος γίγνοιτο μήτ’ ἔλαττον, οὔσης τοιᾶσδε. ναρθήκια λεῖα μετρίως ἀληλιμμένα κατὰ τῶν ἰσχνῶν μορίων ἐπαράσσουσιν, ἄχρι περ ἂν ἐξαρθῇ μετρίως· ἐν τούτῳ γὰρ τὸ ὅλον ἐστὶν, ὥσπερ καὶ Ἱπποκράτης ἔλεγεν ἐπὶ καταντλήσεως ὕδατος θερμοῦ, τὸ μὲν πρῶτον ἀείρεται, ἔπειτα δ’ ἰσχναίνεται. πάντ’ οὖν ἃ εὐσαρκῶσαι βουλόμεθα μόρια καὶ τρίβειν χρὴ καὶ καταντλεῖν καὶ παίειν καὶ πιττοῦν ἄχρι περ ἂν ἐξαρθῇ· γενομένου δὲ τούτου, παραχρῆμα παύεσθαι χρὴ πρὶν ἄρξασθαι διαφορεῖσθαι. τὰ γάρ τοι θερμαίνοντα πάντα
999
καθάπερ ἕλκειν πέφυκεν, οὕτω καὶ διαφορεῖν. ἐὰν οὖν ἀναμείνῃς διαφορηθῆναι τὸ ἑλχθὲν, οὐδὲν ἕξεις πλέον. οὕτω καὶ πυγὰς τίς ἀνδραποδοκάπηλος ἔναγχος ηὔξησεν ἐν ὀλίγῳ χρόνῳ παιδὸς ὑπολέπτου, συμμέτρως μὲν τῇ κατακρούσει χρώμενος ἑκάστης ἡμέρας ἢ παρὰ μίαν, συμμέτρως δὲ πιττῶν. ἀλλὰ τοῖς γε τὸ σύμπαν σῶμα λεπτοῖς καὶ λούεσθαι μετὰ τροφὴν ἐπιτήδειον. ὥσπερ δὲ τοῖς λεπτύνουσι βοηθήμασι κίνδυνος ἦν ἀκολουθῆσαι πυρετὸν ὑπερθερμανθέντος ἀμέτρως τοῦ σώματος, οὕτω καὶ τοῖς λουομένοις ἐπὶ τροφαῖς κίνδυνός ἐστι κατὰ τὸ ἧπαρ ἔμφραξιν γενέσθαι, καὶ μάλιστα διὰ τὸ τῶν ἐδεσμάτων εἶδος· ἐμφράττει γὰρ καὶ ἄλλως τὰ παχύχυμα, χρωμένων ἐπὶ πλέον αὐτοῖς. ὅπου δὲ καὶ ἄλλως τοῦτο δρᾷν πέφυκε, πολὺ δὴ μᾶλλον ἐπὶ βαλανείοις ἅμα τροφῇ τοῦτο δράσει. γίνεταί γε μὴν καὶ λίθων ἐν νεφροῖς σύστασις ἐπὶ τῇ τοιαύτῃ διαίτῃ χρονιζούσῃ· διὰ τί δὲ, οὐ πᾶσι γίνεται πρόδηλον. ἐνίους μὲν γὰρ εἰκός ἐστιν ἤτοι πυκνοὺς ἔχειν τοὺς νεφροὺς ἢ στενὰς τὰς ἀναστομώσεις τῶν ἐν ἥπατι φλεβῶν, ἐνίους δὲ τἀναντία. καὶ τούτων 
1000
διάγνωσις οὐδεμία σαφής ἐστιν· ἀλλ’ ἐπερωτᾷν χρὴ τὸν διαιτώμενον, ὡς εἴρηται, συνεχῶς εἴ τις αὐτῷ βάρους αἴσθησις ἐν ὑποχονδρίῳ δεξιῷ καὶ κατὰ τοὺς ψόας γίγνεται. κᾂν αἴσθηταί ποτε τοιούτου τινὸς, αὐτίκα δι’ ὀξυμέλιτος διδόναι κάππαριν ἐν ἀρχῇ τῆς τροφῆς, ἄχρι περ ἂν καταστῇ τὸ βάρος. ἐπὶ δὲ τῶν δυσκόλως ἀνατρεφομένων μορίων καὶ πλέον ἤδη κατεψυγμένων ἐχρησάμην ἐνίοτε καὶ θαψίᾳ, ποτὲ μὲν μετὰ μέλιτος ἐπιχρίων τὸ μόριον, ἔστι δ’ ὅτε καὶ κηρωτῆς· ἐπισπᾶται γὰρ καὶ αὕτη τοῖς μορίοις οἷς ἂν ἐπιτεθῇ πλῆθος αἵματος. ἐφ’ ὧν δὲ ὀλίγον ἐνδεῖ τῷ δέρματι τοῦ αἰδοίου πρὸς τὸ κατὰ φύσιν, ἐπὶ τούτων ἄνευ θαψίας πολλάκις μόνῃ τῇ τάσει τὸ δέον εἰργασάμην, ἶνα χάρτου μαλακὴν καὶ εὔτονον ἐν κύκλῳ περιελίττων ὑποκεχρισμένῳ τῷ δέρματι κόμμεως. εὔδηλον δὲ δήπουθεν ὅτι καὶ τὸ τῆς ἰνὸς πέρας ἐπικολλᾷν χρὴ διὰ κόμμεως τῷ ὑποβεβλημένῳ ἄνω μέρει τῆς ἰνός· ἐν τάχει τε γὰρ ξηραίνεται καὶ ἀλύπως σφίγγει. προϋποτιθέναι δὲ χρὴ τοῦ δέρματος τῆς ποσθῆς ἐκ τῶν ἔνδον
1001
μερῶν στρογγύλον τι σύμμετρον, ὃ καὶ μετὰ τὸ κολλῆσαι τὴν ἶνα ῥᾳδίως ἐξαιρήσεις. ἔνιοι δὲ τῶν διὰ θαψίας ἐπαγόντων τὴν ποσθὴν τὸ στρογγύλον τοῦτο μολύβδινον ἐποίησαν ὥσπερ τι σωληνάριον· εἶτ’ ἔξωθεν αὐτὸ περιτείνοντες τὸ δέρμα τῆς ποσθῆς καταδοῦσιν ἱμᾶντι μαλακῷ. καὶ γένοιτ’ ἄν ποτε καὶ τοῦτο χρήσιμον ἐφ’ ὧν ἐνδεῖ πολὺ τοῦ δέρματος· εἰ δ’ ὀλίγον εἴη τὸ λεῖπον, ἀρκεῖ μόνον, ὡς εἴρηται, τὸ χαρτίον ἐν κύκλῳ περιελιττόμενον· ἐν αὐτῷ δὲ τῷ περιβάλλειν τε τῷ δέρματι καὶ κατακολλᾷν αὐτὸ προϋποκεῖσθαι χρὴ τὸ σωληνάριον. ἐγὼ δὲ εἴωθα, εἰ καὶ μηδὲν τούτων παρῇ, τοῦ χάρτου σύμμετρον ἑλίττων ἐνθεῖναι στήριγμα τοῦ περιβλήματος, ἵν’ ὕστερον, ὅταν ἀκριβῶς παγῇ τὸ περιελιττόμενον ἔξωθεν ἐξαρθέντος τοῦ στηρίγματος, εὐκόλως οὐρεῖν ὑπάρχῃ τῷ θεραπευομένῳ. πρόδηλον δ’ ὅτι καὶ τοῦτο τὸ πάθημα τοῦ γένους τῶν νοσημάτων ἐστὶν, ὃ κατὰ πηλικότητα τοῦ κατὰ φύσιν ἐξέστηκεν, ἐνίοτε μὲν ἀποσαπείσης τῆς ποσθῆς γινόμενον, ἐνίοτε δὲ ἐξ ἀρχῆς ἔλαττον συγγενόμενον. ὑπάγεται δὲ καὶ χειρουργίας τρόπῳ διττῷ· ποτὲ μὲν ἄνω κατὰ τὴν
1002
ἀρχὴν τοῦ αἰδοίου τὸ δέρμα τεμνόντων κυκλοτερῶς, ἕνεκα λυθείσης αὐτοῦ τῆς συνεχείας ἕλκεσθαι κάτω μέχρι τοῦ σκεπάσαι τὴν καλουμένην βάλανον ὅλην· ἐνίοτε δὲ ὑποδερόντων σμίλῃ κατὰ τὰ ἔνδον ἀπὸ τῆς κατὰ τὴν βάλανον ῥίζης, εἶθ’ ἑλκόντων κάτω, κᾄπειτα δεσμευόντων, ὡς εἴρηται, μαλακῷ τινι. λεχθήσεται δὲ περὶ τῶν τοιούτων τρόπων ἐπὶ προήκοντι λόγῳ, καθάπερ γε καὶ περὶ κολοβωμάτων· οὕτως γὰρ ὀνομάζουσι τὰ κατὰ χεῖλος ἢ πτερύγιον ῥινὸς ἢ οὖς ἐλλείποντα. μεθοδεύεται γάρ πως καὶ ταῦτα· πρῶτον μὲν ὑποδερόντων ἑκατέρωθεν τὸ δέρμα, μετὰ δὲ τοῦτο ἐπαγόντων καὶ συναγόντων ἀλλήλοις τὰ χείλη τῶν δερμάτων, ἀφαιρούντων τε τὸ τετυλωμένον ἑκατέρου, κᾄπειτα ῥαπτόντων τε καὶ κολλώντων. ἐκ ταὐτοῦ δὲ τοῦ γένους εἰσὶ καὶ αἱ κατὰ τὸν μέγαν κανθὸν ῥυάδες, ἢ μειωθέντος ἐπὶ πλέον ἢ τελέως ἀπολλυμένου τοῦ κανθοῦ. τελέως μὲν οὖν ἀπολλυμένου παντάπασιν ἀνίατον γίνεται τὸ νόσημα, μειωθέντος δὲ διὰ τῶν μετρίως στυφόντων θεραπεύεται μετὰ τοῦ προκαθᾶραι πρῶτον μὲν ὅλον τὸ σῶμα, δεύτερον δὲ τὴν κεφαλήν. ἔστι δὲ μετρίως στύφοντα φάρμακα τά τε διὰ γλαυκίου καὶ κρόκου
1003
καὶ τὰ νάρδινα καλούμενα, καὶ μάλισθ’ ὅσα δι’ οἴνου σκευάζεται. συνελόντι δὲ εἰπεῖν, ἐπὶ πάντων ἐν οἷς ἀπώλετό τις οὐσία μάλιστα μὲν αὐτὴν ὁμοιοτάτην πειρᾶσθαι χρὴ κατασκευάζειν· εἰ δ’ ἀδύνατον εἴη τοῦτο, τῆς γε αὐτῆς χρείας ἐστοχασμένων ἡμῶν· ἔσται δὲ καὶ αὐτὴ κατὰ τοῦθ’ ὁμοία. τοῦ γοῦν τῆς κνήμης ὀστοῦ πολλάκις ἀναγκασθέντες ἐκκόψαι συχνὸν, εἰς τὴν χώραν αὐτοῦ φῦσαί τινα ἑτέραν οὐσίαν τὴν φύσιν προκαλούμεθα διὰ τῶν σαρκωτικῶν φαρμάκων, ἥτις ἐν ἀρχῇ μὲν οἵα περ σκληρὰ σάρξ ἐστιν, ὕστερον δὲ πώρου σκληροτέρου λαμβάνει σύστασιν, καὶ τῷ χρόνῳ κρατυνθεῖσα πρὸς τὰς βαδίσεις αὑτοῦ γίνεται ἐπιτηδεία. καὶ σκυταλίδας δὲ δακτύλων ἐκκόπτοντες ὁρῶμεν ἐν τῇ χώρᾳ τῶν ἐκκοπεισῶν ἑτέραν οὐσίαν, οἵαν περ εἴρηκα γεννωμένην. ὅτι δὲ καὶ φλέβας αἰσθητὰς ἐνίοτε γεννωμένας εἴδομεν εἴρηται πρόσθεν. αὗται μὲν οὖν οὐχ ὅμοιαι ταῖς ἀπολωλυίαις, ἀλλ’ αἱ αὐταὶ γίγνεσθαι λέγοιντ’ ἂν, ὥσπερ γε καὶ ἡ ἐν τοῖς κοίλοις ἕλκεσι σάρξ. ἡ δ’ ἐν τῷ τυλοῦσθαι ταύτην οὐλὴ γεννωμένη δέρματι μέν ἐστιν ὁμοιοτάτη, δέρμα δ’ οὐκ ἔστι·
1004
πυκνοτέρα γοῦν αὐτοῦ φαίνεται διά τε τῆς ὄψεως καὶ τῆς ἁφῆς, καὶ μέντοι καὶ τῷ λογισμῷ τεκμαιρομένοις ἐκ τοῦ μὴ φύειν τρίχας. ταῦτ’ οὖν ἔχων ἀεὶ πρόχειρα πρὸς τὰς θεραπείας εὐπορήσεις ὧν σε χρὴ πράττειν.

Ἐμοὶ δ’ ἤδη καιρὸς ἐπ’ ἄλλα προϊέναι νοσημάτων εἴδη, κοινωνοῦντα τοῖς προειρημένοις. ὁ μὲν οὖν ἕρπης ὀνομαζόμενος ἐκ τοῦ αὐτοῦ γένους ἐστὶ τοῖς ἡλκωμένοις ἐρυσιπέλασιν, ἡ σαρκοκήλη δὲ τοῖς σκίῤῥοις. ὀφίασις δὲ καὶ ἀλωπεκία καὶ ἡ πτίλωσις ἐκ τοῦ γένους ἐστὶ τῶν νοσημάτων ἐν οἷς ἀπόλωλέ τι τῶν κατὰ φύσιν, ὥσπερ γε καὶ ἡ μυρμηκία τῷ ὅλῳ γένει παρὰ φύσιν ἐστί. τρίτη δ’ ἁπάντων αὐτῶν ἡ διαφορά. τινὰ μὲν γὰρ ἐκ μεταβολῆς γίνεται τῶν στερεῶν σωμάτων, ὡς ἡ μυρμηκία καὶ ἡ λεύκη καὶ ὁ ἀλφὸς καὶ ὁ σφάκελος, ἐλέφας τε καὶ ψώρα καὶ λέπρα, τινὰ δ’ οὐδ’ ὅλως ὄντα πρότερον ὕστερα γίνεται, καθάπερ καὶ ἡ μελικηρὶς, ἀθερώματά τε καὶ στεατώματα· καὶ καθ’ ἕτερον τρόπον ἕλμινθες καὶ ἀσκαρίδες καὶ κηρία· καλοῦσι γὰρ οὕτω μὲν μακρὰν καὶ πλατεῖαν ἕλμινθα· καὶ πάντα τὰ πρόσθεν 

1005
εἰρημένα, ἃ κατά τινα τῶν ἀποστημάτων εὑρίσκεται, πώροις, ἢ λίθοις, ἢ ὀστοῖς, ἢ θριξὶν, ἤ τισιν ἑτέροις τῶν τοιούτων ἐοικότα. προσέχειν οὖν ἀεὶ χρὴ τὸν νοῦν ἐπὶ πάντων τῶν παρὰ φύσιν ἀκριβῶς ἐπισκοπούμενον ἐκ τίνος γένους ἐστίν· εἴπερ γε τὴν πρώτην ἔνδειξιν ὁρμητήριον ἐσομένην ἁπασῶν τῶν ἐφεξῆς ὀρθῶς εἴπομεν ἐκ τοῦ γένους λαμβάνεσθαι. τὸν γοῦν ἕρπητα χολώδης γεννᾷ χυμός· ὥστε κατά γε τοῦτο ταὐτοῦ γένους ὑπάρχειν ἐρυσιπέλατι, καὶ τοῦτό γ’ αὐτοῦ μᾶλλον ἔτι τὸ ἡλκωμένον. διαφέρει δὲ τῇ λεπτότητι τοῦ χυμοῦ· πάνυ γάρ ἐστι λεπτὸς ὁ τὸν ἕρπητα γεννῶν, ὡς μὴ μόνον διὰ πάντων διέρχεσθαι τῶν ἔνδον μορίων, ὁπόσα σαρκώδη τὴν οὐσίαν ἐστὶν, ἀλλὰ καὶ δι’ αὐτοῦ τοῦ δέρματος ἄχρι τῆς ἐπιδερμίδος, ἣν μόνην ἀναβιβρώσκει τε καὶ διεσθίει τῷ στέγεσθαί τι πρὸς αὐτῆς· ὡς εἴ γε καὶ ταύτην διεξείη τοῖς ἱδρῶσιν ὁμοίως, οὐκ ἂν ἕλκος εἰργάσατο. κοινὸν γὰρ δὴ τοῦτο τοῖς γιγνομένοις ἐκ χυμοῦ δακνώδους ἕλκεσιν, ἅπερ αὐτόματα
1006
ἕλκη προσαγορεύουσιν, ἴσχεσθαί τε καὶ βραδύνειν ἐν τῇ διεξόδῳ τὸν ἐργαζόμενον αὐτὰ χυμόν. τῷ δ’ ἧττον καὶ μᾶλλον ἕτερον ἑτέρου χυμὸν ἤτοι λεπτὸν ἢ παχὺν ὑπάρχειν αἱ κατὰ τὸ βάθος ἐν τοῖς ἕλκεσιν γίνονται διαφοραί. τούτου τοῦ γένους ἐστὶ καὶ ἡ φαγέδαινα καὶ οἱ ἡλκωμένοι τῶν καρκίνων. ἐφ’ ὧν ἁπάντων ἡ μὲν κοινὴ θεραπεία κωλύσαντα τὸν ἐπιῤῥέοντα χυμὸν ἰᾶσθαι τὸ ἕλκος· ἡ δ’ ἰδία καθ’ ἕκαστον ἔκ τε τῆς τοῦ μορίου φύσεως εὑρίσκεται καὶ τῆς ἰδέας τε καὶ ποσότητος τοῦ χυμοῦ. λεπτότατος μὲν οὖν ἐν τοῖς τοιούτοις χυμοῖς ἐστιν ὁ τὸν ἑλκούμενον ἕρπητα γεννῶν· παχύτατος δὲ ὁ τὸν καρκίνον· ἐφεξῆς δὲ τούτων κατά γε τὸ πάχος ὁ τὰς φαγεδαίνας ὀνομαζομένας. ὧν ἰδέαι τινές εἰσι τά τε χειρώνια καὶ τηλέφια καλούμενα. καὶ ἤδη τινὲς ἄλλαι τοιαίδε προσηγορίαι γεγόνασιν, ἄχρηστοί τε καὶ περίεργοι· πρὸς γάρ τοι τὴν θεραπείαν ἐπίστασθαι χρὴ τό τε πλῆθος τοῦ χυμοῦ καὶ τὴν δύναμιν καὶ τὴν σύστασιν, οἷον εὐθέως ἐπὶ τῶν ἑρπήτων, ἐπειδὴ λεπτός ἐστιν ὁ χυμὸς, ἐκ τοῦ γένους ὢν δηλονότι τῆς ξανθῆς χολῆς, ὅταν ἀναδείρῃ τὴν ἐπιδερμίδα
1007
διαφορηθεὶς, ἐπιτρέπει συνουλωθῆναι τῷ ἕλκει. ἐὰν μὲν οὖν φθάσῃ τις ἐκκαθάρας τὸ σύμπαν σῶμα, μετὰ τοῦ τοῖς ἀναστέλλουσί τε καὶ ἀποκρουομένοις τοὺς ἐπιῤῥέοντας χυμοὺς χρήσασθαι φαρμάκοις ἰάσατο τὸν ἕρπητα. μηδέτερον δὲ ἐργασάμενος τούτων, ἀλλὰ μόνοις ἀρκεσθεὶς τοῖς ἐπουλοῦσι, τὴν ἡλκωμένην ἐπιδερμίδα ταύτην μὲν ἰάσατο, τὴν συνεχῆ δ’ αὐτῇ παθεῖν οὐκ ἐκώλυσεν. εἶτ’ αὖθις πάλιν ἐκείνης ἐπουλουμένης ἢ συνεχὴς ἀναδέρεται, καὶ τοῦτ’ ἐπὶ πλεῖστον γίγνεται, καθάπερ ἕρποντος τοῦ πάθους ἄχρι περ ἂν ὁ ἐργαζόμενος αὐτὰ χυμὸς ἐκκενωθῇ. γυνὴ γοῦν τις ἐν Ῥώμῃ τῶν ἐπιφανῶν ἕρπητα κατὰ τὸ σφυρὸν ἔχουσα πρῶτον μὲν ἐχρήσατο τῷ διὰ φύκους φαρμάκῳ, τάχιστα δὲ ἐπουλωθέντος αὐτοῦ τὸ συνεχὲς εὐθὺς ἐπιπολῆς ἀνεδάρη δέρμα, καθάπερ ἐξ ἀποσύρματος. ᾧ πάλιν ἐπιτιθέντος τοῦ φαρμάκου τὸ συνεχὲς αὖθις ἡλκώθη. καὶ τοῦτ’ οὐκ ἐπαύετο γιγνόμενον, ἀλλ’ ἧκεν ὕστερον ἡ ἕλκωσις ἐπὶ τὸ γόνυ, πάντα μᾶλλον αὐτῆς παθεῖν ἑτοίμης οὔσης ἢ καθαρθῆναι χολαγωγῷ φαρμάκῳ. καὶ τοίνυν ὅπερ εἴωθεν ἐν τοῖς τοιούτοις γίγνεσθαι,
1008
διὰ τὸ τοὺς πλείστους αἰτιᾶσθαι τὰ ἀναίτια, καταγνοῦσα τοῦ διὰ φύκους φαρμάκου, τῶν ἄλλων τι προσφέρειν ἐκέλευσεν. ἐχρώμεθα οὖν ἐφεξῆς τῷ διὰ σάνδικος. ὡς δὲ καὶ τοῦτο τὸ μὲν ἡλκωμένον ἐπούλου, τὸ δ’ ἑλκούμενον οὐκ ἐκώλυεν, ἀνελήλυθε δὲ τὸ πάθος ἐγγὺς ἤδη τοῦ βουβῶνος ὑπὸ τῆς ἀνάγκης βιασθεῖσα γάλακτος ὀῤῥὸν ὑπέσχετο λήψεσθαι. παρεμβαλόντες οὖν ἡμεῖς αὐτῷ λάθρα σκαμμωνίας ἐλάχιστον, ἄκουσαν αὐτὴν ἐκκαθάραντες ἐθεραπεύσαμεν. οὗπερ οὖν ἕνεκα ταῦτα λέγεται πάλιν ἀναμνήσω. τὸν κοινὸν σκοπὸν ἐπὶ τῶν ὑπὸ ταὐτὸ γένος ἁπάντων νοσημάτων ἐπειδὰν λάβῃς, οὐκ ἀναιρήσεις μὲν αὐτὸν ἐν τοῖς κατὰ μέρος, εἰς διαφορὰν δ’ ἄξεις ἕκαστον πρέπουσαν ταῖς τε διαθέσεσι καὶ ταῖς ἐργαζομέναις αὐτὰς αἰτίαις, ὥσπερ ἐπὶ τῶν αὐτομάτων ἑλκῶν ἐδείχθη. κενώσεις γὰρ δηλονότι τὸν πλεονάζοντα χυμὸν ἐνίοτε μὲν τῷ τὴν ὠχρὰν χολὴν ἐκκαθαίροντι φαρμάκῳ· πολλάκις δὲ τῷ τὴν μέλαιναν, ἔστι δ’ ὅτε μικτῷ, χολήν τε ἅμα καὶ φλέγμα κενοῦντι, ὥσπερ ἐπὶ θατέρου τῶν ἑρπήτων, ὃν ἀπὸ τῆς πρὸς τὰς κέγχρους ὁμοιότητος ὀνομάζουσι
1009
κεγχρίαν. οὗτος γὰρ οὐκ εὐθέως ἕλκος ἐργάζεται καθάπερ ὁ ἕτερος, ἀλλὰ μικρὰς πάνυ φλυκταίνας ὥσπερ κέγχρους, αἳ καὶ αὐταὶ τοῦ χρόνου προϊόντος εἰς ἕλκος τελευτῶσι. καί τισιν οὐκ ἀλόγως ἔδοξεν ἐπιμεμίχθαι τῇ χολῇ φλέγματος ἐν τῷ τοιούτῳ πάθει. γίγνεται δέ ποτε καὶ χωρὶς τῆς τοῦ παντὸς σώματος ἰσχυρᾶς κακοχυμίας ἐν μέρει ἕλκη, ἃ θεραπεύομεν ῥᾳδίως ὑπὸ φαρμάκων μικτὴν ἐχόντων δύναμιν ἀποκρουστικήν τε καὶ διαφορητικήν. ἀποκρούεται μὲν οὖν τά τε στύφοντα καὶ τὰ χωρὶς τοῦ στύφειν ψύχοντα· διαφορεῖ δὲ τὰ θερμαίνοντα. καὶ δῆλον ὅτι κατὰ μὲν τὴν γένεσιν τῶν ἑλκῶν ἐπικρατεῖν χρὴ τὰ τὴν ἀποκρουστικὴν δύναμιν ἔχοντα· μηκέτι δ’ ἐπιῤῥέοντος τοῦ χυμοῦ τοῦ μοχθηροῦ τῷ μορίῳ, τὴν διαφορητικήν. τὴν μὲν γὰρ ὀλίγην κακοχυμίαν κᾀν ἀπώσηταί τις αὐτὴν ἐπί τε τὰ σπλάγχνα καὶ τὰς μεγάλας φλέβας, οὐδὲν ἐργάσεται κακὸν αἰσθητόν· εἰ δὲ ἀξιόλογος ᾖ, εἴς τι κύριον ἐνίοτε κατασκήπτει μόριον, ὅταν γε μὴ διὰ ῥώμην τῆς φύσεως ἐκκαθαιρούσης τὸ σῶμα κενωθῆναι 
1010
φθάσῃ διὰ τῶν διαχωρημάτων, ἢ τῶν οὔρων ἢ καὶ διὰ τοῦ περιέχοντος ὅλον τὸ σῶμα δέρματος. ἐπὶ μὲν οὖν τῆς ὠχρᾶς χολῆς αἱ κεκώσεις ἑτοιμότεραι, τὸ δὲ φλέγμα, καὶ μάλισθ’ ὅσον αὐτοῦ παχύτερόν τε καὶ γλίσχρον ἐστὶν, ὡσαύτως δὲ καὶ ἡ μέλαινα χολὴ δυσκόλως ἐκκενοῦται· καὶ διὰ τοῦτο δεόμεθα καθαίροντος φαρμάκου. κατὰ δὲ τοὺς ἕρπητας, ἐπειδὴ λεπτός ἐστιν ὁ τὸ πάθος ἐργαζόμενος χυμὸς, ἀρκεῖ καὶ λαπάξαι γαστέρα διὰ τῶν ἐπιτυχόντων, ἢ οὖρα κινῆσαι διὰ τῶν μετρίως οὐρητικῶν. ἀλλ’ ἐπειδὴ περὶ φαρμάκων μεθόδου γέγραπταί τι κᾀν τοῖς ἔμπροσθεν, οὐκ ὀλίγα δὲ καὶ κατὰ τὰς ἰδίας αὐτῶν εἴρηται πραγματείας, ἄμεινον ἂν εἴη μηκέτ’ ἐκτείνειν τὸν λόγον· ἱκανὰ γὰρ καὶ ταῦτα τῷ γε προσέχοντι τὸν νοῦν, οὐδὲ γὰρ ἡμεῖς αὐτὰ παρὰ τῶν Μουσῶν ἐμάθομεν. ἀλλ’ ἡ τῶν πραγμάτων φύσις ἀνδρὶ συνετῷ καὶ φιλοπόνῳ καὶ γεγυμνασμένῳ τὸν νοῦν ὑπαγορεύει τὸ ποιητέον· ὅταν δὲ καὶ τὰς ὁδοὺς τῆς εὑρέσεως τὶς ὑφ’ ἑτέρου διδαχθείσας ἔχῃ, ῥᾷστον αὐτῷ προσέρχεσθαι κατ’ αὐτάς. ἱκανὸν δέ σοι μαρτύριον ἔστω τὸ τοὺς τοιούτους ἄνδρας
1011
ἔργοις μεγίστοις κοσμῆσαι τὴν τέχνην· ὅσοι δ’ ἀσύνετοι, μηδὲν εὑρίσκεσθαι πλέον αὐτοῖς, εἰ καὶ δι’ ὅλου τοῦ βίου μυρίων ἔργων ἰατρικῶν αὐτόπται γίγνοιντο. πάμπολλα γοῦν ἐπινοεῖται μέχρι τήμερον, οὐδέπω τοῖς ἔμπροσθεν εὑρημένα· καθάπερ νῦν ἐπὶ Ῥώμης ἐπενόησέ τις ἰᾶσθαι διὰ στόματος ἀκροχορδόνας τε καὶ μυρμηκίας. ἀλλ’ ἐπὶ μὲν τῶν ἀκροχορδόνων, ὡς ἂν ἐξεχουσῶν τοῦ δέρματος, οὐδὲν θαυμαστόν· τὸ δὲ τῶν μυρμηκιῶν καὶ μάλισθ’ ὅσαι τελέως εἰσὶν ἰσόπεδοι τῷ δέρματι, θαυμαστὸν ἐδόκει. ἀλλ’ ὅμως καὶ ταύτας πρῶτον μὲν τῇ θέσει τῶν χειλῶν ὥσπερ βδάλλων ἐπεσπᾶτό τε κᾀκ τῆς ῥίζης ἐμόχλευεν· εἶτα τοῖς προσθίοις ὀδοῦσιν παραλαμβάνων ἀθρόως ἐξέσπα. καὶ μὴν καὶ διὰ μυρσίνης σμίλης καὶ διὰ τοῦ καλουμένου σκολοπομαχαιρίου γεγυμνασμένος ταῖς χερσὶ ῥᾳδίως ἄν τις ἐκκόψειεν αὐτὰς, ἰδίαν ἐχούσας περιγραφὴν, ᾗ χωρίζονται τοῦ πέριξ δέρματος. ὡσαύτως δὲ καὶ διά τινος ἰσχυροῦ πτεροῦ, περιτιθεμένου κυκλοτερῶς τῇ μυρμηκίᾳ, ποιούμεθα τὴν ἄρσιν αὐτῆς. χρὴ δὲ σύμμετρον ἔχειν δηλονότι τὴν ἑαυτοῦ κενὴν σύριγγα τὸ πτερὸν τῷ πάχει μυρμηκίας,
1012
ἵνα τε πανταχόθεν αὐτὴν ἀκριβῶς σφίγγῃ, κᾄπειτα περιστρέψαι μετὰ τοῦ κάτω βιάζεσθαι· τάχιστά τε γὰρ ἂν οὕτω καὶ σὺν αὐτῇ τῇ ῥίζῃ τὴν μυρμηκίαν ὅλην ἐκβάλλοις. εὔδηλον δὲ καὶ ὅτι τὸ πέρας τοῦ περιγλύφοντος αὐτὴν πτεροῦ λεπτόν τε ἅμα καὶ ὀξὺ καὶ ἰσχυρὸν εἶναι χρή. διὸ τά τε τῶν παλαιῶν ἀλεκτρυόνων πτερὰ εἰς τοῦτο χρήσιμα καὶ μᾶλλον ἔτι τὰ τῶν ἀετῶν. ἀποτέμνειν δ’ αὐτῶν χρὴ πρὸς τῇ ῥίζῃ τοσοῦτον, ὡς περιλαβεῖν ἱκανῶς τὴν μυρμηκίαν. εὐθὺς δὲ ἀπὸ τῆς ἀποτομῆς, εἰ καλῶς γίγνοιτο, καὶ τὴν ὀξύτητα παρέξεις αὐτῷ. καὶ τοῦτ’ οὖν ὁ λογισμὸς εὗρεν, οὐ περίπτωσις. ὅτι δὲ διὰ τῶν ἑλκόντων σφοδρῶς φαρμάκων ἀνασπασθήσεται καὶ ὅτι διὰ τῶν σηπόντων νεκρωθήσεται, τῷ λογισμῷ μέν τις εὗρε· θαῤῥήσας δὲ χρῆσθαι, πρὸς τῆς πείρας ἐμαρτυρήθη. τινὰ μὲν γὰρ ἄντικρύς ἐστι καὶ πρὸ τῆς πείρας πιστὰ, καθάπερ εἰ τύχοι τὸν ἀρτίως ἐμπεπαρμένον ἐξελεῖν σκόλοπα καὶ τὸ βέλος, ὅσα τε τοῖς ὀφθαλμοῖς ἐμπίπτει ψαμμία. τινὰ δὲ ἐπινοεῖται μὲν ὑπὸ τοῦ λογισμοῦ, βεβαιοῦται δὲ ὑπὸ τῆς πείρας. ἕνεκα δὲ τοῦ ῥᾷον εὑρίσκειν σε
1013
καὶ κατὰ σαυτὸν ὁδοὺς τοιαύτας εἰς εὐπορίαν ἰαμάτων οὐκ ὀκνήσω προσθεῖναί τι παράδειγμα τῶν ἐκ τοῦ προκειμένου γένους. ὀνομάζομεν δὲ αὐτὸ κατὰ τὸν ἀριθμὸν τῶν μορίων. ἐπειδὴ γὰρ ἔνια μὲν ἐλλείπει, καθάπερ ὀδοὺς ἢ δάκτυλος ἢ ῥινὸς πτερύγιον, ἢ ὠτός τι μόριον, ἢ αἰδοίου δέρμα, τινὰ δὲ πλεονάζει, καθάπερ ἕκτος δάκτυλος, αἵ τ’ ἐξοστώσεις καλούμεναι καὶ τῶν ὀδόντων οἱ παραφυόμενοι τοῖς κατὰ φύσιν· ἐξελεῖν μέντοι τὸ περιττὸν οὐδὲν χαλεπὸν, ἕτερον δὲ γεννῆσαι τῷ μηκέτ’ ὄντι παραπλήσιον ἐπὶ τινῶν μὲν ῥᾴδιον, ἐπὶ τινῶν δὲ χαλεπὸν, ἐπὶ τινῶν ἀδύνατον. ἐὰν μὲν δὴ σαρκῶδες ᾖ τὸ λεῖπον, οὐ χαλεπῶς ἄν τις αὐτὸ γεννήσειεν· εἴρηται δ’ ἔμπροσθεν ἡ μέθοδος ἐπὶ τῶν κοίλων ἑλκῶν. ἐὰν δὲ ὀστοῦν ᾖ, αὐτὸ μὲν ἀδύνατον, ἀντ’ αὐτοῦ δὲ ἕτερόν τι σκληρὸν οὐκ ἀδύνατον ἐργάσασθαι. λέλεκται δέ τι καὶ περὶ τῆς τῶν φλεβῶν γενέσεως ἔμπροσθεν, ὡς ἐνίοτε μὲν αἰσθητῶς εἴδομεν ἑτέρας νέας γεννηθείσας, ἐνίοτε δ’ ἅπαντα μηχανωμένων οὐκ ἔφυσαν.

1014

Εἰ δὲ δάκτυλος ὁ λείπων ἤ τι τοιοῦτον εἴη, παντάπασιν ἀδύνατος ἡ γένεσις αὐτοῦ. λέλεκται δέ τι καὶ περὶ ποσθῆς ἔμπροσθεν, ὅπως ἄν τις αὐτὴν ἐργάσηται. τὰ δ’ ἐπὶ ῥινὸς ἢ ὠτὸς ἢ χείλους ἐλλείποντα γεννῆσαι μὲν ἀδύνατον, εὐπρεπῆ δ’ ἐργάσασθαι δυνατὸν, ἐὰν ὑποδείρας τις ἑκατέρωθεν τὸ δέρμα, κᾄπειτα συναγαγὼν κολλῆσαι δυνηθῇ. καθ’ ἕτερον δὲ τρόπον ἐκ τούτου τοῦ γένους ἐστὶ τῶν νοσημάτων ἀθερώματά τε καὶ στεατώματα καὶ μελικηρίδες, ἀσκαρίδες τε καὶ κηρία καὶ ἕλμινθες, οἵ τε κατ’ ἄρθρα καὶ πνεύμονα πῶροι, καὶ οἱ κατὰ νεφροὺς καὶ κύστιν λίθοι· κοινὸν γὰρ ἐπὶ πάντων αὐτῶν ἡ τῆς οὐσίας γένεσις οὐκ οὔσης πρότερον. ἔμπαλιν δὲ κατὰ τὰς ἀλωπεκίας καὶ τὰς ὀφιάσεις καὶ τὰς πτιλώσεις, ἔτι τε τὴν φαλάκρωσιν, ἀπώλεια μορίου τινός ἐστι χρησίμως γεγονότος. ὥσπερ οὖν ἐπὶ πάντων τῶν ἄλλων, ἐν οἷς γεννηθῆναί τι βουλόμεθα, τὰς κινήσεις τῆς φύσεως ἀκωλύτους ἐργαζόμεθα, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν ἀπολωλυιῶν τριχῶν. ἔργον γὰρ τῆς φύσεώς ἐστιν, ὥσπερ ἡ τῆς σαρκὸς γένεσις ἐν τοῖς κοίλοις ἕλκεσιν, οὕτω καὶ

1015
ἡ τῶν τριχῶν ἐπί τε τῆς κεφαλῆς καὶ τῶν βλεφάρων. ἀναμνησθεὶς οὖν ὧν ἔμαθες ἐν τοῖς φυσικοῖς λόγοις περὶ τριχῶν γενέσεως, ἐξ ἐκείνων εὑρήσεις τὰς τῆς ἀπωλείας αὐτῶν αἰτίας. ἐδείχθη δ’ ὅτι τῶν διαπνεομένων χυμῶν ὅσον ἰλυῶδές ἐστιν ἐξ ἀρχῆς τ’ εὐθέως τὰς τρίχας ἐγέννησε καὶ τοῦ λοιποῦ καθ’ ὑπόφυσιν αὐξάνει. τοῦτ’ οὖν, ὅταν ἤτοι γ’ ἀπόληται παντάπασιν ἢ μοχθηρὸν γενηθῇ, φθείρεσθαι τὰς τρίχας ἀναγκαῖόν ἐστι. καὶ γὰρ οὖν καὶ τὰ φυτὰ κατὰ διττὴν αἰτίαν ἀπόλλυται, ποτὲ μὲν ἀποροῦντα τῆς τρεφούσης ὑγρότητος, ἔστι δ’ ὅτε οὐκ οἰκείῳ χρώμενα. τελέως μὲν ἀπολουμένου τοῦ τρέφοντος χυμοῦ τὰς τρίχας ἡ φαλάκρωσις γίνεται, μοχθηροῦ δ’ ἀποτελεσθέντος αἵ τ’ ὀφιάσεις καλούμεναι καὶ αἱ ἀλωπεκίαι. πρῶτον μὲν οὖν εὑρήσεις ἐκ τῆς κατὰ φύσιν αὐτῶν διοικήσεως τὴν παρὰ φύσιν αἰτίαν. ἐφεξῆς δὲ τῆς θεραπείας εὐπορήσεις ἐνδεικτικῶς ὑπὸ τῶν κοινῶν ἀγομένης σκοπῶν ἅπασι τοῖς προειρημένοις, ἐφ’ ὧν ἐκ κακοχυμίας ἤτοι γ’ ἄλλο τι πάθος ἢ ἕλκος γίνεται· κωλῦσαι μὲν γὰρ χρὴ τὸ ἐπιῤῥέον, ἐκδαπανῆσαι δὲ καὶ διαφορῆσαι τὸ φθάσαν ἐν τῷ πεπονθότι 
1016
μορίῳ περιέχεσθαι. καθάπερ οὖν ἐπ’ ἐκείνων ἑλκῶν καθάρσεις τοῦ λυποῦντος χυμοῦ πρῶτον ἐγίγνοντό σοι, τὸν αὐτὸν τρόπον ἐπὶ τῶν τριχῶν αὐτῶν, ἀπ’ αὐτῶν δ’ ἄρξῃ τῆς θεραπείας, ἐπισκεψάμενος ἀκριβῶς ὁποία τις ἡ χρόα γέγονε τοῦ δέρματος, ἐξ οὗ τὰς τρίχας ὁρᾷς ἀπολλυμένας. εἰ μὲν γὰρ λευκοτέρα τοῦ κατὰ φύσιν, ἐπὶ τὴν τῶν φλεγματωδῶν χυμῶν ἀφικνοῦ κάθαρσιν· εἰ δ’ ὠχροτέρα πως, ἐπὶ τὴν τῆς τοιαύτης χολῆς, ὥσπερ γε καὶ εἰ μελαντέρα, τὰ τῶν μελανῶν ἀγωγὰ δώσεις φάρμακα. πρὸς δὲ τὴν ἀκριβεστέραν τῆς κακοχυμίας διάγνωσιν οὐ μικρὰ κᾀκ τῆς προηγησαμένης διαίτης ὠφεληθήσῃ, μεμαθηκώς γε τίνα μὲν ἐδεσμάτων τὸν μελαγχολικὸν ἀθροίζει χυμὸν, τίνα δὲ τὸν τῆς ὠχρᾶς χολῆς καὶ τοῦ φλέγματος. ὅταν οὖν ἤδη θαῤῥήσῃς ὡς ἐπὶ καθαρωτάτῳ σώματι, τὸν ἐν τῷ πεπονθότι δέρματι περιεχόμενον χυμὸν ἐκδαπανήσεις τοῖς διαφορητικοῖς φαρμάκοις, φυλαττόμενος ἐν αὐτοῖς οὕτω θερμὰ καὶ δριμέα προσάγειν φάρμακα ὡς ἑλκωθῆναι τὸ δέρμα. καὶ μέντοι καὶ τὰ ξηραίνοντα σφοδρῶς φυλάττεσθαι χρὴ, μή πως ἅμα τῷ μοχθηρῷ χυμῷ συνεκδαπανήσῃς καὶ τὸν ἐπιῤῥέοντα χρηστὸν, ὥσπερ ἐπὶ τῇ φαλακρώσει
1017
γίνεται. ταῦτ’ οὖν ἐννοήσας ἐγὼ πρῶτον ἔμιξα τοῖς τὰς ἀλωπεκίας θεραπεύουσι φαρμάκοις βραχύ τι θαψίας. εἶτα προσέχων. καθ’ ἑκάστην ἡμέραν, ὅπως ἡ τοῦ κάμνοντος φύσις ὑπ’ αὐτοῦ διατίθεται, κᾀπειδὰν ἤτοι γε οἰδισκόμενον ἐπὶ πλέον ἢ ἀναδερόμενόν πως ἴδω, τοῦ φαρμάκου μὲν ἀφίσταμαι κατ’ ἐκείνην τὴν ἡμέραν, ἐπαλείφω δὲ τετηκότι στέατι τὸ μόριον ἤτοι γ’ ὄρνιθος ἢ χηνὸς, ἐπειδὴ λεπτομερέστερα ταῦτά ἐστι καὶ κατὰ βάθος εἰσδύεται. κᾄπειτα κατὰ τὴν ὑστεραίαν, εἰ μὲν ἐπιμένοι τι τῶν εἰρημένων, ὁμοίως ἐπαλείφω· μὴ μενόντων δὲ τῷ φαρμάκῳ χρῶμαι· ὅπως δ’ εἰς βάθος δύοιτο, προσανατρίβω τὸ δέρμα τῇ σινδόνι μέχρι τοῦ σαφῶς ἐρυθρὸν γενέσθαι. εἴ γε μὴν μετὰ τὸ λουτρὸν χρῆσθαι βούλοιο τῷ τοιούτῳ φαρμάκῳ παρὰ τοῦ βαλανείου, τοῦθ’ ἕξεις γινόμενον ὃ πρόσθεν ὑπὸ τῆς ἀνατρίψεως. καὶ τοὺς ἀπολλύντας δὲ τὰς ἐκ τῶν βλεφάρων τρίχας, οὓς ὀνομάζουσι πτίλους, ὁμοίοις μὲν τῷ γένει θεραπεύσεις φαρμάκοις.

Ἐκλέξῃ δ’ ὕλην ἐπιτήδειον τοῖς ὀφθαλμοῖς μετὰ τοῦ φροντίζειν δηλονότι καὶ τοῦ μὴ παραῤῥεῖν ἔσω τὸ

1018
φάρμακον εἰς τοὺς χιτῶνας αὐτῶν. ὅθεν ἀμείνω τὰ ξηρὰ, περὶ ὧν ὥσπερ καὶ τῶν ἄλλων ἐν ταῖς ἡμετέραις τῶν φαρμάκων πραγματείαις λέλεκται. νυνὶ γὰρ, ὅπερ ἔφην, ἀρκεῖ μόνα τὰ γένη διεξέρχεσθαι τῶν φαρμάκων, ἄνευ τῶν κατὰ μέρος ὑλῶν, ὅπως μὴ πολλάκις ἀναγκαζοίμην ὑπὲρ αὐτῶν λέγειν. ὅσα μὲν τοίνυν ἀλλότρια τῆς κατὰ φύσιν ἐστὶ διοικήσεως, ἐξαρεῖν ὅλα αὐτὰ προσήκει· ὅσα δ’ οἰκεῖα μὲν, ἀλλὰ διέφθαρταί πως, ἀνασώζειν αὐτὰ, καθόσον ἐνδέχεται. λέλεκται δ’ ἔμπροσθεν ὡς ἐπαμφοτερίζει τινά. λέλεκται δὲ ὡς καὶ τῶν ἀλλοτρίων ἔνια ταῖς οὐσίαις ὅλαις ἐστὶν ἀλλότρια, λογικῆς ζητήσεως οὐκ ἐς τὴν θεραπείαν χρησίμης οὔσης κατὰ τοῦτον τὸν τόπον ἐπ’ ἐνίων παθῶν. τὸ γάρ τοι πτερύγιον ὅτι μὲν ἀλλότριόν ἐστι τῆς ὑγιεινῆς καταστάσεως εὔδηλον εἶναι νομίζω πᾶσιν· οὐ μὴν ἀλλότριόν γε κατὰ τὴν οὐσίαν ἐστὶν, ὥσπερ ἀθέρωμα καὶ μελικηρίς. ἴασις δὲ καὶ τούτου μικροῦ μὲν ὄντος ἔτι καὶ μαλακοῦ διὰ τῶν ῥυπτόντων φαρμάκων, οἷά πέρ ἐστι καὶ τὰ τραχωματικὰ καλούμενα· μεγάλου
1019
δὲ καὶ σκληροῦ γενομένου διὰ χειρουργίας. ὁμοίως δὲ καὶ τῶν ὑδατίδων τὰς μεγάλας θεραπευτέον· τὰς μικρὰς δὲ τὰ ξηραντικὰ τῶν φαρμάκων ὀνίνησι. τὸ δὲ χαλάζιον, ἔστι γὰρ ἕν τι καὶ τοῦτο τῶν ἐν ὀφθαλμοῖς γινομένων, ὅλῳ τῷ γένει παρὰ φύσιν ὑπάρχον ἐκκόπτεσθαι δεῖται. οὕτω δὲ καὶ τὸ πῦον ὑπὸ τῶν ὑποπύων ὀνομαζομένων ὀφθαλμῶν· ἀλλὰ τοῦτο μὲν ὡς τὰ πολλὰ διαφορεῖται φαρμάκοις. ὑπόχυμα δὲ ἀρχόμενον μὲν διαφορεῖται, σύστασιν δ’ ἱκανὴν λαβὸν οὐκέτι. τῶν καθ’ ἡμᾶς δέ τις ὀφθαλμικῶν Ἰοῦστος ὄνομα καὶ διὰ κατασείσεως τῆς κεφαλῆς πολλοὺς τῶν ὑποπύων ἐθεράπευσε, καθίζων μὲν αὐτοὺς ὀρθίους ἐπὶ δίφρου, περιλαμβάνων δὲ τὴν κεφαλὴν ἑκατέρωθεν ἐκ τῶν πλαγίων, εἶτα διασείων οὕτως ὥσθ’ ὁρᾷν ἡμᾶς ἐναργῶς κάτω χωροῦν τὸ πῦον. ἔμενε δὲ κάτω καίτοι τῶν ὑποχυμάτων μὴ μενόντων, εἰ μὴ πάνυ τις ἀκριβῶς αὐτὰ σφηνώσειε διὰ τὸ βαρὺ τῆς οὐσίας. κουφότερον γάρ ἐστιν, ὡς ἂν εἴποι τις εἰκάζων, ἢ νεφελωδέστερον τὸ ὑπόχυμα τοῦ πύου· πλὴν ὅσα καὶ τούτων αὐτῶν ἔνια, λέγω δὴ τῶν ὑποχυμάτων, ὀῤῥωδεστέρας
1020
ὑγρότητος ἐστίν. ἃ δὴ καὶ περικεντούντων διαλύεται μὲν ἐν τῷ παραυτίκα, χρόνῳ δ’ ὕστερον οὐ μακρῷ καθάπερ τις ἰλὺς ὑποχωρεῖ κάτω. τὸ δ’ ἐν τοῖς ὀφθαλμοῖς πῦον ὅταν διαφορῆσαι βουλώμεθα, τοῖς διὰ σμύρνης μάλιστα κολλυρίοις χρηστέον, ἃ δὴ καὶ καλοῦσιν ἰδίως διάσμυρνα· τούτων δ’ ἧττον, ἄμεινον δὲ τῶν ἄλλων ἐνεργεῖ τὰ διὰ λιβάνου, τὰ δ’ ἱκανῶς ξηραίνοντα παραχρῆμα μὲν ἱκανῶς ἐκκενοῖ, τὸ δ’ ὑπόλοιπον πήγνυσι δυσλύτως, ὡς ἐπὶ τῶν σκιῤῥουμένων ἔμπροσθεν εἴρηται. πολλάκις δὲ πῦον ἀθρόως ἐκενώσαμεν διελόντες τὸν κερατοειδῆ μικρὸν ὑπεράνω τοῦ χωρίου, καθ’ ὃ συμφύονται πρὸς ἀλλήλους ἅπαντες οἱ χιτῶνες. ὀνομάζουσι δὲ ἔνιοι μὲν ἴριν, ἔνιοι δὲ στεφάνην τὸ χωρίον. ὥστε καὶ τοῦτο τὸ πάθημα τοῖς τρισὶν ὑποπίπτει τρόποις τῆς κενώσεως καὶ διὰ χειρουργίας ἀθρόως ἐκκενούσης καὶ διὰ φαρμάκου κατὰ βραχὺ καὶ πρὸς ἀκυρώτερον ἀπαγόμενον τόπον, ὡς ἐν ταῖς κατασείσεσι. τοῦ γένους δ’ εἰσὶν, ὡς ἔφην, τῶν ὅλαις ταῖς οὐσίαις παρὰ φύσιν ἐχόντων καὶ αἱ ἀσκαρίδες, αἵ θ’ ἕλμινθες,
1021
εἴτ’ οὖν στρογγύλαι τινές εἰσιν εἴτε καὶ πλατεῖαι. διὸ καὶ τελέως αὐτὰς ἐξαιρεῖν χρὴ τοῦ σώματος. ἐξαιρήσεις δὲ ἀποκτείνας. ἀποκτενεῖς δὲ τοῖς πικροῖς φαρμάκοις· ζῶσαι μὲν γὰρ ἀντέχονται τῶν ἐντέρων, ἀποθανοῦσαι δὲ συνεκκενοῦνται τῇ κόπρῳ. συνεκκενοῦνται δὲ ζῶσαι μὲν ἔτι σκοτωθεῖσαι καὶ ὡς ἄν εἴποι τις ἡμιθνῆτες γινόμεναι. τὰς μὲν οὖν στρογγύλας ἕλμινθας ἱκανὸν ἀποκτεῖναι ἀψίνθιον. ἡ πλατεῖα δὲ ἰσχυροτέρων δεῖται φαρμάκων, ὁποῖόν ἐστι καὶ ἡ πτέρις, ἔτι δὲ καὶ ἡ καλουμένη ἀσκαρίς. ἀλλὰ περὶ μὲν τῆς τῶν φαρμάκων εὐπορίας οὐ νῦν πρόκειται λέγειν. ἐνταῦθα οὖν ἤδη τελευτάτω καὶ οὗτος ὁ λόγος.