De methodo medendi

Galen

Galen, De methodo medendi

Ἐπεὶ τοίνυν τὸ κῦρος ἅπαν ἐστὶ τῆς τῶν φλεγμαινόντων θεραπείας ἐν τῷ κενῶσαι τὸ περιττὸν αἷμα τοῦ φλεγμαίνοντος μορίου, κένωσις δὲ ἐπινοεῖται διττὴ τῶν οὕτως ἐχόντων, ἢ μεθισταμένου πρὸς ἕτερα χωρία τοῦ περιεχομένου κατὰ τὸ φλεγμαῖνον αἵματος, ἢ ἔξωθεν τοῦ σώματος ἐκκρινομένου, βέλτιόν ἐστιν ἀμφοτέροις χρῆσθαι προσέχοντα τὸν νοῦν, μὴ κατὰ συμβεβηκὸς ἕπηταί τις βλάβη. διττῆς τοίνυν ἑκατέρας τῶν εἰρημένων κενώσεως οὔσης, εἰς τέσσαρας τὰς πάσας ἡ τομὴ γίνεται τῶν κενωτικῶν ἁπάντων

900
βοηθημάτων, τῆς μὲν εἰς τὰ ἄλλα μόρια μεταῤῥύσεως τοῦ αἵματος ἡ μὲν ἑτέρα διωθουμένων αὐτὸ τῶν φλεγμαινόντων μορίων, ἡ δ’ ἑτέρα τῶν ἀπαθῶν ἑλκόντων γίνεται· τῆς δὲ ἔξω τοῦ σώματος κενώσεως ἡ μία μὲν αἰσθηταῖς ἐκροαῖς, ἡ δὲ ἑτέρα λόγῳ θεωρηταῖς ἐπιτελεῖται. καὶ τῆς αἰσθηταῖς ἐκροαῖς γινομένης ἡ μὲν ἑτέρα δι’ αὐτοῦ τοῦ φλεγμαίνοντος, ἡ δ’ ἑτέρα διὰ τῶν συναναστομουμένων αὐτῷ. διὸ καὶ χρεία τῆς ἀνατομῆς ἐστιν εἰς διάγνωσιν τῆς τοιαύτης κοινωνίας. αὗται μὲν οὖν ἀπὸ τῆς φύσεως τῶν μορίων ἐνδείξεις προέρχονται, τὴν θεραπείαν ὑπαλλάττουσαι τῶν φλεγμαινόντων· ἔτι τε πρὸς ταύταις ἡ ἐκ τῆς θέσεώς τε καὶ διαπλάσεως, ἃς ὡς ὀργανικὸν ἐνδείκνυται τὸ πεπονθὸς, οὐχ ὡς ὁμοιομερές.

Ἔτι δ’ ἄλλαι κοιναὶ τῶν ὀργανικῶν εἰσι καὶ τῶν ὁμοιομερῶν, ὅταν ἐπισκεπτώμεθα τήν τ’ ἐνέργειαν αὐτῶν, καὶ εἰ ἀραιὸν ἢ πυκνὸν, ἢ ἀναίσθητον, ἢ δυσαίσθητόν ἐστιν, ἢ εὐαίσθητον. εἰς ἃς ἁπάσας ἀποβλέπειν χρὴ τὸν ἐπιχειροῦντα θεραπεύειν ὀρθῶς.

901

Ἐπεὶ δὲ, ὡς ἀεὶ λέγομεν, οὐχ ἱκανόν ἐστιν αὐτὰ μόνον γινώσκειν τὰ καθόλου χωρὶς τοῦ γεγυμνάσθαι περὶ τὰ κατὰ μέρος, οὕτω καὶ νῦν πράξομεν οὐ διὰ πάντων τῶν κατὰ μέρος ἰόντες, ἀλλ’ ὅσα περ ἂν ἡμῖν ἱκανὰ δόξῃ τοῖς ἀναγνωσομένοις αὐτὰ γενήσεσθαι. ὑποκείσθω τοίνυν ἧπαρ ἀρχόμενον φλεγμαίνειν καὶ ζητείσθω τίς ἀρίστη θεραπεία γενήσεται τοῦ πάθους. ἐπισκέπτου δὴ πρῶτον μὲν ἁπάντων, ἀφ’ ὧν εἶπον ὁρμώμενος, εἰ δεῖται κενώσεως τὸ πᾶν σῶμα. κᾂν εὕροις δεόμενον, ἐφεξῆς σκέπτου τὴν ῥώμην τοῦ κάμνοντος, εἰ δύναται κένωσιν ἀθρόαν ἐνεγκεῖν. ἔστω δὴ πρότερον ἐῤῥῶσθαι τὴν δύναμιν· ἐφεξῆς σκέπτου τὴν ἡλικίαν. εἰ γὰρ παιδίον εἴη, τὴν διὰ φλεβοτομίας οὐκ οἴσει κένωσιν, ὡς ἔμπροσθεν ἐδείχθη· κατὰ μὲν τὸν τῆς ἥβης καιρὸν οἱ παῖδες ἤδη φέρουσι τὴν διὰ τῆς φλεβοτομίας κένωσιν. ἀντισπαστέον οὖν ἅμα καὶ κενωτέον τὸ φερόμενον ἐπὶ τὸ ἧπαρ αἷμα τῇ φλεβοτομίᾳ, κατὰ τὸν δεξιὸν ἀγκῶνα τὴν ἔνδον φλέβα τέμνοντες, ἐπεὶ κατ’ εὐθὺ καὶ δι’ εὐρείας ὁδοῦ τῇ κοίλῃ καλουμένῃ κοινωνεῖ· μὴ φαινομένης δὲ ταύτης

902
τὴν μέσην τέμνειν· εἰ δὲ μήτ’ αὐτὴ φαίνοιτο, τὴν λοιπὴν καὶ τρίτην. τὸ δὲ ποσὸν τῆς κενώσεως ἔκ τε τῆς κατὰ τὸ πλῆθος εὑρήσεις ποσότητος, ὅσα τ’ ἄλλα κατὰ τὸν ἔμπροσθεν εἴρηται λόγον, ἡλικία τε καὶ φύσις ὥρα τε καὶ χώρα καὶ ἔθος, ἔτι τε πρὸ τούτων καὶ ἡ δύναμις τοῦ κάμνοντος. ἐφ’ ἁπάντων γὰρ ταῦτα κοινά. τὸ δ’ ἤτοι τὴν ἔνδον ἢ τὴν μέσην ἢ τὴν ὠμιαίαν φλέβα τέμνειν, ἢ τὴν παρὰ τὸ σφυρὸν, ἢ τὴν ἐν ἰγνύϊ, παρὰ τοῦ πεπονθότος μορίου τὴν ἔνδειξιν ἔχει. καὶ διώρισται μὲν ἤδη κᾀν τοῖς περὶ φλεβοτομίας ὑπὲρ τῶν τοιούτων ἁπασῶν κενώσεων· εἰρήσεται δὲ καὶ νῦν ὅσον εἰς τὰ παρόντα χρήσιμον, αὐτό τε τοῦτο πρῶτον, ὡς οὐκ ἀγκεῖ μόνον ὅτι κενωτέον ἐστὶν ἐξευρεῖν, ὡς ἂν φαῖεν οἱ τὴν ἀμέθοδον αἵρεσιν μετιόντες, οὐδὲν φροντίζοντες τῆς διαφορᾶς τῶν πεπονθότων μορίων. οὐ γὰρ ὁ λόγος μόνον, ἀλλὰ καὶ ἡ πεῖρα δείκνυσιν ἄλλην ἄλλῳ μορίῳ κένωσιν ἁρμόττουσαν. ἐθεάσω γοῦν ἐνίους τῶν ἀρξαμένων φλεγμαίνειν ὀφθαλμοὺς αὐτῷ μόνῳ τῷ καθαρθῆναι διὰ τῆς κάτω γαστρὸς ἡμέρᾳ μιᾷ θεραπευθέντας.
903
ὅπερ ἐὰν ἐφ’ ἥπατος ἀρχομένου φλεγμαίνειν ἐπιχειρήσῃ τις πρᾶξαι, μεγίστην ἐργάσεται τὴν φλεγμονὴν, ὥσπερ γε καὶ εἰ τῶν νεφρῶν ἢ τῆς κύστεως φλεγμαίνειν ἀρξαμένων οὐρητικὰ ποτίζοι φάρμακα καταμήνιά τε κινοῖ μήτρας φλεγμαινούσης· ἀντισπᾷν γὰρ χρὴ τῶν ἀρχομένων ῥευματίζεσθαι ποῤῥωτάτω τὸ περιττὸν, οὐχ ἕλκειν ἐπ’ αὐτά. κατὰ τοῦτον οὖν τὸν λόγον οὐδὲ γαστρὸς οὐδ’ ἐντέρων ἀρξαμένων φλεγμαίνειν ὑπηλάτῳ χρῆσθαι προσήκει. τὴν δ’ αὐτὴν ἔνδειξιν ἔχει τούτοις μὲν μήτρα, τοῖς δ’ οὐρητικοῖς ὀργάνοις αἰδοῖα. τό γε μὴν ἐμέτοις χρῆσθαι τῶν αἰδοίων πεπονθότων ἀντισπαστικόν ἐστι βοήθημα. κατὰ δὲ τὸν αὐτὸν λόγον ἐπὶ μὲν τοῖς κατὰ τὴν κεφαλὴν ἅπασιν ὑπήλατον φάρμακον, ὅσα δὲ κατὰ τὸν φάρυγγα καὶ οὐρανίσκον, ἢ τὴν ὑπερώαν, ἢ τὴν γλῶτταν, ἢ ὅλως κατὰ τὸ στόμα φλεγμαίνειν ἄρχεται, φυλακτέον ἐπὶ τούτων ἁπάντων τοὺς καλουμένους ἀποφλεγματισμούς. ὅμοιον γὰρ τοῦτο τῷ καθαίρειν κάτω τῶν ἐντέρων πεπονθότων καὶ τῷ· 
904
οὖρα κινεῖν τῶν κατὰ τοὺς νεφροὺς ἢ κύστιν ἐχόντων κακῶς, ἢ ἐμέτους τῶν κατὰ τὸν στόμαχον. ἄμεινον οὖν ἐπὶ τὴν ῥῖνα παροχετεύειν, ἀρχομένων τῶν κατὰ τὸ στόμα μορίων φλεγμαίνειν. οὕτω δὲ καὶ φλέβα τέμνειν, εἰ μὲν ταῦτα πεπόνθοι, τὴν ὠμιαίαν ἐν χειρὶ, καὶ ταύτης μὴ φαινομένης τὴν μέσην· εἰ δ’ ἧπαρ ἢ θώραξ ἢ πνεύμων ἢ καρδία, τὴν ἔνδον. ἐπὶ δὲ συνάγχης πρώτας μὲν τὰς ἐν χερσὶ, δευτέρας δὲ τὰς ὑπὸ τὴν γλῶτταν. τῶν δὲ κατ’ ἰνίον πασχόντων καὶ τὴν ἐν ἀγκῶνι μὲν, οὐχ ἥκιστα δὲ καὶ τὴν ἐν τῷ μετώπῳ. ἐπὶ δὲ νεφρῶν καὶ κύστεως αἰδοίου τε καὶ μήτρας τὰς ἐν τοῖς σκέλεσι, μάλιστα μὲν τὰς κατὰ τὴν ἰγνύαν, εἰ δὲ μὴ, τὰς παρὰ σφυρόν. ἀεὶ δ’ ἐπὶ πάντων τὰς κατ’ εὐθύ. τοῦ μὲν ἥπατος ἀρχομένου φλεγμαίνειν, τὰς ἐν τῇ δεξιᾷ χειρὶ, τοῦ δὲ σπληνὸς, ἔμπαλιν. ὥστ’ εὐθὺς ἡ διαφορὰ τῶν κενώσεων πρῶτον κατὰ τὴν τῶν μορίων διαφορὰν ὑπαλλάττεται· καὶ δῆλον ὅτι τὸ κοινὸν τῆς ἐνδείξεως οὐ μᾶλλον ὠφελείας ἢ βλάβης αἴτιον. ὅτι μὲν γὰρ κενωτέον, ἔνδειξις
905
κοινή· τὸ δ’ ὅθεν ἢ ὅπως, οἱ πεπονθότες τόποι διδάσκουσιν. οὕτω γοῦν καὶ οἱ τῶν κώλων ἐπενοήθησαν δεσμοὶ θώρακος ἢ γαστρὸς, ἢ τῶν κατὰ τὸν τράχηλον, ἢ τὴν κεφαλὴν μορίων φλεγμαινόντων. οὐ γὰρ δὴ τὸ φλεγμαῖνόν γε αὐτὸ δήσεις κῶλον, ἀλλ’ ἐπὶ μὲν σκελῶν τὰς χεῖρας, ἐπὶ χειρῶν δὲ τὰ σκέλη.

Καὶ μὴν καὶ τὸ ψύχειν καὶ στύφειν ἐν ἀρχῇ τὰ φλεγμαίνοντα χωρὶς τῆς περὶ τῶν πεπονθότων ἐνδείξεως οὐ μᾶλλον ὠφελείας ἢ βλάβης αἴτιον. ἐπὶ μὲν γὰρ τῶν κατὰ τὸ κῶλον μορίων ἀρκεῖ καὶ σπόγγον ἐπιθεῖναι, βρέξαντας ἤτοι γε ὕδατι ψυχρῷ μικρὸν ὄξους μιγνύντας ἢ ὕδατι μόνῳ· καθάπερ γε καὶ οἴνῳ τινὶ τῶν αὐστηρῶν. ἥπατος δ’ ἀρξαμένου φλεγμαίνειν οὐδεὶς ἂν χρήσαιτο τούτων οὐδενὶ νοῦν ἔχων ἄνθρωπος· ἀλλ’ οὐδ’ εἰ μήλινον ἐπιβρέξαις ἢ μύρσινον, ἢ μαστίχινον, ἢ νάρδινον, ἢ σχίνινον, ἤ τι τῶν στυφόντων ἐλαίων ἢ καὶ τῶν ἄλλων ἐναφεψήσας ἀψίνθιον, οὐδὲ τούτων οὐδὲν ἁρμόττει ψυχρὸν, ὥσπερ οὐδὲ κατάπλασμα ψυχρὸν οὐδέν. ἀλλὰ μῆλα μὲν ἐναφεψῶν οἴνῳ, καὶ μάλιστα

906
κυδώνια, κατάπλασμα σκευάσοις δι’ αὐτοῦ, φλεγμονῆς ἥπατος ἔτι ἀρχομένης, ψυχρὸν δ’ οὐδὲ τοῦτο προσοίσεις· ὥσπερ οὐδὲ τὸ ἔλαιον ἐσκευασμένον, ὡς εἴρηται, τοῖς ὀφθαλμοῖς ἢ τοῖς ἐν τῷ στόματι μορίοις ἀρχομένοις φλεγμαίνειν. ὠτὶ δὲ κᾂν ὄξος ἐγχέῃς μετὰ ῥοδίνου, βλάψεις οὐδέν. ἀλλ’ οὐκ ὀφθαλμοῖς γε φλεγμαίνουσιν ἀγαθὸν τοῦτο, καθάπερ οὐδὲ τὸ διὰ μόρων φάρμακον ἤ τι τῶν στοματικῶν ὀνομαζομένων ἄλλο· πάντα γὰρ ἀνιαρὰ τὰ τοιαῦτα τοῖς ὀφθαλμοῖς, καίτοι κατὰ τὸ γένος ὄντα τῆς ἐνδείξεως. ἀδένων δὲ φλεγμαίνειν ἀρχομένων ἤρκεσε πολλάκις ἔλαιον μόνον θερμόν.

Ἀλλὰ καὶ ἡ ἄλλη δίαιτα τοῖς μὲν ἀδένας ἤ τι τῶν κατὰ τὰ κῶλα μορίων ἔχουσι φλεγμαῖνον, ἕνα μόνον λαμβάνει σκοπὸν, ὡς τοσαῦτα καὶ τοιαῦτα προσφέρεσθαι δεῖν, ὅσα δὴ καὶ οἷα πεφθήσεται ῥᾷστα. διαφέρει δ’ οὐδὲν ἢ χόνδρον, ἢ πτισάνην, ἢ μελίκρατον, ἢ ῥόαν, ἢ μῆλον, ἤ τι τοιοῦτον προσενέγκασθαι. φλεγμαίνοντος δ’ ἥπατος ἀκριβεστάτης διαίτης ἐστὶ χρεία, καθάπερ γε καὶ γαστρός. τὸ

907
γὰρ ἔργον αὐτῶν ἅπαντι τῷ ζώῳ κοινόν ἐστι, καὶ μὴ πεφθείσης καλῶς τῆς τροφῆς ἢ μὴ προσηκόντως αἱματωθείσης, ἅπασι τοῖς τοῦ ζώου μέλεσι μεγίστη βλάβη προσγίνεται. τὰ δὲ τῶν κώλων μόρια τοσοῦτον λαμβάνει τῆς τροφῆς, ὅσον τρέφεσθαι πέφυκε. διὸ κᾂν ἐκ μήλου καλῶς ἐν τῇ γαστρὶ πεφθέντος ἀφίκηται πρὸς αὐτὰ τροφὴ, κᾂν ἐκ χόνδρου, κᾂν ἐκ πτισάνης, οὐ μέγα διαφέρει. κατὰ δὲ τὸ ἧπαρ ὁπόσον ἡ διαφορὰ τῶν τροφῶν δύναται καὶ ὡς μέγιστον ἐφ’ ἑκάτερα, πάρεστί σοι μανθάνειν.

Ἐκκενοῦσθαι μὲν δήπου χρὴ τοῦ ἥπατος ὅσον ἀθροίζεται κατ’ αὐτὸ τοῦ τε πικροχόλου χυμοῦ καὶ τῶν ἐκ τῆς φλεγμονῆς ἰχώρων. τοῦτο δ’ οὐκ ἂν γένοιτο χωρὶς τοῦ διαῤῥύπτεσθαι μὲν τὰ κατὰ τὸ σπλάγχνον ἀγγεῖα, τὸν δ’ εἰς τὴν νῆστιν καθήκοντα πόρον ἀναστομοῦσθαι. χόνδρος οὖν ἐμπλάττων μὲν τοῦτον, ἐμπλάττων δὲ τὰ κατὰ τὸ ἧπαρ ἀγγεῖα καὶ μάλιστα τὰ πέρατ’ αὐτῶν, κωλύει τήν τε χολὴν εἰς τὸ ἔντερον ὑπιέναι καὶ τὴν τροφὴν εἰς ὅλον ἀναδίδοσθαι τὸ σῶμα. χρεία τοίνυν ἐστὶ τῶν ἐκφραττόντων

908
ἐδεσμάτων τε καὶ φαρμάκων αὐτῷ τε τῷ ἥπατι καὶ τῷ τοῦ χοληδόχου πόρου στόματι. τὰ δὲ τοιαῦτα πάντα γλίσχρα μὲν ἥκιστ’ ἐστὶ, λεπτὰ δὲ ταῖς συστάσεσι καὶ δακνώδη ταῖς ποιότησιν. ἀλλὰ πάλιν ὑπὸ τούτων δακνόμενα τὰ φλεγμαίνοντα παροξύνεται καὶ διὰ τοῦτο δεόμεθα τῶν ἄνευ τοῦ δάκνειν αὐτὰ ῥυπτόντων, οἷόν πέρ ἐστι καὶ τὸ μελίκρατον. ἀλλ’ ἴσμεν ὅτι τὰ γλυκέα πάντα καὶ σπλῆνα καὶ ἧπαρ ἐπὶ πλεῖστον ἐξαίρει. λοιπὴ τοίνυν ἄμεμπτος ὡς ἐν ἐδέσματι μὲν ἡ πτισάνη· χωρὶς γὰρ τοῦ δάκνειν ῥύπτει· ὡς ἐν φαρμάκοις δ’ ὀξύμελι μεθ’ ὕδατος κεραννύμενον. καὶ γὰρ καὶ ἡ ῥόα καὶ τὸ μῆλον ὅσα τ’ ἄλλα στύφει, συνάγοντα τοῦ χοληδόχου πόρου τὸ στόμα, κωλύει τὴν χολὴν ἐκκρίνεσθαι· καὶ διὰ τοῦτο βλάπτει φλεγμονὰς ἥπατος, καὶ μάλισθ’ ὅταν ἐν τοῖς σιμοῖς ὦσι μέρεσι τοῦ σπλάγχνου· πρὸς γὰρ τῇ διὰ φλεγμονὴν στενοχωρίᾳ καὶ ἡ ἐκ τῶν στυφόντων τε καὶ γλίσχρων ἐδεσμάτων προσέρχεται. καὶ τὰ δάκνοντα δὲ μᾶλλον βλάπτει τὰς ἐν τοῖς σιμοῖς φλεγμονάς· ὅσαι γὰρ ἐν τοῖς κυρτοῖς αὐτοῦ μέρεσι γίγνονται, φθάνει μεταβεβλημένα πρὸς αὐτὰς ἀφικνεῖσθαι τὰ ληφθέντα 
909
καὶ μήτε τὸ στῦφον ἔτι στύφειν ὁμοίως μήτε τὸ δάκνον δάκνειν μήτε τὸ διὰ γλισχρότητα τοῖς στενοῖς ἀγγείοις ἐμπλαττόμενον ἔτι μένειν ὁμοίως γλίσχρον. ἡ μεταβολὴ δ’ αὐτοῖς διττὴ, τῷ τε προπεπέφθαι καὶ διότι τῷ προϋπάρχοντι κατὰ τὸ σπλάγχνον αἵματι μίγνυται. τοῦ δέ γε σιμοῦ μέρους ἐν ἥπατι φλεγμαίνοντος εὐθὺς μὲν ἀναγκαῖόν ἐστι καὶ τὰς ἐν τῷ μεσεντερίῳ συμφλεγμαίνειν φλέβας· ἀπὸ γὰρ τῆς ἐπὶ πύλας ἅπασαι πεφύκασιν· εὐθὺς δὲ καὶ τὰ προσπίπτοντα τοῖς στόμασιν αὐτῶν ἐπιδείκνυται τὴν ἑαυτῶν δύναμιν.

Ἀρά σοι δοκεῖ σμικρὰ διαφορὰ προσέρχεσθαι τῇ κοινῇ τῶν φλεγμονῶν θεραπείᾳ παρὰ τῶν μορίων; ἐμοὶ μὲν γὰρ μεγίστη φαίνεται, κᾂν εἰ τὴν Θεσσάλειον ἀναισθησίαν ζηλοῦντες οἴονται τὴν κοινὴν ἔνδειξιν ἀρκεῖν μόνην. ἀναμνῆσαι δέ σε βούλομαι καὶ τῆς καλῆς αὐτῶν θεραπείας, ἣν ἐπὶ Θεαγένους ἐποιήσαντο τοῦ Κυνικοῦ φιλοσόφου· ταύτην γὰρ ἔγνωσαν οὐκ ὀλίγοι διὰ δόξαν τἀνθρώπου, δημοσίᾳ διαλεγομένου κατὰ τὸ τοῦ Τραϊανοῦ γυμνάσιον ἑκάστης ἡμέρας.

910
ὁ μὲν οὖν θεραπεύων αὐτὸν ἦν εἷς τῶν Σωρανοῦ μαθητῶν, Ἄτταλος τοὔνομα. κατέπλαττε δὲ ἑκάστης ἡμέρας τὸ ἧπαρ ἀρτομέλιτι, μὴ γινώσκων ὅτι στύφεσθαι μετρίως δεῖται τὸ σπλάγχνον τοῦτο, διότι τῆς θρεπτικῆς δυνάμεως ἀρχὴ τοῖς ζώοις ἐστὶ καὶ τὸ φλεβῶδες γένος ἀπ’ αὐτοῦ πέφυκεν. οὕτως οὖν ἐθεράπευσε τὸ σπλάγχνον, ὡς τοὺς βουβῶνας ἀμίκτῳ καὶ μόνῃ τῇ διὰ τῶν χαλώντων ἀγωγῇ, καταπλάττων μὲν ἀρτομέλιτι, προκαταιονῶν δὲ ἐλαίῳ θερμῷ καὶ τρέφων ἐκ χόνδρου ῥοφήματι. ταῦτα γὰρ ἀρκεῖ τὰ τρία σχεδὸν ἅπασι τοῖς νῦν ἀμεθόδοις Θεσσαλείοις εἰς τὴν τῶν ὀξέων ἴασιν. ἔδοξε δέ μοι κατὰ μόνας εἰπεῖν τῷ Ἀττάλῳ, προσμιγνύναι τι τῶν στυφόντων καὶ μὴ ψιλῇ χρῆσθαι τῇ διὰ τῶν χαλαστικῶν ἀγωγῇ. περὶ μὲν οὖν τῆς τοῦ σπλάγχνου φύσεως οὐκ ἔμελλον ἐρεῖν αὐτῷ· τοῦτο γὰρ ἦν ὄντως ὄνῳ μῦθον λέγειν· ὃ δ’ ᾤμην εἰπὼν πείσειν αὐτὸν, ᾧ καὶ πάντας ἀνθρώπους ὁρῶ τάχιστα πειθομένους, τοῦτο διῆλθον μόνον· ὡς ἡ μακρὰ πεῖρα ἐδίδαξε τοὺς ἰατροὺς θεραπεύειν ἧπαρ ὕλῃ φαρμάκων μικτῇ· γεγραμμένην δ’ αὐτὴν εὑρήσεις ἐν τοῖς θεραπευτικοῖς
911
γράμμασι τῶν ἰατρῶν. ἐὰν οὖν σοι δοκῇ, μῖξον, ἔφην, ἀψινθίου τι τῆς κόμης μὲν ἀκριβῶς κεκομμένης τῷ καταπλάσματι, τῆς πόας δ’ ὅλης τῷ ἐλαίῳ, καθάπερ ὁρᾷς ἄλλους ἐναφέψοντας αὐτῷ μετρίως. τῷ καταπλάσματι δὲ μυροβαλάνου πίεσμα καὶ ἴριν καὶ σχίνου τὸ ἄνθος ἢ τῆς ναρδίτιδος βοτάνης τὴν ῥίζαν ἢ κυπέρου μῖξον· οὐ χεῖρον δὲ καὶ δι’ οἴνου ποτ’ αὐτὰ κατασκευάσαι καὶ μῖξαι ποτὲ τῆς ἰλύος αὐτοῦ, καί τι τῶν στυφόντων ἐναφεψῆσαι μήλων, ὁποῖα τὰ κυδώνιά τε καὶ στρούθια καλούμενα καὶ ταῦτα δὴ τὰ πλεονάζοντα κατὰ τὴν Ῥωμαίων πόλιν, ἃ προσαγορεύουσι κεστιανά. τὸ δ’ ἔλαιον, ὁρῶ γάρ σε καὶ τοῦτο μιγνύντα, μὴ τὸ τυχὸν ἔστω, ἀλλ’ ἤτοι τὸ ἀπὸ τῆς Ἱσπανίας ἢ τὸ Ἱστρικὸν, ἢ τὸ ὀμφάκινον, ἢ σχίνινον, ἢ μύρτινον, ἢ μήλινον, ἢ νάρδινον μύρον. πολλὴν δὲ καὶ ἄλλην ἔφην ὕλην ἄφθονον εἶναι τῶν ἐναφεψεῖσθαι δυναμένων. καὶ γὰρ σχίνου τοὺς ἁπαλοὺς κλῶνας καὶ μυρσίνης καὶ βάτου καὶ ἀμπέλου καὶ μᾶλλον τῆς ἀγρίας, ἀφ’ ἧς καὶ τὴν οἰνάνθην καλουμένην λαμβάνομεν. οὐ χεῖρον δ’ ἂν εἴη καὶ τὸ Ἀττικὸν ὕσσωπον
912
τῷ τε καταπλάσματι καὶ ταῖς κηρωταῖς μιγνύναι· καὶ γὰρ καὶ κηρωτάς τινας ἐξ ὕλης τοιαύτης αὐτῷ αὐτῷ συνεβούλευον ἐπιτιθέναι μετὰ τὸ κατάπλασμα. καὶ συνάπτειν γ’ ἐπειρώμην ἐφεξῆς αὐτῷ τὴν ὅλην ἀγωγὴν, ἵνα καὶ τὰ καλούμενα πρὸς τῶν ἰατρῶν ἐπιθέματα διὰ μικτῆς ὕλης σκευάζῃ. βέλτιον γὰρ, ἔφην, ἐστὶν ἀρθέντος τοῦ καταπλάσματος ἐπικεῖσθαί τι τῷ σπλάγχνῳ. καὶ ὁ Ἄτταλος ὑποτεμνόμενός μου τὸν λόγον, εἰ μὴ σφόδρα σ’ ἐτίμων, ἔφη, τούτων οὐδενὸς ἂν ἠνεσχόμην· ἐν οἷς γὰρ ἐναυάγησαν οἱ πρόσθεν ἰατροὶ, πρὶν τὴν ὄντως ἰατρικὴν ὑπὸ τῶν ἡμετέρων εὑρεθῆναι, ταῦτά μοι συμβουλεύεις ὥσπερ οὐκ εἰδότι. τρεῖς οὖν ἡμέρας ἢ τέσσαρας, ἔφη, συγχώρησόν μοι προνοήσασθαι τοῦ Θεαγένους ὡς ἐγὼ βούλομαι, καὶ θεάσῃ τελείως αὐτὸν ὑγιαίνοντα. τί οὖν, ἔφην, ἐὰν ἐξαίφνης ἱδρώτων ὀλίγων καὶ τούτων γλίσχρων ἐπιφανέντων ἀποθάνῃ, μνημονεύσεις ὧν ὑπέσχου καὶ μεταθῇ τοῦ λοιποῦ; καταγελῶν ἐπὶ τούτοις ὁ Ἄτταλος ἐχωρίσθη, μηκέτ’ ἀποκρινόμενος μηδὲν, ὥστ’ οὐδὲ περὶ τοῦ χόνδρου τι συμβουλεῦσαί μοι συνεχώρησεν, οὐδ’ ὅτι δεήσει τῶν οὐρητικῶν φαρμάκων
913
μιγνύναι τῷ ὕδατι μικρὸν ὕστερον, ἐπειδὴ τὰ κυρτὰ τοῦ ἥπατος ἐπεπόνθει. καθάπερ γὰρ τὰ σιμὰ διὰ τῆς γαστρὸς ἐκκενωτέον ἐστὶν, ὡς ὀλίγον ἔμπροσθεν εἶπον, οὕτω τὰ κυρτὰ διὰ τῶν μετρίως οὐρητικῶν φαρμάκων, οἷόν ἐστι τὸ σέλινον. ἐν δὲ τῷ χρόνῳ προϊόντι πεττομένης ἤδη τῆς φλεγμονῆς καὶ τοῖς ἰσχυροτέροις ἐγχωρεῖ χρήσασθαι, τῷ ἀσάρῳ καὶ τῇ Κελτικῇ νάρδῳ καὶ τῷ καλουμένῳ φοῦ καὶ πετροσελίνῳ καὶ σμυρνίῳ καὶ μήῳ· καθάπερ γε καὶ διὰ τῆς γαστρὸς κενοῦν, εἰ τὰ σιμὰ πεπόνθασι, κνίκον μιγνύντα τοῖς ἐδέσμασι καὶ ἀκαλήφην καὶ λινοζῶστιν, ἐπίθυμόν τε καὶ πολυπόδιον καὶ πάνθ’ ὅσα μετρίως ὑπάγει. ἔτι δὲ μᾶλλον ἐν ταῖς παρακμαῖς αὐτοῖς τε τούτοις χρῆσθαι θαρσαλεώτερον ἢ πρόσθεν, ὅσα τε τούτων ἐστὶ σφοδρότερα, τὰ μὲν ἐναφέψοντας τῇ πτισάνῃ, τὰ δὲ κόψαντας, ὡς χνοώδη γενέσθαι· διδόναι δὲ καὶ ταῦτα διὰ πτισάνης ἢ μεθ’ ὕδατος. ἐγὼ γοῦν καὶ πολυποδίου τι ποτὲ συνέψησα τῇ πτισάνῃ καὶ μέλανος ἐλλεβόρου φλοιόν. καὶ διὰ τῶν κλυσμάτων δὲ κενοῦν αὐτοὺς προσῆκεν, ἐν ἀρχῇ μὲν ἀρκουμένους ἁλσὶν ἢ νίτρῳ ἢ ἀφρονίτρῳ μεμιγμένοις 
914
τῷ μελικράτῳ· κατὰ δὲ τὰς παρακμὰς καὶ μάλιστα ἐὰν σκιῤῥῶδές τι καταλείπηται τῆς φλεγμονῆς, ἰσχυρότερα μιγνύντας φάρμακα· τὸ γοῦν ὕσσωπον ἐναφεψόμενον τῷ ὕδατι τηνικαῦτα καὶ τὴν ὀρίγανον καὶ τὴν κολοκυνθίδα καὶ τὸ λεπτὸν κενταύριον. ἐπιτηδειότατα γάρ ἐστι σκιῤῥωθῆναι τὰ δύο σπλάγχνα, τό θ’ ἧπαρ καὶ ὁ σπλὴν, ἐὰν ἀμελήσῃ τις αὐτῶν ἢ τοῖς γλίσχροις ἐδέσμασι χρήσηται, καθάπερ καὶ ὁ Ἄτταλος ἐπὶ τοῦ Θεαγένους ἑκάστης ἡμέρας χόνδρον προσφέρων καὶ μηδὲν διδοὺς τῶν ἐκφραττόντων τε καὶ ῥυπτόντων. ἀλλὰ τό γε συμβὰν τῷ Θεαγένει, μᾶλλον δὲ τῷ Ἀττάλῳ, καιρὸς εἰπεῖν. ὡς γὰρ ὑπέσχετό μοι, μετὰ τρεῖς ἡμέρας ἐπιδείξειν τὸν ἄνδρα τῆς φλεγμονῆς τοῦ ἥπατος ἀπηλλαγμένον, ὁ μὲν ἔτι δὴ καὶ μᾶλλον ἐπὶ πλεῖστόν τε κατήντλει τὸ σπλάγχνον ἐλαίῳ θερμῷ· κατέπλαττέ τε συνεχέστερον ἐκ τῆς ἐπιμελείας ἐλπίζων αὑτῷ προχωρήσειν τὰ τῆς θεραπείας ἄμεινον, ἀπεκρίνατό τε πυνθανομένοις γαυριῶν ὑπὲρ τοῦ· Θεαγένους τὰ βελτίω. ἀλλὰ συνέβη γε καθ’ ὃν ἐγὼ τρόπον, ἐξαίφνης ἀποθανεῖν αὐτόν. καὶ τὸ πάντων γελοιότατον, ὁ μὲν
915
Ἄτταλος ἦγέ τινας τῶν ἠρωτηκότων φίλων ὅπως διάγοι, δεῖξαι βουλόμενος αὐτὸν οὕτως ἔχοντα καλῶς ὡς λούεσθαι μέλλειν, ἀγαλλόμενός τε μετὰ πολλῶν εἰσῆλθεν εἰς τὸν οἶκον ἐν ᾧ κατέκειτο· τὸν Θεαγένη δὲ τεθνεῶτα λούειν ἐνεχείρουν ἔνιοι τῶν φίλων, ταῦτα δὴ τὰ νενομισμένα, Κυνικοί τέ τινες ὄντες καὶ ἄλλως φιλόσοφοι. διὸ καὶ μέχρι τοῦ νεκροῦ παραγενέσθαι συνέβη τῷ Ἀττάλῳ μετὰ τοῦ χοροῦ τῶν θεατῶν, ἅτε μηδενὸς ἔνδον οἰμώζοντος. οὔτε γὰρ οἰκέτης οὔτε παιδίον οὔτε γυνὴ τῷ Θεαγένει ἦν, ἀλλ’ οἱ φιλοσοφοῦντες μόνοι παρῆσαν αὐτῷ φίλοι, τὰ μὲν ἐπὶ τοῖς τεθνεῶσι νομιζόμενα πράττοντες, οὐ μὴν οἰμώζειν γε μέλλοντες. οὕτω μὲν ὁ Θεσσάλειος ὄνος εὐδοκίμησεν, ἐπὶ πολλῶν θεατῶν ἐπιδείξας ἀπηλλαγμένον τῆς φλεγμονῆς ἐντὸς τῶν τεττάρων ἡμερῶν, ὡς ὑπέσχετο, τὸν ἄνθρωπον. οἱ δ’ ἄλλοι μεθοδικοὶ μυρίους ἀποκτείνοντες ὁσημέραι τὴν ἀγωγὴν τῆς θεραπείας οὐδέπω καὶ νῦν ὑπαλλάξαι τολμῶσιν, οὐδὲ πειραθῆναί ποτε κᾂν ἅπαξ τῆς τοῖς ἄλλοις ἰατροῖς, οἷς ὄντως ἐσπουδάσθη τὰ τῆς τέχνης ἔργα, γεγραμμένης· οὕτω δευσοποιόν τι πρᾶγμά ἐστιν ἀμαθία
916
σφοδρὰ, καὶ μᾶλλον ὅταν ἀλαζονίᾳ μιχθῇ. τοιοῦτοι μὲν οὖν ἐν ἅπασιν οἱ Θεσσάλειοι.

Χρὴ δ’ ἡμᾶς φεύγοντας τὰ τοιαῦτα ἁμαρτήματα κᾂν εἰ μηδὲν ἄλλο, ἀλλ’ οὖν τῇ ἐμπειρίᾳ πιστεύειν. ὅπερ ἀεὶ παραινῶ τοῖς ἀγυμνάστοις περὶ τὸν λόγον. ἄμεινον γὰρ αὐτοῖς ἐστι μηδ’ ὅλως ἐξ ἀναλογισμῶν τι λαμβάνειν, ὅταν ἀμαθεῖς τε ἅμα καὶ ἀγύμναστοι τῶν λογικῶν ὦσιν μεθόδων, ἃς νῦν ἡμεῖς γράφομεν. ἡ γάρ τοι τοῦ ἥπατος οὐσία ῥᾷστα σκίῤῥοις ἁλίσκεσθαι πέφυκεν, ἔχουσά τι καὶ φύσει πηλῶδες, ὡς παίζων τις ἔλεγεν ἰατρὸς τῶν καθ’ ἡμᾶς. ἡ δὲ τοῦ σπληνὸς ἀραιοτέρα μέν ἐστι τοῦ ἥπατος, ἁλίσκεται δὲ συνεχέστερον ἐκείνου τῷ σκιῤῥώδει παθήματι διὰ τὴν τῆς τροφῆς ἰδέαν ᾗ χρῆται. δέδεικται γὰρ ὑπὸ τοῦ παχέος αἵματος τρεφόμενος, ὃ καθάπερ τις ἰλύς ἐστι τοῦ καθαρωτέρου καὶ ῥᾷστα γίγνεται μέλαινα χολή· διὸ καὶ μελαγχολικὸν αὐτὸ ἢ μέλαν καλοῦμεν περίττωμα. ταῦτα μὲν οὖν τὰ δύο σπλάγχνα καὶ ἡ ἐμπειρία δείκνυσιν ἐναργῶς ἁλισκόμενα

917
τοῖς σκιῤῥώδεσιν ὄγκοις. οἱ νεφροὶ δὲ τῷ κατακεκρύφθαι λανθάνουσι τὴν ἁφήν· ὅ γε μὴν λόγος ἡμᾶς διδάσκει καὶ τούτους ἑτοίμως ἁλίσκεσθαι σκίῤῥοις· καὶ διὰ τοῦτο τὰς μὲν ἀλύτους τὸ πάμπαν εἶναι νεφρίτιδας, τὰς δὲ δυσλύτους· ἄμφω γὰρ ἔχουσιν οἱ νεφροὶ τὰ λελεγμένα τῶν προειρημένων σπλάγχνων ὑπάρχειν ἑκατέρῳ, τήν τε τῆς οὐσίας ποιότητα καὶ τὴν τῶν διερχομένων ἐν αὐτοῖς περιττωμάτων φαυλότητα. διὸ καὶ οἱ τὰ παχύχυμα τῶν ἐδεσμάτων ἐσθίοντες ἁλίσκονται τῷ τῆς λιθιάσεως πάθει. προορᾶσθαι τοιγαροῦν χρὴ τοσοῦτον μᾶλλον, ὅσον δυσιατότεραι τῶν τριῶν τούτων εἰσὶ σπλάγχνων αἱ σκιῤῥώδεις διαθέσεις, ὅπως μή τις αὐταῖς περιπέσῃ. μάλιστα δ’, ὡς εἴρηται, περιπίπτουσιν οἱ φλεγμηνάντων αὐτῶν ἐδέσμασι χρώμενοι παχεῖς ἢ γλίσχρους χυμοὺς γεννῶσι. καὶ μέντοι καὶ τὰ ἰάματα τῶν τοιούτων παθῶν ὡμολόγηται πᾶσιν εἶναι τὰ τέμνοντα καὶ διαλύοντα καὶ θρύπτοντα, τοῦ γένους μὲν ὄντα δηλονότι τοῦ τῶν ἐκφραττόντων καὶ ῥυπτόντων, ἰσχυρότερά γε μὴν ταῖς δυνάμεσι. μεμάθηκας δ’ ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ τήν τε δύναμιν αὐτῶν καὶ τὴν ὕλην. διὸ καὶ νῦν ὁ
918
λόγος μοι γενήσεται σύντομος ἀρκουμένῳ ταῖς καθόλου δυνάμεσι καὶ μόνῃ τῇ μεθόδῳ μετὰ παραδειγμάτων ὀλίγων. ὅπου γὰρ ἥ θ’ ὕλη τῶν δυνάμεων ἤδη προπαρεσκεύασταί σοι καὶ τὰ συνενδεικνύμενα τὴν θεραπείαν ἔμπροσθεν εἴρηται, καταλείπεται νῦν οὐδὲν ἄλλο, πλὴν τῶν οἰκείων ἑκάστου νοσήματος ἐνδείξεων ἐπιμνησθῆναι. τὰ συνενδεικνύμενα δὴ λέγω δηλονότι δύναμιν καὶ φύσιν καὶ ἡλικίαν καὶ ὥραν καὶ χώραν καὶ ἔθος, ὅσα τ’ ἄλλα τοιαῦτα. καὶ τοίνυν περὶ τῆς ἀπὸ τῶν μορίων ἐνδείξεως ἐφεξῆς ἐρῶ, τὴν ἀρχὴν ἀπὸ τῶν κατὰ τὸ ἧπαρ ποιησάμενος. ἐνδείκνυται γὰρ τοῦτο τὰ μὲν ἔξωθεν ἐπιτιθέμενα κατὰ τὰς φλεγμονὰς αὐτοῦ μικτῆς εἶναι χρῆναι δυνάμεως οὐ μόνον ἐν γενέσει τῆς φλεγμονῆς οὔσης, τοῦτο μὲν γὰρ κοινὸν ἁπασῶν φλεγμονῶν, ὁπότε γε καὶ μόνοις τοῖς ἀποκρουστικοῖς βοηθήμασι κατὰ τὸν χρόνον ἐκεῖνον οὐκ ἄν τις ἁμάρτοι χρώμενος, ἀλλὰ κᾀπειδὰν μήτ’ ἐπιῤῥέῃ μηδὲν ἔτι, μήτε ἀπώσασθαι δυνατὸν ᾖ τὸ ἐν τῷ φλεγμαίνοντι μορίῳ περιεχόμενον. γίγνεται γὰρ καὶ τοῦτο διὰ πλείους αἰτίας. ἐν ἀρχῇ μὲν οὖν ὀλίγον τε τὸ ἐπιῤῥέον ἐστὶ καὶ λεπτότερον ὡς 
919
τὸ πολύ· ἐνίοτε δὲ καὶ ἡ κατ’ αὐτὸ τὸ δεχόμενον μόριον ἰσχυροτέρα δύναμις, ὡς ἂν μηδέπω κεκμηκυῖα καὶ τὸ περιεχόμενον αὐτὸ κατὰ τὸ φλεγμαῖνον οὐδέπω βιαίως ἐσφηνωμένον. ἀκμαζούσης δὲ τῆς φλεγμονῆς τό τε περιεχόμενον αἷμα πολὺ καὶ πολλάκις παχύτερον, ἐσφηνωμένον τε σφοδρῶς, ἥ τε τοῦ μορίου δύναμις ἀσθενεστέρα· δεόμεθα δὲ καὶ ταύτης ἰσχυούσης, ὡς ὠθεῖν δύνασθαι τὸ περιττὸν ἀφ’ ἑαυτῆς· ἐπειδὴ τῶν στυφόντων φαρμάκων ἡ δύναμις οὐχ ἱκανὴ τηνικαῦτα τὸ πᾶν ἐργάσασθαι μόνη. συνάγουσα μὲν γὰρ καὶ σφίγγουσα καὶ οἱονεὶ πιλοῦσα καὶ θλίβουσα τὰ σώματα δύναται τὰ λεπτότερα ταῖς συστάσεσιν ὑγρὰ πρὸς τοὺς περικειμένους ἀποπέμπειν τόπους, οὐ μὴν ἄνευ γε τοῦ συνεπισχεῖν τι καὶ τὴν ἐν τῷ πάσχοντι μορίῳ δύναμιν, ἀξιόλογον αὐτοῖς γίνεται τὸ ἔργον. τηνικαῦτα γοῦν ἡ μὲν ἀπὸ τῆς φλεγμονῆς ἔνδειξις τῶν ποιητέων ἐστὶ μία· καλοῦσι δ’ αὐτὴν διαφόρησιν, ἐκκενοῦσαν λόγῳ θεωρητοῖς πόροις τὸν ἐν τῷ φλεγμαίνοντι μορίῳ χυμόν. ἡ δ’ ἀπ’ αὐτοῦ τοῦ μορίου πρὸς τοὐναιτίον ἀντισπᾷ, κελεύουσα φυλάττειν αὐτοῦ τὸν τόνον.
920
ἐπιπλεκομένων οὖν ἀλλήλαις ἐναντίων ἐνδείξεων ἐπιπεπλέχθαι χρὴ καὶ τὸ φάρμακον. μηροῦ δὲ φλεγμαίνοντος, ἢ κνήμης, ἢ πήχεος, ἢ βραχίονος, ἢ καὶ ἐν αὐτοῖς ἀδένων, οὐ δεόμεθα φυλάττειν τὸν τόνον. οὗτος ὁ σκοπὸς ἔστω σοι κοινὸς ἐπὶ πάντων τῶν μορίων, ὧν ἔργον τι τοιοῦτόν ἐστιν, ὡς ὅλῳ τῷ σώματι χρήσιμον ὑπάρχειν.