De methodo medendi

Galen

Galen, De methodo medendi

Τολμήσας γοῦν ὁ Ὀλυμπικὸς ἀφορίσασθαι τί ποτ’ ἐστὶ πάθος, οὐ πάθους, ἀλλὰ συμπτωμάτων εἴρηκεν ἔννοιαν. ὅλως μὲν οὖν οὐδ’ ὅ τί ποτ’ ἐστὶ τὸ πάθος, οὐδ’ ὅπῃ τοῦ νοσήματος διαφέρει, γινώσκουσιν ἀλλὰ τοῦτο μὲν ἐν τοῖς ἑξῆς διοριῶ, πάντα γὰρ ἅμα λέγειν οὐκ ἐγχωρεῖ. συγχωρηθέντος δ’ αὐτοῖς τοῦ ταὐτὸν εἶναι νόσημά τε καὶ πάθος, ἴδωμεν ὅ τί ποτέ φασι. πάθος ἐστὶ τροπὴ τοῦ σώματος ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν ἐπίμονος. εἶτα μικρὸν προελθών φησιν· ἰστέον δ’ ὅτι διαφέρει πάθος συμπτώματος· πάθος μὲν γάρ ἐστιν, ὡς ὀλίγον ἔμπροσθεν ἔφην, διάθεσις

68
παρὰ φύσιν τοῦ σώματος ἐπίμονος· σύμπτωμα δὲ ὃ τῷ πάθει συμβαίνει, εἰδικὴν ὥσπέρ τινα καὶ μερικωτέραν ἐν τοῖς παρὰ φύσιν ἔχον τύπωσιν. αὕτη μὲν ἡ θαυμαστὴ ῥῆσις Ὀλυμπικοῦ τοῦ σοφοῦ, τολμήσαντος ἀφορίσασθαι πάθος τε καὶ σύμπτωμα· τοσούτων δ’ ἐστὶν ἁμαρτημάτων μεστὴ ὥστε μοι παρίσταται τὸ τοῦ μωροῦ τοῦ πρὸς κόσκινον εἰπόντος οὐχ εὑρίσκειν ὅ τι βύσειεν ἢ μὴ βύσειεν αὐτοῦ. τί γὰρ δὴ καὶ πρῶτον ἐξ αὐτῶν εἴποι τις, ἢ τί παραλίποι; πάντα μὲν γὰρ ἐξελέγχειν ὅσα κακῶς ἀποφαίνονται μακρὸν ἂν εἴη. ἢ ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν τροπὴ πᾶσα νόσος ἐστὶν, εἰ μόνον αὐτῇ προσείη τὸ ἐπίμονον; ἀλλὰ τὴν ἄχροιαν ὑμεῖς αὐτοὶ καὶ τὴν ἀτροφίαν ἐν τοῖς συμπτώμασιν, οὐκ ἐν τοῖς πάθεσιν ἀριθμεῖτε· τί δ’ ἡ κακοχυμία; τί δὲ ἡ ἔνδεια; τί δὲ ἡ καχεξία; τί δὲ τὸ πλῆθος; οὐ παρὰ φύσιν; εἰ τοίνυν αὐτοῖς προσείη τὸ ἐπίμονον, ἐν τοῖς νοσήμασιν ἀριθμηθήσεται. καὶ μὴν οὐδ’ αὐτοὶ βούλεσθε, καὶ καλῶς γε τοῦτο ποιεῖτε· προσεῖναι γὰρ χρὴ τῷ παρὰ φύσιν εἶναι τὴν διάθεσιν ἐνέργειάν
69
τινα πρὸς αὐτῆς βλάπτεσθαι· μέχρι δ’ ἂν ἀβλαβεῖς αἱ πᾶσαι φυλάττωνται, κᾂν μυριάκις ἐξαλλάττηται καὶ τρέπηται καὶ μεταβάλληται τὸ σῶμα, νόσος οὔπω τῶν διαθέσεων ἐκείνων ἐστὶν οὐδεμία. τό γέ τοι τῆς θεραπείας δεόμενον οὐδὲν ἄλλο ἐστὶ πλὴν τῆς βλαπτούσης τὴν ἐνέργειαν διαθέσεως. οὗ μὲν γὰρ δεόμεθα πρώτου καὶ μάλιστα πάντων, ἡ κατὰ φύσιν ἐστὶν ἐνέργεια· δι’ ἐκείνην δὲ καὶ τῆς κατὰ φύσιν εἴτε διαθέσεως εἴτε κατασκευῆς ὀνομάζειν ἐθέλοις. ὁρᾷν γὰρ δεόμεθα καὶ ἀκούειν καὶ διαλέγεσθαι καὶ βαδίζειν, οὐκ ὀφθαλμῶν, οὐδ’ ὤτων, οὐδὲ γλώττης, οὐδὲ σκελῶν· εἰ γοῦν ἦν ὁρᾷν δι’ ἑτέρου μορίου, τίς ἂν ἦν ὀφθαλμῶν ἡ χρεία; καὶ εἴπερ ἦν ἀκούειν δι’ ἄλλου τινὸς ὀργάνου, τί τῶν ὤτων ἐδεήθημεν ἄν; οὕτω δὲ καὶ τῆς γλώττης καὶ τῶν σκελῶν οὐκ ἂν δήπουθεν οὐδὲν ὄφελος ἦν ἡμῖν, εἰ διαλέγεσθαι καὶ βαδίζειν οἷόν τ’ ἦν ἄνευ τούτων. τοῦ μὲν οὖν ὁρᾷν δι’ ἑαυτῶν χρῄζομεν· ὀφθαλμῶν δὲ οὐ δι’ ἑαυτοὺς, ἀλλὰ διὰ τοῦτο. καὶ γλώττης δὲ καὶ ὤτων καὶ σκελῶν, οὐχ ἵνα ἔχωμεν ὄργανα καὶ πολλὰ μόρια, χρῄζομεν, ἀλλὰ διαλέξεως ἕνεκα καὶ ἀκοῆς καὶ
70
βαδίσεως. ὅταν γοῦν νεκρωθῇ τι μόριον ἀποτμηθῆναι δυνάμενον, οἷον δάκτυλος, ἢ ποὺς, ἢ ἄκρα χεὶρ, οὐκ ἀνεχόμεθα βαστάζειν ἀργὸν αὐτὸ, καὶ περιφέρειν οἷον ἄχθος ἀλλότριον, ἐναργῶς δηλοῦντες ἐν τούτῳ ὅτι μὴ τῶν μορίων αὐτῶν, ἀλλὰ τῶν ἐνεργειῶν χρῄζομεν. ὥσπερ οὖν ὅλον τὸ μόριον τῆς ἐνεργείας ἕνεκα ἔχειν δεόμεθα, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον καὶ τῆς κατὰ φύσιν αὐτοῦ κατασκευῆς διὰ τὴν ἐνέργειαν ὀρεγόμεθα. ὡς γὰρ καὶ πρόσθεν ἐλέγετο, λόγον αἰτίας ἡ κατασκευὴ πρὸς τὴν ἐνέργειαν ἔχει· τὰ δὲ ἐξ ἀνάγκης ἑπόμενα ταῖς κατασκευαῖς ἀφ’ ὧν ἐνεργοῦμεν ὑγιαινόντων μὲν ἡμῶν συμβεβηκότα, νοσούντων δὲ συμπτώματα καλεῖται. καὶ τέτταρα ταῦτ’ ἐστὶ γένη πάντων τῶν περὶ τὸ σῶμα κατὰ φύσιν τε καὶ παρὰ φύσιν ἐχόντων ἡμῶν, ἐνέργειαι, κατασκευαὶ, τὰ προηγούμενα τούτων, τὰ ἑπόμενα· τιθέσθω λοιπὸν ὁ βουλόμενος ὀνόματα καθ’ ἕκαστον αὐτῶν ἰδίᾳ, κᾂν εἰ Δίωνα, κᾂν εἰ Θέωνα βούλοιτο καλεῖν ὁτιοῦν ἐξ αὐτῶν, οὔ μοι διαφέρει, μόνον ἴστω τοῦτο καὶ φυλαττέτω διαπαντὸς, ὡς τέτταρα τὰ 
71
πάντ’ ἐστὶν ἀλλήλοις παρακείμενα πράγματα. ἐπεὶ δὲ κατὰ τοῦτο τοῦ λόγου γέγονα, δοκῶ μοι δικαίαν ἀξίωσιν ἐνεγκεῖν, ἵν’ ὡς ἡμεῖς ἐκείνοις συγχωροῦμεν ἅττα ἄν γ’ ἐθέλωσιν ὀνόματα τίθεσθαι, κατὰ τὸν αὐτὸν τρόπον κᾀκείνους ἡμῖν συγχωρεῖν Ἑλληνικοῖς τε χρῆσθαι καὶ παλαιοῖς· ἢ δεινὸν ἂν εἴη σολοικίζειν μὲν ἐκείνοις ἐξεῖναι καθάπερ τυράννοις, Ἑλληνίζειν δ’ ἡμῖν οὐκ ἐξεῖναι. καλείτωσαν, εἰ βούλοιντο, τὴν ὑγείαν εὐστάθειαν αὐτῶν ἐνεργειῶν, καίτοι δέδεικται πρὸς ἡμῶν ὡς ἡ διάθεσίς τε καὶ ἡ κατασκευὴ τῶν μορίων, ἀφ’ ἧς κατὰ φύσιν ἐνεργοῦμεν, ὑγεία πρὸς ἁπάντων Ἑλλήνων ὀνομάζεται· καὶ τοῦτο θέμενοι τὴν ὑγείαν, ὅμως τὴν νόσον οὐκ ἐνεργείας βλάβην, ἀλλὰ παρὰ φύσιν ἡγείσθωσαν εἶναι διάθεσιν. ὡς οὖν ἡμεῖς ἐκείνους μήθ’ Ἑλληνιστὶ μήτε διαλεκτικῶς ὀνομάζοντας οὐ κωλύομεν, οὕτω κᾀκεῖνοι συγχωρείτωσαν ἡμῖν Ἑλληνιστί τε ἅμα καὶ διαλεκτικῶς οὐχ ἅπασαν τὴν παρὰ φύσιν διάθεσιν, ἀλλ’ ἥτις ἂν ἐνέργειαν βλάπτῃ νόσημα προσαγορεύειν· ἥτις δ’ ἂν παρὰ φύσιν μὲν ᾖ, μὴ μέντοι βλάπτῃ γ’ ἐνέργειαν, οὐ νόσον, ἀλλὰ σύμπτωμα νοσήματος.
72
αὖθις δ’ ὥσπερ ἐκεῖνοι τὸ ἐπίμονον προστιθέασιν, οὐ δηλοῦντες ἄχρι πόσων ὡρῶν ἡ παρὰ φύσιν αὕτη διάθεσις παραμείνασα νόσος ἐστὶν, οὕτως ἡμῖν συγχωρείτωσαν ἀφαιρεῖν τὸ ἐπίμονον· εἴτε γὰρ τρισὶν ὥραις, εἴτε τέτρασιν, εἴτε καὶ ἡμίσει μόνον ὥρας ὅλῳ τις τῷ σώματι καταληφθείη σφοδρῶς, ὡς μήτ’ αἰσθάνεσθαι μήτε κινεῖσθαι, τοῦτον ἡμεῖς ἀπόπληκτον ὀνομάζομεν· ὥσπερ εἰ καὶ σπασθείη σύμπαντι τῷ σώματι, καὶ τοῦτον ἐπίληπτον, οὔθ’ ὡρῶν ἀριθμὸν οὔθ’ ἡμερῶν ἔτι προσλογιζόμενοι. μόνης γὰρ τῆς τοῦ πράγματος φύσεως, οὐ τῆς τοῦ χρόνου ποσότητος ὑπάρχει δηλωτικὰ τὰ τοιαῦτα τῶν ὀνομάτων, ὥσπερ οἶμαι καὶ λευκὸν καὶ μέλαν καὶ θερμὸν καὶ ψυχρόν· ἢ θαυμαστὸν ἂν εἴη τὸ ὕδωρ τὸ θερμὸν οὐκ εἶναι θερμὸν, ἂν μὴ δι’ ὅλης ἡμέρας ὑπάρχοι τοιοῦτον, ἢ τὸν ἓξ ὥραις πυρέξαντα μὴ πεπυρεχέναι, χρῆναι γὰρ καὶ τοῦτον, εἴπερ ἐπύρεξεν, ἐπίμονον ἔχειν τὸ πάθος· καίτοι τίς ὁ χρόνος οὗτός ἐστιν ὁ κρίνων τὸ ἐπίμονον καὶ τὸ μὴ τοιοῦτον οὐδεὶς αὐτῶν ὥρισεν, ἆρά γε ἡμερῶν τις ἀριθμὸς, ἢ μηνῶν, ἢ ὡρῶν,
73
ἢ διὰ τί λέγουσιν ἐπίμονον, ἐνὸν εἰπεῖν πολυχρόνιον, ἢ τοῦτο μὲν καὶ μετατιθέντες ἔνιοι ἐξ αὐτῶν δύσλυτον ὀνομάζουσιν. ἀλλὰ τοῦτό γε τὸ δύσλυτον οὐ νοσήματος ἁπλῶς, ἀλλὰ χρονίου νοσήματός ἐστιν ἴδιον, ὥσπέρ γε, οἶμαι, καὶ τὸ ῥᾳδίως λυόμενον ὀξέος. τὸ δ’ οἴεσθαι διαφέρειν ἢ δύσλυτον, ἢ ἐπίμονον, ἢ χρόνιον εἰπεῖν, ἆρ’ οὐκ ἐσχάτης ἀμαθίας ἐστίν; ἔτι δὲ θαυμαστότερον, ὅταν οὗτοι μὲν ὥσπερ ἐξ ὕπνου βαθέος ἐγερθέντες ἐπιχειρῶσι διορίζεσθαι πάθος συμπτώματος, ὁ δὲ τῆς ἐμπληξίας αὐτῶν ἡγεμὼν ἐν τῷ δευτέρῳ περὶ μεθόδου γράφει· τὰ γὰρ αὐτὰ προηγησάμενα μὲν πάθη λέγεται, ἐπιγενόμενα δὲ συμπτώματα· καίτοι τοῦτό γε πολὺ θαυμαστότερον ὧν ἐκεῖνοι λέγουσι, τὴν ἥπατος φλεγμονὴν; εἰ μὲν εὐθὺς εἰσβάλοι κατὰ τὴν πρώτην ἡμέραν, πάθος εἶναι συγχωρεῖν, εἰ δ’ ἐφ’ ἑτέρῳ τινὶ γένοιτο, κατὰ τὴν δευτέραν ἢ τρίτην εἰς τὰ συμπτώματα μετατιθέναι. καίτοι τί λέγω δευτέραν ἡμέραν; ἄμεινον γὰρ εἰπεῖν ὥραν δευτέραν ἀπὸ τῆς εἰσβολῆς τοῦ νοσήματος. οὐ γὰρ δή που κατὰ μὲν τὴν δευτέραν ἡμέραν ἡ τοῦ ἥπατος φλεγμονὴ
74
σύμπτωμα γενήσεται, κατὰ δὲ τὴν δευτέραν ὥραν ἀπὸ τῆς ἀρχῆς ἄλλο τι καὶ οὐ σύμπτωμα· τὸ γὰρ ἐπιγίγνεσθαί τινι προηγουμένῳ πάντως που καὶ τοῦθ’ ἕξει. ἀλλὰ τὸ οὕτω, φασὶ, ταχέως ἐπιγιγνόμενον οὐδὲν διαφέρει τοῦ συνεισβάλλοντος. πάλιν οὖν αὐτὸν ἐχρῆν εἰρηκέναι σαφῶς ὁπόσαις ὥραις ὁρίζεται καὶ διακρίνει τοῦ συνεισβάλλοντος τὸ ἐπιγιγνόμενον. ὁ Θεσσαλὸς μὲν δὴ τοιοῦτος. οἱ δὲ περὶ τὸν Ὀλυμπικὸν, ὡς ἂν εἰς ἄκρον ἥκοντες σοφίας, οὐχ οὕτω διορίζουσι πάθος συμπτώματος, ἀλλὰ τὸ μὲν πάθος ὡς προείρηται, τὸ σύμπτωμα δὲ τὸ τῷ πάθει συμβαῖνον ὑπάρχειν φασὶ, θαυμαστῶς πάνυ καὶ σαφῶς ἐξηγησάμενοι τὴν οὐσίαν αὐτοῦ. τί γὰρ δὴ καὶ ὂν τὸ σύμπτωμα, ὃ τῷ πάθει συμβέβηκεν, ἐχρῆν, οἶμαι, προσθεῖναί τε καὶ διορίσασθαι, ἆρά γε διάθεσίς τίς ἐστι σώματος, ἢ βλάβη τινὸς ἐνεργείας, ἢ συναμφότερον. ἐκεῖνοι μὲν οὖν οὐ λέγουσιν, ἡμᾶς δὲ δηλονότι μαντεύσασθαι χρή. τὸ δὲ καὶ προσθεῖναι τῷ λόγῳ τοῦτ’ αὐτὸν, εἰδικὴν, ὥσπερ καὶ μερικωτέραν ἔχον ἐν τοῖς παρὰ φύσιν ἐντύπωσιν, ὑπερβολὴν οὐκ ἀπολέλοιπε σαφηνείας, ἅμα τῷ
75
καὶ τοῖς ὀνόμασιν Ἑλληνιστὶ καὶ παγκάλως ἑρμηνεύεσθαι, εἰδικώτερόν τινα τύπον ἐν τοῖς παρὰ φύσιν ἔχειν τὸ σύμπτωμα. τί ποτ’ οὖν ἐστι τὸ γενικώτερον ἔχον τὸν τύπον; οὐ γὰρ εἴρηκας εἰ χωρὶς τῆς πρὸς ἐκεῖνο παραβολῆς ἐγχωρεῖ τὸ εἰδικώτερον ἐξευρεῖν. εἰ δ’ ὅλως πρὸς οὐδὲν παραβάλλοντες εἰδικώτερον ὀνομάζουσιν, ἀκριβῶς τε πάνυ καὶ σαφῶς ἑρμηνεύουσι, καίτοι διὰ συντόμων τε ἅμα καὶ σαφῶν οἷόν τ’ ἦν εἰπεῖν ὡς τὰ παρὰ φύσιν ἅπαντα τὰ κατὰ τὸ σῶμα τῶν ζώων ἤτοι νοσήματ’ ἐστὶν, ἢ αἴτια, ἢ συμπτώματα· κοινοῦ δ’ αὐτοῖς ὄντος τοῦ παρὰ φύσιν, ἡ νόσος μὲν ἐνέργειαν βλάπτει, τὸ δ’ αἴτιον ταύτης προηγεῖται, τὸ σύμπτωμα δ’ ἕπεται ταύτῃ, διττὸν ὂν τὴν φύσιν, ἐνεργείας μὲν βλάβη τὸ ἕτερον, διάθεσις δέ τις ἀκολουθοῦσα τῷ νοσήματι τὸ λοιπόν. ἀλλὰ γὰρ, ὥσπερ ἔφην, εἰ πάντα τις ἐπέρχοιτο τὰ σφάλματ’ αὐτῶν, οὐκ ἂν ἐπιθείη τέλος τῷ λόγῳ, καὶ γινώσκεις τοῦτο ἀκριβῶς καὶ σὺ, φίλτατε Ἱέρων, ὅτι μηδὲ τὸ χιλιοστὸν αὐτῶν μέρος ἐξελέγχειν ἐπεχείρησα. τοσοῦτον οὖν ἔτι προσθεὶς ἐνταυθοῖ που καταπαύσω τὸ πρῶτον γράμμα, διότι κατὰ τὴν
76
ἀρχὴν τῆς μεθόδου σφάλλονται πολλοὶ τῶν ἰατρῶν, οἱ μὲν ἀπὸ Θεσσαλοῦ καὶ Θεμίσωνος, οἵπερ δὴ καὶ μεθοδικοὺς ἑαυτοὺς ὀνομάζουσιν, ἔσχατά τε καὶ μέγιστα σφάλματα, σὺν αὐτοῖς δ’ οὐκ ὀλίγοι τῶν ἀναλογιστικῶν τε καὶ δογματικῶν καὶ λογικῶν ὀνομαζομένων. εἰ μὴ γὰρ ἐξεύροι τις ἁπάσας τὰς διαθέσεις ὑφ’ ὧν ἐνέργεια βλάπτεται, τὸ πλῆθος αὐτῶν τῶν νοσημάτων ὁπόσον τ’ ἐστὶ καὶ ὁποῖον ἀδύνατον ἀκριβῶς ὁρισθῆναι· τοῦτο δ’ οὐδ’ ἐπιχειρήσαντες ἔνιοι ποιῆσαι τυράννων δίκην ἀποφαίνονται τὰ δόξαντά σφισι χωρὶς ἀποδείξεως. ἔνιοι δ’ οὐ μόνον οὐκ ἀπέδειξαν, ἀλλ’ οὐδὲ παρὰ τῶν ἀποδεικνύντων μανθάνουσι· καὶ τό γε πλεῖστον γένος, ὡς οἶσθα, τῶν νῦν ἐπιπολαζόντων ἰατρῶν, ἔστι τοιοῦτον· καὶ θαυμαστὸν ἴσως οὐδέν· ὅπου γὰρ καὶ τῶν φιλοσόφων οἱ πολλοὶ χωρὶς ἀποδείξεως ἀξιοῦσι πιστεύεσθαι, τί χρὴ θαυμάζειν τινὰ τῶν ἰατρῶν; οὐδὲ γὰρ σχολή γε αὐτοῖς ἔστιν ἀλήθειαν ζητεῖν, ἕωθεν μὲν ἐν ἀσπασμοῖς διατρίβουσιν, οὓς αὐτοὶ καλοῦσιν ἀσπασμοὺς, εἰς ἑσπέραν δ’ ἐμπιπλαμένοις τε καὶ μεθυσκομένοις. ἀλλὰ κατὰ τὸν παλαιὸν
77
αὐλητὴν, ὦ Ἱέρων, ἁμιλλαίμην ἂν καὶ ταῖς Μούσαις· αἰσχρὸν γὰρ αὐλητὴν μὲν οὕτως εὑρεθῆναι φιλόκαλον, οὐ μέγα τὸ πρᾶγμα κατορθοῦντα, μέθοδον δὲ θεραπευτικὴν ἐκ παλαιοῦ μὲν ζητουμένην, ἀκριβῶς δ’ οὔπω γεγραμμένην, ἐξευρεῖν τε καὶ τελειῶσαι δυναμένους ἡμᾶς ὀκνεῖν καὶ μέλλειν καὶ ἀναβάλλεσθαι διὰ τὴν ἐπιπολάζουσαν ἐν τῷ νῦν χρόνῳ ῥᾳθυμίαν. ὥστ’ ἔμπαλιν ἤδη μοι δοκῶ διακεῖσθαι νῦν ἢ πρόσθεν· οὐδὲ γὰρ ὑμῖν χάριν οἰκείαν δίδωμι, προτρεψαμένοις με τὴν θεραπευτικὴν μέθοδον ἅπασαν ἐφεξῆς διελθεῖν. ὁ μὲν δὴ πρῶτός μοι λόγος ἐνταυθοῖ τελευτάτω, τοῦ δ’ ἑξῆς παντὸς ὁ δεύτερος ἀρχέσθω τοῦτον τὸν τρόπον.

78

Τῶν συμβαινόντων τοῖς σώμασιν ἐν τῷ παρὰ φύσιν ἔχειν, Ἱέρων κράτιστε, τέτταρες ἐδείχθησαν αἱ πᾶσαι διαφοραὶ, μία μὲν αὐτῆς τῆς βεβλαμμένης ἐνεργείας, ἑτέρα δὲ τῆς ἐργαζομένης αὐτὴν διαθέσεως, ἄλλη τε τρίτη τῶν ταύτης αἰτιῶν, καὶ τετάρτη τῶν ἐξ ἀνάγκης ἑπομένων αὐτῇ συμπτωμάτων. ὅτι μὲν οὖν ἤτοι πάντα ταῦτ’ εἶναι χρὴ τὴν νόσον, ἢ τινὰ τούτων, ἢ πάντως γ’ ἓν ἐξ αὐτῶν, ἕτοιμον συλλογίσασθαι· μηδενὸς γὰρ παρὰ τὰ προειρημένα τοῖς νοσοῦσιν ὑπάρχοντος, οὐδὲ ἔξω τούτων ἔσται τὸ νόσημα. λείπεται

79
τοίνυν ἢ τὸ πάντων ἄθροισμα λέγειν τὴν νόσον εἶναι, ἢ τινὰ τούτων, ἢ ἕν γέ τι πάντως. ἀλλὰ τὸ μὲν ἐξ ἁπάντων ἄθροισμα πρὸς τῷ μηδ’ εἰρῆσθαι πρός τινος οὐδ’ ἐγχωρεῖ λεχθῆναι· τί γὰρ ἔσται νόσου αἴτιον, ἢ τί σύμπτωμα νοσήματος, εἰ τὸ πάντων ἄθροισμα νόσημα νομισθήσεται; οὐδὲ ἓν δήπουθεν. ἀναγκαῖον οὖν ἀπολιπεῖν δύο ἄλλα γένη παρὰ τὰς νόσους, ἕτερον μὲν τῶν ἐργαζομένων αὐτὰς αἰτιῶν, ἕτερον δὲ τῶν ἑπομένων μὲν ἐξ ἀνάγκης, λυπούντων δ’ οὐδὲν τὸν ἄνθρωπον, ἀλλ’ εἰ ταῦτ’ ἀφέλοιμεν, ἐν δυοῖν ἐστι τούτοιν ἡ νόσος, ἢ ταῖς βεβλαμμέναις ἐνεργείαις, ἢ ταῖς ἐργαζομέναις αὐτὰς διαθέσεσι. καὶ δὴ καὶ διηνέχθησαν εὐθὺς ἐκ παλαιοῦ καὶ περὶ τοῦδε καὶ νῦν ἔτι διαφέρονται πάντες οὐκ ἰατροὶ μόνον, ἀλλὰ καὶ φιλόσοφοι, τῶν ἐνεργειῶν μὲν τὰς βλάβας ἕτεροι, τῶν δ’ ἐργαζομένων αὐτὰς διαθέσεων ἕτεροι προσαγορεύσαντες νοσήματα. τὸ μὲν οὖν διαφέρεσθαι τοὺς ἄνδρας ἐν οὕτως ἀσαφέσι πράγμασιν οὐδὲν θαυμαστόν τὸ δὲ μὴ διαγιγνώσκειν ὡς ὑπὲρ ὀνόματος ἐρίζουσιν ἐπιτιμήσεως ἄξιον. εἴπερ γὰρ ὡμολόγηται πρὸς ἁπάντων
80
ἡ θεραπεία τῆς ἐμποδιζούσης τὴν ἐνέργειαν εἶναι διαθέσεως, οὐδὲν ἔτι χρήσιμον εἰς τὰ τῆς τέχνης ἔργα τὸ διελέσθαι πότερα τὴν διάθεσιν, ἢ τὴν βεβλαμμένην ἐνέργειαν ὀνομαστέον ἐστὶ νόσημα. ἑκατέρως γὰρ ὀνομαζόντων, ὁ κάμνων ὑγιαίνων ἀποδειχθήσεται, μόνον εἰ τὰ δέοντά τις ἰάματα προσφέροι ταῖς διαθέσεσιν· αὗται γάρ εἰσιν ἃς ἀλλοιοῦν χρὴ καὶ μεταβάλλειν καὶ τελέως ἐκκόπτειν, οὐχ αἱ βλάβαι τῶν ἐνεργειῶν. οὐδεὶς γοῦν ἰᾶται τὸ χωλεύειν βαδίζοντα, καὶ γὰρ γελοῖον, ἀλλὰ τὴν ἐργαζομένην αὐτὸ διάθεσιν, οἷον τὴν φλεγμονὴν, εἰ διὰ ταύτην χωλεύει· καὶ ταύτην καὶ καταντλεῖ καὶ καταπλάττει καὶ σχάζει καὶ διαφορεῖ καὶ παντὶ τρόπῳ λύειν ἐπιχειρεῖ· τὸ γὰρ ὀρθῶς βαδίζειν ἕπεται ταύτῃ λυθείσῃ, καὶ οὐδὲν ἔτι δεόμεθα τὴν χωλείαν ἐπανορθοῦσθαι τῆς φλεγμονῆς οἰχομένης· οὐδὲ γὰρ ὑπομένει τι τῆς βεβλαμμένης ἐνεργείας, ἐὰν ἐκκόψῃ τις ἀκριβῶς τὴν ἐργαζομένην αὐτὴν διάθεσιν, ἔστ’ ἂν δ’ ὑπολείπηταί τι τῆς διαθέσεως, ἀνάγκη καὶ τὴν ἐνέργειαν ἀνάλογον ἐκείνῃ βεβλάφθαι. ταύτην οὖν τὴν διάθεσιν εἴτε νόσημα καλεῖν, εἴτε πάθος, εἴτ’ αἰτίαν νοσήματος, εἴτε
81
πάθους ἐθέλοι τις, οὐδὲν εἰς τὴν θεραπείαν οὔτ’ ὄφελος οὔτε βλάβος ἐντεῦθεν· ἀλλ’ οὐδ’ εἰ Θέωνά τις ἢ Δίωνα προσαγορεύσας αὐτὴν, ἔπειτ’ ὀρθῶς ἰῷτο, βλάψειεν ἂν οὐδ’ οὗτος οὐδὲν τὸν νοσοῦντα· κᾂν εἰ τελέως δέ τις ἀνώνυμον ἀπολιπὼν αὐτὴν ἃ χρὴ προσφέροι τῷ κάμνοντι βοηθήματα, πρὸς τῷ μὴ βλάπτειν μηδὲν, οὗτος ἔτι κάλλιστα θεραπεύσει. διδάσκειν μέν τοι βουλόμενος ἕτερον ἃ γινώσκει, δεήσεταί τε πάντως ὀνομάτων ἐπὶ τοῖς πράγμασιν, ὅρον τε τῆς χρήσεως αὐτῶν ἕξει τὴν σαφήνειαν· ὁ γὰρ ὡς ἂν ὁ μανθάνων ἐκμάθοι σαφέστατα μάλιστα σπουδάζων ὀνομάζειν, ἄριστος διδάσκαλος. ἐπεὶ τοίνυν καὶ ἡμεῖς ἐν τούτῳ νῦν καθεστήκαμεν, ἀνάγκη μέν που θέσθαι τοῖς πράγμασιν ὀνόματα· τὸ δ’ εἰ καὶ σαφῶς, ἡμῖν σκοπεῖσθαι πάρεστιν. ἡ μὲν δὴ τὴν ἐνέργειαν ἐμποδίζουσα διάθεσις ὀνομαζέσθω νόσος· εἴ τι δ’ ἕπεται τῇδε, σύμπτωμα· τὸ δ’ ἐργαζόμενον αὐτὴν, αἴτιον.

Οὕτω δὲ τούτων διωρισμένων ἐπιβλέπειν ἀκριβῶς χρὴ τὴν ἀνωμαλίαν τῶν ὀνομάτων, ἃ κατὰ τῶν νοσημάτων

82
ἐπήνεγκαν οἱ πρῶτοι θέμενοι· πολλαχόθι μὲν γὰρ ἀπὸ τοῦ βεβλαμμένου μορίου τὰ ὀνόματα, πλευρῖτις καὶ περιπνευμονία καὶ ἰσχίας καὶ ποδάγρα καὶ νεφρῖτις καὶ ἀρθρῖτις, ὀφθαλμία τε καὶ κεφαλαλγία καὶ δυσεντερία· πολλαχόθι δ’ ἀπὸ τοῦ συμπτώματος, εἰλεὸς καὶ τεινεσμὸς καὶ σπασμὸς καὶ παλμὸς καὶ τρόμος καὶ παράλυσις, ἀπεψία τε καὶ δύσπνοια καὶ ἄπνοια καὶ ἀγρυπνία καὶ παραφροσύνη καὶ κῶμα· πολλαχόθι δ’ ἀπ’ ἀμφοῖν ἅμα, ὡς κεφαλαλγία καὶ ὠταλγία καὶ καρδιαλγία καὶ ὀδονταλγία καὶ ὑστεραλγία· πολλαχόθι δ’ ἀπὸ τῆς δοξαζομένης αἰτίας, ὡς ἡ μελαγχολία μὲν ὑπὸ πάντων, αἱ χολέραι δὲ ὑπὸ τῶν Κνιδίων ἰατρῶν, ἴσως δὲ καὶ ὁ λευκοφλεγματίας ὕδερος ἐντεῦθεν· ἐνίοτε δὲ ἀπὸ τῆς πρός τι τῶν ἐκτὸς ὁμοιότητος, ἐλέφας καὶ καρκῖνος καὶ πολύπους καὶ σταφυλὴ καὶ λεύκη καὶ μυρμηκία καὶ ἀθέρωμα καὶ στεάτωμα καὶ σταφύλωμα καὶ μελικηρὶς καὶ ἄνθραξ, ἀλωπεκία τε καὶ ὀφίασις καὶ σύκωσις καὶ σατυριασμὸς καὶ πριαπισμός· τῶν νοσημάτων δ’ αὐτῶν ὀνόματα μήτε τόπου ἐφαπτόμενα πεπονθότος μήτε τῆς ποιούσης αἰτίας ὀλίγα, φλεγμονὴ καὶ γάγγραινα καὶ σκίῤῥος, ἐρυσίπελάς τε καὶ 
83
ἀπόστημα καὶ οἴδημα καὶ ἐμπύημα καὶ ἕλκος ἐξάρθρημά τε καὶ κάταγμα καὶ σπάσμα καὶ ῥῆγμα καὶ κολόβωμα καὶ δοθιὴν καὶ ἴονθος καὶ φῦμα· καίτοι καὶ τούτων αὐτῶν ἔνια τὰ μὲν καὶ τὸν τόπον τοῦ σώματος, ἤτοι τὸ πεπονθὸς μέρος ἐμφαίνειν ἔοικεν, ἔνια δὲ ἀπὸ τοῦ πλεονεκτοῦντος ὀνομάζεται συμπτώματος· εἰ δ’ ἄρα τι καὶ χωρὶς παρεμφάσεως ὀνομάζεται, τάς γ’ ἐν αὐτῷ διαφορὰς καὶ τοῦτο πολυειδεῖς ἔσχηκεν, οἷον ἕλκος, εἰ καὶ μὴ συνεχείας ἦν ἡ λύσις ἐν σαρκώδει μορίῳ, καὶ ταύτῃ παραδηλοῦν ἐδόκει τὸν πεπονθότα τόπον, ἀλλ’ αἵ γε κατὰ μέρος αὐτοῦ διαφοραὶ ποικίλαι τοῖς ὀνόμασι, χειρώνειον καὶ τηλέφιον καὶ καρκῖνος, ἕρπης τε καὶ φαγέδαινα, καὶ πάνθ’ ὅσα τοιαῦτα, τὰ μὲν ἀπὸ τῶν πρώτως ἰασαμένων, ὡς τὸ χειρώνειον· ἔνια δ’ ἀπὸ τῶν πεπονθότων, ὡς τὸ τηλέφιον· ἀπὸ δὲ τῆς πρὸς τὸ ζῶον ὁμοιότητος ὁ καρκῖνος· ἡ φαγέδαινα δ’ ἀπὸ τοῦ συμπτώματος, ὥσπέρ γε καὶ οἱ ἕρπητες. ἀλλ’ ἡ μὲν φαγέδαινα πάντως ἐστὶν ἕλκος ἐσθιόμενον, ἢ ἀναβιβρῶσκον, ἢ ὅπως ἂν ἐθέλῃ τις ὀνομάζειν· ὁ δ’ ἕρπης οὔθ’ ἕλκος ἀεὶ, καὶ ὁπότε μεθ’ ἑλκώσεως, οὐ κατέχων
84
τὴν ἀρχαίαν ἕδραν, ἐπινέμεται τὰ πλησίον, ἀλλ’ ὥσπερ τοὔνομα δηλοῖ, δίκην ἕρποντος θηρίου, καταλείπει μὲν τὰ πρότερα, μετέρχεται δ’ ἐφ’ ἕτερα. κοῖλον δ’ ἕλκος καὶ ῥυπαρὸν καὶ καθαρὸν, ὁμαλές τε καὶ ὑπερσαρκοῦν, οἰκειοτέρας μὲν ἔσχηκε τὰς προσηγορίας, οὐ μὴν ὡσαύτως γε πάσας, ἀλλὰ τὸ μὲν ὁμαλὲς ἀπὸ τῆς οἰκείας διαφορᾶς, ὡσαύτως δὲ καὶ τὸ κοῖλον ἢ ὑπερσαρκοῦν· ἔναιμον δὲ καὶ καθαρὸν καὶ ῥυπαρὸν οὐ κατὰ τὰς οἰκείας διαφορὰς, ἀλλ’ ἀπὸ τῶν ἔξωθεν ὀνομάζεται συμπτωμάτων. οὕτως οὖν ἀνωμάλου τῶν ὀνομάτων τῆς θέσεως τοῖς ἀρχαίοις γεγενημένης, καὶ πολὺ μᾶλλον, ὅταν ἐπινυκτίδα καὶ ἀκροχορδόνα καὶ νυκτάλωπα προσαγορεύωσι, τὸ μὲν ὅτι νύκτωρ ἐγένετο, τὸ δ’ ὅτι κατ’ ἄκρας ὀχεῖται τῆς ἐπιφανείας τοῦ δέρματος, τὸ δ’ ὅτι τῆς νυκτὸς ἀποφαίνει μὴ βλέποντας, ἕτερά τε πολλὰ τοιαῦτα ποιῶσιν, εἰ γὰρ ἐπεξίοιμι πάντα, κινδυνεύσω σπουδάζειν δοκεῖν ὃ φεύγειν ἐκέλευσα, πειρᾶσθαι οὖν χρὴ παντὶ τρόπῳ τὸν τῆς ἀληθείας αὐτῆς ὀρεγόμενον ἀποχωρεῖν μὲν τοῦ προσδοξαζομένου τοῖς ὀνόμασιν, ἐπὶ δὲ τὴν οὐσίαν τῶν πραγμάτων αὐτὴν ἰέναι καὶ ταύτην ἐπισκέπτεσθαι καὶ ζητεῖν, ὁπόσα τὰ σύμπαντ’ ἐστὶ
85
νοσήματά τε καὶ συμπτώματα, καὶ προσέτι τὰ προηγούμενα τούτων αἴτια. τοῦτ’ οὖν ἡμεῖς ἐποιήσαμεν ἐν ἑτέροις ὑπομνήμασιν, ὧν ἐστι περὶ μὲν τοῦ πλήθους τῶν νοσημάτων ἓν, ἐπιγέγραπται δὲ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς, ἕτερον δὲ περὶ τῆς τῶν συμπτωμάτων ἐστὶ διαφορᾶς· οὕτω δὲ καὶ τὰς αἰτίας αὐτῶν ἐπειράθημεν ἐξευρεῖν ἑκατέρας ἰδίᾳ, τάς τε τῶν νοσημάτων καὶ τὰς τῶν συμπτωμάτων ἁπάντων, ὡς μηδὲν ἔτι λείπειν, ἀλλ’ ἑτοίμην εἶναι τὴν παρασκευὴν ἅπασιν εἰς τὴν νῦν ἡμῖν προκειμένην πραγματείαν. ὅθεν οὐδ’ ἀναγινώσκειν ἔτι τὰ μετὰ ταῦτα ῥηθησόμενα συμβουλεύω, πρὶν ἐν ἐκείνοις γυμνάσασθαι· παρακούσας γάρ τις οὕτω πολλῶν θεωρημάτων οὔτ’ αὐτὸς ὠφεληθήσεται καὶ μάτην ἐγκαλέσει τοῖς ὀρθῶς λεγομένοις.

Ἐν ἐκείνοις μὲν οὖν ἅπαντα κατὰ μέρος ἐπεξέρχομαι, τά τε νοσήματα καὶ τὰ συμπτώματα καὶ τὰς αἰτίας· ἐνταυθοῖ δὲ δύο ἔτι προσθεὶς ταῦτα, ἀναγκαῖα γινώσκεσθαι τοῖς ἀσκήσουσι τὴν θεραπευτικὴν μέθοδον, ἐπὶ τὸ χρῆσθαι τοῖς εὑρισκομένοις τηνικαῦτα μεταβήσομαι. τίνα δὲ

86
τὰ δύο ταῦτ’ ἐστὶν ἃ μέλλω λέξειν; ἓν μὲν ὅπῃ διαφέρει νόσημα πάθους· ἕτερον δὲ ὅτι χωρὶς τοῦ γνῶναι τὰ στοιχεῖα τοῦ σώματος, ἐξ ὧν πρῶτον γέγονεν, ἀμήχανον ἐξευρεῖν τὰ νοσήματα. ταῦτ’ οὖν ἐγὼ μὲν πειράσομαι διελθεῖν ἐπιμελέστατα, τοὺς δ’ ἀναλεξομένους αὐτὰ παρακαλῶ μὴ πρότερον ἐπ’ αὐτὴν μετιέναι τὴν θεραπευτικὴν μέθοδον, πρὶν ὁπόσα τὰ πάντα ἐστὶ νοσήματα καὶ αὐτοὺς ζητῆσαι κατὰ μόνας, καὶ τοῖς ὑφ’ ἡμῶν γεγραμμένοις ἐπιμελῶς ἐντυχεῖν. ὡς οὖν ταῦτα ποιησάντων, ἄρξομαι τοῦ λόγου. τρεῖς ἐδείχθησαν οὖσαι διαθέσεις ἐν τῷ σώματι παρὰ φύσιν, αἰτίων τε καὶ νοσημάτων καὶ συμπτωμάτων· αἰτίων μὲν οἷον τοῦ πλήθους, ἢ τῆς διαφθορᾶς· νοσημάτων δὲ οἷον τῆς φλεγμονῆς, ἢ τοῦ ἕλκους· συμπτωμάτων δὲ οἷον τῆς ἀχροίας, ἢ τῆς ἰσχνότητος. ἔξωθεν δὲ τούτων ἐστὶ τὰ ἀμέτρως ἐκκρινόμενα τοῦ σώματος, ἢ παρὰ φύσιν ἐπεχόμενα, καὶ τῶν ἐνεργειῶν αἱ βλάβαι, κοινῇ μὲν ἅπαντα προσαγορευόμενα συμπτώματα, γένος δ’ οὐχ ἓν ἔχοντα· διάθεσις μὲν γάρ τίς ἐστι σώματος ἡ ἄχροια· τὸ δὲ ἐκκρινόμενον ἢ ἐπεχόμενον ἕπεται μὲν, διάθεσις δ’ οὐκ ἔστιν·
87
οὕτω δὲ καὶ ἡ ἐνέργεια βεβλαμμένη τε καὶ ἀβλαβὴς οὖσα διάθεσις μὲν οὐκ ἔστιν, ἕπεται δὲ ἐξ ἀνάγκης τῇ τοῦ μορίου διαθέσει. τὸ μὲν οὖν οἴδημα καὶ ἡ φλεγμονὴ τῶν ἁπλῶς ὄντων ἐστὶ, κατὰ ταὐτὰ δὲ καὶ τὸ πλῆθος, εἰ τύχοι, τοῦ αἵματος, ἢ τοῦ σώματος ἡ ὠχρότης· ἡ δ’ ἐνέργεια τῶν μὲν ἁπλῶς ὄντων οὐκ ἔστιν, ἢ οὐχ ὁμοίως γε τούτοις ὄντων· οὐδένα γὰρ αὐτῆς χρόνον ὑπομένει τὰ μόρια, καθάπερ οὐδὲ τὰ τῆς λέξεως, οὐδ’ ὅλως κινήσεως οὐδεμιᾶς, ἀλλ’ ἕκαστον τούτων ἐν τῷ γίνεσθαι τὸ εἶναι λαμβάνει. διττοῦ δ’ ὄντος γένους κινήσεως, τοῦ μὲν κατὰ τόπον, τοῦ δὲ κατὰ ποιότητα, φορὰ μὲν τὸ πρότερον, ἀλλοίωσις δὲ τὸ δεύτερον ὀνομάζεται. πᾶσα μὲν οὖν ἐνέργεια κίνησίς ἐστι δραστική· πᾶσα δ’ ἀλλοίωσις κίνησις παθητικὴ τοῦ ἀλλοιουμένου, πάσχει γάρ τι τὸ ἀλλοιούμενον. αἱ τοίνυν διαθέσεις, ἐπειδὰν ἀλλοιοῦνται, κινοῦνται· παυσάμεναι δὲ τοῦ κινεῖσθαι, ἠλλοίωνται μὲν, ἀλλοιοῦνται δ’ οὐκ ἔτι. πᾶν γὰρ τὸ ὁπωσοῦν ἔχον ἔν τινι πάντως ἐστὶ διαθέσει· τὸ δ’ ἐν δυσλύτῳ διαθέσει καθ’ ἕξιν 
88
ἤδη διάκειται· ἀλλοιοῦται μὲν ὁ μελαινόμενος, ἠλλοίωται δὲ ὁ μελανθείς· ὥστ’ εἶναι τὴν ἀλλοίωσιν γένεσιν ποιότητος, ἢ διαθέσεως, ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν. οὐ μάχεται δὲ τὸ λέγειν ἀλλαγὴν εἶναι τοῦ προϋπάρχοντος τὴν ἀλλοίωσιν τῷ λέγειν γένεσιν αὐτὴν εἶναι ποιότητος· ἅμα γὰρ ἄμφω συμπίπτει, καὶ ἡ πρόσθεν ὑπάρχουσα τῷ σώματι μεταβολὴ, καὶ νῦν ἄλλη γίγνεται. τοῦ γοῦν ἐν ἡλίῳ διατρίψαντος ἀλλοιοῦται μὲν ἡ λευκότης, γεννᾶται δὲ ἡ μελανότης· καὶ τοῦ παρὰ πυρὶ θαλπομένου μεταβάλλει μὲν ἡ ψυχρότης, γίγνεται δὲ ἡ θερμότης. ὅταν δὲ τοῦδέ τινος, ὃ οὐκ ἔστιν οὐσία, γένεσιν εἶναι λέγωμεν, οὐ ταὐτὸν δηλοῦμεν ἐν τῇ λέξει τῇδε κᾀπειδὰν ἁπλῶς ὀνομάσωμεν γένεσιν· ἡ μὲν γὰρ ἁπλῶς ὀνομαζομένη γένεσις ὁδός ἐστιν εἰς οὐσίαν, ἡ δὲ τοῦδέ τινος γένεσις, εἰς τὴν ὡς ἂν εἴποι τις ὕπαρξιν ἐκείνου. ἀλλὰ τοῦτο μὲν ἐν παρέργῳ λελέχθω, ὃ δὲ ἐν τῷ λόγῳ μάλιστα προὔκειτο, σχεδὸν ἤδη διώρισται, τὸ τὰ μὲν ἐν γενέσει τε καὶ μεταβολῇ καὶ ἀλλοιώσει καὶ ἁπλῶς εἰπεῖν ἐν κινήσει τοῦ εἶναι μεταλαμβάνειν, τῶν δ’ ὑπομένειν τὴν οὐσίαν· ὑγεία μὲν οὖν
89
καὶ νόσος, ὅσαι τε συμπτωμάτων ἢ αἰτίων εἰσὶ διαθέσεις, ἢ ἕξεις, ὑπομενόντων εἰσίν· αἱ δ’ ἐνέργειαι πᾶσαι καὶ αἱ καθ’ ὁτιοῦν ἀλλοιώσεις ἐν τῷ γίνεσθαι τὸ εἶναι κέκτηνται, καὶ τὸ καθ’ ὁτιοῦν κινούμενον σῶμα κατ’ ἐκεῖνο πάσχει, καὶ ἡ κίνησις αὐτοῦ πάθος ἐστίν. οἱ μὲν οὖν παλαιοὶ καὶ τὰς ἐν τῷ κατὰ φύσιν ἔχειν ἁπάσας κινήσεις, ὅσαι γε μὴ δραστικαὶ, πάθη προσαγορεύουσιν, ὥσπερ οὖν ἐνεργείας τὰς δραστικὰς, οὕτω καὶ αὐτὰς τῶν αἰσθήσεων τὰς ἀλλοιώσεις ὁ Πλάτων ὀνομάζει πάθη· τοῖς νεωτέροις δ’ οὐκ οἶδ’ ὅπως δόξαν, ἐπὶ τῆς παρὰ φύσιν μόνης κινήσεως κεῖται τοὔνομα. ἰδίως μὲν οὖν τὸ πάθος ἐπὶ πάσης τῆς ἔξωθεν κινήσεως ἐλέγετο παρὰ τῶν παλαιῶν, ἤδη δὲ καταχρώμενοι καὶ τὰς ἐκ πάθους μὲν γεγενημένας τῶν διαθέσεων, οὐκέτι δ’ ἐν κινήσει, πάθη προσαγορεύουσιν· οὐ μὴν χρονιώτερόν γε οὐδὲ δυσλυτώτερον ἡ διάθεσις τῆς ἕξεως, ὥσπερ οὐδὲ ἡ ἀῤῥωστία· ἀλλ’ αἱ τοιαῦται νομοθεσίαι τῶν ὀνομάτων ὑπὸ τῶν νεωτέρων ἐπεισήχθησαν. εἴρηται δὲ ἐπιπλέον ὑπὲρ τῶν ἰατρικῶν ὀνομάτων ἑτέρωθι,
90
καὶ νῦν οὐ τοῦτο πρόκειται σκοπεῖν, ἀλλ’ ὅπως ἡμεῖς χρησόμεθα, διελέσθαι μόνον ἀναγκαῖον ἔδοξε σαφηνείας ἕνεκα. τὴν γὰρ ἐναντίαν ὑγείᾳ διάθεσιν, ὑφ’ ἧς ἐνέργειαν λέγομεν βλάπτεσθαι, νόσημα μόνον προσαγορεύομεν, εἴτε πολυχρόνιος, εἴτε ὀλιγοχρόνιος, εἴτ’ ἐν ἀκαρεῖ χρόνῳ γίγνοιτο· τὰς δ’ ἄλλας ἁπάσας τὰς προηγουμένας τούτων ἐν αἰτίας λόγῳ διαθέσεις παρὰ φύσιν, αὐτὸ τοῦτο μόνον, αἰτίας, οὐ πάθη· τὰ δ’ ἑπόμενα ταύταις, ὅσα μὲν ἐνεργειῶν εἰσι βλάβαι, συμπτώματά τε καὶ πάθη, κατὰ ταὐτὰ δὲ καὶ τὰς ἀμέτρους ἐκκρίσεις ἢ ἐπισχέσεις· ὅσαι δὲ διαθέσεις, ὥσπερ καὶ ἡ ἄχροια, πρὸς τῷ τοῦ πάθους τε καὶ τοῦ συμπτώματος ὀνόματι διαθέσεις ὀνομάζομεν, ὥσπερ οὖν καί εἰσι. κοινὸν μὲν δὴ τούτων ἁπάντων τὸ παρὰ φύσιν καὶ τῶν αἰτίων καὶ τῶν νοσημάτων καὶ τῶν συμπτωμάτων· ἴδιον δὲ τῶν μὲν νοσημάτων τὸ βλάπτειν ἐνέργειαν, τῶν δὲ συμπτωμάτων τὸ τούτοις ἕπεσθαι, τῶν δὲ αἰτίων τὸ προηγεῖσθαι. οὔτ’ οὖν ὅστις κίνησιν εἶπε παρὰ φύσιν εἶναι τὴν νόσον οἶδεν ὃ λέγει, καθάπερ ἐν τῷ πρὸ τούτου λόγῳ διήλθομεν ἐνίους τῶν
91
μεθοδικῶν οὕτως ἀφορίσασθαι προσθέντας ἐκ περιττοῦ τὸ ἐπίμονον· οὐδ’ ὅστις τροπὴν ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν, οὐδὲν γὰρ μᾶλλον αἰτίας, ἢ νοσήματος, ἢ συμπτώματος ὁ λόγος· ἅπαντα γὰρ ταῦτα διαθέσεις εἰσὶ παρὰ φύσιν, ἀλλ’ εἰ μὲν ὀλιγοχρόνια, δῆλον ὡς ὀξέα, εἰ δὲ δύσλυτα, χρόνια. διοίσει δ’ οὐδὲν ἢ νόσον, ἢ νόσημα λέγειν, ὥσπερ οὐδὲ πάθος, ἢ πάθημα· καὶ μὲν δὴ καὶ ὅτι τὸ πάθους ὄνομα καὶ κατὰ τοῦ νοσήματος ἐπιφέρουσιν οἱ παλαιοὶ, καθάπερ καὶ τὴν ἀῤῥωστίαν καὶ τὴν ἀσθένειαν, ἐπιδέδεικται καὶ τοῦτ’ ἐν τοῖς περὶ τῶν ἰατρικῶν ὀνομάτων, καὶ ὡς οὐδὲν διαφέρει λέγειν ἀῤῥωστίαν ἢ ἀῤῥώστημα· καὶ μέν γε καὶ ὡς τοὺς νοσοῦντας αὐτοὺς οὐ νοσοῦντας μόνον, ἀλλὰ καὶ ἀῤῥωστοῦντας καὶ ἀσθενοῦντας καὶ κάμνοντας ὀνομάζουσιν, ἐπιδέδεικται δὲ καὶ τοῦτο δι’ ἐκείνων τῶν ὑπομνημάτων. λοιπὸν δ’ ἂν εἴη νῦν, οὗπερ ἕνεκα ταῦτ’ εἴρηται πάντα, προσθέντας ἐπί τι τῶν ἑξῆς ἤδη μετιέναι. τί δὲ τοῦτ’ ἔστιν; οὐκ
92
ἄλλο τοῦ πολλάκις ἤδη καὶ πρόσθεν εἰνημένου, τοῦ πρῶτόν τε καὶ μάλιστα τοῦτο σπουδάζειν τοὺς ἰατροὺς, καὶ τοῦτο σχεδὸν αὐτῶν ἔργον ὑπάρχειν ἴδιον, ἐκκόπτειν τὰς νόσους· εὐθὺς γὰρ ἅμα τούτῳ καὶ ἡ βλάβη τῆς ἐνεργείας οἴχεται, καὶ τἄλλα συμπτώματα πάντα συναναιρεῖται. χρῄζουσι μὲν γὰρ πάντες οἱ ἄνθρωποι πρώτης καὶ μάλιστα τῆς κατὰ φύσιν ἐνεργείας, δι’ ἐκείνην δὲ καὶ τῆς ὑγείας· καὶ ἀποθέσθαι γε βούλονται τὴν βλάβην τῆς ἐνεργείας, καὶ διὰ τοῦτο καὶ τὴν νόσον· οὐ μὴν τῇ γε βλάβῃ τῆς ἐνεργείας, ἀλλὰ τῇ νόσῳ προσφέρουσι τὰ βοηθήματα, τουτέστι τῇ παρὰ φύσιν διαθέσει τῇ βλαπτούσῃ τὴν ἐνέργειαν. ὅστις οὖν οὐκ οἶδεν αὐτῶν τῶν κατὰ φύσιν ὑπαρχόντων τοῖς μορίοις τά τ’ ἄλλως συμβεβηκότα καὶ τὰ τῆς ἐνεργείας αἴτια διορίσαι, πῶς τοῦτον εἰκὸς ἐξευρεῖν τὴν διάθεσιν ὑφ’ ἧς πρώτως ἡ ἐνέργεια βλάπτεται; τὰ μὲν γὰρ ἄλλως συμβεβηκότα τοῖς σώμασι, κᾂν μυριάκις ἀλλοιωθείη, βλάπτειν τὴν ἐνέργειαν οὐ δύνανται, ἕως ἂν ὑφ’ ὧν ἐγίγνετο κατὰ φύσιν ἔχῃ πάντα· τούτων δ’ εἴπερ τι κᾂν ἓν ἀλλοιωθῇ, βλαβῆναι τὴν ἐνέργειαν εὐθὺς 
93
ἀναγκαῖον εἰς τοσοῦτον εἰς ὅσον περ καὶ ὠφελεῖται κατὰ φύσιν ἔχοντος.