Synopsis librorum suorum de pulsibus

Galen

Galen, Synopsis librorum suorum de pulsibus

Τὰς δὲ ποιούσας καὶ τὰς ἀλλοιούσας τοὺς σφυγμοὺς αἰτίας ἑτέρωθι διῆλθον· ἐπιδείκνυμι δ’ ἐν αὐτοῖς πρώτας μὲν τὰς οἷον συνεκτικὰς αὐτῶν αἰτίας, δευτέρας δὲ τὰς προηγουμένας, καὶ τρίτας τὰς προκαταρχούσας, ἃς δὴ καὶ προκαταρκτικὰς ὀνομάζουσιν. εὔδηλον δ’ ὅτι διαφέρει μηδὲν ἢ θηλυκῶς εἰπεῖν αἰτίας, ἢ οὐδετέρως αἴτια. μεμνῆσθαι μέντοι χρὴ πρὸ πάντων ὅπως ἔφαμεν ὀνομάζειν ἐνίοτε συνεκτικὸν αἴτιον, ὅτι μὴ κυρίως, ἀλλὰ καταχρώμενοι τῇ προσηγορίᾳ. τὸ μὲν γὰρ κυρίως λεγόμενον αἴτιον συνεκτικὸν οὔτ’ ὠνόμασέ τις ἄλλος πρὸ τῶν Στωϊκῶν οὔτ’ εἶναι συνεχώρησε· τὰ δὲ καὶ πρὸ ἡμῶν οἷον συνεκτικὰ λεγόμενα γενέσεώς τινος, οὐχ ὑπάρξεως αἴτια. δέδεικται γὰρ οὔτ’ ἄλλου τινὸς αἴτιον πρότερον οὐδὲν, ὅτι μὴ γενέσεως· ἀλλ’ οὐ πᾶν τὸ γενέσεως αἴτιον ὀνομάζομεν, ὡς ἔφην, καταχρώμενοι, συνεκτικὸν,

459
ἐκεῖνο δὲ μόνον ὃ ποιητικόν ἐστι τῶν ἐν τῷ γίνεσθαι τὸ εἶναι κτωμένων, οἷον ὀρχήσεως, πυγμῆς, πάλης, δρόμου, πασῶν τῶν ἐνεργειῶν· κινήσεις γὰρ εἰσι δραστικαὶ, διὰ ταύτας δὲ καὶ παθητικαὶ κινήσεις ἐν τῷ γίνεσθαι τὴν ὕπαρξιν ἔχουσι. τοιαύτης μὲν οὔσης καὶ τῆς κατὰ τοὺς σφυγμοὺς ὑπάρξεως, αἰτίαι ποιητικαὶ τρεῖς ἐδείχθησαν, ἥ τε δύναμις ἡ κινοῦσα τὰς ἀρτηρίας καὶ αὐτὸ τὸ σῶμα τοῦ ἀγγείου καὶ ἡ χρεία δι’ ἣν κινεῖται, δέδεικται δ’ ἐν τῷ περὶ χρείας σφυγμῶν γράμματι, τὸ σύμπαν εἰπεῖν ἐν κεφαλαίῳ περιλαβόντα, φυλακὴν τῆς ἐμφύτου θερμασίας τὴν χρείαν τῶν σφυγμῶν ὑπάρχειν. ὄντων γὰρ δυοῖν μερῶν τοῦ σφυγμοῦ, διαστολῆς τε καὶ συστολῆς, τὴν μὲν διαστολὴν ἐμψύξεως ἕνεκεν ἐδείξαμεν γίγνεσθαι τὰ πολλὰ, σπανίως δέ ποτε καὶ ῥιπίσεώς τε καὶ ἀναψύξεως, ὥσπερ γε καὶ μορίου τινὸς αὐτῆς βραχέος ἕνεκα τοῦ κατὰ τὸν ἐγκέφαλον πνεύματος· τὴν συστολὴν δὲ ἀποχύσεως οἷον αἰθαλωδῶν καὶ καπνωδῶν περιττωμάτων. τὰ μὲν γὰρ ἐκ τῶν ψυχροτέρων τε χυμῶν καὶ ὑγροτέρων, κατεργαζομένων ὑπὸ τῆς ἐμφύτου θερμασίας ἢ σηπομένων ὑπὸ
460
τῆς παρὰ φύσιν, εἰς τὸ περιέχον ἀποῤῥέοντα κατὰ τὴν ἄδηλον αἰσθήσει διαπνοὴν ἔοικε καπνῷ, τὰ δὲ ἐκ τῶν θερμῶν ἢ ξηρῶν αἰθάλῃ τε καὶ λιγνύι. ψυχρὸς μὲν οὖν χυμὸς ὁ ἰδίως καλούμενος ὠμὸς, ὑγρὸς δὲ καὶ ψυχρὸς τὸ φλέγμα. συλλαμβάνοντες δὲ ὡς τὰ πολλὰ μιᾷ προσηγορίᾳ τοὺς χυμοὺς ἀμφοτέρους ὀνομάζομεν φλεγμώδεις καὶ φλεγματικούς. ξηρὸς δὲ χυμός ἐστιν ὁ τῆς μελαίνης χολῆς, ὁ δὲ τῆς ὠχρᾶς τε καὶ ξανθῆς χολῆς οὐ ξηρὸς μόνον, ἀλλὰ καὶ θερμός· ἡ δὲ ἰώδης χολὴ μεταξὺ τούτων ἐστίν. οὔσης δὲ καὶ τῆς μελαίνης διττῆς, κατά τε τὴν γένεσιν καὶ τὴν δύναμιν, ἐπειδὴ καὶ τῆς ξανθῆς ὑπεροπτηθείσης γίνεται καὶ τοῦ παχέος τε καὶ ἰλυώδους αἵματος, ὅπερ ἀνάλογόν ἐστι τῇ κατὰ τοὺς οἴνους τρυγὶ, τῆς δὲ ἰώδους χολῆς ἡ γένεσις ἐν τῇ τῆς ὠχρᾶς μεταβολῇ γίνεται.

Ὅταν μὲν οὖν ἡ θερμασία πλείων αὐξηθῇ κατὰ τὸ σῶμα τοῦ ζώου, τῆς διαστολῆς τῶν ἀρτηριῶν ἡ χρεία γίνεται μείζων· ὅταν δὲ τὸ καπνῶδες ἢ λιγνυῶδες περίττωμα, τῆς συστολῆς. ἔνθα δὲ ἡ χρεία τὴν αὔξησιν ἴσχει, τὸ τάχος 

461
ἐνταῦθα καὶ τὸ μέγεθος αὐξάνεται τοῦ διαστήματος, ὃ διεξέρχεται τὸ σῶμα τῆς ἀρτηρίας ἢ διαστελλόμενον ἢ συστελλόμενον. ὥστε μείζων μὲν ὁ σφυγμὸς ἔσται διαστελλομένης αὐτῆς, αὐξηθείσης ἁπλῶς τῆς θερμασίας· ἐπιπλεῖστον δὲ ἀποχωρήσει κατὰ τὰς συστολὰς, ἔνθα καπνῶδες ἢ λιγνυῶδες ἀποχεῖται περίττωμα. τὸ μὲν οὖν τῆς διαστολῆς μέγεθος αἰσθήσει διαγνῶναι ῥᾷστόν ἐστι, τὸ δὲ τῆς συστολῆς ἀδύνατον. ἐδείχθη γὰρ ἐν τοῖς περὶ διαγνώσεως σφυγμῶν ἐκφεῦγον αὐτὴν τὸ πλεῖστον τῆς συστολῆς. τὸ τάχος οὖν μόνον τῆς ἀποχωρήσεως ἅμα τῇ βραχύτητι τῆς ἐντὸς ἠρεμίας ἐνδείξεταί σοι τὸ πλῆθος τῶν ἐν ταῖς ἀρτηρίαις περιττωμάτων. ἐδείχθη γὰρ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων ἐπειγομένη πρὸς τὴν τῆς συστολῆς ἐνέργειαν ἡ φύσις, ἐπειδὰν καταπνίγηται τοῖς περιττώμασιν· ἡ δὲ ἔπειξις καὶ τὴν ἐκτὸς ἡσυχίαν αὐτῆς συντέμνει, καὶ τὸ τάχος τῆς συστολῆς αὐξάνει. δέδεικται δὲ καὶ ὅτι μετρίως ἔχουσα τῆς τοῦ σώματος συστάσεως ἡ ἀρτηρία πρῶτον μὲν τὸ μέγεθος αὐξάνει τῆς θερμασίας ἐπιτεινομένης, δεύτερον δὲ τὸ τάχος. ὅταν δ’ ἱκανῶς ἐκπυρωθῇ, μεγάλους ἅμα καὶ
462
ταχεῖς ἐργάζεται τοὺς σφυγμούς· εἰ δ’ ἐπιπλεῖστον, καὶ πυκνούς. ἔθα δὲ τὸ μὲν πλῆθος οὐδέπω τῆς θερμασίας ηὔξηται, τὰ δὲ καπνώδη τε καὶ λιγνυώδη περιττώματα πλεονάζει, τάχος, μὲν οὐ δὲ μέγεθος προσέρχεται, συναιρεῖται δὲ ἡ πυκνότης, καὶ σαφῶς ὠκυτέρα φαίνεται κατὰ τὴν εἰς ἑαυτὴν σύνοδον ἡ κίνησις τῆς ἀρτηρίας. καὶ τοῦτ’ ἐστὶν ἀψευδέστατον σημεῖον ἀρχομένης εἰσβολῆς παροξυσμοῦ τοῦ πρόσθεν ὄντος ἐν τῷ κάμνοντι. σαφεστάτη μὲν οὖν ἐφ’ ὧν προεπιστάμεθα τοὺς σφυγμοὺς γίνεται, δυσκολωτέρα δ’ ἐπ’ ἄλλων, καὶ πολλῶν δεομένη πρὸς τὴν μνήμην τῶν κοινῶν μέτρων ἐκείνων τῶν σωμάτων, ὧν ἡψάμεθα τῶν σφυγμῶν. ἅτε γὰρ ἐν ποσότητι κειμένης τῆς γνώσεως, οὐχ ἡ αὐτὴ πᾶσίν ἐστι.

Προσέχειν οὖν χρὴ τὸν νοῦν μέτροις κοινοῖς τῶν ὑγιαινόντων, ὥσθ’ ὅταν ὑπὲρ ταῦτα φαίνηταί τι γένος σφυγμοῦ, παρὰ φύσιν τε νομίζειν αὐτὸ καὶ σημεῖον ἡγεῖσθαι τῆσδέ τινος εἶναι διαθέσεως. ἐπεὶ δὲ πλάτος ἔχει τὸ κοινὸν τῶν ἀνθρώπων μέτρον, ἄμεινον οὐχ ἁπλῶς ἐπὶ πάντων,

463
ἀλλὰ κατ’ εἴδη τε καὶ διαφορὰς ἐπεσκέφθαι τὰ κοινὰ μέτρα πλειόνων ἀνθρώπων ἐφ’ ἑκάστου γένους σφυγμῶν. ἔστι δὲ καθ’ ὅλου μὲν εἰς θερμότητα καὶ ψυχρότητα καὶ ἰσχνότητα καὶ τάχος ἡ τῶν κοινῶν μέτρων ἀναγωγὴ, τούτων δὲ αὐτῶν ἐν μέρει καθ’ ἡλικίας καὶ φύσεις καὶ τὴν τοῦ περιέχοντος ἀέρος ἀποκατάστασιν ἐν ὥραις καὶ χώραις. ἔμαθες δὲ περὶ τούτων ἐν τῷ γεγραμμένῳ βιβλίῳ τοῖς εἰσαγομένοις περὶ σφυγμῶν, ὃ καὶ αὐτὸ βέλτιόν ἐστι προανεγνῶσθαι τοῦδε. λεχθήσεται δὲ καὶ νῦν τὰ κατ’ αὐτὸ χάριν τοῦ μηδὲν ἐλλείπειν τῶν ἀναγκαίων τῇ νῦν ἐνεστώσῃ πραγματείᾳ, ἀλλ’ ἔχειν τοὺς φιλοπονεῖν βουλομένους ἐν ἐλαχίστῳ μὲν τὰ πρῶτα καὶ ἀναγκαιότατα κατὰ τὴν εἰσαγωγὴν, ἐν διεξόδῳ δὲ τελεωτάτῃ τὰ νῦν λεγόμενα.

Γέγραπται μὲν οὖν καὶ Ἡροφίλῳ τὰ κατὰ τοὺς χρόνους μετὰ τῆς διαστολῆς τε καὶ συστολῆς, ἕνεκα τῶν ἡλικιῶν εἰς ῥυθμοὺς ἀνάγοντι τὸν λόγον.

464
ὥσπερ γὰρ ἐκείνους οἱ μουσικοὶ κατά τινας ὡρισμένας χρόνων τάξεις συνιστῶσι παραβάλλοντες ἀλλήλαις ἄρσιν καὶ θέσιν, οὕτως καὶ Ἡρόφιλος ἀνάλογον μὲν ἄρσει τὴν διαστολὴν ὑποθέμενος, ἀνάλογον δὲ θέσει τὴν συστολὴν τῆς ἀρτηρίας, ἀρξάμενος ἀπὸ τοῦ νεογενοῦς παιδίου τὴν τήρησιν ἐποιήσατο, πρῶτον χρόνον αἰσθητὸν ὑποθέμενος ἐν ᾧ διαστελλομένην εὕρισκε τὴν ἀρτηρίαν, ἴσον δ’ αὐτῇ καὶ τὸν τῆς συστολῆς εἶναι φησὶν, οὐ πάνυ τι διοριζόμενος ὑπὲρ ἑκατέρας τῶν ἡσυχιῶν. οἷς γὰρ ἀναίσθητός ἐστιν ἡ τῆς ἀρτηρίας συστολὴ, τούτοις εἰς δύο χρόνους τοὺς πάντας ὁ ῥυθμὸς τοῦ σφυγμοῦ μερίζεται, τόν τε τῆς αἰσθητῆς κινήσεως, ἡνίκα πλήττει τὴν ἁφὴν ἡμῶν ἡ ἀρτηρία διαστελλομένη, καὶ τὸ λοιπὸν ἅπαντα συγκείμενον ἔκ τε τῆς ἐκτὸς ἠρεμίας καὶ τῆς μετ’ αὐτὴν συστολῆς, καὶ τῆς ἐπ’ ἐκείνῃ πάλιν ἠρεμίας καὶ τῶν πρώτων τῆς διαστολῆς, ἅπερ ἐστιν ἀναίσθητα καὶ αὐτά. καὶ διὰ τοῦτο εἰς πληγὴν καὶ διάλειμμα μερίζουσι τὸν σφυγμὸν, ἐν τῷ τοῦ διαλείμματος ποσῷ πυκνότητα καὶ ἀραιότητα τιθέμενοι, καθάπερ ἐν τῷ τῆς πληγῆς τάχος καὶ βραδυτῆτα.
465
καθ’ ὅσον μὲν οὖν δι’ ἴσου τὸν τοῦ ῥυθμοῦ σφυγμὸν εἶναί φησιν ἐπὶ τῶν ἀρτιγενῶν ὁ Ἡρόφιλος, κατὰ τοσοῦτο διαγινώσκειν ἔδοξέ μοι τὴν ἀρχὴν τῆς συστολῆς· καθ’ ὅσον δὲ πάλιν ἄχρι δέκα χρόνων τῶν πρώτων ἐκτείνει τὴν συστολὴν τῆς τῶν γερόντων ἀρτηρίας, κατὰ τοσοῦτο μηκέτι διαγινώσκειν, ἀλλὰ τὴν διαστολὴν ταῖς αἰσθηταῖς κινήσεσι γνωρίζειν, ἃς ἐκ τοῦ πλήττεσθαι τοὺς δακτύλους ἡμῶν διαγινώσκομεν, τὴν συστολὴν δὲ πᾶν τὸ λοιπὸν τίθεσθαι καθ’ ὃ κινήσεως οὐκ ᾐσθάνετο. ἀλλὰ περὶ μὲν τῆς Ἡροφίλου περὶ τοὺς σφυγμοὺς τέχνης ἐατέον.