De methodo medendi

Galen

Galen, De methodo medendi

Ἐπεὶ δὲ, ὡς ἀεὶ λέγομεν, οὐχ ἱκανόν ἐστιν αὐτὰ μόνον γινώσκειν τὰ καθόλου χωρὶς τοῦ γεγυμνάσθαι περὶ τὰ κατὰ μέρος, οὕτω καὶ νῦν πράξομεν οὐ διὰ πάντων τῶν κατὰ μέρος ἰόντες, ἀλλ’ ὅσα περ ἂν ἡμῖν ἱκανὰ δόξῃ τοῖς ἀναγνωσομένοις αὐτὰ γενήσεσθαι. ὑποκείσθω τοίνυν ἧπαρ ἀρχόμενον φλεγμαίνειν καὶ ζητείσθω τίς ἀρίστη θεραπεία γενήσεται τοῦ πάθους. ἐπισκέπτου δὴ πρῶτον μὲν ἁπάντων, ἀφ’ ὧν εἶπον ὁρμώμενος, εἰ δεῖται κενώσεως τὸ πᾶν σῶμα. κᾂν εὕροις δεόμενον, ἐφεξῆς σκέπτου τὴν ῥώμην τοῦ κάμνοντος, εἰ δύναται κένωσιν ἀθρόαν ἐνεγκεῖν. ἔστω δὴ πρότερον ἐῤῥῶσθαι τὴν δύναμιν· ἐφεξῆς σκέπτου τὴν ἡλικίαν. εἰ γὰρ παιδίον εἴη, τὴν διὰ φλεβοτομίας οὐκ οἴσει κένωσιν, ὡς ἔμπροσθεν ἐδείχθη· κατὰ μὲν τὸν τῆς ἥβης καιρὸν οἱ παῖδες ἤδη φέρουσι τὴν διὰ τῆς φλεβοτομίας κένωσιν. ἀντισπαστέον οὖν ἅμα καὶ κενωτέον τὸ φερόμενον ἐπὶ τὸ ἧπαρ αἷμα τῇ φλεβοτομίᾳ, κατὰ τὸν δεξιὸν ἀγκῶνα τὴν ἔνδον φλέβα τέμνοντες, ἐπεὶ κατ’ εὐθὺ καὶ δι’ εὐρείας ὁδοῦ τῇ κοίλῃ καλουμένῃ κοινωνεῖ· μὴ φαινομένης δὲ ταύτης

902
τὴν μέσην τέμνειν· εἰ δὲ μήτ’ αὐτὴ φαίνοιτο, τὴν λοιπὴν καὶ τρίτην. τὸ δὲ ποσὸν τῆς κενώσεως ἔκ τε τῆς κατὰ τὸ πλῆθος εὑρήσεις ποσότητος, ὅσα τ’ ἄλλα κατὰ τὸν ἔμπροσθεν εἴρηται λόγον, ἡλικία τε καὶ φύσις ὥρα τε καὶ χώρα καὶ ἔθος, ἔτι τε πρὸ τούτων καὶ ἡ δύναμις τοῦ κάμνοντος. ἐφ’ ἁπάντων γὰρ ταῦτα κοινά. τὸ δ’ ἤτοι τὴν ἔνδον ἢ τὴν μέσην ἢ τὴν ὠμιαίαν φλέβα τέμνειν, ἢ τὴν παρὰ τὸ σφυρὸν, ἢ τὴν ἐν ἰγνύϊ, παρὰ τοῦ πεπονθότος μορίου τὴν ἔνδειξιν ἔχει. καὶ διώρισται μὲν ἤδη κᾀν τοῖς περὶ φλεβοτομίας ὑπὲρ τῶν τοιούτων ἁπασῶν κενώσεων· εἰρήσεται δὲ καὶ νῦν ὅσον εἰς τὰ παρόντα χρήσιμον, αὐτό τε τοῦτο πρῶτον, ὡς οὐκ ἀγκεῖ μόνον ὅτι κενωτέον ἐστὶν ἐξευρεῖν, ὡς ἂν φαῖεν οἱ τὴν ἀμέθοδον αἵρεσιν μετιόντες, οὐδὲν φροντίζοντες τῆς διαφορᾶς τῶν πεπονθότων μορίων. οὐ γὰρ ὁ λόγος μόνον, ἀλλὰ καὶ ἡ πεῖρα δείκνυσιν ἄλλην ἄλλῳ μορίῳ κένωσιν ἁρμόττουσαν. ἐθεάσω γοῦν ἐνίους τῶν ἀρξαμένων φλεγμαίνειν ὀφθαλμοὺς αὐτῷ μόνῳ τῷ καθαρθῆναι διὰ τῆς κάτω γαστρὸς ἡμέρᾳ μιᾷ θεραπευθέντας.
903
ὅπερ ἐὰν ἐφ’ ἥπατος ἀρχομένου φλεγμαίνειν ἐπιχειρήσῃ τις πρᾶξαι, μεγίστην ἐργάσεται τὴν φλεγμονὴν, ὥσπερ γε καὶ εἰ τῶν νεφρῶν ἢ τῆς κύστεως φλεγμαίνειν ἀρξαμένων οὐρητικὰ ποτίζοι φάρμακα καταμήνιά τε κινοῖ μήτρας φλεγμαινούσης· ἀντισπᾷν γὰρ χρὴ τῶν ἀρχομένων ῥευματίζεσθαι ποῤῥωτάτω τὸ περιττὸν, οὐχ ἕλκειν ἐπ’ αὐτά. κατὰ τοῦτον οὖν τὸν λόγον οὐδὲ γαστρὸς οὐδ’ ἐντέρων ἀρξαμένων φλεγμαίνειν ὑπηλάτῳ χρῆσθαι προσήκει. τὴν δ’ αὐτὴν ἔνδειξιν ἔχει τούτοις μὲν μήτρα, τοῖς δ’ οὐρητικοῖς ὀργάνοις αἰδοῖα. τό γε μὴν ἐμέτοις χρῆσθαι τῶν αἰδοίων πεπονθότων ἀντισπαστικόν ἐστι βοήθημα. κατὰ δὲ τὸν αὐτὸν λόγον ἐπὶ μὲν τοῖς κατὰ τὴν κεφαλὴν ἅπασιν ὑπήλατον φάρμακον, ὅσα δὲ κατὰ τὸν φάρυγγα καὶ οὐρανίσκον, ἢ τὴν ὑπερώαν, ἢ τὴν γλῶτταν, ἢ ὅλως κατὰ τὸ στόμα φλεγμαίνειν ἄρχεται, φυλακτέον ἐπὶ τούτων ἁπάντων τοὺς καλουμένους ἀποφλεγματισμούς. ὅμοιον γὰρ τοῦτο τῷ καθαίρειν κάτω τῶν ἐντέρων πεπονθότων καὶ τῷ· 
904
οὖρα κινεῖν τῶν κατὰ τοὺς νεφροὺς ἢ κύστιν ἐχόντων κακῶς, ἢ ἐμέτους τῶν κατὰ τὸν στόμαχον. ἄμεινον οὖν ἐπὶ τὴν ῥῖνα παροχετεύειν, ἀρχομένων τῶν κατὰ τὸ στόμα μορίων φλεγμαίνειν. οὕτω δὲ καὶ φλέβα τέμνειν, εἰ μὲν ταῦτα πεπόνθοι, τὴν ὠμιαίαν ἐν χειρὶ, καὶ ταύτης μὴ φαινομένης τὴν μέσην· εἰ δ’ ἧπαρ ἢ θώραξ ἢ πνεύμων ἢ καρδία, τὴν ἔνδον. ἐπὶ δὲ συνάγχης πρώτας μὲν τὰς ἐν χερσὶ, δευτέρας δὲ τὰς ὑπὸ τὴν γλῶτταν. τῶν δὲ κατ’ ἰνίον πασχόντων καὶ τὴν ἐν ἀγκῶνι μὲν, οὐχ ἥκιστα δὲ καὶ τὴν ἐν τῷ μετώπῳ. ἐπὶ δὲ νεφρῶν καὶ κύστεως αἰδοίου τε καὶ μήτρας τὰς ἐν τοῖς σκέλεσι, μάλιστα μὲν τὰς κατὰ τὴν ἰγνύαν, εἰ δὲ μὴ, τὰς παρὰ σφυρόν. ἀεὶ δ’ ἐπὶ πάντων τὰς κατ’ εὐθύ. τοῦ μὲν ἥπατος ἀρχομένου φλεγμαίνειν, τὰς ἐν τῇ δεξιᾷ χειρὶ, τοῦ δὲ σπληνὸς, ἔμπαλιν. ὥστ’ εὐθὺς ἡ διαφορὰ τῶν κενώσεων πρῶτον κατὰ τὴν τῶν μορίων διαφορὰν ὑπαλλάττεται· καὶ δῆλον ὅτι τὸ κοινὸν τῆς ἐνδείξεως οὐ μᾶλλον ὠφελείας ἢ βλάβης αἴτιον. ὅτι μὲν γὰρ κενωτέον, ἔνδειξις
905
κοινή· τὸ δ’ ὅθεν ἢ ὅπως, οἱ πεπονθότες τόποι διδάσκουσιν. οὕτω γοῦν καὶ οἱ τῶν κώλων ἐπενοήθησαν δεσμοὶ θώρακος ἢ γαστρὸς, ἢ τῶν κατὰ τὸν τράχηλον, ἢ τὴν κεφαλὴν μορίων φλεγμαινόντων. οὐ γὰρ δὴ τὸ φλεγμαῖνόν γε αὐτὸ δήσεις κῶλον, ἀλλ’ ἐπὶ μὲν σκελῶν τὰς χεῖρας, ἐπὶ χειρῶν δὲ τὰ σκέλη.

Καὶ μὴν καὶ τὸ ψύχειν καὶ στύφειν ἐν ἀρχῇ τὰ φλεγμαίνοντα χωρὶς τῆς περὶ τῶν πεπονθότων ἐνδείξεως οὐ μᾶλλον ὠφελείας ἢ βλάβης αἴτιον. ἐπὶ μὲν γὰρ τῶν κατὰ τὸ κῶλον μορίων ἀρκεῖ καὶ σπόγγον ἐπιθεῖναι, βρέξαντας ἤτοι γε ὕδατι ψυχρῷ μικρὸν ὄξους μιγνύντας ἢ ὕδατι μόνῳ· καθάπερ γε καὶ οἴνῳ τινὶ τῶν αὐστηρῶν. ἥπατος δ’ ἀρξαμένου φλεγμαίνειν οὐδεὶς ἂν χρήσαιτο τούτων οὐδενὶ νοῦν ἔχων ἄνθρωπος· ἀλλ’ οὐδ’ εἰ μήλινον ἐπιβρέξαις ἢ μύρσινον, ἢ μαστίχινον, ἢ νάρδινον, ἢ σχίνινον, ἤ τι τῶν στυφόντων ἐλαίων ἢ καὶ τῶν ἄλλων ἐναφεψήσας ἀψίνθιον, οὐδὲ τούτων οὐδὲν ἁρμόττει ψυχρὸν, ὥσπερ οὐδὲ κατάπλασμα ψυχρὸν οὐδέν. ἀλλὰ μῆλα μὲν ἐναφεψῶν οἴνῳ, καὶ μάλιστα

906
κυδώνια, κατάπλασμα σκευάσοις δι’ αὐτοῦ, φλεγμονῆς ἥπατος ἔτι ἀρχομένης, ψυχρὸν δ’ οὐδὲ τοῦτο προσοίσεις· ὥσπερ οὐδὲ τὸ ἔλαιον ἐσκευασμένον, ὡς εἴρηται, τοῖς ὀφθαλμοῖς ἢ τοῖς ἐν τῷ στόματι μορίοις ἀρχομένοις φλεγμαίνειν. ὠτὶ δὲ κᾂν ὄξος ἐγχέῃς μετὰ ῥοδίνου, βλάψεις οὐδέν. ἀλλ’ οὐκ ὀφθαλμοῖς γε φλεγμαίνουσιν ἀγαθὸν τοῦτο, καθάπερ οὐδὲ τὸ διὰ μόρων φάρμακον ἤ τι τῶν στοματικῶν ὀνομαζομένων ἄλλο· πάντα γὰρ ἀνιαρὰ τὰ τοιαῦτα τοῖς ὀφθαλμοῖς, καίτοι κατὰ τὸ γένος ὄντα τῆς ἐνδείξεως. ἀδένων δὲ φλεγμαίνειν ἀρχομένων ἤρκεσε πολλάκις ἔλαιον μόνον θερμόν.