De methodo medendi

Galen

Galen, De methodo medendi

    Ἐπειδὴ καὶ σύ με πολλάκις, ὦ Ἱέρων φίλτατε, καὶ ἄλλοι τινὲς νῦν ἑταῖροι παρακαλοῦσι θεραπευτικὴν μέθοδον αὐτοῖς γράψαι, ἐγὼ δὲ μάλιστα μὲν καὶ ὑμῖν χαρίζεσθαι βουλόμενος, οὐχ ἥκιστα δὲ καὶ τοὺς μεθ’ ἡμᾶς ἀνθρώπους ὠφελῆσαι καθ’ ὅσον οἷός τέ εἰμι προαιρούμενος, ὅμως ὤκνουν τε· καὶ ἀνεβαλλόμην ἑκάστοτε διὰ πολλὰς αἰτίας, ἄμεινον εἶναί μοι δοκεῖ καὶ νῦν αὐτὰς διελθεῖν, πρὶν ἄρξασθαι τῆς πραγματείας, ἔχουσι γάρ τι χρήσιμον εἰς τὰ μέλλοντα ῥηθήσεσθαι. κεφάλαιον μὲν οὖν ἁπασῶν αὐτῶν ἐστι τὸ κινδυνεῦσαι

    2
    μάτην γράψαι, μηδενὸς τῶν νῦν ἀνθρώπων ὡς ἔπος εἰπεῖν ἀλήθειαν σπουδάζοντος, ἀλλὰ χρήματά τε καὶ δυνάμεις πολιτικὰς καὶ ἀπλήστους ἡδονῶν ἀπολαύσεις ἐζηλωκότων ἐς τοσοῦτον ὡς μαίνεσθαι νομίζειν εἴ τις ἄρα καὶ γένοιτο σοφίαν ἀσκῶν ἡντιναοῦν. αὐτὴν μὲν γὰρ τὴν πρώτην καὶ ὄντως σοφίαν, ἐπιστήμην οὖσαν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων, οὐδ’ εἶναι νομίζουσι τὸ παράπαν· ἰατρικὴν δὲ καὶ γεωμετρίαν καὶ ῥητορικὴν ἀριθμητικήν τε καὶ μουσικὴν ἁπάσας τε τὰς τοιαύτας τέχνας εἶναι μὲν ὑπολαμβάνουσιν, οὐ μὴν ἐπί γε τὸ τέλος αὐτῶν ἰέναι δικαιοῦσιν. ἀλλ’ ἔμοιγε καὶ τῶν πάνυ δοκούντων με φιλεῖν ἔνιοι πολλάκις ἐπετίμησαν ὡς πέρα τοῦ μετρίου τὴν ἀλήθειαν σπουδάζοντι καὶ ὡς οὔθ’ ἑαυτῷ μέλλοντε χρησίμῳ γενήσεσθαι παρ’ ὅλον τὸν βίον οὔτε ἐκείνοις, εἰ μὴ σχολάσαιμι μέν τι τῆς τοσαύτης περὶ τὴν ἀλήθειαν σπουδῆς, προσαγορεύοιμι δὲ περιερχόμενος ἕωθεν, εἰς ἑσπέραν τε συνδειπνοῖμι τοῖς δυναμένοις· ἐκ τούτων γὰρ καὶ φιλεῖσθαι καὶ προσάγεσθαι καὶ τοὺς τεχνίτας πιστεύεσθαι, οὐκ ἐκ τῆς οἰκείας παρασκευῆς· οὐδὲ γὰρ εἶναι τοὺς κρίνοντας
    3
    ἐκείνην, ἁπάντων δι’ ὅλης ἡμέρας ἀσχολουμένων, ἕωθεν μὲν ἔν προσαγορεύσεσι κοινῇ, μετὰ ταῦτα δ’ ἤδη σχιζομένων, ἐπὶ μὲν τὴν ἀγορὰν καὶ τὰς δίκας οὐ σμικροῦ τινος ἔθνους, ἐπὶ δ’ αὖ τοὺς ὀρχηστάς τε καὶ τοὺς ἡνιόχους ἑτέρου πλείονος, οὐκ ὀλίγου δέ τινος ἄλλου τοῖς κύβοις, ἤ τισιν ἔρωσιν, ἢ λουτροῖς, ἢ μέθαις, ἢ κώμοις σχολάζοντος, ἤ τισιν ἄλλαις ἡδοναῖς τοῦ σώματος, ἐς ἑσπέραν δὲ κοινῇ πάντων αὖθις συναθροιζομένων εἰς τὰ συμπόσια, κᾀπειδὰν ἐμπλησθῶσιν οἴνου, οὐ λύρας ἐν κύκλῳ περιφερομένης, ἢ κιθάρας, ἤ τινος ἄλλου τῶν μουσικῶν ὀργάνων ὧν ἅπτεσθαι πάλαι κατὰ τὰς τοιαύτας συνόδους καλὸν ἐνενόμιστο καὶ δεινῶς αἰσχρὸν τοὐναντίον ἦν, ἀλλ’ οὐδὲ λόγων τινῶν ἀνακοινουμένων, οἵους ἐν τοῖς συμποσίοις συνέγραψαν ἡμῖν οἱ παλαιοὶ γινομένους, ἀλλ’ οὐδ’ ἄλλου τῶν καλῶν οὐδενὸς, ἀλλὰ προπινόντων μὲν ἀλλήλοις, ἁμιλλωμένων δὲ περὶ μεγέθους ἐκπωμάτων. ἄριστος γὰρ ἐν τούτοις οὐχ ὁ πλείστων ἁψάμενος ὀργάνων μουσικῶν ἢ λόγων φιλοσόφων, ἀλλ’ ὁ παμπόλλας καὶ μεγίστας ἐκπιὼν κύλικας· ὥστ’ ἔμοιγε καὶ περὶ τὴν ἕω
    4
    δοκοῦσιν ἔτι μεθύειν οἱ πολλοὶ τῶν τοιούτων, καί τινες αὐτῶν ὄζουσιν οἴνου σαφῶς οὕτως ὡς ἄρτι προσενηνεγμένοι. ὥστ’ εἰκότως, ἐπειδὰν νοσεῖν ὑπάρξωνται, μετακαλοῦνται τῶν ἰατρῶν οὐ τοὺς ἀρίστους, οὕς γε μηδὲ πώποτε κρῖναι προὐθυμήθησαν ὑγιαίνοντες, ἀλλὰ τοὺς συνηθεστάτους τε ἅμα καὶ κολακευτικωτάτους, οἳ καὶ ψυχρὸν δώσουσιν, ἢν αἰτηθῶσι, καὶ λούσουσιν, ἢν κελευσθῶσι, καὶ χιόνα καὶ οἶνον ὀρέξουσι καὶ πᾶν ὑπηρετήσουσι τὸ προσταττόμενον ὥσπερ ἀνδράποδα, ἔμπαλιν ἐκείνοις τῶν ἰατρῶν τοῖς παλαιοῖς Ἀσκληπιάδαις, οἳ τῶν νοσούντων ἠξίουν ἄρχειν ὡς στρατηγοὶ στρατηγουμένων καὶ βασιλεῖς ὑπηκόων, οὐκ ἄρχεσθαι καὶ δεσπόζεσθαι, καθάπερ Γέται καὶ Τίβιοι καὶ Φρύγες καὶ, Θρᾴκες ἀργυρώνητοι. οὔκουν οὐχ ὁ κρείττων τὴν τέχνην, ἀλλ’ ὁ κολακεύειν δεινότερος ἐντιμότερος αὐτοῖς ἐστι, καὶ τούτῳ ἅπαντα βάσιμα καὶ πόριμα, καὶ τῶν οἰκιῶν ἀνεῴγασιν αἱ θύραι τῷ τοιούτῳ, καὶ πλουτεῖ τε ταχέως οὗτος καὶ πολὺ δύναται, καὶ μαθητὰς ἔχει τοὺς ἐκ κοιτῶνος πολλοὺς, ὅταν ἔξωροι γένωνται. καὶ τοῦτο κατανοήσας ὁ Θεσσαλὸς
    5
    ἐκεῖνος οὐ τὰ ἄλλα μόνον ἐκολάκευε τοὺς ἐπὶ τῆς Ῥώμης πλουσίους, ἀλλὰ καὶ τῷ μησὶν ἕξ ἐπαγγείλασθαι διδάξειν τὴν τέχνην ἑτοίμως ἐλάμβανε μαθητὰς παμπόλλους. εἰ γὰρ οὔτε γεωμετρίας οὔτε ἀστρονομίας οὔτε διαλεκτικῆς οὔτε μουσικῆς οὔτε ἄλλου τινὸς μαθήματος τῶν καλῶν οἱ μέλλοντες ἰατροὶ γενήσεσθαι δέονται, καθάπερ ὁ γενναιότατος ἐπηγχείλατο Θεσσαλὸς, ἀλλ’ οὐδὲ μακρᾶς ἐμπειρίας χρῄζουσι καὶ συνηθείας τῶν ἔργων τῆς τέχνης, ἕτοιμον ἤδη προσιέναι παντὶ γενησομένῳ ῥᾳδίως ἰατρῷ. διὰ τοῦτο καὶ σκυτοτόμοι καὶ τέκτονες καὶ βαφεῖς καὶ χαλκεῖς ἐπιπηδῶσιν ἤδη τοῖς ἔργοις τῆς ἰατρικῆς, τὰς ἀρχαίας αὑτῶν ἀπολιπόντες τέχνας, οἱ μὲν γὰρ τὸν ῥῶπον διατιθέμενοι καὶ περὶ πρωτείων ἐρίζουσι. καὶ διὰ τοῦτο κᾀγὼ γράφειν ὤκνουν θεραπευτικὴν μέθοδον, ἣν εἰσηγήσαντο μὲν ἄνδρες παλαιοὶ, τελειῶσαι δ’ ἐπεχείρησαν οἱ μετ’ αὐτούς. καὶ πρόσθεν μὲν ἔρις ἦν οὐ σμικρὰ, νικῆσαι τῷ πλήθει τῶν εὑρημάτων ἀλλήλους ὀριγνωμένων τῶν ἐν Κῷ καὶ Κνίδῳ· διττὸν γὰρ ἔτι τοῦτο τὸ γένος ἦν τῶν ἐπὶ 
    6
    τῆς Ἀσίας Ἀσκληπιαδῶν, ἐπιλιπόντος τοῦ κατὰ Ῥόδον· ἤριζον δ’ αὐτοῖς τὴν ἀγαθὴν ἔριν ἐκείνην, ἣν Ἡσίοδος ἐπῄνει καὶ οἱ ἐκ τῆς Ἰταλίας ἰατροὶ, Φιλιστίων τε καὶ Ἐμπεδοκλῆς καὶ Παυσανίας καὶ οἱ τούτων ἑταῖροι· καὶ τρεῖς οὗτοι χοροὶ θαυμαστοὶ πρὸς ἀλλήλους ἁμιλλωμένων ἐγένοντο ἰατρῶν· πλείστους μὲν οὖν καὶ ἀρίστους χορευτὰς ὁ κῷος εὐτυχήσας εἶχεν, ἐγγὺς δ’ ἔτι τούτῳ καὶ ὁ ἀπὸ τῆς Κνίδου, λόγου δ’ ἦν ἄξιος οὐ σμικροῦ καὶ ὁ ἀπὸ τῆς Ἰταλίας. ἀλλ’ οὐδεὶς τούτων· οὔτε ἕωθεν ἐπὶ τὰς τῶν πλουσίων ἐφοίτα θύρας προσαγορεύσων αὐτοὺς οὔτ’ εἰς ἑσπέραν δειπνησόμενος, ἀλλ’ ὥσπερ Ἡσίοδός φησιν,

  1. Εἰς ἕτερον γάρ τίς τε ἰδὼν ἔργοιο χατίζων
  2. Πλούσιον, ὃς σπεύδει μὲν ἀρόμμεναι ἠδὲ φυτεύειν,
  3. οὕτω κᾀκεῖνοι διὰ παντὸς ἤριζον ἀλλήλοις οὐκ ἀροῦν ἢ φυτεύειν γῆν, σμικρότερα γὰρ ταῦτα τοῦ τῶν Ἀσκληπιαδῶν γένους καὶ Ἀσκραίῳ πρέποντα ποιητῇ, ἀλλ’ ἀσκεῖν καὶ αὔξειν ἀεὶ καὶ τελειοῦν πειρᾶσθαι τὴν Ἀπόλλωνός τε καὶ Ἀσκληπιοῦ

    7
    τέχνην, νυνὶ δ’ ἀπόλωλε μὲν ἡ ἀγαθὴ ἔρις, ἢ σμικρὸν ἔτι καὶ ἀμυδρὸν αὐτῆς ἐν ἀνθρώποις ἐστίν· ἐπικρατεῖ δ’ ἡ πονηρὰ καὶ ὁ ἀποτρέψων οὐδεὶς οὐδ’ ὁ ἰασόμενος, ὥσπερ Ἡσίοδος,

  4. Μηδέ σ’ ἔρις κακόχαρτος ἀπ’ ἔργου θυμὸν ἐρύκοι.
  5. αὕτη γὰρ ἡ Ἔρις, ὡς ὁ θειότερος αὖ πάλιν Ἡσιόδου ποιητής φησιν·

  6. Ἡ δ’ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
  7. Οὐρανῷ ἐστήριξε κάρη, καὶ ἐπὶ χθονὶ βαίνει.

Ὑπὸ ταύτης τῆς ἔριδος ἐκμανεὶς ὁ Θεσσαλὸς ἐκεῖνος Ἱπποκράτει τε καὶ τοῖς ἄλλοις Ἀσκληπιάδαις ἐπιτιμᾷ, καὶ κοινὸν τῆς οἰκουμένης θέατρον ἐν ταῖς ἑαυτοῦ βίβλοις πληρῶν, ἐπ’ ἐκείνου κρίνεται καὶ νικᾷ καὶ στεφανοῦται κατὰ τῶν παλαιῶν ἁπάντων, ἀνακηρυττόμενος αὐτὸς ὑφ’ ἑαυτοῦ. ταυτὶ μὲν οὖν ἔν τε τῷ περὶ τῶν κοινοτήτων ἐποίησε κᾀν τοῖς συγκριτικοῖς, ἐν ἅπασι δὲ τοῖς ἄλλοις ὑβρίζων οὐ παύεται, καθάπερ, οἶμαι, καὶ δι’ ὧν ἐπιστέλλει Νέρωνι,

8
κατ’ ἀρχὰς μὲν εὐθέως γράφων αὐτοῖς ὀνόμασιν οὕτως· παραδεδωκὼς νέαν αἵρεσιν καὶ ὡς μόνην ἀληθῆ διὰ τὸ τοὺς προγενεστέρους πάντας ἰατροὺς μηδὲν παραδοῦναι συμφέρον πρός τε ὑγείας συντήρησιν καὶ νόσων ἀπαλλαγήν. ἐπὶ προήκοντι δὲ τῷ γράμματι προϊών φησιν ὡς Ἱπποκράτης μὲν ἐπιβλαβῆ τὴν παράδοσιν πεποίηται, ἐτόλμησε δὲ καὶ τοῖς ἀφορισμοῖς ἀντιλέγειν, ἀσχημοσύνην ἀσχημονήσας μεγίστην, καὶ δείξας ὅτι μηδ’ εἰσήχθη πρός τινος εἰς τὴν Ἱπποκράτειον θεωρίαν μηδ’ ἀνέγνω παρὰ διδασκάλου τὰ συγγράμματα αὐτοῦ· καὶ ὅμως ὁ τοιοῦτος ἑαυτὸν οὐκ αἰδεῖται στεφανῶν. διό μοι δοκῶ κᾀγὼ, καίτοι γε οὐκ εἰθισμένος ἐξελέγχειν πικρῶς τοὺς σκαιοὺς, ἐρεῖν τι πρὸς αὐτὸν ὑπὲρ τῆς τῶν παλαιῶν ὕβρεως. τί πειρᾷ διαβάλλειν ὦ οὗτος τὰ χρηστὰ διὰ τὸ παρὰ τοῖς πολλοῖς εὐδοκιμεῖν, ἐνὸν ὑπερβάλλεσθαι· τοῖς ἀληθέσιν, εἰ φιλόπονός τέ τις εἴης καὶ ἀληθείας ἐραστής; τί δὲ τῇ τῶν ἀκροατῶν ἀμαθίᾳ συμμάχῳ κέχρησαι κατὰ τῆς τῶν παλαιῶν βλασφημίας; μὴ τοὺς ὁμοτέχνους τῷ πατρί σου κριτὰς καθίσῃς ἰατρῶν, τολμηρότατε Θεσσαλέ· νικήσεις
9
γὰρ ἐπ’ αὐτοῖς καὶ καθ’ Ἱπποκράτους λέγων καὶ κατὰ· Διοκλέους καὶ κατὰ Πραξαγόρου καὶ κατὰ πάντων τῶν ἄλλων παλαιῶν, ἀλλ’ ἄνδρας παλαιοὺς, διαλεκτικοὺς, ἐπιστημονικοὺς, ἀληθὲς καὶ ψευδὲς διακρίνειν ἠσκηκότας, ἀκόλουθον καὶ μαχόμενον ὡς χρὴ διορίζειν ἐπισταμένους, ἀποδεικτικὴν. μέθοδον ἐκ παίδων μεμελετηκότας, τούτους εἰς τὸ συνέδριον εἰσάγαγε δικαστὰς, ἐπὶ τούτων τόλμησον Ἱπποκράτει τι μέμψασθαι, τούτων κρινόντων ἐπιχείρησον τι τῇ μιαρᾷ καὶ βαρβάρῳ σου φωνῇ πρὸς Ἱπποκράτην διελθεῖν, πρῶτον μὲν ὡς οὐ χρὴ φύσιν ἀνθρώπου πολυπραγμονεῖν· ἔπειτα δὲ ὡς εἰ καὶ τοῦτο συγχωρήσειέ τις, ἀλλ’ ὅτι γε κακῶς αὐτὴν ἐζήτησεν ἐκεῖνος καὶ ψευδῶς ἀπεφήνατο σύμπαντα. τίς οὖν ἔσται κριτής; εἰ βούλει, Πλάτων, ἐπειδὴ τοῦτον γοῦν οὐκ ἐτόλμησας λοιδορεῖν. ἐγὼ μὲν γὰρ οὐδὲ τοὺς μαθητὰς αὐτοῦ φύγοιμ’ ἂν, οὔτε τὸν Σπεύσιππον οὔτε τὸν Ξενοκράτην· τὸν Ἀριστοτέλην δὲ κᾂν παρακαλέσαιμί σε κριτὴν ὑπομεῖναι καὶ σὺν αὐτῷ Θεόφραστον· εὐξαίμην δ’ ἄν σε καὶ Ζήνωνα καὶ Χρύσιππον ἅπαντάς τε τοὺς ἀπ’ αὐτῶν ἑλέσθαι κριτάς.
10
οὐδεὶς τούτων, ὦ τολμηρότατε Θεσσαλὲ, τῶν Ἱπποκράτους κατέγνω περὶ φύσεως ἀνθρώπου δογμάτων, ἃ τὴν ἀρχὴν οὔτ’ ἀνεγνωκέναι μοι δοκεῖς οὔτ’, εἴπερ ἀνέγνως, συνιέναι· καὶ εἰ συνῆκας δὲ, κρῖναι γοῦν ἀδύνατον ἦν σοι, τραφέντι μὲν ἐν γυναικωνίτιδι παρὰ πατρὶ μοχθηρῶς ἔρια ξαίνοντι. μὴ γὰρ ἀγνοεῖσθαί μοι δόκει τὸ θαυμαστόν σου γένος καὶ τὴν ἀοίδιμόν σου παιδείαν, μηδ’ ὡς ἐν κωφῷ θεάτρῳ λοιδορεῖν Ἱπποκράτην τε καὶ τοὺς ἄλλους παλαιούς· ἀλλὰ τίς ὢν καὶ πόθεν, ἐκ ποίου γένους, ἐκ ποίας ἀνατροφῆς, ἐκ ποίας παιδεύσεως, ἐπίδειξον πρότερον, εἶθ’ οὕτως λέγε, τοῦτ’ αὐτὸ, πρῶτον μαθὼν, ὦ θρασύτατε, ὅτι λέγειν οὐκ ἐφεῖται πᾶσι δημοσίᾳ ἐν οὐδεμιᾷ τῶν εὐνομουμένων πόλεων, ἀλλ’ εἴ τις ἐπίσημός ἐστι καὶ γένος ἔχει καὶ ἀνατροφὴν δεῖξαι καὶ παιδείαν ἀξίαν τοῦ δημηγορεῖν, τούτῳ συγχωροῦσιν ἀγορεύειν οἱ νόμοι· σὺ δ’ οὐδὲν τούτων ἔχων ἐπιδεῖξαι τολμᾷς ὦ γενναιότατε κατηγορεῖν Ἱπποκράτους, καὶ καθίζεις μὲν ἐν ταῖς ληρώδεσί σου βίβλοις δικαστὰς τοὺς Ἕλληνας, ἀποφαίνῃ δ’ αὐτὸς οὐκ ἀναμείνας ἐκείνους καὶ στεφανοῖς σεαυτὸν, ἐνίοτε μὲν κατὰ πάντων 
11
τῶν ἰατρῶν, ἐνίοτε δὲ κατὰ πάντων ἁπλῶς Ἑλλήνων. τοῦτο γάρτοι τὸ θαυμαστόν ἐστι τόλμημα τοῦ σοφωτάτου Θεσσαλοῦ, νικῆσαι μὲν ἅπαντας ἰατροὺς, αὐτὸν ἀγωνιστὴν, αὐτὸν ἀγωνοθέτην, αὐτὸν κριτὴν γενόμενον· ἐφεξῆς δὲ καὶ τοὺς ἄλλους Ἕλληνας εἰς ἀγῶνα προσκαλέσασθαι, ῥήτορας, γεωμέτρας, γραμματικοὺς, ἀστρονόμους, φιλοσόφους, εἶτ’ ἐν αὐτοῖς καταστάντα, καὶ τῇ τῶν ἐριουργῶν ἑρμηνείᾳ χρησάμενον, ἀξιοῦν ἁπάντων εἶναι πρῶτον· ἰατρικὴν μὲν γὰρ ἁπασῶν τῶν τεχνῶν πρωτεύειν, ἑαυτὸν δὲ τοὺς ἰατροὺς ἅπαντας νενικηκέναι. τοῦτο μόνον ἐκ τύχης ἀληθῶς συνελογίσατο Θεσσαλός· εἰ γὰρ ἰατρικὴ μὲν ἁπασῶν ἐστι τῶν τεχνῶν ἀρίστη, πρῶτος δ’ ἐν αὐτῇ Θεσσαλὸς, εἴη ἂν οὕτω γε πάντων ἀνθρώπων πρῶτος καὶ Σωκράτους δηλονότι καὶ Λυκούργου καὶ τῶν ἄλλων, οὓς ὁ Πύθιος ἐπῄνεσεν ἢ ὡς ἀγαθοὺς, ἢ ὡς σοφοὺς, ἢ ὡς Μουσῶν θεράποντας, ἢ ὡς Διὸς ὑπηρέτας, ἢ ὡς ἄλλο τι θεοφιλὲς ἔχοντας. ἄγε δὴ λοιπὸν ὕμνους ᾀδόντων ἅπαντες Θεσσαλοῦ, καὶ γραφόντων ἐπινίκια μέλη, καὶ κοινὸν τῆς οἰκουμένης τὸ θέατρον γενέσθω, καὶ παρελθὼν ᾀδέτω τις ὡς παρὰ τοῖς
12
ἱστοῖς τραφεὶς ἐνίκησε μὲν Δημοσθένην καὶ Λυσίαν καὶ τοὺς ἄλλους ῥήτορας, ἐνίκησε δὲ Πλάτωνα καὶ Σωκράτην καὶ τοὺς ἄλλους φιλοσόφους, ἐνίκησε δὲ καὶ Λυκοῦργον καὶ Σόλωνα καὶ τοὺς ἄλλους νομοθέτας, ἐστεφάνωται δὲ κοινῇ κατὰ πάντων ἀνθρώπων, ῥητόρων, φιλοσόφων, νομοθετῶν. εἰ γὰρ δὴ γεωμετρῶν ἔτι καὶ γραμματικῶν καὶ μουσικῶν ὀνομαστὶ μνημονεύοιμι μετὰ τὰς τηλικαύτας νίκας, ὑβρίζειν δόξω τὸν ἄνθρωπον· ὅπου γὰρ Λυκοῦργος καὶ Σόλων καὶ Πλάτων καὶ Σωκράτης καὶ Πυθαγόρας ἐνικήθησαν, ἦπου ἄρα καλὸν ἔτι μνημονεύειν Ἱππάρχου καὶ Ἀρχιμήδους καὶ Ἀριστοξένου καὶ Ἀριστάρχου καί τινων ἑτέρων τοιούτων οὐδενὸς ἀξίων, ὡς ἂν εἴποι Θεσσαλός; ἀλλὰ τίς ἡμῖν οὕτω μεγαλόφωνος ποιητὴς ὃς ᾄσεται ταῦτα; τίνος Ὁμήρου νῦν εὐπορήσομεν ἐν ἑξαμέτρῳ τόνῳ τὴν Θεσσάλειον ὑμνήσοντος νίκην; ἢ τίνος μελοποιοῦ κατὰ Πίνδαρον ᾄσοντος ὑψηλῶς ἐν διθυράμβοις ὡς πάλαι τὸν Διόνυσον, οὕτως νῦν τὸν Θεσσαλόν; ἢ τούτων μὲν οὐδενὸς χρῄζομεν, Ἀρχιλόχου δέ
13
τινος ἧ Ἱππώνακτος ἰάμβους γραφόντων, ἤ τινος τῶν ἀπὸ τῆς τραγικῆς σκηνῆς, ὃς ἐρεῖ πρὸς αὐτόν·

  • Μέν’ ὦ ταλαίπωρ’ ἀτρέμα σοῖς ἐν δεμνίοις,
  • Ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφ’ εἰδέναι.
  • ὄνειρον Ὀρέστειον διηγῇ Θεσσαλέ. οἷον τοῦτο τὸ θέατρον, ἐν ᾧ νικᾷς Ἱπποκράτην; τίνες οἱ κριταὶ καθεδοῦνται; τίνες οἳ ἀγωνοθετοῦντες; ἆρα βούλει πρώτου Πλάτωνος ἀναγνῶμεν τὴν ψῆφον; ἴσως γὰρ οὐκ ἀναίνῃ τοιοῦτον ἑλέσθαι κριτήν· ἀλλά τοί φησιν οὗτος αὐτοῖς ὀνόμασι· ψυχῆς οὖν φύσιν ἀξίως λόγου κατανοῆσαι οἴει δυνατὸν εἶναι ἄνευ τῆς τοῦ ὅλου φύσεως; εἰ μὲν Ἱπποκράτει τῷ τῶν Ἀσκληπιαδῶν δεῖ τι πείθεσθαι, οὐδὲ περὶ σώματος, ἄνευ τῆς μεθόδου ταύτης. καλῶς γὰρ, ὦ ἑταῖρε, λέγεις· χρὴ μὲν πρὸς τῷ Ἱπποκράτει τὸν λόγον ἐξετάζοντας σκοπεῖν εἰ συμφωνεῖ. φημί. τῷ τοίνυν περὶ φύσεως σκοπεῖν τί ποτε λέγει Ἱπποκράτης τε καὶ ὁ ἀληθὴς λόγος; ἆρ’ οὐχ ὧδε; δεῖ διανοεῖσθαι περὶ τῆς ὁτουοῦν φύσεως, πρῶτον μὲν εἰ ἁπλοῦν ἢ καὶ πολυειδές ἐστιν οὗ πέρι βουλευσόμεθα,

    14
    αὐτοί τε εἶναι τεχνικοὶ καὶ ἄλλους δυνατοὶ ποιεῖν. ἔπειτα δὲ ἂν μὲν ἁπλοῦν ᾖ, σκοπεῖν τὴν δύναμιν αὐτοῦ, τίνα πρὸς τί πέφυκεν εἰς τὸ δρᾷν ἔχον, ἢ τίνα εἰς τὸ παθεῖν ὑπό του· ἐὰν δὲ πλείω εἴδη ἔχῃ, ταῦτα ἀριθμησάμενον, ὅπερ ἐφ’ ἑνὸς, τοῦτο ἰδεῖν ἐφ’ ἑκάστου, τὸ τί ποιεῖν αὐτὸ πέφυκεν, ἢ τὸ τί παθεῖν ὑπό του. ἤκουσας, ὦ γενναιότατε, Πλάτωνος ὁμοίᾳ μεθόδῳ τὰ κατὰ τὴν ψυχὴν ἀξιοῦντος εὑρίσκειν, οἵᾳ περ Ἱπποκράτης τὰ κατὰ τὸ σῶμα· πότερον ἔτι βούλει πολλὰς πολλαχόθι αὐτοῦ τῶν συγγραμμάτων ἐκλέξω σοι ῥήσεις, ἐν αἷς ζηλοῖ τὸν Ἱπποκράτην πάντων μάλιστα τῶν ἔμπροσθεν αὐτοῦ γεγονότων; ἢ τοῦτο μὲν ἐν ἑτέρᾳ πραγματείᾳ πεποιηκὼς, ἐν ᾗ περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπισκέπτομαι, εἰς ἐκείνην ἀναπέμψω τὸν βουλόμενον; ἀποδέδεικται γὰρ, ὡς ἐγὼ νομίζω, πάνυ σαφῶς ἡ περὶ πλεῖστά τε καὶ μέγιστα δόγματα συμφωνία τῶν ἀνδρῶν· μεταβὰς δὲ τὸν ἕτερον ἤδη σοι καλέσω χορὸν μάρτυρα, τὸν ἐκ τοῦ περιπάτου, τὰς Ἱπποκράτους ἀρχὰς τῆς φυσιολογίας τιθέμενον;
    15
    ἀλλά τοι καὶ περὶ τούτου δέδεικταί μοι δι’ ἑτέρων ὑπομνημάτων, ὧν ὧν μέν ἐστι τὸ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων, ἐφεξῆς δ’ ἕτερα τρία τὰ περὶ κράσεων, εἶθ’ ἑξῆς ἕτερα δύο, τὸ μὲν περὶ τῆς ἀνωμάλου δυσκρασίας, ἐκ τῆς περὶ κράσεων ἔτι πραγματείας ὑπάρχον, ἄλλο δὲ περὶ τῆς ἀρίστης κατασκευῆς τοῦ σώματος, εἶτ’ τούτοις τὰ περὶ φυσικῶν δυνάμεων τρία· ταῦτ’ οὖν εἴπερ ἀναγνοίη τις, ἐπιγνώσεται σαφῶς ἐξηγητὴν ὄντα τῶν περὶ φύσεως λογισμῶν Ἱπποκράτους Ἀριστοτέλη. καὶ μὲν δὴ καὶ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς, ὁπόσα τέ ἐστι καὶ ὁποῖα, καὶ περὶ συμπτωμάτων ὡσαύτως, ἔτι τε καὶ τῶν καθ’ ἑκάτερον αἰτιῶν, Ἱπποκράτης μὲν πρῶτος ἁπάντων ὧν ἴσμεν ὀρθῶς ὑπάρξασθαι φαίνεται, μετ’ αὐτὸν δ’ Ἀριστοτέλης ἐπὶ πλεῖστον ἐξηγήσατο· εἴσεται δὲ καὶ περὶ τούτων ὁ βουληθεὶς ἀναγνῶναι τὰ καθ’ ἕκαστον αὐτῶν ὑπομνήματά μοι γεγραμμένα. ὥστ’ εἴπερ οἱ ἐκ τοῦ περιπάτου κριταὶ καθίσαιεν, Ἱπποκράτης μὲν, οἶμαι, νικήσει, Θεσσαλὸς δ’ ὡς ἀναίσχυντός τε καὶ ἰταμὸς ἐκβληθήσεται. εἰ δὲ τοὺς ἀπὸ τῆς στοᾶς φιλοσόφους εἰς τὸ συνέδριον εἰσαγαγόντες ἐπιτρέψαιμεν καὶ τούτοις τὴν 
    16
    ψῆφον, ἐξ ὧν αὐτοὶ τίθενται δογμάτων, ἐκ τούτων Ἱπποκράτην στεφανώσουσι. τὸ γὰρ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν Ἱπποκράτης μὲν πρῶτος εἰσηγήσατο, μετ’ αὐτὸν δ’ Ἀριστοτέλης ἀπέδειξεν· ἕτοιμα δ’ ἤδη παραλαβόντες οὐκ ἐφιλονείκησαν οἱ περὶ τὸν Χρύσιππον, ἀλλ’ ἐκ τούτων τὰ σύμπαντα κεκρᾶσθαι λέγουσι, καὶ ταῦτ’ εἰς ἄλληλα πάσχειν καὶ δρᾷν καὶ τεχνικὴν εἶναι τὴν φύσιν, ἅπαντά τε τἄλλα τὰ περὶ φύσεως Ἱπποκράτους δόγματα προσίενται, πλὴν περὶ μικροῦ τινός ἐστιν αὐτοῖς ἡ διαφορὰ πρὸς Ἀριστοτέλη. λέγοντος γὰρ Ἱπποκράτους ὀρθῶς ὡς σύμπνουν καὶ σύῤῥουν ἐστὶν ἅπαν τὸ σῶμα, καὶ πάντα συμπαθέα τὰ τῶν ζώων μόρια, προσίενται μὲν ἀμφότεροι τουτὶ, διαφέρονται δὲ ἐν τῷ τὰς μὲν ποιότητας μόνας τὸν Ἀριστοτέλη δι’ ἀλλήλων ἰέναι καὶ κεράννυσθαι πάντῃ, τοὺς δ’ ἀπὸ τῆς στοᾶς οὐ ταύτας μόνας, ἀλλὰ καὶ τὰς οὐσίας αὐτὰς ὑπολαμβάνειν. ὅτι δὲ τοῦτο διορίζεσθαι περιττὸν ἰατρῷ, καὶ ὡς ἀρκεῖ μόνον ὁμολογηθέντα εἰς τὰ τῆς ἰατρικῆς ἔργα τὰ πρὸς ἀμφοτέρων ἀποδεικνύμενα, καὶ ὡς αἱ ποιότητές τε καὶ αἱ δυνάμεις
    17
    ἐν τοῖς κεραννυμένοις ὅλαι δι’ ὅλων ἀναμίγνυνται, δέδεικταί μοι πρόσθεν ἤδη καὶ νῦν, εἴ τι δεήσει, δειχθήσεται. ὥστε καὶ κατὰ Πλάτωνα καὶ κατὰ τοὺς ἐκ τοῦ. περιπάτου καὶ κατὰ τοὺς ἐκ τῆς στοᾶς ἡ Ἱπποκράτους νικᾷ φυσιολογία· καὶ πολὺ δὴ μᾶλλον ἐκ τῆς φυσιολογίας ἅπαντες ἐπιδεικνύουσιν οἱ προειρημένοι φιλόσοφοι μὴ δύνασθαί τινα, καλῶς ἰάσασθαι τὰ νοσήματα, πρὶν ὅλου τοῦ σώματος ἐπισκέψασθαι τὴν φύσιν. ἆρ’ οὖν ἐνίκησεν. ἂν ἐν τούτοις τοῖς φιλοσόφοις ὁ Θεσσαλὸς ἀγωνιζόμενος ὑπὲρ τῶν πρωτείων, οἳ τῆς σκυτῶν ἁπάσης φυσιολογίας Ἱπποκράτην προὐστήσαντο; τί δὲ εἰ τοῖς γεωμέτραις, ἢ τοῖς ἀστρονόμοις, ἢ τοῖς μουσικοῖς, ἢ τοῖς ῥήτορσιν. ἐπιτρέψειε τὴν κρίσιν; ἆρ’ οἰόμεθα καὶ τούτους Ἱπποκράτην παρελθόντας ἕτερόν τινα στεφανώσειν; ἐγὼ μὲν οὔτ’ ἄλλον τινὰ πέπεισμαι τὰ πρωτεῖα λήψεσθαι, καὶ πάντων ἥκιστα τὸν ἰταμώτατον Θεσσαλόν οὐδεὶς γὰρ οὕτως ἠτίμησεν οὐ γεωμετρίαν, οὐκ ἀστρονομίαν, οὐ μουσικὴν, οὕ ῥητορικὴν, ὡς ἐκεῖνος, ὥστε ταύτῃ γ’ ἐν ἐχθρῶν θεάτρῳ γένοιτ' ἂν ὁ ἀγὼν αὐτῷ. ἀλλ’ ἴσως τούτους μὲν οὐκ ἂν εἰς
    18
    τὸ θέατρον ἐκάθισεν, οὕς γε αὐτὸς φθάνων ἐχθροὺς ἐποιήσατο, μόνοις δὲ τοῖς ἐν διαλεκτικῇ γυμνασθεῖσι φιλοσόφοις, ὡς ἂν ἀληθῶν τε καὶ ψευδῶν λόγων τὸ κριτήριον ἠσκηκόσιν, ἐπιτρέψειε τὴν κρίσιν. ἀλλ’ ἐὰν τοὺς περὶ Πλάτωνα καὶ Ἀριστοτέλη καὶ Χρύσιππον ὡς ἀγυμνάστους ἐν τῇδε παρέλθωμεν, οὐχ εὑρήσομεν ἑτέρους. εἰ τοίνυν οὔτε τοὺς ἀπὸ τῶν ἄλλων τεχνῶν ὑπομένει δικαστὰς ὁ Θεσσαλὸς οὔθ’ οἱ διαλεκτικώτατοι τῶν φιλοσόφων οἴσουσιν, αὐτῷ τὴν ψῆφον, ὑπὸ τίνων ἔτι κριθήσεται νικᾷν; τίνες πληρώσουσιν αὐτῷ τὸ θέατρον; τίνες ἀναγορεύσουσιν; τίνες στεφανώσουσιν; αὐτὸς ἑαυτὸν δηλονότι, τοῦτο γὰρ ἐν ταῖς ἑαυτοῦ βίβλοις ταῖς θαυμασταῖς ἐποίησεν, αὐτὸς ἑαυτὸν καὶ κρίνας καὶ στεφανώσας καὶ ἀναγορεύσας.

    Ἀλλ’ ἴσως ὑπενόησε τοῦτ’ αὐτῷ τιμὴν γενήσεσθαι καὶ μνήμης ἀφορμὴν, εἰ λοιδορησάμενος τοῖς ἀρίστοις ἀνδράσιν ἀναγκάσειεν ἡμᾶς ἀντιλέγειν αὐτῷ. ἀλλ’ οὕτω γε καὶ Ζωΐλος ἔνδοξος τὴν Ὁμήρου μαστίζων εἰκόνα καὶ Σαλμωνεὺς τὸν Δία μιμούμενος καὶ ἄλλο πλῆθος οὐκ

    19
    ὀλίγον ἐπιτρίπτων ἀνθρώπων, ἢ τοὺς βελτίονας οὐκ αἰδουμένων, ἢ καὶ τοῖς θεοῖς αὐτοῖς λοιδορουμένων. ἀλλ’ οὐκ ἀγαθὴν οὗτοί γε δόξαν ὑπελίποντο σφῶν αὐτῶν, οὐδὲ ζηλοῖ νοῦν ἔχων ἀνὴρ οὐδεὶς οὔτε τὸν Ὁμηρομάστιγα Ζωΐλον οὔτε τὸν παραπλῆγα Σαλμωνέα καίτοι τοῖς μὲν φιλολοιδόροις ζηλωτὸς ὁ Ζωΐλος, τοῖς δ’ ἱεροσύλοις ὅ Σαλμωνεύς. ἀλλὰ τί τοῦτο; καὶ γὰρ οἱ βαλαντιοτόμοι τὰ τῶν βαλαντιοτόμων ζηλοῦσι καὶ οἱ προδόται τὰ τῶν προδοτῶν, καὶ οὐδείς ἐστιν ἁπλῶς ἄνθρωπος ὃς οὐκ ἂν σχοίη χορὸν οἰκεῖον ἐν ᾧ στεφθήσεται. καὶ εἴπερ ἔγραψε Θεσσαλὸς ὡς ἐν μαγείροις καὶ βαφεῦσι καὶ ἐριουργοῖς καὶ σκυτοτόμοις καὶ ὑφάνταις τε καὶ κναφεῦσιν ἀγωνιζόμενος, ἀποίσεται τὴν νίκην καὶ καθ’ Ἱπποκράτους καὶ οὐδεὶς ἂν ἡμῶν ἀντεῖπεν ἐπεὶ δὲ πάντας ἀνθρώπους καθίζει δικαστὰς, ἐκ τῶν πάντων δ’ ἐστὶ δήπου καὶ Πλάτων καὶ Ἀριστοτέλης καὶ Θεόφραστος καὶ Χρύσιππος, οὐκ ἂν ἔτι πάσας μόνος ἀποστρέφοιτο τὰς ψήφους, ἀλλ’ ἴσως ἐνέσται δίκην ἐφέσιμον ἀγωνίσασθαί τινι κᾂν γὰρ Ἱπποκράτης καταφρονήσῃ, μικρότερον ἑαυτοῦ νομίσας ἀγωνίσασθαι πρὸς Θεσσαλὸν, ἀλλ’ ἴσως Ἐρασίστρατος οὐ καταφρονήσει,
    20
    καὶ πολύ γε μᾶλλον Ἡρόφιλος, καὶ τούτων ἔτι μᾶλλον Ἀσκληπιάδης ἄλλοι τε πολλοὶ τῶν νεωτέρων ἰατρῶν ἔχοντές τι, φύσει φιλόνεικον οὐ καταφρονήσουσι τῆς ὕβρεως, ἣν εἰς ἅπαντας ἅμα τοὺς Ἕλληνας ὑβρίζει. Θεσσαλὸς, ἀλλ’ εἰς τὸ μέσον τε προάξουσίν, ἐπιδείξουσί τε τοῖς Ἕλλησιν ἁπάσας αὐτοῦ τὰς βίβλους ἀμαθίας ἐσχάτης μεστὰς, ὃς τοσαῦτά τε καὶ τηλικαῦτα γράψας βιβλία καὶ τοσαύτας ληρήσας ἐπῶν χιλιάδας, ἀπόδειξιν οὐδεμίαν οὐδαμόθι τῶν ἑαυτοῦ συγγραμμάτων ἐπεχείρησεν εἰπεῖν, ἀλλ’ ὡς τύραννος κελεύει δύο μόνα εἶναι τὰ πάντα κατὰ δίαιταν νοσήματα, ῥοῶδες καὶ στεγνὸν, οὐκ εἰδὼς ὅτι διαφοράν τινά νοσημάτων εἴρηκεν, ἐγνωσμένην μὲν καὶ τοῖς ἔμπροσθεν ἰατροῖς ὡς ἐπιδείξομεν, ἀλλ’ οὐδεὶς ἦν οὕτως ἀπαίδευτος, ὡς τὰς διαφορὰς τῶν νοσημάτων αὐτὰ νομίζειν εἶναι τὰ νοσήματα καὶ τῆς θεραπείας τὴν ἔνδειξιν ἐξ ἐκείνων λαμβάνειν ὑπερβὰς τὴν οὐσίαν. ἀλλὰ τοῦτο τὸ σφάλμα τοῦ Θεσσαλοῦ σμικρὸν μὲν ὦ Ζεῦ καὶ θεοὶ, σμικρότατον, ὃ καὶ παιδάριον ἐν ἐλευθέροις μαθήμασι τεθραμμένον εὐθέως γνωρίσειεν· ὅμως δ’ οὖν τοῦτο τὸ σφάλμα τὸ 
    21
    σμικρὸν εἰς τοσοῦτον ἐπῆρεν αὐθαδείας αὐτὸν ὥστε νομίζειν εὑρηκέναι τι μέγα καὶ σεμνὸν, ὁμοίως ὡς εἰ καί τις εἰπὼν πᾶν ζῶον ἢ λογικὸν ὑπάρχειν ἢ ἄλογον, ἄλλο τι νομίζει καὶ μὴ διαφορὰς εἰρηκέναι ζώων, ὡσαύτως οὖν τούτῳ κᾀκείνου ῥηθέντος, ἅπαν ζῶον ἢ θνητόν ἐστιν ἢ ἀθάνατον· ἡ γὰρ ἔν ἑκάστῃ τῶν διαφορῶν ἀντίθεσις ὅλη κατὰ πάντων λέγεται τῶν εἰδῶν ἅπαν οὖν ζῶον ἢ ἄγριόν ἐστιν ἢ ἥμερον· ἅπαν οὖν ζῶον ἢ ὑπόπουν ἐστὶν ἢ ἄπουν· ἅπαν οὖν ζῶον ἢ κερασφόρον ἐστὶν ἢ ἄκερον· καὶ οὐδέν γε τιμιωτέραν ἑτέρας ἑτέραν ἀντίθεσιν ἐν ταῖς διαφοραῖς ἔστιν εὑρεῖν, οὐδὲ μᾶλλον ὑπάρχουσαν ἅπασι τοῖς κατὰ μέρος. ἀλλ’ οὐ χρὴ περὶ ζώων ἐρωτηθέντας ὁπόσα τὰ πάντα ἐστὶ ἀποκρίνασθαι μίαν ἀντίθεσιν διαφορῶν· οὕτω μὲν γὰρ ἔσται δύο τὰ πάντα, καὶ οὐδὲν μᾶλλον ἢ λογικὸν καὶ ἄλογον, ἢ θνητὸν καὶ ἀθάνατον, ἢ ἄγριον καὶ ἥμερον, ἢ τῶν ἄλλων τις ἀντιθέσεων. εἰ δὲ τὰς διαφορὰς ἐάσας τις, ὡς οὖν ἐστι δίκαιον, ἵππον ἀποκρίναιτο καὶ βοῦν καὶ κύνα καὶ ἄνθρωπον, ἀετόν τε καὶ μέλιτταν καὶ
    22
    μύρμηκα καὶ λέοντα καὶ πρόβατον, ἅπαντά τε τἄλλα κατ’ εἶδος ἐπέλθοι ζῶα, δῆλον ὡς οὗτος ὀρθῶς ἀποκεκριμένος ἐστὶ τῷ πυθομένῳ ὁπόσα τὰ πάντ’ ἐστὶ ζῶα· κᾂν εἰ πολλὰ μὲν διέλθοι τῷ λόγῳ ζῶα, πάντα δ’ ἐξαριθμήσασθαι μὴ δυνατὸν εἶναι λέγοι, καὶ οὕτως ἂν εἴη δεόντως ἀποκεκριμένος. ὁμοίας οὖν οὔσης τῆς ζητήσεως ἐπὶ τοῦ τῶν νοσημάτων ἀριθμοῦ παρὰ πᾶσι τοῖς παλαιοῖς ἰατροῖς, καὶ τῶν μὲν εἰπόντων ἑπτὰ τὰ πάνθ’ ὑπάρχειν αὐτὰ, τῶν δ’ ἐλάττω τούτων ἢ πλείω, πάντων δ’ οὖν εἰς τὰ κατὰ τὴν οὐσίαν εἴδη βλεπόντων, οὐκ εἰς τὰ κατὰ τὴν διαφοράν· οὐδεὶς γὰρ ἦν οὕτως ἀπαίδευτος οὐδ’ ἀμαθὴς λογικῆς θεωρίας ὡς διαφορὰν εἰδῶν εἰπεῖν ἀντ’ οὐσίας· ὁ δ’ ἐκ τῆς γυναικωνίτιδος ἐκπηδήσας Θεσσαλὸς ἐπιτιμᾷ τηλικούτοις ἀνδράσιν, οὐ γένος ἔχων εἰπεῖν, οὐκ ἀνατροφὴν, οὐ παιδείαν οἵαν ἐκείνων ἕκαστος, ὁ μὲν Ἀριστοτέλους, ὁ δὲ Πλάτωνος, ὁ δὲ Θεοφράστου γενόμενος ὁμιλητὴς, ἤ τινος ἄλλου τῶν ἐν τῇ λογικῇ θεωρίᾳ γεγυμνασμένων ἀνδρῶν. ὡς οὖν εἴτις ἐρωτηθεὶς ὁπόσα τῆς
    23
    φωνῆς τὰ πάντ’ ἐστὶ στοιχεῖα, δύο φήσειεν ὑπάρχειν, ἤτοι γὰρ φωνῆεν εἶναι φήσει πάντως ἢ σύμφωνον ὅπερ ἂν εἴη στοχεῖον φωνῆς, ἀληθὲς μὲν εἴρηκεν, οὐ μὴν πρός γε τὴν ἐρώτησιν ἀπεκρίνατο, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον ὅστις ἂν ὁπόσα τὰ πάντ’ ἐστὶ νοσήματα διελέσθαι βουληθεὶς ὑπερβῇ μὲν εἶδός τι λέγειν νοσήματος, οἷον ἤτοι φλεγμονὴν, ἢ σκίῤῥον, ἢ οἴδημα, διαφορὰς δ’ εἴπῃ μόνας, εἴτ’ οὖν στεγνὸν καὶ ῥοῶδες, εἴτ’ ἀραιὸν καὶ πυκνὸν, εἴτε σκληρὸν καὶ μαλακὸν, εἴτε συντεταμένον καὶ κεχαλασμένον, ἀληθὲς μὲν εἴρηκεν, οὐ μὴν πρός γε τὴν ἐρώτησιν ἀπεκρίνατο. πρῶτον μὲν γὰρ οὐδὲ πᾶσα διαφορὰ προστιθεμένη τῷ γένει συντελεῖ τι πρὸς τὴν τοῦ εἴδους γένεσιν, ἀλλ’ ἥτις ἂν ἐκ τῆς τοῦ γένους οἰκείας ᾖ διαιρέσεως· αὗται γάρ εἰσιν εἰδοποιοὶ μόναι τῶν διαφορῶν, αἱ δ’ ἄλλαι πᾶσαι περιτταί. ζώου μὲν γὰρ οἰκεῖαι διαφοραὶ τὸ θνητὸν καὶ ἀθάνατον, ἄλογόν τε καὶ λογικὸν, ἥμερόν τε καὶ ἄγριον, ὅσα τ’ ἄλλα τοιαῦτα· μαλακὸν δὲ καὶ σκληρὸν, καὶ βαρὺ καὶ κοῦφον, καὶ ἀραιὸν καὶ πυκνὸν, καὶ μέγα καὶ μικρὸν, οὐ ζώου, ἀλλ’ οὐσίας εἰσὶ διαφοραί.
    24
    καὶ τοίνυν εἰ μὲν προστεθείη τῷ ζώῳ τὸ μαλακὸν καὶ τὸ σκληρὸν, ἢ τὸ πυκνὸν ἢ τὸ ἀραιὸν, ἢ τὸ μικρὸν ἢ τὸ μέγα, πλεῖον οὐδὲν εἰς εἴδους γένεσιν συντελέσει· εἰ δ’ ἤτοι λογικὸν καὶ ἀθάνατον, ἢ λογικὸν καὶ θνητὸν, εἴη ἂν τὸ μὲν εἴδει θεὸς, τὸ δὲ ἄνθρωπος· οὕτω δὲ κᾂν εἰ προσθείης τῷ λογικῷ ζώῳ διττὰς οἰκείας διαφορὰς, τὸ πεζὸν καὶ τὸ δίπουν, εἶδος ἐργάσῃ τι καὶ οὕτως, τὸν ἄνθρωπον· ὅθεν ἀδύνατόν ἐστιν οὐδενὸς τῶν ὄντων εἰδοποιοὺς εὑρεῖν διαφορὰς ἄνευ τοῦ τὸν ὁρισμὸν, ἢ τὸν λόγον τῆς οὐσίας ἀκριβῶς αὐτοῦ περιγράψασθαι. δεύτερον δ’ ἐπὶ τούτου σφάλμα τοῖς ἀγυμνάστοις περὶ λόγον, ἐπειδὰν ἐξευρήσουσι μίαν τινὰ διαφορᾶς ἀντίθεσιν, εἶδός τι τοῦ προβεβλημένου γένους ὑπολαμβάνειν εὑρηκέναι, ὥσπερ ὀλίγον ἔμπροσθεν ὑπὲρ τῶν τῆς φωνῆς στοιχείων ἐλέγετο. φωνῆεν γάρ τις εἰπὼν καὶ σύμφωνον οὔπω τὰ πάντα στοιχεῖα τῆς ἀνθρώπου φωνῆς εἴρηκεν, ἀλλὰ δύο τὰς πρώτας γενικὰς διαφοράς· εἰ δὲ τὰ μὲν φωνήεντα τέμνων αὖθις εἰς μακρὰ καὶ βραχέα καὶ δίχρονα, τὰ σύμφωνα
    25
    δ’ εἰς ἡμίφωνά τε καὶ ἄφωνα, καὶ αὖθις τὰ μὲν μακρὰ διχῇ, καθάπερ οὖν καὶ τὰ βραχέα, τὰ δ’ αὖ δίχρονα τριχῇ καὶ δὴ καὶ τὰ ἄφωνα πρῶτον μὲν εἰς δασέα καὶ ψιλὰ καὶ μέσα, καὶ τούτων ἕκαστον αὖθις τριχῇ, τὰ δ’ ἡμίφωνα πάλιν, εἰ καὶ ταῦτα κατὰ τὴν οἰκείαν τέμνοις τομὴν, ἵνα μὴ μακρολογῶ περιττῶς, οὕτως ἂν ἐξεύροις τὰ τέτταρα καὶ εἴκοσι στοιχεῖα τῆς φωνῆς ᾗ χρώμεθα. τὸ μὲν γὰρ εἰπεῖν αὐτὸ τοῦτο μόνον, ὡς ἔστι τῶν στοιχείων τῆς φωνῆς τὰ μὲν φωνήεντα, τὰ δὲ σύμφωνα, τεχνικὸν οὔπω ποιεῖ τὸν ἀκροατὴν οὐδ’ ἀκριβῶς ἐπιστήμονα συμπάντων τῶν στοιχείων· ἀλλ’ ἐὰν διελόμενος εἰς βραχέα καὶ μακρὰ καὶ δίχρονα, βραχέα μὲν εἶναι φῇ δύο, τό τε ε καὶ τὸ ο, μακρὰ δ’ ὁμοίως δύο, τό τε η καὶ τὸ ω, δίχρονα δὲ τρία, τό τε ἄλφα καὶ τὸ ι καὶ τὸ υ, τεχνικὸν οὕτω ποιήσει τὸν ἀκούσαντα περὶ τῶν φωνηέντων ἁπάντων· ὡσαύτως δὲ καὶ περὶ τῶν συμφώνων κατὰ τὸν αὐτὸν τρόπον. οὕτως οὖν καὶ ὅστις ἐπιχειρεῖ λέγειν ὑπὲρ τοῦ τῶν νοσημάτων ἀριθμοῦ, πόσα τὰ σύμπαντ’ ἐστὶν, οὐ χρὴ τοῦτον ἐν τῇ πρώτῃ καταμεῖναι διαφορᾷ, τέμνοντα δ’ αὐτὴν, ἐπεξιέναι, μέχρι περ ἂν ἐπί τι τῶν ἐσχάτων εἰδῶν ἀφίκηται 
    26
    τῶν μηκέτι. τμηθῆναι δυναμένων εἰς ἕτερον εἶδος. ὅτι δ’ οὐ τοῦ τυχόντος ἐστὶ τοῦτο ποιεῖν, ἀλλ’ ἀνθρώπου γεγυμνασμένου μεγάλως ἐν τῇ διαιρετικῇ μεθόδῳ, μαθεῖν ἔνεστι τῷ βουλομένῳ πρῶτον μὲν ἅπαντα ἀναγνόντι κατὰ τὴν ἀρχὴν τοῦ Φιλήβου Πλάτωνι γεγραμμένα περὶ τῆς τοιαύτης μεθόδου, μετὰ ταῦτα δὲ τόν τε Σοφιστὴν ἀναλεξαμένῳ καὶ τὸν Πολιτικόν· ἔτι δὲ μᾶλλον αὐτῷ χαλεπώτερον φανεῖται τὸ πρᾶγμα τὸ πρῶτον περὶ μορίων ζώων Ἀριστοτέλους ἀναγνόντι· πειρᾶται μὲν γὰρ ἐν ἐκείνῳ τὰς διαφορὰς ἁπάσας ἐξαριθμήσασθαι τῶν ζώων, ἀπορίας τε παμπόλλας κινήσας, μόγις ὑπόπτως τε καὶ δειλῶς ἀποφαίνεσθαί τι τολμᾷ. εἶτ’ Ἀριστοτέλους τε καὶ Πλάτωνος οὕτω μέγα καὶ χαλεπὸν εἶναι νομιζόντων εἰς τὰς οἰκείας διοφορὰς ἀκριβῶς τὰ γένη τέμνειν καὶ μετ’ αὐτοὺς Θεοφράστου τε καὶ τῶν ἄλλων φιλοσόφων ἐξεργάζεσθαι πειρωμένων τὸν τρόπον, ὡς οὔπω κατωρθωμένον οὐδὲ παρ’ ἐκείνοις, ὁ τολμηρότατος Θεσσαλὸς ἁπλῶς ἀποφηνάμενος ἀξιοῖ πιστεύεσθαι δύο τὰ πάντ’ εἶναι κατὰ δίαιταν νοσήματα τὰ γοῦν ἁπλᾶ καὶ πρῶτα καὶ οἷον στοιχεῖα,
    27
    τρίτον γὰρ ἐξ αὐτῶν ἄλλο γεννᾶται τῷ λόγῳ σύνθετον, ἐπιπεπλεγμένον ἐξ ἀμφοῖν. ἀλλ’ εἴπερ μεθόδῳ τινὶ ταῦτ’ ἐξεῦρες, ὥσπερ οὖν ἀλαζονεύῃ τί οὐχὶ καὶ ἡμῖν ἔφρασας αὐτὴν, ἀλλὰ πᾶν τοὐναντίον, ἢ κατὰ τοὔνομα τὸ σεμνὸν, ᾧ προσαγορεύεις σαυτὸν, ἀμεθοδώτατε καὶ προπετέστατε, τὴν ἀπόφασιν ἐποιήσω, μηδ’ οὖν μηδὲ τῆς ἀρχῆς αὐτῆς ἐφαψάμενος, ἀφ’ ἧς ἀναγκαῖόν. ἐστιν ἄρξασθαι τὸν μέλλοντα καλῶς οὑτινοσοῦν πράγματος ἐξευρήσειν. εἴδη τε καὶ διαφορὰς οἰκείας; περὶ, παντὸς γὰρ, ὦ παῖ, μία ἀρχὴ ἀρίστη, εἰδέναι περὶ ὅτου ἡ ζήτησις, ἢ πάντα ἁμαρτάνειν ἀνάγκη, Πλάτων πού φησιν, οὐκ εἰς τὸ διαιρεῖν μόνον ὁτιοῦν ἀξιῶν ἡμᾶς ἀπ’ αὐτῆς ἄρχεσθαι τοῦ ζητουμένου τῆς οὐσίας, ἀλλ’ εἰς ἅπαν ἀεὶ χρῆσθαι σκέμμα τῷ τοιούτῳ τρόπῳ τῆς ἀρχῆς. ἐχρῆν μὲν οὖν κᾀνταῦθα τί ποτέ ἐστιν νόσημα καὶ τί σύμπτωμα καὶ τί πάθος ἀκριβῶς εἰπόντα, καὶ διορισάμενον ὅπῃ ταὐτόν. ἐστιν ἕκαστον τῶν εἰρημένων καὶ ὅπῃ μὴ, ταὐτὸν, οὕτως ἤδη πειρᾶσθαι τέμνειν εἰς τὰς οἰκείας διαφορὰς αὐτὰ, καθ’ ἣν ἐδίδαξαν ἡμᾶς οἱ φιλόσοφοι μέθοδον· ἢ εἴπερ ἑτέραν τινὰ βελτίω
    28
    τῆς παρ’ ἐκείνων γεγραμμένης ἐξεῦρες, αὐτὸ· τοῦτο πρότερον ἀγωνίσασθαι, καὶ δεῖξαι καὶ διδάξαι τοὺς Ἕλληνας ὧς ὁ παρὰ τοῖς ἱστοῖς τραφεὶς ὑπερεβάλετο μὲν Ἀριστοτέλη καὶ Πλάτωνα μεθόδοις λογικαῖς, κατεπάτησε δὲ Θεόφραστόν τε καὶ τοὺς Στωϊκοὺς ἐν διαλεκτικῇ, φανερῶς δ’ ἐξήλεγξε τοὺς ἑταίρους αὐτῶν ἅπαντας, οὐδὲ τίνα ποτ’ ἐστὶ τὰ πρῶτα νοσήματα· γινώσκοντας, τὸν Ἡρόφιλον ἐκεῖνον τὸν διαλεκτικὸν, καὶ τὸν συμφοιτητὴν αὐτοῦ Φιλότιμον, καὶ τὸν διδάσκαλον αὐτοῦ Πραξαγόραν τὸν ἀπὸ Ἀσκληπιοῦ, καὶ σὺν τούτοις τε καὶ πρὸ τούτων Ἐρασίστρατον, Διοκλέα, Μνησίθεον, Λιευχῆ, Φιλιστίωνα, Πλειστόνικον, αὐτὸν Ἱπποκράτην. τὸ δ’ ἁπλῶς ἀποφήνασθαι δύο εἶναι τὰ πάντα πάθη κατὰ δίαιταν, οὐ μέθοδον, οὐκ ἀπόδειξιν, οὐ πιθανὴν πίστιν, οὐ παραμυθίαν, οὐδ’. ὅλως οὐδὲν ἄλλο προσθέντα, πλὴν εἰς τοὺς παλαιοὺς βλασφημήσαντα, προστάττοντός ἐστιν ἔργον, οὐ διδάσκοντος. ἔστω, σιωπᾶς, ἐκ ποίας εὗρες αὐτὰ μεθόδου λογικῆς· ἀλλά τοι κᾂν κριτήριόν γέ τι τῶν λόγων τῆς ἀληθείας ἐχρῆν σε παρασχέσθαι. τοῦ μὲν γὰρ εὑρεῖν τὸ ζητούμενον
    29
    αἱ λογικαὶ μέθοδοι τὴν δύναμιν ἔχουσι, τοῦ δὲ πιστώσασθαι τὰ καλῶς εὑρημένα δύο ἐστὶν. ἅπασιν ἀνθρώποις κριτήρια, λόγος καὶ πεῖρα. πρὸς γοῦν τὸν ἐρωτήσαντα διὰ τί τῷδέ τινι τῷ πυρέττοντι συνεχώρησας ὕδατος πιεῖν ψυχροῦ δύο εἰσὶν ἀποκρίσεις, ἡ μὲν ἑτέρᾳ γένεσίν τε καὶ φύσιν ἐκδιδάσκουσα πυρετοῦ, καὶ περὶ τοῦ τῶν νόσων καιροῦ· διεξιοῦσα, καὶ κατὰ τὸν αὐτὸν τρόπον ὕδατος ψυχροῦ φύσιν ἐξηγουμένη, κᾀπειδὰν ταῦτα διεξέλθῃ πείρω μένη διδάσκειν, ὡς τῷ τοιῷδε νοσήματι κατὰ τὸν τοιόνδε καιρὸν εὔλογόν ἐστιν ἴαμα γενέσθαι τὸ ὕδωρ τὸ ψυχρόν ἡ. δ’ ἑτέρα τῶν ἀποκρίσεων οὐδενὸς τούτων τῆς. φύσεως ἐφαψαμένη καταφεύγει πρὸς τὴν πεῖραν, ἐν τοιῷδε νοσήματι καὶ καιρῷ τὸ ψυχρὸν ὕδωρ ἑωρᾶσθαι φάσκουσα πολλάκις ὠφελεῖν. ἐχρῆν οὖν, οἶμαι, καὶ τὸν Θεσσαλὸν ἤτοι πεῖραν. ἢ λόγον ἐφ’. οἷς ἀποφαίνεται κριτήριον ἐπάγειν, οὐχ ὡς τύραννον ἡμῖν ἐπιτάττειν, ἀξιοῦντα πιστεύεσθαι χωρὶς ἀποδείξεως. καὶ τίνα; φασὶν ἀκούειν ἀπόδειξιν ἀξιοῖς; οὕτω γὰρ ἀντερωτῶσιν ἡμᾶς οἱ ἀπ’ αὐτοῦ· καὶ δικαίως γε τοῦτο ποιοῦσιν, οὐδ’ εἰς ἔννοιάν
    30
    ποτε παρελθόντες ἀποδείξεως, ὡς ἂν οὔτε γεωμετρίας οὔτ’ ἀριθμητικῆς οὔτε διαλεκτικῆς οὔτε ἀναλυτικῆς οὐθ’ ὅλως λογικῆς τινος ἁψάμενοι θεωρίας. ἀποκριτέον οὖν αὐτοῖς, ὡς ὀψὲ πάνυ μανθάνειν ἐφίεσθε τί ποτ’ ἐστὶν ἀπόδειξις; καὶ ὡς οὐκ ἐνδέχεται χρόνῳ βραχεῖ λεπτῆς γνώμης δεομένῃ παρακαλουθῆσαι θεωρίᾳ μήτ’ ἠσκημένους ἀκούειν ἀκριβῶν λόγων ἐν διαστροφῇ τε πολυχρονίῳ γεγονότας. ἐκείνους μὲν οὖν ἀποπέμψωμεν, ὡς μηδὲ συνιέναι δυναμένους ἀληθῶν μαθημάτων, μήτιγε δὴ μαθεῖν ἢ κρῖναι καλῶς.

    Ἡμεῖς δὲ μετὰ τῶν ἠσκημένων τε ἅμα παρακολουθεῖν ἀποδείξει καὶ φύσει συνετῶν, οὐ γὰρ δὴ ὄνους Θεσσαλείους ἐπαγγελλόμεθα διδάσκειν, ἐπὶ τὸ προκείμενον ἐξ ἀρχῆς ἴωμεν, εὐθὺς ἅμα τῇ διδασκαλίᾳ τῇς θεραπευτικῆς μεθόδου καὶ ὧν ἐσφάλησαν οἱ πλεῖστοι τῶν ἰατρῶν ἐπιχειρησάντων ἰξευρεῖν αὐτὴν ἐξηγούμενοι τὰς αἰτίας· εἰς γάρτοι τὴν βεβαιοτέραν πίστιν τῶν ἀληθῶν οὐδὲ τοῦτο σμικρὸν φαίνεται συντελεῖν. πρῶτον μὲν οὖν εὐλαβηθῶμεν ἀμφοῖν 

    31
    ἅμα μεμνῆσθαι, μεθόδου τε λογικῆς καὶ πείρας ἀλόγου· πρόκειται γὰρ οὐ περὶ πάσης εὑρέσεως ἰαμάτων εἰπεῖν νῦν, ἀλλὰ μόνης τῆς κατὰ μέθοδον· ὥσπερ καὶ περί γε τῆς ἐμπειρικῆς ἡμῖν τε δι’ ἑτέρου γράμματος εἴρηται καὶ αὐτοῖς ἐμπειρικοῖς καλουμένοις ἰατροῖς ἐπὶ πλεῖστον ἐξείργασται καὶ οὕτως ἂν εὐξαίμην καὶ τοὺς λογικοὺς ἅπαντας ἰατροὺς ἔχεσθαι τοῦ προκειμένου, καὶ μὴ συγχεῖν, μηδὲ ταράττειν, μηδὲ συνάγειν εἰς ταὐτὸν ἀναλογισμόν τε καὶ πεῖραν, ἀλλ’ ἑκάτερον ἰδίᾳ μεταχειρίζεσθαι καὶ σκοπεῖσθαι τίνα δύναμιν ἔχει καὶ πόσον εἰς τὸ τέλος τῆς τέχνης συνεργεῖ. τὸ τοίνυν μεθόδῳ τι ζητεῖν ἐξευρεῖν ἀντίκειται μὲν τῷ κατὰ τύχην τε καὶ αὐτομάτως· ἔστι δὲ τὸ τοιοῦτον μετά τινος ὁδοῦ καὶ τάξεως, ὡς εἶναί τι πρῶτον ἐν τῇ ζητήσει καὶ δεύτερον καὶ τρίτον καὶ τέταρτον καὶ οὕτως ἐφεξῆς τἄλλα σύμπαντα, μέχρι περ ἄν ἀφίκηταί τις ἐπ’ αὐτὸ τὸ προκείμενον ἐξ ἀρχῆς. οἱ μὲν οὖν ἀπὸ τῆς ἐμπειρίας καλῶς ποιοῦντες ὁμολογοῦσιν ὡς οὔτε τῆς εὑρέσεως οὔτε τῆς διδασκαλίας ἀναγκαία τάξις ἐστὸν παρ’
    32
    αὐτοῖς· ἄτεχνον γάρ τι καὶ ἄλογον ἡ πεῖρα καὶ τύχης ἀγαθῆς δεόμενον εἰς τὴν τῶν ζητουμένων εὕρεσιν ὅσοι δὲ λόγον ἡγεμόνα τῆς εὑρέσεως ἐποιήσαντο· καὶ τάξιν, ὁδόν τε μίαν τὴν ἐπὶ τὸ τέλος. ἄγουσαν ὑπέθεντο, τούτοις ἀναγκαῖον μὲν ἦν ἀπὸ πρώτου τινὸς ἀρξαμένοις ὁμολογουμένου πᾶσιν ἀνθρώποις, οὕτως ἤδη μετιέναι πρὸς τὰ λοιπά ποιοῦσί γε μὴν οὐχ οὕτως, ἀλλὰ καὶ τὰς ἀρχὰς οἱ πλεῖστοι διαφωνουμένας λαμβάνουσιν, οὐκ ἀποδείξαντες δὲ ἐπὶ τὰ λοιπὰ κατὰ τὸν αὐτὸν τρόπον μετέρχονται, νομοθετοῦντες μᾶλλον ἢ ἀποδεικνύντες. ἅπαντα δ’ αὐτοῖς τὰ τοιαῦτα συμβαίνει διὰ τὸ μηδὲν ὑπὲρ ἀποδείξεως ἐπεσκέφθαι πρότερον, ἀλλ’ ἅμα τε τοῖς ζητουμένοις ἐφίστασθαι καὶ τολμᾷν χρῆσθαι πρὸς τὴν πίστιν αὐτῶν ἀποδείξεσιν, ὅμοιόν τι ποιοῦσιν ἀνθρώπῳ μετρεῖν ἐπιχειροῦντι σφαῖραν, ἢ κύβον, ἢ κῶνον, ἢ κύλινδρον, ἤ τι τοιοῦτον ἕτερον, οὔτε γεωμετρίας οὔτε λογιστικῆς ἐπιστήμονι θεωρίας, ἀλλὰ μηδὲ πῆχυν, ἢ παλαιστὴν, ἢ πόδα παρεσκευασμένῳ, κᾄπειτα ἀγανακτοῦντι πρὸς τοὺς ἀπόδειξιν ζητοῦντας,
    33
    ἢ καὶ σιωπᾷν ἀξιοῦντας. ὡς γὰρ κᾀκεῖ γελοῖος ὁ φάσκων ὀρθογωνίου τριγώνου, τῆς μὲν ἑτέρας τῶν περὶ τὴν ὀρθὴν γωνίαν πεντάποδος, εἰ οὕτως ἔτυχεν, ὑπαρχούσης, τῆς δ’ ἑτέρας δωδεκάποδος, οὐ τριάκοντα ποδῶν γίγνεσθαι τὸ ἐμβαδὸν, ἀλλὰ τετταράκοντα, καὶ τούτων μηδεμίαν ἀπόδειξιν ἔχων εἰπεῖν, οὕτω κᾀνταῦθα γελοῖος ὁ ἀποφηνάμενος μὲν ὁτιοῦν, ἀποδεῖξαι δ’ οὐ δυνάμενος. ὡς οὖν τῆς κατὰ τὸ τρίγωνον ἀποδείξεως, οὐ γὰρ ἀφεκτέον ἡμῖν ἐστι τοῦ παραδείγματος, ἀπεληλακόσιν ἤδη τοῦ λόγου τοὺς ἀπαιδεύτους μεθοδικοὺς, αὐτὸ μὲν τὸ προκείμενον ἐκ δυοῖν τούτων ἐπεραίνετο προτάσεων, μιᾶς μὲν τῆς τὸ περιεχόμενον χωρίον ὑπό τε τῆς πεντάποδος καὶ δωδεκάποδος, ἑξηκοντάπουν γίγνεσθαι, δευτέρας δὲ τῆς ἥμισυ τρίγωνον ἐκείνου τοῦ χωρίου λεγούσης καὶ δεικνυούσης ὑπάρχειν, ἑκατέρα δὲ πάλιν τούτων ἑτέρων τινῶν εἰς ἀπόδειξιν ἐδεῖτο προτάσεων, εἶτ’ ἐκεῖναι πάλιν ἑτέρων, ἄχρι περ ἂν ἐπὶ τὰς πρώτας ἀνέλθωμεν, αἱ δὲ οὐκ ἐξ ἄλλων, οὐδὲ δι’ ἀποδείξεως, ἀλλ’ ἐξ ἑαυτῶν ἔχουσι τὴν πίστιν, οὕτως, οἶμαι, κᾀπὶ τῶν τὴν ἰατρικὴν τέχνην ἀποδεικνυμένων
    34
    ἁπάντων εἰς πρώτας τινὰς ἀναποδείκτους προτάσεις καὶ ἐξ ἑαυτῶν πιστὰς ἀνάγεσθαι χρῆναι πάντα. καὶ εἴπερ οὕτως ἅπαντες ἐπεχείρησαν εἰπεῖν τι περὶ τῆς θεραπευτικῆς μεθόδου, πάντως ἄν που καὶ συνεφώνησαν ἀλλήλοις, ὥσπερ οἱ ἀριθμητικοί τε καὶ γεωμέτραι καὶ οἱ λογιστικοί· μαθεῖν γοῦν ἔστι παρ’ ἐκείνων εὐθὺς κατ’ ἀρχὰς ὁποῖον μέν τι δηλοῦται πρὸς ἑκάστου τῶν ὀνομάτων οἷς μέλλουσι χρῆσθαι, τίνας δὲ προτάσεις ἀναποδείκτους παραλήψονται πρὸς τὸν λόγον, ἅσπερ δὴ καὶ ἀξιώματα καλοῦσιν, οἷον ὅτι γραμμὴν μὲν ὀνομάζω μῆκος ἀπλατὲς, ἐπιφάνειαν δὲ τὸ μῆκος καὶ πλάτος μόνον ἔχον, καὶ τρίγωνον μὲν τόδε τι, τετράγωνον δὲ τόδε τι, καὶ τῶν ἄλλων ὁμοίως ἕκαστον· εἶθ’ ὅτι καὶ τοῖς τοιούτοις ἀξιώμασι χρήσοιτο, προειπὼν ὡς τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, καὶ ἐὰν ἴσοις ἴσα προστεθῇ, τὰ ὅλα ἴσα ἔσται· μετὰ ταῦτ’ ἤδη πειρᾶται δεικνύναι τὰ θεωρήματα, μηδὲν τούτων ἔξωθεν ὧν ἐξ ἀρχῆς ὑπέθετο προλαμβάνων. οἱ πολλοὶ δὲ τῶν ἰατρῶν, ὡς οἶσθα καὶ αὐτὸς, Ἱέρων κράτιστε, πόθεν ἤρξαντο τῆς εὑρέσεως ἣν εὑρηκέναι φασὶν ἐρωτώμενοι
    35
    τοσοῦτον ἀποδέουσι τοῦ λέγειν ἀναποδείκτους τε καὶ ἅπασιν ὁμολογουμένας ἀρχὰς, ὥστ’ οὐδ’ ἀποκρίνεσθαι σύμφωνον ἑαυτοῖς οὐδὲν ἐξευρίσκουσιν, ἀλλ’ Εὐρίπου δίκην ἄνω τε καὶ κάτω μεταβάλλονται, τἀναντία τιθέμενος ἕκαστος ἑαυτῷ τοῦ λόγου προϊόντος ὧν ἐξ ἀρχῆς ὑπέθετο. φαινομένας γοῦν εἰπὼν εἶναι τὰς κοινότητας ὁ σοφώτατος Θεσσαλὸς, ὀλίγον ὕστερον οὐ μόνον οὐδένα τῶν ἔμπροσθεν ἰατρῶν ἰδεῖν αὐτάς φησιν, ἀλλ’ οὐδὲ τὸν πρῶτον γεννήσαντα Θεμίσωνα· τούτῳ γὰρ οὖν δὴ μόνῳ παραχωρεῖ καθάπερ πατρὶ τέκνα γνήσια τὰς τερατώδεις ἐκείνας κοινότητας. εἶθ’ οἱ μετ’ αὐτοὺς ἅπαντες ἀλλήλοις τε καὶ τῷ Θεσσαλῷ διηνέχθησαν, οὔτε τὰς αὐτὰς εἰσηγούμενοι κοινότητας οὔθ’ ὅλως ἀλλήλοις ὁμολογοῦντες οὐδὲ καθ’ ἓν, ὥσπέρ σοι καὶ τοῦτο πολλάκις ἀπέδειξα παρόντων αὐτῶν τῶν μεθοδικῶν· ἴσως δ’ ἄν που καὶ γράψαιμι κατὰ πολλὴν σχολὴν ὑπὲρ τῆς διαφωνίας αὐτῶν, ἀλλὰ νῦν γε τοσοῦτον εἰς τὰ προκείμενα προσήκει λαβεῖν, ὡς ἐχρῆν ἀρχηγοὺς αἱρέσεως καθισταμένους αὐτοὺς ἐξηγήσασθαι πρότερον ἐφ’ ὅτου πράγματος ἕκαστον 
    36
    τῶν ὀνομάτων ἐπιφέρουσιν, ὥσπερ οὖν καὶ οἱ ἐμπειρικοὶ ποιοῦσι, φαίνεσθαι μὲν λέγοντες τὰ ταῖς αἰσθήσεσιν ὑποπίπτοντα, γινώσκεσθαι δὲ τὰ μνημονευόμενα, φαίνεσθαι δ’ ἄμα καὶ γινώσκεσθαι τὰ καὶ πρότερόν ποτε ταῖς αἰσθήσεσιν ὑποπεσόντα καὶ νῦν ὁμοίως ὑποπίπτοντα. πότερον οὖν οὕτω καὶ αὐτοὶ φαίνεσθαι λέγουσι τὰς κοινότητας ὡς αἰσθήσει γνωριζομένας, ἢ καὶ τὰ διὰ λόγου λαμβανόμενα φαινόμενα καλοῦσιν; οἱ μὲν γὰρ ἀπὸ τῆς ἐμπειρίας οὐ πάνυ τι συγχωροῦσιν οὐδὲν τῶν τῷ λόγῳ μόνῳ δοκούντων ἐγνῶσθαι φαινόμενον ὀνομάζειν· οἱ δ’ αὖ παλαιοὶ φιλόσοφοι διττὸν γένος εἶναί φασι τῶν φαινομένων, ἓν μὲν, ὅπερ καὶ τοῖς ἐμπειρικοῖς ὁμολογεῖται, τῶν αἰσθήσει τινὶ διαγινωσκομένων, οἷον λευκοῦ καὶ μέλανος καὶ σκληροῦ καὶ μαλακοῦ καὶ θερμοῦ καὶ ψυχροῦ καὶ τῶν ὁμοίων, ἕτερον δὲ τῶν ὑποπιπτόντων νοήσει κατὰ πρώτην ἐπιβολὴν ἀναπόδεικτον, ὡς τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ὑπάρχειν ἴσα, καὶ ἐὰν ἴσοις ἴσα προστεθῇ, καὶ τὰ ὅλα ἴσα γίγνεσθαι, καὶ ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, καὶ τὰ λοιπὰ ἴσα εἶναι. τοῦ τοιούτου γένους εἶναί φασι καὶ τὸ μηδὲν ἀναιτίως γίγνεσθαι· καὶ πάντ’ ἐξ ὄντος τινὸς, ἐκ δὲ
    37
    τοῦ μηδόλως ὄντος οὐδέν· οὕτω δὲ καὶ τὸ φθείρεσθαι μηδὲν εἰς τὸ τέως οὐκ ὂν, καὶ τὸ περὶ παντὸς ἀναγκαῖον ἢ καταφάσκειν ἢ ἀποφάσκειν, ἕτερά τε τοιαῦτα πολλὰ, περὶ ὧν ἐν ταῖς λογικαῖς πραγματείαις ἐπισκέπτονται, καὶ ἡμῖν δὲ εἰς ὅσον οἷόν τε σαφέστατα διὰ τῶν ὑπὲρ ἀποδείξεως ὑπομνημάτων εἴρηται. περὶ τούτων ἐν ταῖς τοιαύταις ἀρχαῖς, ἃς δὴ καὶ λογικὰς ὀνομάζομεν, ἀμφισβητοῦσιν ἔνιοι τῶν φιλοσόφων ἐρίζοντες· ἀλλ’ ἐκεῖνοι μὲν ἄχρι γοῦν τοσούτου σωφρονοῦσιν, ὡς ἀπιστεῖν ἀποδείξει πάσῃ, γινώσκοντες, οἶμαι, κᾂν μὴ λέγωσιν, ὡς αὐτὸ γοῦν τοῦτο βεβαίως ἐπίστανται, τὸ μηδὲν ἀποδειχθῆναι δύνασθαι, τῶν λογικῶν ἀρχῶν ἀπιστουμένων· ὅσοι δ’ ἄχρι τοσούτου σκαιοὶ καὶ ἀνόητοι τυγχάνουσιν ὄντες, ὡς μηδὲ αὐτῷ τούτῳ παρακολουθεῖν, ἀποδεικνύναι μὲν πειρῶνται, τίνες δέ εἰσι καὶ ποῖαι καὶ πόσαι τῶν ἀποδείξεων ἀρχαὶ μήτε γινώσκειν μήτε ζητεῖν ἐθέλειν μήτ’ ἄλλου διδάσκοντος ἀκούειν ὑπομένειν, ἀλλ’ ἁπλῶς ἀποφαίνεσθαι καὶ φθέγγεσθαι ῥήματα μηδ’ ὅ τι σημαίνει σαφῶς εἰπεῖν δυνάμενοι. εὐλόγως οὖν ἑκατοντάβιβλοι πραγματεῖαι γράφονται
    38
    τοῖς ἀπ’ αὐτῶν, ἅμα μὲν ζητοῦσι καθ’ ὅτου πράγματος ἕκαστον τῶν ὀνομάτων ὁ Θεσσαλὸς ἐπέφερεν, ἅμα δ’ οὐχ εὑρίσκουσιν οὐδὲν τοιοῦτον ᾧ συμφωνήσει πάντα τὰ κατὰ μέρος ὑπ’ αὐτοῦ λεγόμενα. τίνες γὰρ οὖν αἱ φαινόμεναι κοινότητές εἰσιν, ἢ πῶς φαινόμεναι, λέγειν οὐκ ἔχουσιν, οὐδ’ ἂν πολλαπλασίους ἄλλας γράψωσι βίβλους. ἤτοι γὰρ αἰσθήσει πάντως ὑποπίπτειν χρὴ τὸ φαινόμενον, ἢ νοήσει κατὰ μίαν ἐπιβολὴν ἀθρόως, ἑκάτερα χωρὶς ἀποδείξεως· εἴ τι δ’ ἐκπέπτωκεν ἐκ τοῦ κατὰ μίαν προσβολὴν εἰς γνῶσιν ἥκειν, εὐθὺς μὲν τοῦτο καὶ διαπεφώνηται πάντως· καὶ ἀποδείξεως δεῖται καὶ τέχνην οὐδεμίαν ἀπὸ τοιούτου πράγματος ἄρχεσθαι προσήκει. ταῦτ’ οὖν εἰ μὲν ἐγυμνάσαντο κατὰ τὰς λογικὸς μεθόδους, αὐτοί τ’ ἂν ᾔδεσαν ἡμῶν τε οὐκ ἂν μάτην κατέτριβον τὸν χρόνον· ἐπεὶ δ’ ἀγύμναστοι καὶ ἀμαθεῖς ὄντες, ἐξ ἀπονοίας ἐτόλμησαν ἀποδείξει χρήσασθαι, πρὶν ὅ τί ποτέ ἐστιν ἀπόδειξις μαθεῖν, ἀναγκαῖον ἤδη τοὺς τοιούτους ἅπαντας σφάλλεσθαι καὶ ληρεῖν μακρὰ, καὶ μηδὲ τοῖς ὀρθῶς ἀποδεικνύουσιν ἀκολουθεῖν, ἀλλ’ ἀναλίσκειν μάτην τὸν χρόνον. μὴ τοίνυν αὐτοῖς
    39
    μηδ’ ὡς ζώοις λογικοῖς ἔτι διαλεγώμεθα, μηδ’ ἀντιλέγωμεν. μακρὰ, πρὶν ἂν ἐθελήσωσι μαθεῖν οἷόν τι πρᾶγμά ἐστιν. ἀπόδειξις, ὅπως τε δεῖ τὸν μέλλοντα καλῶς αὐτῇ χρήσασθαι γεγυμνάσθαι.

    Καί σοι τὸν ἑξῆς λόγον ἤδη ἅπαντα ποιήσομαι, χρώμενός ταῖς μεθόδοις ἃς ἐν τοῖς περὶ τῆς ἀποδείξεως ὑπομνήμασι κατεστησάμην. ὅτι τε γὰρ ἀρχαὶ πάσης ἀποδείξεώς εἰσι τὰ πρὸς αἴσθησίν τε καὶ νόησιν ἐναργῶς φαινόμενα καὶ ὡς ἐπὶ πάντων τῶν ζητουμένων εἰς λόγον χρὴ μεταλαμβάνεσθαι τοὔνομα, δι’ ἐκείνων ἀποδέδεικται· νυνὶ δ’ ὅπως μὲν ἢ εὑρίσκειν, ἢ ἀποδεικνύναι προσήκει, λέγειν οὐ πρόκειται, τοῖς δ’ ἤδη μεμαθηκόσι τε καὶ ἠσκηκόσιν ἅμα μὲν ἀποδοῦναι τινὰ καρπὸν τῶν πόνων εὐκαιρότατον, ἐξευρόντας οὐ σμικρὸν πρᾶγμα τὸ νῦν ἡμῖν προκείμενον· ἅμα δ’ εἴ τινες ἐπιθυμηταὶ τῆς μεγίστης τέχνης εἰσὶν, ἣ περὶ τὴν ψυχὴν τοῦ ἀνθρώπου καταγίνεται, προγυμνάσαι καὶ τούτους εὔλογον ἐν τοῖς σμικροτέροις· τούτου γὰρ χρὴ μάλιστα κατὰ πάσας τὰς μεθόδους ἀντέχεσθαι, τοῦ γυμνάζεσθαι κατ’ αὐτὰς

    40
    ἐπὶ πολλῶν πολλάκις προβλημάτων μικροτέρων, πρὶν ἐπιχειρεῖν τοῖς μείζοσιν. ἥδ’ οὖν ἡμῖν ἀρχὴ τῆς ἀληθοῦς ἔστω διδασκαλίας, ἣν ἂν εὐθὺς ἀπ’ ἀρχῆς ἐποιησάμεθα, ζητοῦντές τε τὴν τέχνην αὐτοὶ καὶ ποδηγοῦντες ἑτέρους μηδέπω διεστραμμένους οὕτως ὥστ’ ἐπεὶ πρόκειται θεραπείας εὑρεῖν ἁπάντων τῶν νοσημάτων, ἀναγκαῖον ἐπίστασθαι πρότερον ὁπόσα τὰ σύμπαντά ἐστιν· ἀλλ’ ἐπεὶ μήτε διαφορὰς μήτε εἴδη δυνατὸν ἐξευρεῖν γένους μηδενὸς ἄνευ τοῦ βεβαίως αὐτὸ τὸ τεμνόμενον ἐπίστασθαι, χρὴ δήπου καὶ νῦν ὅ τί ποτέ ἐστι νόσημα τῷ λόγῳ διελθεῖν, ἵν’ οὕτως ἐπιχειρήσωμεν ὀρθῶς αὐτοῦ τῇ διαιρέσει. πῶς οὖν ἐξεύρωμεν αὐτὸ ὀρθῶς μεθόδῳ; πῶς δ’ ἄλλως ἢ ὡς ἐν τοῖς περὶ ἀποδείξεως ἐλέγετο; τῆς ἐννοίας πρότερον ὁμολογηθείσης, ἧς χωρὶς οὐχ οἷόν τέ ἐστιν εὑρεθῆναι τὴν οὐσίαν τοῦ προκειμένου πράγματος· αὐτὴν δὲ τὴν ἔννοιαν ὁμολογουμένην ἅπασιν ἐλέγομεν χρῆναί λαμβάνειν, ἢ οὐδ’ ἂν ἀρχὴν δεόντως ὀνομάζεσθαι. τίς οὖν ὑπὸ πάντων ἐστὶν ἀνθρώπων ὁμολογουμένη περὶ τοῦ νοσεῖν ἔννοια; καὶ κατὰ τίνος μάλιστα φέρουσιν ὑποκειμένου πράγματος 
    41
    τουτὶ τὸ ῥῆμα τὸ νοσεῖν; ἆρ’ οὐκ ἐπειδὰν μὲν ἀνεμπόδιστοι ταῖς ἐνεργείαις ἁπάντων ὦσι τῶν τοῦ σώματος μορίων, ὑγιαίνειν τε σφᾶς αὐτοὺς τηνικαῦτά φασι καὶ οὐδὲν οἴονται δεῖσθαι τῶν ἰατρῶν, ἐπειδὰν δὲ τῶν κατὰ φύσιν ἔργων τοῦ σώματος ὁτιοῦν αἰσθάνωνταί σφισιν ἢ κακῶς ἢ μηδόλως ἔτι γινόμενον, ἡγοῦνταί γε νοσεῖν ἐν ἐκείνῳ τῷ μέρει τοῦ σώματος, οὗ τὴν ἐνέργειαν ὁρῶσι βεβλαμμένην, ἰατρῷ τε συμβούλῳ χρῶνται περὶ τῆς ἰάσεως; ἐγὼ μὲν οὕτως ὁρῶ πάντας ἀνθρώπους τῷ τε τῆς ὑγείας καὶ τῷ τῆς νόσου χρωμένους ὀνόματι, καὶ τὴν ἔννοιαν ἣν εἶπον ἅπαντας διασώζοντας ἐπί τε τούτων αὐτῶν καὶ ἔτι πρὸς τούτοις οὐδὲν ἧττον ἐπὶ τῶν παρακειμένων αὐτοῖς ὀνομάτων τε καὶ ῥημάτων ἁπάντων. καὶ γὰρ ὑγιαίνειν ἐκεῖνον ὑπειλήφασιν ᾧ μηδεμία βέβλαπται μηδενὸς ἐνέργεια μορίου, καὶ νοσεῖν ᾧ βέβλαπται· καὶ ὑγιαίνων οὗτος ὀνομάζεται παρ’ αὐτοῖς ᾧ πάντα τοῦ σώματος τὰ μόρια κατὰ φύσιν ἐνεργεῖ, καὶ νοσῶν ᾧ βέβλαπταί τι· καὶ οὐδεὶς ὅλως Ἑλλήνων οὔτ’ ὠνόμασεν ἄλλως οὔτ’ ἐπ’ ἄλλό τι πρᾶγμα φέρει τῶν εἰρημένων ὀνομάτων
    42
    ἕκαστον, ὡς ἐπὶ πλεῖστον ἐδείξαμεν ἐν τῇ τῶν ἰατρικῶν ὀνομάτων ἐξηγήσει, καὶ αὐτοῦ γε τούτου μέμνησό μοι διὰ παντὸς τοῦ λόγου μάλιστα, διότι τὰς μὲν τῶν ὀνομάτων ἐξηγήσεις ἐκ τῆς τῶν Ἑλλήνων συνηθείας ποιησόμεθα, καθότι κᾀν τοῖς περὶ τῆς ἀποδείξεως ὑπομνήμασιν ἐλέγετο· τὰς δὲ τῆς οὐσίας αὐτῆς τοῦ πράγματος εὑρέσεις τε καὶ ζητήσεις καὶ ἀποδείξεις οὐκέτ’ ἐκ τῶν τοῖς πολλοῖς δοκούντων, ἀλλ’ ἐκ τῶν ἐπιστημονικῶν λημμάτων, ὑπὲρ ὧν τοῦ τρόπου τῆς εὑρέσεως ἐν ἐκείνοις εἴρηται. λαβόντες οὖν ἀρχὴν ὁμολογουμένην ἅπασιν, ὡς ἐν τῇ θεραπευτικῇ μεθόδῳ τοῦτ’ εἴη τὸ προκείμενον, ὑγείαν ἐκπορίζεσθαι τοῖς νενοσηκόσι σώμασι, τουτέστι τὰς κατὰ φύσιν ἐνεργείας τῶν μορίων, εἴπερ βεβλαμμέναι τύχοιεν, ἐπανορθοῦσθαι· τὸ μετὰ τοῦτ’ ἤδη ζητήσομεν ὁπόσα τὰ σύμπαντά ἐστι κατὰ τὸν τόπον ἀλλήλοις παρακείμενα πράγματα, μή που τύχωμέν τινα τοῦ λόγου προϊόντος ἢ νοσήματα νομίσαντες, ὅταν ᾖ παραπλήσια τούτοις, ἢ ὑγείαν, ὅταν καὶ τῇ ταύτης φύσει πλησιάζη. προκεχειρίσθω δέ τινα μόρια σαφηνείας ἕνεκεν, ἐφ’ ὧν ὁ λόγος ἡμῖν περανθήσεται·
    43
    πρῶτον μὲν ἁπάντων ὀφθαλμός· ὁμολογεῖται γὰρ οὖν ἐπὶ τούτου πᾶσιν ἀνθρώποις, οὐκ ἰατροῖς μόνον, ἀλλὰ καὶ τοῖς τυχοῦσιν, ὡς ἔστιν ἔργον αὐτῷ τὸ βλέπειν. εἴτε δ’ ἔργον εἴποιμι κατὰ τὸν λόγον, εἴτ’ ἐνέργειαν, οὐδὲν ἔν γε τῷ νῦν διαφέρει· κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ’ εἰ τὸ βλέπειν εἴποι τις ἔργον εἶναι τῶν ὀφθαλμῶν, οὐδ’ εἰ τὴν βλέψιν, οὐδ’ εἰ τὴν ὄψιν ἢ τὴν ὅρασιν, ἢ ὅπως ἂν ἄλλως ὀνομάσῃ, διαφέρει καὶ γὰρ εἰ σολοικίζων ὀνομάσοι, πρός γε τὴν αὐτὴν τοῦ πράγματος ἐπιστήμην οὐδὲν τοῦτο βλάπτει, μόνον εἰ καθ’ ὅτου πράγματος φέρει τοὔνομα, διηγήσοιτο σαφῶς, ἐν τούτῳ γάρ ἐστι τὸ κῦρος τῆς διδασκαλίας. ὀνομαζέσθω τοίνυν ὀφθαλμὸς μὲν τὸ μόριον τοῦ σώματος, οὐδὲν οὐδ’ ἐνταῦθα διαφέρον εἴτε μέρος εἴτε μόριον εἴποι τις· ὅ τι γὰρ ἂν ᾖ τοῦ παντὸς συμπληρωτικὸν, ἐκεῖνο μόριόν τε καὶ μέρος ὀνομάζεται, τοῦ ὅλου δηλονότι σώματος, οὗ συμπληρωτικὸν ὑπάρχει. ἐν γὰρ τῷ πρὸς τὶ τὸ μέρος· ὅλου γὰρ καὶ παντός ἐστι τὸ μέρος, ὥσπερ, οἶμαι, καὶ τὸ πᾶν καὶ τὸ ὅλον πρὸς τὴν τῶν οἰκείων μερῶν τε καὶ μορίων ἀναφορὰν ὀνομάζεται,
    44
    καὶ ἔστιν ὥσπερ τὸ δεξιὸν πρὸς τὸ ἀριστερὸν καὶ τὸ ἀριστερὸν πρὸς τὸ δεξιὸν, οὕτω καὶ τὸ πᾶν πρὸς τὸ μέρος καὶ τὸ μέρος πρὸς τὸ πᾶν. εἴ τις οὖν ταύτην φυλάττων τὴν ἔννοιαν αἱρεῖται μέρος λέγειν, οὐ μόριον, ἢ εἴ τις ἔμπαλιν οὐ μόριον, ἀλλὰ μέρος, ἐμοὶ μὲν οὐδὲν εἰς τὴν εὕρεσιν τῶν πραγμάτων ἐμποδίζει, δείκνυσι δ’ αὑτὸν ὀψιμαθῆ τῆς τῶν Ἑλλήνων φωνῆς· ὥσπέρ γε καὶ εἴ τις ὅλον καὶ τὸ πᾶν διορίζει, καὶ οὗτος ἀγνοεῖ τὴν τῶν Ἑλλήνων διάλεκτον. εἴρηται δ’, ὡς οἶσθα, περὶ τῆς τῶν ὀνομάτων χρήσεως ἐπὶ πλέον ἑτέρωθι, καὶ νῦν ὅσον ἀναγκαῖον εἰς τὸ προκείμενον δίειμι, τοῦτ’ ἐνδεικνύμενος μόνον, ὡς οὐ χρὴ περιέλκεσθαι τοῖς ὀνόμασιν, οὐδὲ τοὺς ἐν τούτοις διαφερομένους ἤδη κᾀν τοῖς πράγμασιν αὐτοῖς ἡγεῖσθαι διαφέρεσθαι. καὶ τούτου δ’ αὐτοῦ πάντας ὡς ἔπος εἰπεῖν ὁρᾷς ἀγυμνάστους, οὐ τοὺς ἰατροὺς μόνον τοὺς νῦν ὄντας, ἀλλὰ καὶ τῶν φιλοσόφων τοὺς πλείστους· ὀλίγοι γὰρ αὐτῶν ἴσασι διακρίνειν τὰς ἐν τοῖς ὀνόμασι διαφωνίας τῶν ἐν τοῖς πράγμασιν· ἀλλ’ ἐδείχθη καὶ ἡ τούτου μέθοδος ἐν τῇ λογικῇ θεωρίᾳ, καὶ νῦν ἥκει καιρὸς αὐτῆς,
    45
    εἴπερ ποτε καὶ ἄλλοτε. τίς δ’ ἦν ἡ μέθοδος; ἢ ἀπὸ τῆς τῶν πραγμάτων ἄρξασθαι διαφορᾶς, οὐκ ἀπὸ τῆς τῶν ὀνομάτων, καὶ δεῖξαι λόγου χάριν ἀλλήλοις παρακείμενα τέτταρα πράγματα, κᾄπειθ’ ἑξῆς ἀποδείξει βεβαιώσασθαι τὸ μήτε πλείω τούτων εἶναι μήτ’ ἐλάττω τὰ κατὰ τὸ προκείμενον σκέμμα περιεχόμενα· μετὰ τοῦτο δ’ ἤδη καὶ καθ’ ἕκαστον τῶν πραγμάτων ἴδιον ὄνομα θέμενον, οὕτω περαίνειν ἅπαντα τὸν ἑξῆς λόγον, οὐκέτ’ οὐδαμόσε μετατιθέντα καὶ μεταφέροντα τῶν ὀνομάτων οὐδὲν, ἀλλ’ ἀκριβῶς διαφυλάττοντα καθ’ οὗπερ ἂν αὐτὸς ἐξ ἀρχῆς ἐπιτίθηται πράγματος. καὶ γὰρ σαφὴς οὕτως ἡ διδασκαλία γίνεται καὶ τῶν παρὰ τὰς ὁμωνυμίας σοφισμάτων ἐκτὸς, καὶ ῥᾳδίως ἐξελέγχεται τὰ μάτην προσκείμενα καὶ διὰ ταχέων εὑρίσκεται τὰ λείποντα, καὶ τά τε διαφωνούμενα καὶ τὰ συμφωνούμενα μάλιστα ἐν ταῖς τοιαύταις ἑρμηνείαις ἀκριβῶς γνωρίζεται.

    Λεγέσθω δὴ πάλιν ἡμῖν ἀναλαβοῦσιν. ὄψις μὲν ὀφθαλμῶν ἐνέργεια, διάλεξις δὲ γλώττης, βάδισις δὲ σκελῶν· ἡ δὲ ἐνέργεια πάλιν αὕτη κίνησις δραστική· τούτων δ’ 

    46
    αὐτῶν ἡ μὲν κίνησις ἐξάλλαξις τοῦ προϋπάρχοντος, ἡ δραστικὴ δὲ ἡ ἐξ ἑαυτοῦ, ὥσπέρ γε καὶ παθητικὴ κίνησις ἡ ἀπό τινος τῶν ἔξω· οἷον ἡ μὲν πτῆσις ἐνέργεια τοῦ πτηνοῦ καὶ ἡ βάδισις τοῦ βαδιστικοῦ· τὸ δ’ ὑφ’ ἑτέρου· φερόμενον, ὡς ἀμείβειν τόπους, οὐκ ἐνεργεῖν, ἀλλὰ πάσχειν ἐστίν. ἐνήργησε μὲν γὰρ ὁ βαδίσας ἐκ Πειραιέως ἐπὶ Σούνιον, ἐκινήθη γὰρ δραστικῶς, τουτέστιν ἐξ ἑαυτοῦ τε καὶ κατὰ τὴν οἰκείαν φύσιν· ἔπαθε δὲ ὁ πλεύσας ἐπὶ τὸ Σούνιον ἐκ τοῦ Πειραιέως, ἠνέχθη γὰρ ὑπὸ τῆς νεώς. ἐπεὶ δ’ ἐξάλλαξιν εἶπον εἶναι τοῦ προϋπάρχοντος τὴν κίνησιν, ἐξαλλάττεται δὲ διχῶς τὸ προϋπάρχον, ἢ κατὰ ποιότητα, ἢ κατὰ τόπον, ἡ μὲν οὖν κατὰ τόπον ἐξαλλαγὴ αὐτοῦ φορὰ, ὀνομάζεται, ἡ δὲ κατὰ ποιότητα μεταβολὴ, ἀλλοίωσις· ὥστε εἶναι φορὰν μὲν ἐξάλλαξιν, ἢ ὑπάλλαξιν, ἢ ἀλλαγὴν, ἢ μεταβολὴν τοῦ προϋπάρχοντος τόπου, ἐξεπίτηδες γὰρ ἐχρησάμην πολλοῖς ὀνόμασιν, αὐτὸ τοῦτ’ ἐνδείκνυσθαι βουλόμενος, ὡς ἔνεστι παμπόλλους ὁρισμοὺς ποιεῖν ἑνὸς πράγματος, ἐν ταῖς φωναῖς μόνον, οὐκ ἐν τοῖς νοήμασι διαφέροντας, ἀλλοίωσιν δὲ ἢ μεταβολὴν κατὰ
    47
    τὸ ποιὸν, ἢ ἀλλαγὴν τῆς προϋπαρχούσης ποιότητος, ἢ ὑπαλλαγὴν κατὰ τὸ ποιὸν, ἢ ὑπάλλαξιν ποιότητος, ἢ ὅπως ἂν ἄλλως ἐλπίσῃς μάλιστα συνήσειν τοῦ λεγομένου τὸν ἀκούοντα· τὸ γὰρ πολυειδὲς τῆς ἑρμηνείας εἰς τοῦτο ἔστω σοι χρήσιμον. ἡ μὲν οὖν ὄψις, αὖθις γὰρ ἐπὶ τὸν ὀφθαλμὸν ἰτέον, ἐνέργεια τοῦ μέρους ἐστίν· ὁ δ’ ὀφθαλμὸς αὐτὸς τὸ τοῦ ζώου μόριον, οὐδὲν γὰρ, ὡς εἴρηται, διαφέρει μόριον εἰπεῖν, ἢ μέρος. ὄργανον δὲ ὀνομάζω μέρος ζώου τελείας ἐνεργείας ἀπεργαστικὸν, οἷον ὀφθαλμὸν ὄψεως καὶ γλῶτταν διαλέκτου καὶ σκέλη βαδίσεως· οὕτω δὲ καὶ ἀρτηρία καὶ φλὲψ καὶ νεῦρον, ὄργανά τε καὶ μόρια ζώων ἐστί. κατὰ ταύτην γοῦν τὴν χρῆσιν τῶν ὀνομάτων οὐ πρὸς ἡμῶν μόνον, ἀλλὰ καὶ πρὸς τῶν παλαιῶν Ἑλλήνων ὁρισθεῖσαν, ὁ μὲν οὖν ὀφθαλμὸς ὀνομασθήσεται καὶ μόριον ζώου καὶ μέρος καὶ ὄργανον· ὁ δὲ κερατοειδὴς χιτὼν μόριον μὲν καὶ μέρος, ὄργανον δ’ οὔ· κατὰ ταὐτὰ δὲ καὶ ὁ ῥαγοειδὴς καὶ ὁ ἀραχνοειδὴς καὶ ὁ ἀμφιβληστροειδής· ἕκαστος γὰρ τούτων πρῶτον μὲν καὶ μάλιστα μόριόν ἐστιν ὀφθαλμοῦ, διότι δ’ οὗτος προσώπου,
    48
    διὰ τοῦτο κᾀκεῖνοι κατὰ δεύτερον ἤδη λόγον· οὕτω δὲ καὶ τοῦ σώματος ὅλου, διότι καὶ τὸ πρόσωπον ὅλου τοῦ σώματός ἐστι μόριον. ὁμοιομερὲς δέ ἐστι μόριον, ὡς καὶ τοὔνομα αὐτὸ σαφῶς ἐνδείκνυται, τὸ διαιρούμενον εἰς ὅμοια πάντῃ μόρια, καθάπερ ἐν ὀφθαλμῶ τό θ’ ὑαλοειδὲς καὶ τὸ κρυσταλλοειδὲς καὶ τῶν χιτώνων ἡ ἴδιος οὐσία. δείκνυται δὲ καὶ ταῦτα ἐπὶ πλέον ἐν τοῖς τῶν ἀνατομικῶν ἐγχειρήσεων ὑπομνήμασιν, ἐνταῦθα δὲ ἀρκεῖ μόνον εἰπεῖν ὧν εἰς τὰ παρόντα δεόμεθα μνημονεῦσαι· δεόμεθα δὲ καθ’ ἕκαστον μόριον ἐπιδεῖξαι πλείω πράγματα, διαφέροντα μὲν ἀλλήλων, οὐχ ὁρώμενα δὲ ἐνίοις τῶν ἰατρῶν· ἔφαμεν δὲ τοῦτο χρήσιμον ὑπάρχειν εἴς τε τὸ χρῆσθαι τοῖς ὀνόμασιν ὀρθῶς, οὗπερ ἕνεκα καὶ νῦν αὐτὸ μετεχειρισάμεθα, καὶ μέντοι καὶ πρὸς αὐτὴν τὴν προκειμένην μέθοδον ἀναγκαιότατον ἐπιδειχθήσεται. τὸ μὲν γὰρ ὄργανον ὀφθαλμὸς, ἐνέργεια δ’ ἡ ὄψις· ἓν δ’ αὐτοῦ τῶν μορίων ὁμοιομερές τε καὶ πρῶτον ὄργανον ὄψεως, τὸ κρυσταλλοειδὲς ὑγρὸν, ὡς ἐν τοῖς περὶ αὐτῶν λόγοις ἀποδέδεικται· τοῦτο γάρ ἐστι τὸ δεόμενον ἀλλοιωθῆναι πρός τινος τῶν
    49
    ἔξωθεν χρωμάτων, ἵν’ ἴδῃ τὸ ζῶον. ἀλλοιοῦσθαι δ’ οὐκ ἠδύνατο, μὴ καθαρὸν ἀκριβῶς καὶ διαφανὲς γινόμενον· οὕτω δ’ εἶναι καὶ καθαρὸν καὶ διαφανὲς οὐκ ἠδύνατο χωρὶς τῆς νῦν ὑπαρχούσης αὐτῆς κράσεως· ἐδείχθη γὰρ ἕκαστον τῶν ὄντων τοιοῦτον ὂν οἷόν πέρ ἐστι διὰ τὴν τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ κρᾶσιν· ὥστ’ εἴ τι τούτων ἐξαλλαχθείη μεγάλως, ἢ οὐκ ὄψεται τὸ ζῶον, ἢ κακῶς ὄψεται. ἀλλὰ τοῦτο μὲν οὔπω γινώσκομεν, ἀρχόμενοι ζητεῖν τὴν τέχνην, οὐδὲ χρὴ τῶν ἔπειτά τι μελλόντων ζητεῖσθαι προλαμβάνειν ὡς ἐπισταμένους, οὐδ’ ἐγὼ τούτου χάριν ἐμνημόνευσα τῶν ὑπὲρ τοῦ κρυσταλλοειδοῦς μοι δεδειγμένων ἐν ἑτέροις, ἀλλ’ ἕνεκα τῆς τῶν νῦν μελλόντων ῥηθήσεσθαι σαφηνείας. ὁρῶντες γὰρ ὀφθαλμὸν ἀκριβῶς ἐνεργοῦντα, καὶ αὖθις μὴ βλέποντα, καὶ τὸ μὲν ὑγείαν αὐτοῦ, τὸ δὲ νόσον ἢ πάθος ἢ ὅ τι βούλει καλοῦντες, οὐδὲν γὰρ τοῦτο διαφέρει πρός γε τὰ παρόντα, ζητοῦμεν ἑξῆς τίς ποτ’ ἐστὶν ἡ τῆς βλάβης αἰτία.

    Πόθεν, φήσεις, ἐπὶ τοῦτ’ ἐλθόντες; ἐξ

    50
    ἀναποδείκτου μὲν ἀξιώματος, ὁμολογουμένου δὲ πᾶσιν, ὅτι πρὸς τὴν νόησιν ἐναργὲς ὑπάρχει. τί δὲ τοῦτ’ ἔστι; τὸ μηδὲν χωρὶς αἰτίας γίνεσθαι· τούτου γὰρ μὴ συγχωρηθέντος, οὐδὲ ζητεῖν δυνάμεθα τὴν αἰτίαν τοῦ βεβλάφθαι τὴν ὄψιν, ἢ ἀπολωλέναι παντελῶς· ἀλλ’ ἐπεὶ τῶν πρὸς νόησιν ἐναργῶν ἐστιν, ὑποθέμενοί τινα τῆς βλάβης ὑπάρχειν αἰτίαν, ἐπὶ τὸ ζητεῖν αὐτὴν ἀφικνούμεθα. ταύτην οὖν τὴν αἰτίαν, εἴτε διάθεσίν τινα σώματος, εἴτε πως διακείμενον σῶμα προσαγορεύειν ἐθέλοις, οὐδὲν μὲν εἴς γε τὰ παρόντα διαφέρει· πάντως δ’ οὖν ἤτοι τὸ νόσημα αὐτὸ φήσεις ὑπάρχειν αὐτὴν, ἢ εἴπερ τὸ νόσημά ἐστιν ἡ βλάβη τῆς ἐνεργείας, ἡ βλάπτουσα διάθεσις αὐτὴν αἰτία τοῦ νοσήματος ὑπάρξει. καὶ γίνεται κᾀνταῦθα πάλιν ὑπὲρ ὀνόματος ἡ ἀμφισβήτησις, ἤτοι τὴν ἐν τοῖς ὀφθαλμοῖς διάθεσιν, ὑφ’ ἧς ἡ ὄψις βλάπτεται, νόσον ἡμῶν ὀνομαζόντων, ἢ αὐτὴν τὴν βλάβην τῆς ἐνεργείας· ἀλλ’ εἴτε τὴν βεβλαμμένην ἐνέργειαν ἐθέλοι τις ὀνομάζειν νόσον, ἀνάγκη δήπου τοῦτον πολὺ πρότερον ὑγείαν ὑποθέσθαι τὴν κατὰ φύσιν ἔχουσαν ἐνέργειαν· εἴτε τὴν διάθεσιν, ὑφ’ ἧς ἡ 
    51
    ἐνέργεια βλάπτεται, καὶ τοῦτον πολὺ πρότερον ἐπὶ τῆς κατὰ φύσιν εἴτ’ οὖν διαθέσεως εἴτε καὶ κατασκευῆς ἐθέλει καλεῖν, ἐπιφέρειν τὸ τῆς ὑγείας ὄνομα. τὸ δ’ ἐν ταῖς ἐνεργείαις ὑποθέμενον εἶναι τὴν ὑγίειαν, ἐν ταῖς διαθέσεσιν ὑπολαμβάνειν συνίστασθαι τὴν νόσον, ἢ ἔμπαλιν ἐν μὲν τῇ κατασκευῇ τῶν μορίων τὴν ὑγείαν, ἐν δὲ τῇ βλάβῃ τῶν ἐνεργειῶν τὴν νόσον, ἄξιον τῶν τε ἄλλων μεθοδικῶν ἐστι καὶ δὴ καὶ τοῦ τῆς ἐμπληξίας αὐτῶν ἀρχηγοῦ Θεσσαλοῦ. πάντες γοῦν σχεδὸν οἱ ἀπὸ τῆς ἀμεθόδου τε καὶ μανιώδους ταύτης αἱρέσεως τὴν μὲν ὑγείαν εὐστάθειαν τῶν κατὰ φύσιν ἐνεργειῶν εἶναί φασι καὶ ἰσχὺν, τὴν δὲ νόσον οὐκ ἔτι βλάβην ἐνεργείας καὶ ἀσθένειαν, ἀλλ’ οἱ μὲν διάθεσίν τινα σώματος, οἱ δὲ σῶμά πως διακείμενον· ἧς τίς ἂν εὑρεθείη μείζων ἐμπληξία; τοῦτο μέντοι κᾂν ὁ τυχὼν ἐξεύροι, τὸ μὴ δεῖν ἐν ἑτέρῳ μὲν γένει τὴν ὑγείαν, ἐν ἑτέρῳ δὲ τὴν νόσον, ἀλλ’ ἐν ταὐτῷ πάντως ἄμφω τίθεσθαι· τὰ γὰρ ἐναντία κατὰ πλεῖστόν ἐστιν ἀλλήλων διεστηκότα ἐν τῷ αὐτῷ γένει, καθάπερ λευκὸν καὶ μέλαν, ἓν γὰρ ἀμφοῖν γένος τὸ χρῶμα. καὶ τοίνυν εἴπερ ἐναντία ἐστὶν ὑγεία καὶ νόσος, ἐν ᾧπερ ἂν ᾖ τῷ
    52
    γένει τῶν κατὰ φύσιν ἡ ὑγεία, τούτου τοῦ γένους ἐν τῷ παρὰ φύσιν ἡ νόσος ὑπάρξει· ὥστε εἰ μὲν ἐνέργεια κατὰ φύσιν ἡ ὑγεία, πάντως δή που παρὰ φύσιν ἐνέργειά τις ἡ νόσος ἐστίν· εἰ δ’ ἤτοι διάθεσίς τις ἢ κατασκευὴ κατὰ φύσιν ἡ ὑγεία ἐστὶ, καὶ ἡ νόσος ἐξ ἀνάγκης ἔσται διάθεσίς τις ἢ κατασκευὴ παρὰ φύσιν. ὁ μὲν οὖν Θεσσαλὸς· οὐδ’ ἐπεχείρησεν ὅλως ἀφορίσασθαι νόσον, ἀλλὰ χρὴ μαντεύεσθαι κατὰ τίνος ἐπιφέρει τοὔνομα πράγματος. ὅτι μὲν γὰρ οὐδὲν διαφέρειν ἡγεῖται νόσημα πάθους ἐπεδείξαμέν σοι δι’ αὐτῶν τῶν συγγραμμάτων αὐτοῦ, παράλληλα τιθέντος ἄμφω καὶ μεταλαμβάνοντος ἑκάτερον εἰς θάτερον, ὡς οὐδὲν διαφέρον ἢ οὕτως ἢ ἐκείνως εἰπεῖν· οἱ δ’ ἀπ’ αὐτοῦ πάντες ἄνω καὶ κάτω στρέφονται, λυγιζόμενοί τε καὶ παρακαλυπτόμενοι, καὶ πάντα ποιοῦντες ὡς ἤτοι παντάπασιν ἀσαφῶς εἰπεῖν ἢ μηδ’ ὅλως, ὥσπερ αὐτὸς ὁ Θεσσαλὸς καὶ πρὸ τούτου Θεμίσων ὁ τὴν ῥίζαν αὐτοῖς τῆς ἐμπληξίας ταύτης ὑποθέμενος. εἰ δή σοι τὰ Πρόκλου καὶ Ῥηγίνου καὶ Ἀντιπάτρου λέγοιμι, καὶ πρὸς
    53
    τούτοις Εὐδήμου καὶ Μνασέου καὶ Φίλωνος καὶ Διονυσίου, λάθοιμ’ ἂν ἐμαυτὸν ἐκπεσὼν τῆς προκειμένης νῦν πραγματείας, ἐπιστημονικῆς τε οὔσης καὶ τὸ χρήσιμον αὐτὸ πειρωμένης ἐκδιδάσκειν. ἀλλὰ τῆς μὲν ἐκείνων διαφωνίας ἴσως ἄν ποτε καὶ ὕστερον εἴη μνημονεῦσαι, καὶ σὺν αὐτοῖς γε τοῖς νῦν εἰρημένοις τοῦ πάντα σοφώτερον ἐπιταράξαντός τε καὶ συγχέαντος αὐτῶν τὰ πράγματα Μενεμάχου, καὶ τοῦ ληρώδους Ὀλυμπικοῦ, καὶ μετ’ αὐτοῦ Ἀπολλωνίδου καὶ Σωρανοῦ καὶ τοῦ νῦν ἔτι ζῶντος Ἰουλιανοῦ· τούτῳ μέν γε καὶ ἡμεῖς ἐνετύχομεν, ἵνα καὶ παρὰ ζῶντος ἀνθρώπου φωνῆς ἐκμάθωμεν λήρους μακροὺς, εἶχε δ’ οὖν οὐδ’ οὗτος λέγειν ὅ τί ποτ’ ἐστὶ πάθος καὶ νόσημα. καὶ τεκμήριόν γε τούτου μέγιστον· ἐτῶν γὰρ ἤδη πλειόνων ἢ εἴκοσι γεγονότων ἐξ οὗπερ ἡμεῖς ἐπὶ τῆς Ἀλεξανδρείας αὐτῷ τούτῳ συνεγενόμεθα, γεγραφὼς εἰσαγωγὰς ἄλλας ἐπ’ ἄλλαις, ἀεὶ γὰρ αὐτὰς μετατίθησί τε καὶ μεταῤῥυθμίζει τῷ μηδέποτ’ ἀρκεῖσθαι ταῖς γραφείσαις, κατ’ οὐδεμίαν αὐτῶν ἐτόλμησεν εἰπεῖν ὅ τί ποτ’ ἐστὶ νόσος, καίτοι γε μηδὲν πρὸς ἔπος ἐν αὐταῖς διεξέρχεται
    54
    μέχρι τοῦ καὶ τὰ τοιαῦτα ζητεῖν, εἰ ζωγραφία χρήσιμος ἰατροῖς ἐστιν· ἀλλ’ ὅμως τοσαῦτά τε καὶ τοιαῦτα γράφων, καὶ δῆλος ὢν, ὥσπερ καὶ Μενέμαχος, ὅτι σαφῶς ἔγνωκε τῆς μεθοδικῆς αἱρέσεως τὴν ἀτοπίαν, οὐδέπω καὶ τήμερον ἔγραψεν ἐν ταῖς εἰσαγωγαῖς ὅ τί ποτε νόσον ἢ πάθος ὀνομάζει. ἐμοὶ δ’ οὖν ἐρομένῳ ποτ’ αὐτὸν οὕτω μακρῶς τε ἅμα καὶ ἀσαφῶς διῆλθεν, ὡς ὧν μὲν ἔλεγε συνιέναι μηδενὸς, ἀναγκασθῆναι δὲ τό γε τοσοῦτον εἰπεῖν πρὸς αὐτὸν, ὡς διαφέρεσθαί μοι δοκοίη πρὸς Ὀλυμπικὸν, καίτοι πάππον αὐτοῦ τῆς διδασκαλίας ὄντα· μαθητὴς γάρ ἐστιν οὗτος ὁ Ἰουλιανὸς Ἀπολλωνίου τοῦ Κυπρίου, ἐκεῖνος δ’ ἦν Ὀλυμπικοῦ φοιτητής. ὁ τοίνυν Ὀλυμπικὸς, ὡς ἔφην, ὁρίσασθαι τολμήσας ὑγείαν τε καὶ πάθος, τὴν μὲν ὑγείαν διάθεσιν ἔφησε κατὰ ἐκτότητα νόσου· τὸ δ’ αὖ πάθος τροπὴν τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν, ἐπίμονον. ἔστι μὲν δὴ καὶ τούτων ἑκάτερον ἀλογίας παμπόλλης ἀνάπλεων, ἣν καὶ τότε διῆλθον τῷ Ἰουλιανῷ καὶ νῦν ἐπὶ κεφαλαίων ἐρῶ. τὸ γοῦν συγχέον, ἔφην, ἐστὶν ἐκεῖνο, τὸ μὴ μόνον ἁπλῶς οὕτως εἰπεῖν τὸν
    55
    Ὀλυμπικὸν ὑγείαν εἶναι διάθεσιν κατὰ ἐκτότητα νόσου, ἀλλὰ προσθεῖναι τῷ λόγῳ ἣν διάθεσιν ὁριζόμεθα εὐστάθειαν τῶν κατὰ φύσιν ἐνεργημάτων καὶ ἰσχύν· οὐ γὰρ ἔχω συμβαλεῖν εἴτε ἐν τῇ τῶν ἐνεργειῶν εὐσταθείᾳ μόνῃ τὴν ὑγείαν, εἴτε ἐν τῇ τοῦ σώματος διαθέσει, εἴτ’ ἐν ἀμφοῖν ὑποτίθεται· τάχα δ’ ὥσπερ εἴωθε χρῆσθαι τοῖς τῶν Ἑλλήνων ὀνόμασιν ἀλλοκότως τε καὶ τεταραγμένως ἅμα τοῖς ἄλλοις ἅπασι μεθοδικοῖς, οὕτω καὶ νῦν οὐκ ἐπὶ τὸ σῶμα τὴν διάθεσιν, ἀλλ’ ἐπὶ τὰς ἐνεργείας ἀναφέρει, ὥστε ἡμᾶς ἀκοῦσαι τοῦ λόγου κατὰ τοῦτον τὸν τρόπον· ὑγεία ἐστὶ διάθεσις ἐνεργειῶν κατὰ ἐκτότητα νόσου. δίκαιον δ’ ἦν, οἶμαι, προσθεῖναι τῷ λόγῳ δυοῖν θάτερον αὐτὸν, ἢ ἐνεργειῶν, ἢ σώματος, ἵν’ ἤτοι γένηται τοιοῦτος ὁ λόγος, ὑγεία ἐστὶ διάθεσις ἐνεργειῶν κατὰ ἐκτότητα νόσου· ἢ νὴ Δία τοιοῦτος, ὑγεία ἐστὶ διάθεσις σώματος κατὰ ἐκτότητα νόσου· καὶ μέν γε καὶ εἰ ἄμφω συνθεῖναι προῄρητο, καὶ οὕτως ἐνεχώρει σαφῶς τε ἅμα καὶ διὰ βραχέων εἰπεῖν, ὑγεία ἐστὶ διάθεσις ἐνεργειῶν τε καὶ σώματος κατὰ ἐκτότητα νόσου. τί δ’, ὅταν ἐπιφέρων εἴπῃ, ἣν διάθεσιν· 
    56
    ὁριζόμεθα εὐστάθειαν τῶν κατὰ φύσιν ἐνεργημάτων καὶ ἰσχύν; πότερον μέρος ὑποληπτέον εἶναι τοῦτο τοῦ προειρημένου καὶ χρὴ συνάπτειν ἡμᾶς ὅλον τὸν λόγον ὡδί πως· ὑγεία ἐστὶ διάθεσις σώματος κατὰ ἐκτότητα νόσου καὶ εὐστάθεια τῶν κατὰ φύσιν ἐνεργημάτων καὶ ἰσχύς· ἢ τέλειός ἐστιν ὁ λόγος οὗτος αὐτὸς καθ’ ἑαυτὸν, ὅ τί ποτ’ ἐστὶν ὑγεία διδάσκων, ὥσπέρ γε καὶ ἤρεσεν ἐνίοις τῶν μεθοδικῶν, εὐστάθειαν ἀποφηναμένοις εἶναι τῶν κατὰ φύσιν ἐνεργειῶν τὴν ὑγείαν; ἀλλ’ εἴπερ οὗτος τέλειος, ὁ προειρημένος οὐκ οἶδ’ ὅ τι διδάσκει, διάθεσιν εἶναι λέγων τὴν ὑγείαν. ἐκεῖνο μὲν γὰρ ὃ ἔφη, τὸ κατὰ ἐκτότητα νόσου, τοιοῦτόν ἐστιν οἷον καὶ παῖδα γελάσαι. εἰ γὰρ δὴ συγχωρήσομεν οὕτως ὁρίζεσθαι, δηλονότι καὶ ἡ νόσος ἔσται διάθεσις σώματος κατὰ ἐκτότητα ὑγείας, ἵνα ἕκαστος τῶν ὅρων ἡμῖν οὐ τοῦ τί ποτ’ ἐστὶ τὸ ὑποκείμενον, ἀλλὰ τοῦ τί ποτ’ οὐκ ἔστι, γένηται διδάσκαλος. ἐάσθω δ’ ἔφην, εἰ βούλει καὶ ταῦτα, καὶ γὰρ πάρεργά, πώς ἐστιν· ἀλλ’ ἐκεῖνό γε παρελθεῖν τε καὶ παριδεῖν οὐκ ἐγχωρεῖ, τὸ κατὰ μὲν τὴν τῆς ὑγείας διδασκαλίαν ἅπαντα προσέρχεσθαι ταῖς ἐνεργείαις
    57
    ἤτοι μόναις ἢ μετὰ τοῦ συγχέαι καὶ περιπλέξαι καὶ ἀναμῖξαί πως ἀσαφῶς τὸ τῆς διαθέσεως ὄνομα, καθάπερ ὁ Ὀλυμπικός· ἐν δὲ τῷ τοῦ πάθους, οὐκέτι μεμνῆσθαι τῶν ἐνεργειῶν· ἀπέχρησε γὰρ εἰπεῖν αὐτῷ, πάθος ἐστὶ τροπὴ τοῦ σώματος ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν ἐπίμονος. ἐχρῆν δ’, ἔφην, ἐν ταῖς ἐνεργείαις, ἢ ἐν ταῖς διαθέσεσιν, ἄμφω τάττειν αὐτόν. ὃ δέ μοι πρὸς ταῦτ’ ἀπεκρίνατο, καὶ ἤδη μέν σοι πολλάκις εἶπον, Ἱέρων κράτιστε, καὶ νῦν τ’ ἀναμνῆσαι προσήκει, τὸ μηδὲν εἶναι θαυμαστὸν, ἐν μὲν τῇ τῶν ἐνεργειῶν εὐσταθείᾳ σὺν ἰσχύι τετάχθαι τὴν ὑγείαν, ἐν δὲ τῇ παρὰ φύσιν τοῦ σώματος διαθέσει τὴν νόσον· οὐ γάρ ἐστιν ἐναντία, καθάπερ σὺ νομίζεις, ἔφησεν, ἔστι γάρ τι μέσον αὐτῶν, ὃ μήθ’ ὑγεία μήτε νόσος ἐστίν. ἀκούσας· οὖν ἐγὼ τὸν λόγον τοῦτον ἐχωρίσθην ἐκπεπληγμένος τε καὶ λυπούμενος ἅμα, χρὴ γὰρ ὁμολογεῖν τὸ συμβάν· ἔμπροσθεν μὲν γὰρ οὐδενὶ τῶν ἐν τοιαύτῃ δόξῃ τελέως ἐνετετυχήκειν ἐμπλήκτῳ, τότε δ’ ἐντυχὼν πρῶτον εἰκότως ἐξεπλάγην, οὐχ ὅτι μόνος ἐκεῖνος οὕτως ἦν ἀναίσθητος, ἀλλ’ ὅτι πολλῷ σκαιοτέρους.
    58
    ἑαυτοῦ τοσούτους εἶχε μαθητὰς, οἳ κατὰ τὴν αὐτὴν ἀρχὴν τῆς διδασκαλίας ὁρῶντες οὕτως ἐσφαλμένους τοὺς μεθοδικοὺς, οὐκ ἀφίστανται τῆς αἱρέσεως, ἢ εἴπερ οὐδ’ ὅλως ὁρῶσι, τελέως εἰσὶν ἀπόπληκτοι. τί γὰρ δὴ καὶ πρὸς ἔπος οὐκ εἶναι τὴν νόσον ἐναντίον ὑγείᾳ, διότι μέσον αὐτῶν ἐστί τι; δῆλον γὰρ ὡς οὐδὲ τὸ λευκὸν ἐναντίον ἔσται τῷ μέλανι, διότι μέσον αὐτῶν ἐστι τὸ ξανθόν τε καὶ τὸ φαιὸν, ἐρυθρόν τε καὶ ὠχρὸν ἕκαστόν τε τῶν ἄλλων χρωμάτων· οὐδὲ τὸ θερμὸν τῷ ψυχρῷ, καὶ γὰρ καὶ τούτων ἐστὶ μέσα χλιαρόν τε καὶ εὔκρατον. οἱ μὲν δὴ σοφώτατοι μεθοδικοὶ κατὰ τὴν ἀρχὴν εὐθέως πεπτωκότες οὐ σμικρὸν οὐδὲ τὸ τυχὸν πτῶμα τί ἂν ἔτι τῶν ἐφεξῆς ἀληθῶν καταμάθοιεν; οὐδὲ ἓν δήπου, δειχθήσεται γὰρ ἅπαντα τὰ κατὰ τὴν ἰατρικὴν τέχνην ἐκ τούτων ἠρτημένα καὶ δεόντως, εἴ γ’ ἐν ταῖς μεθόδῳ τινὶ συνισταμέναις τέχναις ἀρχὴ τῆς συστάσεως ἡ τοῦ τέλους ἐστὶν ἔννοια. πεπλημμέληται μὲν οὖν καὶ ἄλλοις πολλοῖς εἰς τὴν τοῦ τέλους ἔννοιαν οὐκ ὀλίγα, τῶν μὲν τὸ ὑγιάζειν ὡς τὸ πολὺ τέλος εἶναι λεγόντων τῆς ἰατρικῆς, τῶν δὲ τὰ σύμφορα πράττειν ὡς πρὸς τὴν ὑγείαν,
    59
    τῶν δ’ ἐκκόπτειν τὰς νοσώδεις αἰτίας, τῶν δὲ τὰ παρ’ ἑαυτῶν ἅπαντα ποιεῖσθαι, τῶν δ’ ὡς ἂν ἑκάστῳ παραστῇ καὶ δεήσῃ, καὶ περὶ τούτων ἰδίᾳ διορίσασθαι· ἀλλ’ οὐδεὶς οὕτως ἔμπληκτος ὡς ἐν ἄλλῳ μὲν γένει τὴν ὑγείαν, ἐν ἄλλῳ δὲ ὑποθέσθαι τὴν νόσον, ἀλλ’ ἤτοι ταῖς κατὰ φύσιν ἐνεργείαις προσέχων ἢ ταῖς κατασκευαῖς τῶν μορίων, ἃς ἔνιοι διαθέσεις ὀνομάζουσιν· εἴτε δ’ ἐν ταῖς κατὰ φύσιν ἐνεργείαις ἐστὶ τὸ ὑγιαίνειν, ἐν ταῖς παρὰ φύσιν ἔσται τὸ νοσεῖν· εἴτε ἐν ταῖς κατασκευαῖς ταῖς κατὰ φύσιν, ἐν ταῖς παρὰ φύσιν ἔσται κατασκευαῖς ἦ νόσος· εἴτ’ ἐν ταῖς διαθέσεσιν, ἐν ταύταις καὶ τὸ νοσεῖν. οὐδὲ γὰρ οὐδὲ βαθείας τινὸς εἰς τοῦτο θεωρίας ἐστὶ χρεία, μόνον δ’ ἀπόχρη τὸ μὴ διεστράφθαι. τίς γὰρ οὐκ οἶδεν ὡς εἰ τὸ βλέπειν ὑγιαίνειν ἐστὶν, ὅτι τὸ νοσεῖν ἔσται τὸ ἀμβλυώττειν, ἢ ὅλως τὸ μὴ βλέπειν; τίς δ’ οὐ συνίησιν ὡς εἰ τὸ ἀκούειν ὑγιαίνειν ἐστὶν, ὅτι νοσεῖν ἔσται τό τε μόγις ἀκούειν καὶ τὸ μηδ’ ὅλως ἀκούειν; οὕτω δὲ καὶ εἰ τὸ πέττειν ὑγιαίνειν ἐστὶ, τὸ ἀπεπτεῖν τε καὶ δυσπεπτεῖν ἔσται νοσεῖν; καὶ εἰ τὸ κινεῖσθαι
    60
    καθ’ ὁρμὴν ἔστιν ὑγεία, νόσος ἂν εἴη δήπου σπασμὸς καὶ παλμὸς καὶ παράλυσις καὶ τρόμος καὶ συλλήβδην εἰπεῖν ἅπαν ὅ τί περ ἂν ἤτοι τελέως ἀναιρεῖ τὴν καθ’ ὁρμὴν κίνησιν ἢ ἐμποδίζει γέ πως αὐτήν. ὡσαύτως δὲ εἰ τὸ κατὰ φύσιν αἰσθάνεσθαι τῆς ὑγείας ἐστὶν, ἡ ἀναισθησία καὶ δυσαισθησία καὶ νάρκη καὶ ὀδύνη νόσοι γενήσονται· καὶ εἰ τὸ τεταγμένως ἀναπνεῖν ὑγεία, ἄπνοια καὶ δύσπνοια νόσος. ἀλλ’ εἴπερ ταῦτα νόσοι, πρόδηλον ὡς αἱ διαθέσεις τῶν μορίων ὑφ’ ὧν ἀποτελοῦνται, νόσων εἰσὶν αἰτίαι, καὶ οὐ χρὴ λέγειν οὔτε φλεγμονὴν οὔτε. σκίῤῥον οὔτ’ ἐρυσίπελας οὔτε ἀπόστασιν οὔθ’ ἕλκος οὔτε οἴδημα νοσήματα· καὶ εἴπερ ταῦτα νοσήματα, πρόδηλον ὡς οὐδὲν ἐκείνων νόσημα. δύο γάρ ἐστι γένη πραγμάτων οὐδὲν ὁμοίων, ἀλλὰ πάντῃ τε διαλλαττόντων καὶ ὅλῃ τῇ φύσει διαφερόντων· ὀνομάζουσι δὲ τὸ μὲν ἕτερον τῶν γενῶν σῶμα, τὸ δ’ ἕτερον ἐνέργειαν. ὀφθαλμὸς μὲν οὖν καὶ γλῶττα καὶ οὖς καὶ σκέλος ἕκαστόν τε τῶν τοιούτων σῶμά πως ἔχον ἐστίν· ὄψις δὲ καὶ ἀκοὴ καὶ διάλεξις καὶ βάδισις ἐνέργειαι τῶν εἰρημένων σωμάτων. εἴπερ οὖν ἐν 
    61
    τῷ πὼς ἔχειν τὰ σώματα τὸ νοσεῖν, ἐν τῷ πὼς ἔχειν τὰς ἐνεργείας τὸ νοσεῖν οὐκ ἔσται· εἰ δέ γ’ ἐν τούτῳ τὸ νοσεῖν εἴη, πρόδηλον αὖ πάλιν ὡς οὐκ ἔστιν ἐν τῇ τῶν σωμάτων διαθέσει. τὸ μέντοι τὴν μὲν διάθεσιν αἰτίαν εἶναι, τὴν δὲ ἐνέργειαν τὸ γιγνόμενον ὑπὸ τῆς τοῦ σώματος διαθέσεως, ὁμολογεῖσθαι χρὴ καὶ φυλάττεσθαι παντὸς μᾶλλον, ὥστε καὶ ὅστις ἀγνοεῖ τοῦτο, περί τι τῶν ἀναγκαίων ἔσφαλται πραγμάτων· ὁ δ’ ἤτοι τὴν βλάβην τῆς ἐνεργείας ἢ τὴν διάθεσιν τοῦ σώματος ὀνομάζων νόσημα, κᾂν εἰ μὴ δεόντως ὀνομάζοι, δύναται γοῦν ὀρθὴν ἔχειν τὴν δόξαν ὑπὲρ αὐτῶν τῶν πραγμάτων· ἔστι δ’ οὐκ ἐκ τῶν ὀνομάτων τὸ καλῶς ἰάσασθαι τὰς νόσους, ἀλλ’ ἐκ τῆς τῶν πραγμάτων ὀρθῆς ὑπολήψεως. εὐθὺς δὲ καὶ τοῦτ’ αὐτὸ πολλοὺς τῶν ἰατρῶν ἔστιν εὑρεῖν ἀγνοοῦντας, καὶ νομίζοντας ἐν πράγμασί τι διαφέρεσθαι τοὺς τὰς διαθέσεις τῶν σωμάτων ἡγουμένους εἶναι νοσήματα πρὸς τοὺς ἐν ταῖς βλάβαις τῶν ἐνεργειῶν ὑπολαμβάνοντας αὐτὰ συνίστασθαι· καὶ τούτων πάντων τῶν ἁμαρτημάτων, ὅπερ εἴρηταί τε πολλάκις ἤδη καὶ αὖθις εἰρήσεται, ἓν αἴτιον ὑπάρχει τὸ
    62
    μὴ γεγυμνάσθαι κατὰ τὴν λογικὴν μέθοδον τοὺς ἐπιχειροῦντας ὁτιοῦν ἐξευρίσκειν λογικῶς, ἀλλ’ ἅμα μὲν ἀποχωρεῖν τῆς ἐμπειρίας, ὡς γεγυμνασμένους τὸν λογισμὸν, ἅμα δ’ ἀγυμνάστους ὄντας ἐν αὐτῷ σφάλλεσθαι μέγιστα. μυριάκις γοῦν ὑπὲρ ὀνομάτων αὐτοὺς εὑρίσκω διαφερομένους ὡς ὑπὲρ πραγμάτων· αὖθις δ’ ἂν, εἰ τύχοι, πρᾶγμά τι μέγιστον ἀγνοοῦντες, ὄνομα νομίζουσιν ἀγνοεῖν, ὥσπέρ γε κᾀπὶ τοῦ προκειμένου νῦν ἡμῖν οὐκ ἴσασι διακρίνειν, ὡς ἡ μὲν κατασκευὴ τῶν σωμάτων αἰτίας ἔχει λόγον, ἡ δ’ ἐνέργεια τὸ πρὸς ἐκείνης ἐστὶν ἀποτελούμενον, οὐδ’ ὡς τὸ θεραπευόμενον ἡ τοῦ σώματός ἐστι διάθεσις· ἕπεται γὰρ ἐξ ἀνάγκης ταύτῃ κατὰ φύσιν μὲν ἐχούσῃ κατὰ φύσιν ἐνεργεῖν, ἐξισταμένῃ δὲ τοῦ κατὰ φύσιν εὐθὺς καὶ τὴν ἐνέργειαν εἰς τὸ παρὰ φύσιν ἐκτρέπειν. ἐν τούτῳ δὲ τὸ πᾶν ἐστι, καὶ τοῦτο ἀρχὴ καὶ οἷον στοιχεῖόν τι πρῶτον ἁπάσης τῆς θεραπευτικῆς ὑπάρχει μεθόδου· τὸ δὲ εἴτ’ αὐτὸ τοῦτο χρὴ προσαγορεύειν νόσον, εἴτε τὴν βλάβην τῆς ἐνεργείας, ὑπὲρ ὀνόματός ἐστιν ἀμφισβητούντων. εἰρήσεται μὲν οὖν τί μοι καὶ περὶ τῆς τῶν ὀνομάτων χρήσεως, ὥσπερ εἴρηται καὶ πρόσθεν ἤδη δι’ ἑτέρων.
    63
    ἀλλὰ νῦν οὔπω διαστέλλομαι περὶ αὐτῶν, ἵν’ ἔργῳ τοῦτ’ αὐτὸ μᾶλλον βεβαιώσωμαι, καὶ δείξω τίς ἀρχὴ καὶ ῥίζα τῆς θεραπευτικῆς ἐστι μεθόδου, περὶ ἣν εὐθὺς ἄλλοι τε πολλοὶ τῶν λογικούς τε καὶ δογματικοὺς ἑαυτοὺς ὀνομασάντων καὶ οἱ βέλτιστοι σφάλλονται μεθοδικοί. τοῦτο μὲν οὖν καὶ ἤδη πως φαίνεται τοῖς συνετοῖς, ὡς οὐδὲν ἄλλο ἐστὶ τὸ θεραπευόμενον ὑπὸ τῶν ἰατρῶν πλὴν ἡ τῶν σωμάτων διάθεσις, ὡς ἐν τῷ μετὰ ταῦτα λόγῳ δειχθήσεται.

    Τὸ δὲ τὴν ἄγνοιαν ἐπανορθώσασθαι τῶν μὴ γινωσκόντων ὅσα τὰ σύμπαντά ἐστι πράγματα κατὰ τὸν ἐνεστῶτα λόγον ἀλλήλοις παρακείμενα, νῦν ἡμῖν προὔκειτο. φαίνεται γὰρ ἓν μέν τι γένος εἶναι τῶν σωμάτων αὐτῶν, ἕτερον δὲ τὸ τῶν ἐνεργειῶν· καὶ τὸ μὲν τῶν σωμάτων ἡγεῖσθαί τε καὶ ποιεῖν τὰς ἐνεργείας, ἕπεσθαι δ’ ἐκείνας κατὰ φύσιν μὲν ἔχουσι τοῖς σώμασιν ἀμέμπτως τε καὶ κατὰ φύσιν αὐτὰς διακειμένας, παρὰ φύσιν δ’ ἐχόντων ἢ μὴ γιγνομένας παντάπασιν, ἢ παρεμποδιζομένας γε πάντως. τρίτον δ’ ἐπὶ τούτοις ἐστὶ γένος τὸ τῶν ἐργαζομένων τὰς διαθέσεις αἰτίων· ὃν γὰρ ἡ διάθεσις ἔχει πρὸς

    64
    τὴν ἐνέργειαν λόγον, τοῦτον ἕτερόν τι χρὴ πάντως ἔχειν πρὸς τὴν διάθεσιν, ἑνὶ μόνῳ διαλλάττον τῷ τὴν μὲν διάθεσιν ἅμα ταῖς ἐνεργείαις ὑπάρχειν καὶ μὴ δύνασθαί ποτε μήτε τὴν κατωρθωμένην ἐνέργειαν εἶναι χωρὶς τῆς τῶν σωμάτων κατὰ φύσιν διαθέσεως μήτε τὴν βεβλαμμένην ἄνευ τοῦ καὶ τὰ σώματα βεβλάφθαι. τὰ δ’ αἴτια τῆς διαθέσεως ταύτης τῆς ἐμποδιζούσης τὴν ἐνέργειαν δύναται μὲν καὶ μηκέτ’ εἶναι, δύναται δὲ καὶ νῦν ἔτι παραμένειν· ἕτερα δ’ οὖν πάντως ἐστὶ τῶν διαθέσεων αὐτῶν σοι, καὶ τοῦτο τρίτον εὕρηται γένος ἕτερον ἐνεργείας τε καὶ τῆς ἐργαζομένης αὐτὴν διαθέσεως. ἐπ’ αὐτῷ δ’ ἄλλο τέταρτον γένος διαθέσεως, ὅσα τοῖς σώμασιν ὑπάρχει κατὰ φύσιν τε καὶ παρὰ φύσιν ἔχουσι, μηδὲν μήτ’ ὠφελοῦντα μήτε βλάπτοντα τὰς ἐνεργείας· οἷον εἰ τύχοι τὸ χρῶμα τοῦ σώματος παντὸς ἢ μέλαν ἐκ λευκοῦ γιγνόμενον, ἐν ἡλίῳ διατριψάντων ἐπὶ πλέον, ἢ λευκὸν ἐκ μέλανος, ἐν σκιᾷ διαιτηθέντων, ἢ ἐρυθρὸν λουσαμένων, ἢ ὠχρὸν φοβηθέντων· οὔτε γὰρ ἐνέργεια τοῦτ’ ἔστιν οὔτε διάθεσις σώματος ἐνεργείας αἰτία, καὶ πολὺ δὴ μᾶλλον οὐδ’ ἡ τὰς παρὰ
    65
    φύσιν ἐργαζομένη διαθέσεις αἰτία, σύμπτωμα δ’ ἐστὶ συμβαῖνον ἐξ ἀνάγκης ἐπὶ ταῖς διαφόροις τῶν σωμάτων ἀλλοιώσεσιν, εἴτ’ οὖν κατὰ φύσιν, εἴτε καὶ παρὰ φύσιν ἔχοιεν. ἐπειδὴ τοίνυν ἤδη τέτταρα γένη διώρισται, κᾀν τῷ ταῦτα γινώσκειν ἢ μὴ τὸ καλῶς ἄρχεσθαι τῆς θεραπευτικῆς μεθόδου δείξομεν ὑπάρχον, ἐξέστω λοιπὸν τῷ βουλομένῳ κατ’ αὐτῶν ἃς ἂν. ἐθέλῃ τίθεσθαι προσηγορίας· οἷον, εἰ βούλοιτο, τὴν μὲν παρὰ φύσιν τῶν σωμάτων διάθεσιν, ὅταν ἐνέργειάν τινα βλάπτῃ, νόσημα προσαγορευέτω, αὐτὴν δὲ τὴν βλάβην τῆς ἐνεργείας ἐξαίρετόν τι σύμπτωμα. νοσήματος ὅσα δ’ ἄλλως συμβέβηκεν, ὥσπερ τὰ χρώματα, καὶ ταῦτ’, εἰ βούλοιτο, καλείτω συμπτώματα, διοριζέτω μέντοι τῆς βλάβης τῶν ἐνεργειῶν αὐτὰ, καὶ εἴπερ ἐκεῖνα ἐξαίρετα συμπτώματα νοσημάτων ὀνομάζει, ταῦτ’ οἰκεῖά τε καὶ ἴδια καλείτω, καί τινα πρὸς τούτοις, εἰ βούλοιτο, μήτ’ οἰκεῖα μήτ’ ἴδια, συμπίπτοντα δὲ κατά τινα τύχην· τέταρτον δ’ ἐπὶ τοῖσδε γένος τιθέσθω τὸ τῶν νοσωδῶν αἰτίων, καὶ τούτων τὰ μὲν ἐν αὐτῷ τοῦ ζώου 
    66
    τῷ σώματι συνιστάμενα προηγούμενα καλείτω, τὰ δ’ ἔξωθεν προσπίπτοντα προκατάρχοντα. θέμενος δ’ οὕτως ἢ ἄλλως ὅπως ἂν ἐθέλῃ σαφῶς καὶ χρησίμως τοῖς ἀκούουσι, μηκέτι μετατιθέσθω, μηδ’ ἐξαλλαττέτω τὴν χρῆσιν, ἀλλ’ ἀεὶ φυλαττέτω παρ’ ὅλον τὸν λόγον, ἵνα καὶ μανθάνωμεν ἃ λέγει ῥᾳδίως, καὶ τὰς ἀντιλογίας καὶ τοὺς ἐλέγχους πρός τι σαφὲς. καὶ διωρισμένον ποιώμεθα. πῶς καὶ τίνα τρόπον; ἐνδείξασθαι γὰρ ἔτι τοῦτ’ αὐτὸ χρὴ διὰ τοὺς ἀναισθήτους μεθοδικούς. ἔστω τινὰ λέγειν ὡς ἡ μὲν φλεγμονὴ διάθεσίς ἐστι παρὰ φύσιν, τὸ δ’ ἔργον τοῦ φλεγμαίνοντος μέρους τὸ βεβλαμμένον, οἰκεῖον ἐξαίρετον τοῦ πάθους σύμπτωμα, ποδῶν μὲν βάδισις, ὀφθαλμῶν δὲ ὄψις, ὤτων δ’ ἀκοή· τὸ δ’ ἔρευθος, εἰ τύχοι, καὶ ἡ τάσις, ἥ τ’ ἀντιτυπία καὶ ὁ παρὰ φύσιν ὄγκος· ὁ ταῖς φλεγμοναῖς ἑπόμενος, ἕτερόν τι γένος εἴτε συμπτωμάτων, εἴτε συμβεβηκότων, εἴθ’ ὅπως ἂν ἄλλως ἐθέλῃ τις ὀνομάζειν, ἀλλ’ οὖν ὅτι γε μὴ ταὐτὸ γένος ἐστὶ τῇ βλάβῃ τῶν ἐνεργειῶν, ἴστω τε καὶ διοριζέσθω σαφῶς· ἡ πληθώρα δ’, εἰ τύχοι, τῆς φλεγμονῆς αἰτία προηγουμένη,
    67
    καὶ ταύτης προκατάρχουσα τὸ πλῆθος τῶν ἐδεσμάτων. ὡς οὖν ἐγὼ καὶ παραδείγματα πεποίημαι σαφῆ τοῦ λόγου καὶ τέτταρα γένη διώρισμαι καὶ τὰς αἰτίας καὶ ἐννοίας αὐτῶν εἴρηκα, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον ἐχρῆν ποιῆσαι τὸν Θεσσαλὸν ἐπὶ τοσούτοις τε καὶ τηλικούτοις ἀνδράσι καθ’ ὧν ἑαυτὸν ἀνεκήρυττε, μέλλοντα νεωτέραν αἵρεσιν συνίστασθαι· νυνὶ δ’ οὔτε αὐτὸς οὐδὲν εἶπε σαφὲς οὔτε τις τῶν ἀπ’ αὐτοῦ.

    Τολμήσας γοῦν ὁ Ὀλυμπικὸς ἀφορίσασθαι τί ποτ’ ἐστὶ πάθος, οὐ πάθους, ἀλλὰ συμπτωμάτων εἴρηκεν ἔννοιαν. ὅλως μὲν οὖν οὐδ’ ὅ τί ποτ’ ἐστὶ τὸ πάθος, οὐδ’ ὅπῃ τοῦ νοσήματος διαφέρει, γινώσκουσιν ἀλλὰ τοῦτο μὲν ἐν τοῖς ἑξῆς διοριῶ, πάντα γὰρ ἅμα λέγειν οὐκ ἐγχωρεῖ. συγχωρηθέντος δ’ αὐτοῖς τοῦ ταὐτὸν εἶναι νόσημά τε καὶ πάθος, ἴδωμεν ὅ τί ποτέ φασι. πάθος ἐστὶ τροπὴ τοῦ σώματος ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν ἐπίμονος. εἶτα μικρὸν προελθών φησιν· ἰστέον δ’ ὅτι διαφέρει πάθος συμπτώματος· πάθος μὲν γάρ ἐστιν, ὡς ὀλίγον ἔμπροσθεν ἔφην, διάθεσις

    68
    παρὰ φύσιν τοῦ σώματος ἐπίμονος· σύμπτωμα δὲ ὃ τῷ πάθει συμβαίνει, εἰδικὴν ὥσπέρ τινα καὶ μερικωτέραν ἐν τοῖς παρὰ φύσιν ἔχον τύπωσιν. αὕτη μὲν ἡ θαυμαστὴ ῥῆσις Ὀλυμπικοῦ τοῦ σοφοῦ, τολμήσαντος ἀφορίσασθαι πάθος τε καὶ σύμπτωμα· τοσούτων δ’ ἐστὶν ἁμαρτημάτων μεστὴ ὥστε μοι παρίσταται τὸ τοῦ μωροῦ τοῦ πρὸς κόσκινον εἰπόντος οὐχ εὑρίσκειν ὅ τι βύσειεν ἢ μὴ βύσειεν αὐτοῦ. τί γὰρ δὴ καὶ πρῶτον ἐξ αὐτῶν εἴποι τις, ἢ τί παραλίποι; πάντα μὲν γὰρ ἐξελέγχειν ὅσα κακῶς ἀποφαίνονται μακρὸν ἂν εἴη. ἢ ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν τροπὴ πᾶσα νόσος ἐστὶν, εἰ μόνον αὐτῇ προσείη τὸ ἐπίμονον; ἀλλὰ τὴν ἄχροιαν ὑμεῖς αὐτοὶ καὶ τὴν ἀτροφίαν ἐν τοῖς συμπτώμασιν, οὐκ ἐν τοῖς πάθεσιν ἀριθμεῖτε· τί δ’ ἡ κακοχυμία; τί δὲ ἡ ἔνδεια; τί δὲ ἡ καχεξία; τί δὲ τὸ πλῆθος; οὐ παρὰ φύσιν; εἰ τοίνυν αὐτοῖς προσείη τὸ ἐπίμονον, ἐν τοῖς νοσήμασιν ἀριθμηθήσεται. καὶ μὴν οὐδ’ αὐτοὶ βούλεσθε, καὶ καλῶς γε τοῦτο ποιεῖτε· προσεῖναι γὰρ χρὴ τῷ παρὰ φύσιν εἶναι τὴν διάθεσιν ἐνέργειάν
    69
    τινα πρὸς αὐτῆς βλάπτεσθαι· μέχρι δ’ ἂν ἀβλαβεῖς αἱ πᾶσαι φυλάττωνται, κᾂν μυριάκις ἐξαλλάττηται καὶ τρέπηται καὶ μεταβάλληται τὸ σῶμα, νόσος οὔπω τῶν διαθέσεων ἐκείνων ἐστὶν οὐδεμία. τό γέ τοι τῆς θεραπείας δεόμενον οὐδὲν ἄλλο ἐστὶ πλὴν τῆς βλαπτούσης τὴν ἐνέργειαν διαθέσεως. οὗ μὲν γὰρ δεόμεθα πρώτου καὶ μάλιστα πάντων, ἡ κατὰ φύσιν ἐστὶν ἐνέργεια· δι’ ἐκείνην δὲ καὶ τῆς κατὰ φύσιν εἴτε διαθέσεως εἴτε κατασκευῆς ὀνομάζειν ἐθέλοις. ὁρᾷν γὰρ δεόμεθα καὶ ἀκούειν καὶ διαλέγεσθαι καὶ βαδίζειν, οὐκ ὀφθαλμῶν, οὐδ’ ὤτων, οὐδὲ γλώττης, οὐδὲ σκελῶν· εἰ γοῦν ἦν ὁρᾷν δι’ ἑτέρου μορίου, τίς ἂν ἦν ὀφθαλμῶν ἡ χρεία; καὶ εἴπερ ἦν ἀκούειν δι’ ἄλλου τινὸς ὀργάνου, τί τῶν ὤτων ἐδεήθημεν ἄν; οὕτω δὲ καὶ τῆς γλώττης καὶ τῶν σκελῶν οὐκ ἂν δήπουθεν οὐδὲν ὄφελος ἦν ἡμῖν, εἰ διαλέγεσθαι καὶ βαδίζειν οἷόν τ’ ἦν ἄνευ τούτων. τοῦ μὲν οὖν ὁρᾷν δι’ ἑαυτῶν χρῄζομεν· ὀφθαλμῶν δὲ οὐ δι’ ἑαυτοὺς, ἀλλὰ διὰ τοῦτο. καὶ γλώττης δὲ καὶ ὤτων καὶ σκελῶν, οὐχ ἵνα ἔχωμεν ὄργανα καὶ πολλὰ μόρια, χρῄζομεν, ἀλλὰ διαλέξεως ἕνεκα καὶ ἀκοῆς καὶ
    70
    βαδίσεως. ὅταν γοῦν νεκρωθῇ τι μόριον ἀποτμηθῆναι δυνάμενον, οἷον δάκτυλος, ἢ ποὺς, ἢ ἄκρα χεὶρ, οὐκ ἀνεχόμεθα βαστάζειν ἀργὸν αὐτὸ, καὶ περιφέρειν οἷον ἄχθος ἀλλότριον, ἐναργῶς δηλοῦντες ἐν τούτῳ ὅτι μὴ τῶν μορίων αὐτῶν, ἀλλὰ τῶν ἐνεργειῶν χρῄζομεν. ὥσπερ οὖν ὅλον τὸ μόριον τῆς ἐνεργείας ἕνεκα ἔχειν δεόμεθα, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον καὶ τῆς κατὰ φύσιν αὐτοῦ κατασκευῆς διὰ τὴν ἐνέργειαν ὀρεγόμεθα. ὡς γὰρ καὶ πρόσθεν ἐλέγετο, λόγον αἰτίας ἡ κατασκευὴ πρὸς τὴν ἐνέργειαν ἔχει· τὰ δὲ ἐξ ἀνάγκης ἑπόμενα ταῖς κατασκευαῖς ἀφ’ ὧν ἐνεργοῦμεν ὑγιαινόντων μὲν ἡμῶν συμβεβηκότα, νοσούντων δὲ συμπτώματα καλεῖται. καὶ τέτταρα ταῦτ’ ἐστὶ γένη πάντων τῶν περὶ τὸ σῶμα κατὰ φύσιν τε καὶ παρὰ φύσιν ἐχόντων ἡμῶν, ἐνέργειαι, κατασκευαὶ, τὰ προηγούμενα τούτων, τὰ ἑπόμενα· τιθέσθω λοιπὸν ὁ βουλόμενος ὀνόματα καθ’ ἕκαστον αὐτῶν ἰδίᾳ, κᾂν εἰ Δίωνα, κᾂν εἰ Θέωνα βούλοιτο καλεῖν ὁτιοῦν ἐξ αὐτῶν, οὔ μοι διαφέρει, μόνον ἴστω τοῦτο καὶ φυλαττέτω διαπαντὸς, ὡς τέτταρα τὰ 
    71
    πάντ’ ἐστὶν ἀλλήλοις παρακείμενα πράγματα. ἐπεὶ δὲ κατὰ τοῦτο τοῦ λόγου γέγονα, δοκῶ μοι δικαίαν ἀξίωσιν ἐνεγκεῖν, ἵν’ ὡς ἡμεῖς ἐκείνοις συγχωροῦμεν ἅττα ἄν γ’ ἐθέλωσιν ὀνόματα τίθεσθαι, κατὰ τὸν αὐτὸν τρόπον κᾀκείνους ἡμῖν συγχωρεῖν Ἑλληνικοῖς τε χρῆσθαι καὶ παλαιοῖς· ἢ δεινὸν ἂν εἴη σολοικίζειν μὲν ἐκείνοις ἐξεῖναι καθάπερ τυράννοις, Ἑλληνίζειν δ’ ἡμῖν οὐκ ἐξεῖναι. καλείτωσαν, εἰ βούλοιντο, τὴν ὑγείαν εὐστάθειαν αὐτῶν ἐνεργειῶν, καίτοι δέδεικται πρὸς ἡμῶν ὡς ἡ διάθεσίς τε καὶ ἡ κατασκευὴ τῶν μορίων, ἀφ’ ἧς κατὰ φύσιν ἐνεργοῦμεν, ὑγεία πρὸς ἁπάντων Ἑλλήνων ὀνομάζεται· καὶ τοῦτο θέμενοι τὴν ὑγείαν, ὅμως τὴν νόσον οὐκ ἐνεργείας βλάβην, ἀλλὰ παρὰ φύσιν ἡγείσθωσαν εἶναι διάθεσιν. ὡς οὖν ἡμεῖς ἐκείνους μήθ’ Ἑλληνιστὶ μήτε διαλεκτικῶς ὀνομάζοντας οὐ κωλύομεν, οὕτω κᾀκεῖνοι συγχωρείτωσαν ἡμῖν Ἑλληνιστί τε ἅμα καὶ διαλεκτικῶς οὐχ ἅπασαν τὴν παρὰ φύσιν διάθεσιν, ἀλλ’ ἥτις ἂν ἐνέργειαν βλάπτῃ νόσημα προσαγορεύειν· ἥτις δ’ ἂν παρὰ φύσιν μὲν ᾖ, μὴ μέντοι βλάπτῃ γ’ ἐνέργειαν, οὐ νόσον, ἀλλὰ σύμπτωμα νοσήματος.
    72
    αὖθις δ’ ὥσπερ ἐκεῖνοι τὸ ἐπίμονον προστιθέασιν, οὐ δηλοῦντες ἄχρι πόσων ὡρῶν ἡ παρὰ φύσιν αὕτη διάθεσις παραμείνασα νόσος ἐστὶν, οὕτως ἡμῖν συγχωρείτωσαν ἀφαιρεῖν τὸ ἐπίμονον· εἴτε γὰρ τρισὶν ὥραις, εἴτε τέτρασιν, εἴτε καὶ ἡμίσει μόνον ὥρας ὅλῳ τις τῷ σώματι καταληφθείη σφοδρῶς, ὡς μήτ’ αἰσθάνεσθαι μήτε κινεῖσθαι, τοῦτον ἡμεῖς ἀπόπληκτον ὀνομάζομεν· ὥσπερ εἰ καὶ σπασθείη σύμπαντι τῷ σώματι, καὶ τοῦτον ἐπίληπτον, οὔθ’ ὡρῶν ἀριθμὸν οὔθ’ ἡμερῶν ἔτι προσλογιζόμενοι. μόνης γὰρ τῆς τοῦ πράγματος φύσεως, οὐ τῆς τοῦ χρόνου ποσότητος ὑπάρχει δηλωτικὰ τὰ τοιαῦτα τῶν ὀνομάτων, ὥσπερ οἶμαι καὶ λευκὸν καὶ μέλαν καὶ θερμὸν καὶ ψυχρόν· ἢ θαυμαστὸν ἂν εἴη τὸ ὕδωρ τὸ θερμὸν οὐκ εἶναι θερμὸν, ἂν μὴ δι’ ὅλης ἡμέρας ὑπάρχοι τοιοῦτον, ἢ τὸν ἓξ ὥραις πυρέξαντα μὴ πεπυρεχέναι, χρῆναι γὰρ καὶ τοῦτον, εἴπερ ἐπύρεξεν, ἐπίμονον ἔχειν τὸ πάθος· καίτοι τίς ὁ χρόνος οὗτός ἐστιν ὁ κρίνων τὸ ἐπίμονον καὶ τὸ μὴ τοιοῦτον οὐδεὶς αὐτῶν ὥρισεν, ἆρά γε ἡμερῶν τις ἀριθμὸς, ἢ μηνῶν, ἢ ὡρῶν,
    73
    ἢ διὰ τί λέγουσιν ἐπίμονον, ἐνὸν εἰπεῖν πολυχρόνιον, ἢ τοῦτο μὲν καὶ μετατιθέντες ἔνιοι ἐξ αὐτῶν δύσλυτον ὀνομάζουσιν. ἀλλὰ τοῦτό γε τὸ δύσλυτον οὐ νοσήματος ἁπλῶς, ἀλλὰ χρονίου νοσήματός ἐστιν ἴδιον, ὥσπέρ γε, οἶμαι, καὶ τὸ ῥᾳδίως λυόμενον ὀξέος. τὸ δ’ οἴεσθαι διαφέρειν ἢ δύσλυτον, ἢ ἐπίμονον, ἢ χρόνιον εἰπεῖν, ἆρ’ οὐκ ἐσχάτης ἀμαθίας ἐστίν; ἔτι δὲ θαυμαστότερον, ὅταν οὗτοι μὲν ὥσπερ ἐξ ὕπνου βαθέος ἐγερθέντες ἐπιχειρῶσι διορίζεσθαι πάθος συμπτώματος, ὁ δὲ τῆς ἐμπληξίας αὐτῶν ἡγεμὼν ἐν τῷ δευτέρῳ περὶ μεθόδου γράφει· τὰ γὰρ αὐτὰ προηγησάμενα μὲν πάθη λέγεται, ἐπιγενόμενα δὲ συμπτώματα· καίτοι τοῦτό γε πολὺ θαυμαστότερον ὧν ἐκεῖνοι λέγουσι, τὴν ἥπατος φλεγμονὴν; εἰ μὲν εὐθὺς εἰσβάλοι κατὰ τὴν πρώτην ἡμέραν, πάθος εἶναι συγχωρεῖν, εἰ δ’ ἐφ’ ἑτέρῳ τινὶ γένοιτο, κατὰ τὴν δευτέραν ἢ τρίτην εἰς τὰ συμπτώματα μετατιθέναι. καίτοι τί λέγω δευτέραν ἡμέραν; ἄμεινον γὰρ εἰπεῖν ὥραν δευτέραν ἀπὸ τῆς εἰσβολῆς τοῦ νοσήματος. οὐ γὰρ δή που κατὰ μὲν τὴν δευτέραν ἡμέραν ἡ τοῦ ἥπατος φλεγμονὴ
    74
    σύμπτωμα γενήσεται, κατὰ δὲ τὴν δευτέραν ὥραν ἀπὸ τῆς ἀρχῆς ἄλλο τι καὶ οὐ σύμπτωμα· τὸ γὰρ ἐπιγίγνεσθαί τινι προηγουμένῳ πάντως που καὶ τοῦθ’ ἕξει. ἀλλὰ τὸ οὕτω, φασὶ, ταχέως ἐπιγιγνόμενον οὐδὲν διαφέρει τοῦ συνεισβάλλοντος. πάλιν οὖν αὐτὸν ἐχρῆν εἰρηκέναι σαφῶς ὁπόσαις ὥραις ὁρίζεται καὶ διακρίνει τοῦ συνεισβάλλοντος τὸ ἐπιγιγνόμενον. ὁ Θεσσαλὸς μὲν δὴ τοιοῦτος. οἱ δὲ περὶ τὸν Ὀλυμπικὸν, ὡς ἂν εἰς ἄκρον ἥκοντες σοφίας, οὐχ οὕτω διορίζουσι πάθος συμπτώματος, ἀλλὰ τὸ μὲν πάθος ὡς προείρηται, τὸ σύμπτωμα δὲ τὸ τῷ πάθει συμβαῖνον ὑπάρχειν φασὶ, θαυμαστῶς πάνυ καὶ σαφῶς ἐξηγησάμενοι τὴν οὐσίαν αὐτοῦ. τί γὰρ δὴ καὶ ὂν τὸ σύμπτωμα, ὃ τῷ πάθει συμβέβηκεν, ἐχρῆν, οἶμαι, προσθεῖναί τε καὶ διορίσασθαι, ἆρά γε διάθεσίς τίς ἐστι σώματος, ἢ βλάβη τινὸς ἐνεργείας, ἢ συναμφότερον. ἐκεῖνοι μὲν οὖν οὐ λέγουσιν, ἡμᾶς δὲ δηλονότι μαντεύσασθαι χρή. τὸ δὲ καὶ προσθεῖναι τῷ λόγῳ τοῦτ’ αὐτὸν, εἰδικὴν, ὥσπερ καὶ μερικωτέραν ἔχον ἐν τοῖς παρὰ φύσιν ἐντύπωσιν, ὑπερβολὴν οὐκ ἀπολέλοιπε σαφηνείας, ἅμα τῷ
    75
    καὶ τοῖς ὀνόμασιν Ἑλληνιστὶ καὶ παγκάλως ἑρμηνεύεσθαι, εἰδικώτερόν τινα τύπον ἐν τοῖς παρὰ φύσιν ἔχειν τὸ σύμπτωμα. τί ποτ’ οὖν ἐστι τὸ γενικώτερον ἔχον τὸν τύπον; οὐ γὰρ εἴρηκας εἰ χωρὶς τῆς πρὸς ἐκεῖνο παραβολῆς ἐγχωρεῖ τὸ εἰδικώτερον ἐξευρεῖν. εἰ δ’ ὅλως πρὸς οὐδὲν παραβάλλοντες εἰδικώτερον ὀνομάζουσιν, ἀκριβῶς τε πάνυ καὶ σαφῶς ἑρμηνεύουσι, καίτοι διὰ συντόμων τε ἅμα καὶ σαφῶν οἷόν τ’ ἦν εἰπεῖν ὡς τὰ παρὰ φύσιν ἅπαντα τὰ κατὰ τὸ σῶμα τῶν ζώων ἤτοι νοσήματ’ ἐστὶν, ἢ αἴτια, ἢ συμπτώματα· κοινοῦ δ’ αὐτοῖς ὄντος τοῦ παρὰ φύσιν, ἡ νόσος μὲν ἐνέργειαν βλάπτει, τὸ δ’ αἴτιον ταύτης προηγεῖται, τὸ σύμπτωμα δ’ ἕπεται ταύτῃ, διττὸν ὂν τὴν φύσιν, ἐνεργείας μὲν βλάβη τὸ ἕτερον, διάθεσις δέ τις ἀκολουθοῦσα τῷ νοσήματι τὸ λοιπόν. ἀλλὰ γὰρ, ὥσπερ ἔφην, εἰ πάντα τις ἐπέρχοιτο τὰ σφάλματ’ αὐτῶν, οὐκ ἂν ἐπιθείη τέλος τῷ λόγῳ, καὶ γινώσκεις τοῦτο ἀκριβῶς καὶ σὺ, φίλτατε Ἱέρων, ὅτι μηδὲ τὸ χιλιοστὸν αὐτῶν μέρος ἐξελέγχειν ἐπεχείρησα. τοσοῦτον οὖν ἔτι προσθεὶς ἐνταυθοῖ που καταπαύσω τὸ πρῶτον γράμμα, διότι κατὰ τὴν
    76
    ἀρχὴν τῆς μεθόδου σφάλλονται πολλοὶ τῶν ἰατρῶν, οἱ μὲν ἀπὸ Θεσσαλοῦ καὶ Θεμίσωνος, οἵπερ δὴ καὶ μεθοδικοὺς ἑαυτοὺς ὀνομάζουσιν, ἔσχατά τε καὶ μέγιστα σφάλματα, σὺν αὐτοῖς δ’ οὐκ ὀλίγοι τῶν ἀναλογιστικῶν τε καὶ δογματικῶν καὶ λογικῶν ὀνομαζομένων. εἰ μὴ γὰρ ἐξεύροι τις ἁπάσας τὰς διαθέσεις ὑφ’ ὧν ἐνέργεια βλάπτεται, τὸ πλῆθος αὐτῶν τῶν νοσημάτων ὁπόσον τ’ ἐστὶ καὶ ὁποῖον ἀδύνατον ἀκριβῶς ὁρισθῆναι· τοῦτο δ’ οὐδ’ ἐπιχειρήσαντες ἔνιοι ποιῆσαι τυράννων δίκην ἀποφαίνονται τὰ δόξαντά σφισι χωρὶς ἀποδείξεως. ἔνιοι δ’ οὐ μόνον οὐκ ἀπέδειξαν, ἀλλ’ οὐδὲ παρὰ τῶν ἀποδεικνύντων μανθάνουσι· καὶ τό γε πλεῖστον γένος, ὡς οἶσθα, τῶν νῦν ἐπιπολαζόντων ἰατρῶν, ἔστι τοιοῦτον· καὶ θαυμαστὸν ἴσως οὐδέν· ὅπου γὰρ καὶ τῶν φιλοσόφων οἱ πολλοὶ χωρὶς ἀποδείξεως ἀξιοῦσι πιστεύεσθαι, τί χρὴ θαυμάζειν τινὰ τῶν ἰατρῶν; οὐδὲ γὰρ σχολή γε αὐτοῖς ἔστιν ἀλήθειαν ζητεῖν, ἕωθεν μὲν ἐν ἀσπασμοῖς διατρίβουσιν, οὓς αὐτοὶ καλοῦσιν ἀσπασμοὺς, εἰς ἑσπέραν δ’ ἐμπιπλαμένοις τε καὶ μεθυσκομένοις. ἀλλὰ κατὰ τὸν παλαιὸν
    77
    αὐλητὴν, ὦ Ἱέρων, ἁμιλλαίμην ἂν καὶ ταῖς Μούσαις· αἰσχρὸν γὰρ αὐλητὴν μὲν οὕτως εὑρεθῆναι φιλόκαλον, οὐ μέγα τὸ πρᾶγμα κατορθοῦντα, μέθοδον δὲ θεραπευτικὴν ἐκ παλαιοῦ μὲν ζητουμένην, ἀκριβῶς δ’ οὔπω γεγραμμένην, ἐξευρεῖν τε καὶ τελειῶσαι δυναμένους ἡμᾶς ὀκνεῖν καὶ μέλλειν καὶ ἀναβάλλεσθαι διὰ τὴν ἐπιπολάζουσαν ἐν τῷ νῦν χρόνῳ ῥᾳθυμίαν. ὥστ’ ἔμπαλιν ἤδη μοι δοκῶ διακεῖσθαι νῦν ἢ πρόσθεν· οὐδὲ γὰρ ὑμῖν χάριν οἰκείαν δίδωμι, προτρεψαμένοις με τὴν θεραπευτικὴν μέθοδον ἅπασαν ἐφεξῆς διελθεῖν. ὁ μὲν δὴ πρῶτός μοι λόγος ἐνταυθοῖ τελευτάτω, τοῦ δ’ ἑξῆς παντὸς ὁ δεύτερος ἀρχέσθω τοῦτον τὸν τρόπον.