Synopsis librorum suorum de pulsibus

Galen

Galen, Synopsis librorum suorum de pulsibus

Καί πως πάλιν ὁ λόγος ἤδη πρὸς τὸ μικρῷ πρόσθεν ἀναβληθὲν ἥκει περὶ τῶν ἐν τῷ διαγράμματι ζ΄ καὶ κ΄ σφυγμῶν, ὧν ἡ γένεσις ὡς ἐπὶ στοιχείοις ἐστὶ τοῖς ἐννέα σφυγμοῖς, τρισὶ μὲν τοῖς κατὰ τὸ μῆκος τῆς ἀρτηρίας θεωρουμένοις, τρισὶ δὲ κατὰ τὸ πλάτος, καὶ τρισὶν ἄλλοις τοῖς κατὰ τὸ βάθος. ἐκ γὰρ τῆς τούτων πρὸς ἀλλήλους ἐπιμιξίας ἅπασαι συζυγίαι γίνονται τῶν σφυγμῶν ἑπτὰ καὶ εἴκοσιν· ὧν μία μὲν κατὰ τὸ μῆκος, περὶ ἧς ἀρξάμεθα λέγειν ἄρτι, δεικνύντες αὐτὴν φαίνεσθαι διά τε τὴν ἐν πάχει καὶ λεπτότητι διαφορὰν τοῦ σώματος, ἀῤῥωστίαν τε καὶ ῥώμην δυνάμεως, ἐκ τούτου δὲ πρὸς τοῖσδε θερμασίαν πολλήν· εἰ δὲ εἰς δύο κεφάλαια τὸν λόγον ἀναγαγεῖν ἐθέλεις, διά τε τὴν κατὰ κύκλον τῆς ἀρτηρίας γινομένην ἧττον ἢ μᾶλλον διαστολὴν καὶ 

516
διὰ λεπτότητα καὶ πάχος τοῦ σώματος. ὅσον μὲν γὰρ ἐπ’ αὐτῇ τοῦ πράγματος τῇ φύσει πάντων οἱ σφυγμοὶ γίνονται κατὰ τὸ μῆκος ἴσοι, πλὴν εἴ ποτ’ ἤδη τῶν ἀποθνησκόντων ἀπέψυκται τὰ κῶλα· φαίνονται δ’ οὐκ ἴσοι διὰ τὸ τῶν ἐπικειμένων σωμάτων ταῖς ἀρτηρίας ἄνισον. τῶν γοῦν ἐκτετηκότων ἐν χρονίοις νοσήμασιν ἡ κατὰ ῥάχιν ἀρτηρία φαίνεται σφύζουσα, τῆς χειρὸς ἐπιβαλλομένης τῷ καθ’ ὑπογάστριον δέρματι· καὶ μᾶλλόν γε τοῖς ἰσχνοῖς φύσει συμβαίνει τοῦτο, καὶ πολὺ μᾶλλον, ὅταν πυρέξωσιν ἢ οἶνον πίωσιν, ὡς ἂν εἰς μέγεθος αὐτοῖς ἐξαιρομένης τῆς διαστολῆς. ἔμπαλιν δὲ τοῖς παχέσι, κἂν ἰσχυροὶ τὴν δύναμιν ὦσι καὶ ὑπέρθερμοι, βραχὺς ὁ σφυγμὸς γίνεται κατὰ τὸ ἀρτηρίας μῆκος. ὥσθ’ ἡ μὲν ἰσχνότης τοῦ σώματος εἰς τὸ μῆκος τοῦ σφυγμοῦ συντελεῖ τῶν ἄλλων ἁπάντων μάλιστα, δευτέρα δ’ ἐπ’ αὐτῇ ῥώμη δυνάμεώς ἐστι καὶ τρίτη θερμασία. τὰ δ’ ἐναντία τῶνδε τὸν ἐναντίον ποιεῖ σφυγμὸν, ὃν ἔφην καλεῖσθαι βραχύν. ὁ δὲ στενὸς σφυγμὸς γίνεται διὰ στενοχωρίαν τῶν περικειμένων χωρίων
517
τῆς ἀρτηρίας, ἀῤῥωστίαν τε δυνάμεως καὶ ψύξιν ὀργάνου τε σκληρότητα καὶ δέρματος ῥυσότητα καὶ πάχος. ὁ δὲ ὑψηλὸς τὰ ἐναντία, ῥώμην δυνάμεως, θερμασίαν πολλὴν, ὀργάνου μαλακότητα, δέρματος λεπτότητα καὶ τάσιν. εὔδηλον δ’ ἐκ τῶν εἰρημένων ὅτι τοῦ τεσσαρεσκαιδεκάτου κατὰ τὸ διάγραμμα σφυγμοῦ, τοῦ καὶ τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ βάθος ἔχοντος σύμμετρον, ἤτοι πάντα κατὰ φύσιν ἐστὶν, ἢ καί τις ἐξ ὑπεναντίων μίξις εἰς μέσην κατάστασιν ἄγει τὴν διαστολήν. ἐγχωρεῖ γὰρ τῷ κάμνοντι τοσοῦτον τὴν δύναμιν ἀσθενεστέραν εἶναι κατά τινα καιρὸν ὅσον καὶ τὴν τοῦ σώματος ἕξιν ἰσχνοτέραν, ὥσθ’ ὅσον εἰς βραχύτητα διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως ἧκεν ὁ σφυγμὸς, τοσοῦτον ἐκ τῆς ἰσχνότητος προστίθεσθαι. δυνατὸν δὲ καὶ διὰ πλῆθος θερμασίας ὅσον τούτοις ἐκλέλοιπεν ἀναπληροῦσθαι, πάλιν δ’ αὖ κατὰ τἀναντία τῆς δυνάμεως εὐῤῥωστοτέρας γενομένης, ὅσον εἰς τὸ μῆκος ἂν ἐπέδωκεν ὁ σφυγμὸς, τοσοῦτον καὶ πολυσαρκίαν ἀφαιρεῖσθαι. δυνατὸν δὲ καὶ τὸν εἰς μῆκος ηὐξημένον ὅσον ἐπὶ τοῖς ἄλλοις αἰτίοις βραχύτερον γενέσθαι
518
διὰ ψύξιν. ὑπολογιστέον δέ τι καὶ τῇ τοῦ χιτῶνος σκληρότητι κατὰ τὰς τοιαύτας ἐπισκέψεις. ἀλλ’ ἐὰν ὅσον ἐπὶ τοῦτο κατὰ φύσιν ἔχῃ, καὶ μήτε εἰς εὐσαρκίαν ἢ ἰσχνότητα φαίνηται μεταβολὴ γεγονυῖα, μήτε εἰς ἀμυδρότητα καὶ σφοδρότητα τροπή τις, ἀλλ’ ἐν τούτοις ἔχῃ κατὰ φύσιν, ἐὰν σύμμετρος φαίνηται καὶ μῆκος καὶ βάθος καὶ πλάτος, ἐνδείξεταί σοι μήτε θερμασίαν εἶναι πλείονα κατὰ τὸ σῶμα μήτε δαπάνην πνεύματος ψυχικοῦ. ταυτὶ μὲν οὖν κἀξ αὐτοῦ τοῦ μηδεμίαν ἐνέργειαν ἰσχυρὰν ἐνεργηκέναι τὸν κάμνοντα διαγνῶναι ῥᾷστόν ἐστιν· ἐν γὰρ ταῖς προαιρετικαῖς κινήσεσι δαπανᾶται τὸ πνεῦμα· τὴν δὲ τῷ βάθει τοῦ σώματος αὐξανομένην θερμασίαν, ἐὰν τἄλλα πάντα συμμέτρως ἔχῃ, διὰ τοῦ σφυγμοῦ μόνου προγνῶναι δυνατόν ἐστιν. ἡ γὰρ τῆς ἀναπνοῆς μεταβολὴ οὐ σαφὴς γίνεται κατὰ τὰς τοιαύτας διαθέσεις, ἐν αἷς ὀλίγον πλέον ἤθροισται τῆς κατὰ φύσιν θερμασίας ἐν τῇ καρδίᾳ, τῶν ἄλλων ὡσαύτως ἐχόντων. ἀλλὰ προσέχειν ἐνταῦθα χρὴ τῷ μεγέθει καὶ τῷ τάχει τοῦ σφυγμοῦ. πρῶτον μὲν γὰρ εἰς μέγεθος
519
ἐπιδίδωσιν, ὅταν ὁ χιτὼν τῆς ἀρτηρίας ἤτοι μαλακώτερος ᾖ τοῦ κατὰ φύσιν ἢ σύμμετρος· ἔπειτα δὲ εἰς τάχος, αὐξανομένης τῆς θερμασίας. ὅταν δὲ ὑπὸ σκληρότητος ὁ χιτὼν τῆς ἀρτηρίας εἰς μέγεθος ἀξιόλογον ἀδυνατῇ διαναστῆναι, τηνικαῦτα καὶ ἡ εἰς τάχος ἐπίδοσις τοῦ σφυγμοῦ γίνεται πρωϊαίτερον. ἡ γάρ τοι χρεία τῆς τῶν σφυγμῶν γενέσεως αὐξανομένη, μέχρι μὲν ἂν ἱκανὸν αὐτῇ τὸ μέγεθος τῆς διαστολῆς ᾖ, οὐδὲν ὅλως αἰσθητὸν εἰς τάχος ἀλλοιοῖ τὴν κίνησιν, ἢ παντάπασιν ὀλίγον· ὅταν δὲ μείζονος μὲν ἡ χρεία δέηται διαστολῆς, μὴ δύνηται δὲ ὁ χιτὼν τῆς ἀρτηρίας ἐκτείνεσθαι διὰ σκληρότητα, τηνικαῦτα τῷ τάχει πολλὴ προσθήκη γίνεται. καὶ ὅταν δὲ μηδὲ τοῦτο ἐξαρκῇ, κλονώδης ὁ σφυγμὸς ἀποτελεῖται, διαμενούσης γε δηλονότι τῆς δυνάμεως εὐῤῥώστου.

Πάντων μὲν οὖν τῶν ἐν τῷ διαγράμματι σφυγμῶν διέρχεσθαι καθ’ ἕκαστον ἰδίᾳ μακρὸν ἂν εἴη, μέθοδον δ’ ἐπ’ αὐτοῖς ἄμεινον ὑφηγήσασθαι μετὰ γυμνασίας· ὅπερ κἀν τῷ πρώτῳ περὶ τῆς τῶν σφυγμῶν προγνώσεως ἐποίησα. πρὸ τοῦ δ’ ἐπὶ ταύτην ἐλθεῖν βέλτιόν ἐστιν ἐγνῶσθαί τι

520
περὶ αὐτῶν, ὡς ἐνίοτε βραχυτάτη μὲν ἐπίδοσις ἤτοι γε εἰς πλάτος ἢ εἰς ὕψος ἢ εἰς τἀναντία γίγνεται, πολλὴ δὲ φαίνεται διὰ τὸ παραβάλλειν ἡμᾶς τὸν νῦν φαινόμενον σφυγμὸν τῷ πρόσθεν ὑπάρχοντι. τοῦτο οὖν ὁρᾶται κἀπὶ τῶν κρίσεων συμβαῖνον, ὅταν ἐφ’ ὑψηλῷ φανέντι τῷ σφυγμῷ πολλῶν ἱδρώτων ἐκραγέντων εἰς τὴν ἐναντίαν ἰδέαν ἡ μετάπτωσις γένηται καὶ φαίνηται ταπεινός τε ἅμα καὶ πλατὺς ὁ σφυγμός. διότι καί τισι τῶν ἰατρῶν γέγραπται τὸν πλατὺν σφυγμὸν ὁρᾶσθαι πολλάκις ἐπὶ τῶν ὑπόγυιον κεκριμένων. αὐτὸς γὰρ φαίνεται τοῖς, ὡς εἴρηται, κριθεῖσι πλατύτερος, οὐ μὴν τοσούτῳ γε κατὰ ἀλήθειαν ἐν τούτῳ τῷ καιρῷ γίνεται πλατύτερος ὅσῳ φαίνεται διὰ τὸ πρόσθεν μὲν ηὐξῆσθαι τὸ ὕψος ἐπὶ πλέον τοῦ κατὰ φύσιν, ἐν δὲ τῷ μετὰ τὴν κρίσιν χρόνῳ μηδὲ τὸ κατὰ φύσιν ἔτι φυλάττεσθαι. διὰ μὲν γὰρ τὴν κένωσιν αἱ περικείμεναι ταῖς ἀρτηρίας χῶραι χαλαραὶ γίνονται, στενοχωροῦσαι πρότερον αὐτάς· καὶ διὰ τοῦτο πλατύτερος ὄντως ὁ σφυγμὸς φαίνεται. φαίνεται δὲ πολὺ πλατύτερος ἢ κατὰ ἀλήθειαν ἐστὶν, εἰς ταπεινότητα μεταπεσόντος τοῦ 
521
ὕψους, διά τε τὸ μηδ’ ὅλως εἰς ὄγκον ἀξιόλογον αἴρεσθαι τὴν διαστολὴν καὶ διὰ τὸ χαλαρόν τε καὶ ῥυσὸν γίνεσθαι τὸ ἐπικείμενον αὐταῖς δέρμα. καθ’ ὃν καιρὸν εἰ περιστρέψας τὸ κῶλον ἐν τοῖς κάτω μέρεσιν αὐτοῦ ποιήσαις τὴν ἀρτηρίαν, οὔθ’ οὕτως ἔτι ταπεινὸς ὡς ἔμπροσθεν οὔθ’ οὕτω πλατὺς ὁ σφυγμὸς φαίνεται. καὶ κατὰ τὸν ὕδερον δὲ τὴν ὅλην ἕξιν ἐξοιδίσκοντα καθάπερ (ἐν) νεκροῖς σώμασι, διαφέροντα πολὺ τοῦ τε τυμπανίου καλουμένου καὶ τοῦ ἀσκιτοῦ, πλατεῖς οἱ σφυγμοί· καὶ μάλισθ’ ὅταν τῆς ἀρτηρίας ἁπτώμεθα, κατὰ τὸ ἄνω μέρος, οὐ τὸ κάτω, τοῦ κώλου τεταμένου. ὁρᾶται δὲ τοιοῦτος ἐνίοτε κἀπὶ τῶν κάκιστα διακειμένων ληθαργικῶν. ἐκθηλύνεται γὰρ ἐπὶ τούτοις ἡ τοῦ σώματος ἕξις, ὡς διὰ τὴν πολλὴν ὑγρότητα καὶ μαλακότητα χαλαρὸν καὶ ἀστήρικτον γίνεσθαι, καὶ τὸν νῶτον τῆς ἀρτηρίας μὴ δυνάμενον σχεῖν ἑαυτὸν μηδὲ ὑψηλὸν ἀνέχειν, ὡς ὅτε εἶχε κατὰ φύσιν. ἐπὶ τούτων οὖν, ὡς ἔφην, ἐὰν ἐκ τῶν κάτω μερῶν τοῦ κώλου ψαύῃς, οὐκέτι σοι φανεῖται πλατὺς ὁ σφυγμός. τούτῳ δὲ δεῖ σε προσέχειν ἀκριβῶς καὶ διορίζεσθαι καὶ σκοπεῖσθαι, πῶς ἐσχηματισμένου
522
τοῦ κώλου τὴν ἐπιβολὴν ἐποιήσω τῆς χειρός. ὡς τὰ πολλὰ μὲν γὰρ ἁπτόμεθα τῆς κατὰ τὸν καρπὸν ἀρτηρίας, ἐνίοτε δὲ ἤ τινα τῶν κροτάφων ἢ βραχίονα. συνεπινοεῖν δὲ δεῖ τὰ τῶν ὑπαρξάντων πρὸς τὰ παρόντα νῦν παραβάλλειν, καὶ σκοπεῖσθαι μή τι δι’ ἐκεῖνα πλέον μεταβέβληκεν ἢ κατὰ ἀλήθειαν ὁ σφυγμὸς ἀλλοιούμενος φαντάζεται. τούτων οὖν σοι μεμνημένῳ τῶν ἐφεξῆς ποιήσομαι λόγον.

Ἔστω τινὸς ἀῤῥώστου νῦν πρῶτον ἡμῖν ὁρωμένου τὸν ἐν τῷ καρπῷ τῆς χειρὸς φαίνεσθαι σφυγμὸν μακρότερον, ὡς εἰς ἓξ δακτύλων ἢ πλειόνων ἐπιβολὴν αἰσθητὴν εἶναι τὴν κίνησιν. ἤδη μὲν οὖν δῆλον ὡς ἀναγκαῖόν ἐστιν ἰσχνὸν εἶναι τὸν ἄνθρωπον τοῦτον· ἀδύνατον γὰρ εὐσάρκου τοῦ σώματος ὄντος εἰς τοσοῦτον γενέσθαι μακρὸν τὸν σφυγμόν. ἐφεξῆς οὖν σκόπει τὴν σύστασιν τοῦ χιτῶνος τῆς ἀρτηρίας, ὡς πρὸς τὴν ἡλικίαν τε καὶ τὴν ἕξιν τοῦ σώματος ἀποβλέπων τοῦ κάμνοντος. ὁ μὲν γὰρ ἐν τοῖς παιδίοις μαλακώτερός ἐστι τοῦ τοῖς τελείοις ὑπάρχοντος, ὁ δ’ ἐν ταῖς γυναιξὶ τοῦ τοῖς ἀνδράσιν, ὁ δ’ ἐν τοῖς φύσει μαλακοσάρκοις

523
τε καὶ λεπτοῖς τοῦ τοῖς ἐναντίοις. ἐὰν οὖν σοι φαίνεται (C. φανεῖται) πολλῷ σκληρότερος τοῦ κατὰ φύσιν ὁ σφυγμὸς γεγονέναι, σκόπει τὸν ὄγκον τῆς διαστολῆς. ὀνομάζω δὲ ἄρτι ὄγκον τὴν κατὰ κύκλον ὅλης τῆς ἀρτηρίας κίνησιν, ἧς ὕψος τε καὶ πλάτος ἐπινοίᾳ τέμνομεν· οὐ γὰρ διώρισται καθάπερ ἐν τοῖς κυβικοῖς σώμασι τὸ πλάτος τοῦ ὕψους ἐπὶ τῆς ἀρτηρίας. τοιούτου δὲ ὄντος τοῦ σφυγμοῦ πάντως μὲν ἀναγκαῖον εἶναί τινα διάθεσιν τῶν σκληρὸν ἐργαζομένων αὐτόν. ἔμαθες δὲ τὰς διαθέσεις, ψύξιν ἰσχυρὰν ὡς πηγνύναι τὸ σῶμα τῆς ἀρτηρίας, ἢ ὑπερβάλλουσαν ξηρότητα καθάπερ ἐν τοῖς μαρασμοῖς, ἢ σκίῤῥον σπλάγχνου τινὸς, ἢ μεγίστην φλεγμονὴν σπασμώδη κατασκευὴν ἔν τινι τῶν νευρωδῶν μορίων. ἀλλὰ τό γε πρόσωπον εὐθέως ἐνδείξεταί σοι, πότερα μαρασμός ἐστιν, ἤ τι τῶν ἄλλων· προσήκει γὰρ τὸν μαρασμὸν ὡς ἀνίατον ὑπάρχειν, ὁπόταν δι’ αὐτὸν ἀρτηρία τοσαύτην λάβῃ ξηρότητα. κοίλους τε οὖν ὄψει τοὺς ὀφθαλμοὺς τῶν οὕτως ἐχόντων, ὡς ὑπερέχειν ἐν κύκλῳ τὰ περιγράφοντα τοὺς χιτῶνας
524
αὐτῶν ὀστᾶ, καὶ τἄλλα ὅσα κατὰ τὸ περὶ τοῦ μαρασμοῦ βιβλίον ἔμαθες. ἀλλὰ καὶ τοὺς μὲν οὕτω διακειμένους καὶ πρὶν ἅψασθαι τῶν σφυγμῶν ἔνεστί σοι διαγινώσκειν ἐκ μόνου τοῦ προσώπου. μὴ φαινομένου δ’ αὐτοῦ τοιούτου, τὴν σκληρότητα τοῦ σφυγμοῦ τοὐπίπαν μὲν εὑρήσεις διὰ σπλῆνα γεγονυῖαν ἐσκιῤῥωμένον· ἤδη δὲ καὶ δι’ ἄλλο τι μόριον κύριον, ὃ καὶ διὰ τῆς ἁφῆς ἑτοίμως γνώσῃ. καὶ συμπτώματα δ’ ἕπεται διορίζοντα σαφῶς ἀπὸ τῶν ἄλλων αὐτά. τοῦ μὲν γὰρ ἥπατος εἰς τηλικοῦτον ἥκοντος σκίῤῥον ὡς τὸν σφυγμὸν οἷον εἶπον ἐργάζεσθαι, τὰ τῶν ὑδέρων συμπτώματα παρὰ πρόσωπον ἤδη σοι φανεῖται. τῶν δὲ κατὰ γαστέρα τε καὶ κύστιν ἤ τι τῶν ἐντέρων πασχόντων αἱ διάῤῥοιαι δηλώσουσιν· ὥσπερ γε διαφράγματος ἢ ὑπεζωκότος πασχόντων αἱ τούτων ἴδιαι δύσπνοιαι. μεμάθηκας δ’ αὐτῶν τὴν ἰδέαν ἐν τοῖς περὶ δυσπνοίας ὑπομνήμασιν. ἐὰν δὲ μηδὲν τούτων φαίνεται, σκόπει μή τις εἴη σπασμώδης διάθεσις. ἐπί τε γυναικῶν ἐπισκέπτου μὴ τὸ σκιῤῥῶδες τοῦτο πάθος ἐν ταῖς μήτραις ἐστί. μηδενὸς δὲ τοιούτου φαινομένου, ψύξις ἰσχυρὰ καὶ πρόσφατος
525
ἢ ἐξ ὕδατος ψυχροῦ ἢ οἴνου πόσεως· ἐπ’ ἐκείνων γὰρ ἡ ἀρτηρία φαίνεται νεναρκηκυῖα περὶ τὴν κίνησιν. ἔοικε δὲ τῶν οὕτως ἐχόντων ὁ ἄκρατος ξηραίνειν τὴν ἕξιν αὐτῶν, ὥσπερ τὸ ψυχρὸν ὕδωρ πηγνύναι. καὶ ὀπῶραι δὲ ψυχραὶ κατὰ τὴν ἁφὴν καὶ τὴν δύναμιν ἐργάζονται σκληρὸν σφυγμόν. ἀλλ’ αἱ μὲν ἀπὸ τῶν ἔξωθεν αἰτίων βλάβαι ταχὺ συναποκαθίστανται, θερμαινόντων ἡμῶν τὸν κάμνοντα, καὶ διὰ τοῦτο καὶ οἱ σφυγμοὶ συναποκαθίστανται· παραμένουσι δὲ ταῖς ἐπὶ τῷ σώματι διαθέσεσι δυσιάτοις οὔσαις. ὅταν οὖν ὁ μακρὸς σφυγμὸς ἅμα καὶ σκληρὸς ᾖ, τὰς ἐπισκέψεις, ὡς εἴρηται, ποιήσῃ. συμμέτρου δὲ ὄντος αὐτοῦ κατὰ τὴν ἐν σκληρότητι καὶ μαλακότητι διαφορὰν, προεπισκέπτου τὸ ποσὸν τῆς διαστολῆς. ἂν μὲν γὰρ ἀξιολόγως διαστέλλεται καθ’ ἑκατέρας τὰς διαστάσεις ἡ ἀρτηρία, τήν τε εἰς μῆκος καὶ τὴν εἰς ὕψος, καὶ μήτε διὰ πρόσφατον τροφὴν ἢ οἴνου πόσιν ἢ λουτρὸν ἤ τινα ἄλλην κίνησιν τοῦτο γέγονεν, εὔδηλον δήπου πυρέττειν τὸν ἄνθρωπον. ἐὰν δὲ καὶ τάχος ἅμα τῇ τοιαύτῃ σφοδρότητι καὶ πυκνότης προσῇ, δῆλον ὅτι καὶ ὁ πυρετὸς μείζων ἐστί. ἐὰν δὲ 
526
κατὰ μὲν ὕψος τε καὶ πλάτος ᾖ σύμμετρος ὁ σφυγμὸς, ἐπὶ δέ γε τῷ τάχει καὶ προσέτι καὶ πυκνὸς ἱκανῶς ᾖ, πολλὴν μὲν ἐνδείκνυται θερμασίαν, ἀσθενῆ δὲ τὴν δύναμιν. εἰ γὰρ ἦν ἰσχυρὰ, μέγεθος ἂν ὑπῆρχε τοῖς σφυγμοῖς. ἀλλὰ καὶ δι’ αὐτὸ τοῦτο ταχὺς ἱκανῶς γίνεται καὶ πυκνὸς, ὅτι μὴ πληροῦται διὰ μακρότητα τῆς διαστολῆς ἡ χρεία. φανεῖται δέ σοι πάντως ὁ τοιοῦτος ἀμυδρός. ἴδιον γὰρ ἀχώριστον τοῦτο σημεῖον ἐν σφυγμοῖς ἐστιν ἀῤῥωστούσης δυνάμεως· ὥστ’ ἐκ περιουσίας ἅπαντα τἄλλα τὰ τῆς δυνάμεως ἀσθένειαν ἢ ῥώμην σημαίνοντα σκοπεῖσθαι· πρός γε μὴν ἐπιστήμην ἀκριβῆ τῆς κατὰ τοὺς σφυγμοὺς θεωρίας γίνεται χρήσιμα μαρτυρούμενά τε καὶ μαρτυροῦντα τῇ διὰ τῶν ἀμυδρῶν τε ἔθος τοὺς μὲν εὐτόνους ὀνομάζω σφοδροὺς, τοὺς δὲ ἀτόνους ἀμυδρούς. φέρε γάρ τινι συμμέτρως ἔχοντι σαρκώσεως τὸν σφυγμὸν φαίνεσθαι σύμμετρον κατὰ μέγεθος, τοῦ χιτῶνος τῆς ἀρτηρίας καὶ αὐτοῦ συμμέτρως ἔχοντος ἐν τῇ κατὰ σκληρότητα καὶ μαλακότητα
527
διαφορᾷ, καλουμένῃ δὲ ὀνόματι κοινῷ κατάστασιν τοῦ χιτῶνος. ἐπὶ τοῦ τοιούτου σφυγμοῦ τὴν δύναμιν ἐῤῥῶσθαι πάντως ἐρεῖς, πρὶν γνῶναι σφοδρότητος ὅπως ἔχει. οὐ γὰρ δὴ κατά γε πᾶσαν ἐπιβολὴν τῆς ἁφῆς εὐθὺς ὁ σφοδρὸς διαγινώσκεται σφυγμὸς, ἀλλὰ μόνον ὅταν θλίψωμεν τὴν ἀρτηρίαν. ἡ γὰρ ἐπιπολῆς ψαῦσις ἀκριβῶς μὲν διαγινώσκει τὸ μέγεθος, οὐδ’ ὅλως δὲ τὴν σφοδρότητα. θλιψάντων μέντοι γε σαφῶς ἡ μὲν σφοδρότης φαίνεται, καθάπερ γε καὶ ἡ ἀμυδρότης. συνεκφαίνεται δὲ καὶ τὸ μέγεθος. ἀνιέναι γὰρ εἰς ὕψος ἡ ἀρτηρία κωλυομένη διὰ τὴν θλίψιν, ἅμα μὲν εὔτονον ποιεῖται τὴν ἀντίβασιν, ἅμα δὲ ἔμφασίν τινα τῆς εἰς τὸ πλάτος ἐκτάσεως. ἐν οἷς ἔνδειξις γίνεται τῆς κωλύσεως διὰ τὴν θλίψιν τῆς εἰς ὕψος ἀνόδου· ἀλλ’ ὅταν γε σκληρὸς ὁ χιτὼν ᾖ τῆς ἀρτηρίας, οὐδὲ γίγνεταί πω μεγίστη διαστολή. καὶ διὰ τοῦθ’ ὅταν ᾖ κυρίου σπλάγχνου φλεγμονὴ καὶ δι’ αὐτὴν ὁ σφυγμὸς σκληρὸς, ἐὰν πρὸς τούτοις ἡ διαστέλλουσα τὰς ἀρτηρίας δύναμις εὔῤῥωστος ᾖ, κλονώδης ὁ σφυγμὸς ἀποτελεῖται. ὅταν γὰρ ἥ τε
528
χρεία τῆς διαστολῆς αὐξήσῃ καὶ ῥώμη παρῇ τῇ ζωτικῇ δυνάμει, βιαίως διαστελλομένης τῆς ἀρτηρίας, ὁ κλόνος ἀποτελεῖται. τὰ πολλὰ δὲ ἐν ταῖς τοιαύταις διαθέσεσιν οὐκ ἔστιν εὔῤῥωστος ἡ δύναμις· ἀλλ’ ἀγαπήσειεν ἄν τις ἐν ἰσχνῷ σώματι διὰ μῆκος νόσου γεγονότι μετρίως ἔχειν τόνου τὴν δύναμιν. διὰ τοῦτ’ οὖν οὐδὲ κλονώδεις αὐτοῖς οἱ σφυγμοὶ γίνονται. πιοῦσι γε μὴν οἶνον ἀκρατέστερον ἢ πλέον κλονώδεις αὐτοῖς ἐνίοτε φαίνονται, τῆς τε δυνάμεως ῥωννυμένης καὶ τῆς πυρετώδους θερμασίας αὐξανομένης. οὗτοι μὲν οὖν οἱ σφυγμοὶ πολλάκις φαίνονται, σπάνιοι δὲ οἱ τὸ μὲν ὕψος φυλάττοντες ἅμα τῷ πλάτει, τῷ μήκει δὲ βραχεῖς, σπανιώτατοι δ’ αὐτῶν οἱ καὶ τὸ μῆκος ἅμα τῷ πλάτει συστέλλοντες. τούτων δ’ ἔτι σπανιώτερος ὁ ὑψηλὸς ἅμα καὶ στενὸς καὶ βραχὺς, ἐν μὲν τοῖς μακρὸν ἔχουσι τὸν σφυγμὸν, ὅθ’ ὑγίαινον, οὐδὲ γενέσθαι δυνάμενος· ἐν δὲ τοῖς βραχὺν, ἐπὶ πλήθει συνιστάμενος, ἐῤῥωμένης τῆς δυνάμεως. διὸ καὶ τοὐπίπαν ἀνώμαλος φαίνεται κατὰ τὰ δύο γένη τῆς ἀνωμαλίας. ὥσπερ γάρ ἐστι σημεῖον ἐῤῥωμένης δυνάμεως ὁ σφοδρὸς σφυγμὸς, οὕτω μετ’ ἐκεῖνον ὁ ὑψηλὸς,
529
ὅταν ἐν τῷ μήκει βραχύνηται. δῆλος οὖν ἐστι τηνικαῦτα μήτε διὰ λεπτότητα τοῦ σώματος εἰς ὕψος ἀνιὼν μήτε διὰ μαλακότητα τοῦ χιτῶνος τῆς ἀρτηρίας· εἰ γὰρ διὰ τούτων παρεῖτο, βραχὺς ὁ σφυγμὸς οὐκ ἂν ἦν. ὡς τὸ πολὺ μὲν οὖν ὁ ὑψηλὸς σφυγμὸς εὐθὺς καὶ πλατύς ἐστιν· εἰ δὲ μὴ, σύμμετρος κατὰ τὸ πλάτος. ἐστενῶσθαι δὲ τὸν αὐτὸν καὶ ὑψηλότερον εἶναι τοῦ συμμέτρου χωρὶς ἀνωμαλίας συστηματικῆς ἀδυναμία ἐστίν· καὶ ταύτης ἐλάττους ἀριθμῷ τοὺς ὑψηλοὺς σφυγμοὺς ἐχούσης τῶν συμμέτρων κατὰ τὸ βάθος. ἀλλὰ καὶ κατὰ μίαν διαστολὴν ὁ τοιοῦτος ἀνωμαλίας χωρὶς μὴ πάνυ τι φαίνεσθαι. καὶ μέντοι κἂν κολουθῇ κατὰ μῆκος ὁ ὑψηλὸς σφυγμὸς, ἀλλ’ εἰς τοσοῦτόν γε εἰς ὅσον ἐν τῷ μυρμηκίζοντι οὐ κολουθήσεται. δακτύλου γοῦν ἑνὸς ἐπιβολὴν ἐκπληροῖ, τοῦ μυρμηκίζοντος οὐδὲ τὸ τρίτον μέρος τοῦ ὅλου πληροῦντος. ὁ δ’ οὖν ὑψηλός τε ἅμα καὶ βραχὺς τῷ μήκει σφυγμὸς, ὅταν σκληρότερός τε ἅμα γένηται δηλονότι. τὴν δ’ ἀρχὴν οὐδὲ ὤφθη ποτέ μοι μακρὸς ἅμα καὶ δίκροτος. ἀλλ’ ὅ γε μῆκος προσλαβὼν
530
ἐπὶ τοῖς εἰρημένοις αἰτίοις κλονώδης γίνεται· τὰ δ’ αἴτια πλῆθος θερμασίας καὶ ῥώμη δυνάμεως καὶ ὀργάνου σκληρότης. ἐνίοτε δὲ καὶ διὰ πάθος ἐν νόσοις ἡ θέσις ἡ τῆς ἀρτηρίας ὑπαλλάττεται καὶ διαστρέφεται, δυσκρασίας τινὸς ἀνωμάλου κατὰ τοὺς χιτῶνας αὐτῆς ἢ τὰ πέριξ σώματα γινομένης· ὡς τὸ μὲν ἐξηράνθαι μέρος, τὸ δὲ μὴ, καὶ τὸ μὲν ἐσκληρύνθαι, τὸ δὲ μὴ, καὶ τὸ μὲν ὑπό τινος τῶν περικειμένων σωμάτων ἑλκόμενον τετάσθαι, τὸ δὲ ἐξεῶσθαι τῆς θέσεως. ἀλλὰ ταῦτα μέν ἐστι σπάνια, τὰ δὲ διὰ θερμασίαν ἢ ψύξιν ὅλου τοῦ κώλου σὺν τοῖς περικειμένοις ἢ ὑγρότητα καὶ πλῆθος ἢ ἔνδειαν ἢ ξηρότητα πολλάκις συμβαίνει. μεμνῆσθαι μέντοι χρὴ καὶ τῶν σπανίως γιγνομένων· ὥστ’ ἐπειδὰν ἀφίκῃ πρὸς ἄῤῥωστον· ὃν οὔπω πρότερον εἶδες, ἀπὸ τῶν ὡς ἐπιπολὺ γιγνομένων ἀρξάμενον μεταβαίνειν ἐπὶ τὰ μὴ πάνυ πολλάκις ὁρώμενα, κἄπειθ’ οὕτως ἐπὶ τἄλλα μέχρι τῶν σπανιωτάτων, ὥσπερ ἀμέλει κἀπὶ τοῦ βραχέος μὲν κατὰ τὸ μῆκος, ὑψηλοῦ δὲ κατὰ τὸ βάθος σφυγμοῦ παράδειγμα γινόμενος τῆς ἀπὸ τῶν 
531
πολλάκις ὁρωμένων ἐπὶ τὰ σπανιώτερα μεταβάσεως. εὔλογον οὖν ἐστιν, ὅταν ὁ σφυγμὸς οὗτος ὀφθῇ θεάσασθαι πρότερον ὅπως ἔχει παχύτητος ὁ ἄνθρωπος. εἰ μὲν γὰρ εὔσαρκός τε καὶ πίων ἱκανῶς εἴη, κατὰ λόγον ὁ σφυγμὸς φαίνεται· μικρὸς γὰρ ἔσται. διότι ἐν ταῖς ἀμετροτέραις σαρκώσεσιν ἡ σὰρξ ἀποχεομένη κωλύει διαστέλλεσθαι τὸ ἀγγεῖον, εἰς ὅσον ἐπεφύκει· ἀλλὰ καὶ τὸ μῆκος αὐτοῦ βραχύτερον γίνεται καὶ τὸ πλάτος στενώτερον, τῷ πλήθει τῆς σαρκὸς θλιβόμενον. τῶν δ’ ἰσχνῶν μὲν τὴν ἕξιν, τἄλλα δὲ εὐῤῥώστων, ἱκανὸν μὲν τό γε πλάτος καὶ τὸ μῆκος ὁ σφυγμὸς ἔχει, ἀξιόλογον δὲ καὶ τὴν εἰς ὕψος ἀνάβασιν. ἔτι δὲ μᾶλλον ἐφ’ ὧν χαλαρόν ἐστι τὸ δέρμα, κατάδηλον γίνεται τὸ τοῦ διαστήματος αὐτοῦ τε καὶ τοῦ τῆς ἀρτηρίας χιτῶνος. ᾧ δῆλον ὅτι τὰ μὲν κουφότερα σώματα ῥᾳδίως συνεξαίρουσιν αἱ ἀρτηρίαι διαστελλόμεναι, τὰ δὲ βαρύτερα δυσχερέστερον· ὅσα δ’ ἱκανῶς βαρέα, ταῦτα οὐδ’ ὅλως κινοῦσι.

532

Νῦν δὲ περὶ τῶν σφυγμῶν εἴπωμεν, διὰ τί ἐπὶ ταῖς μετρίαις βλάβαις τῆς τε δυνάμεως ἅμα καὶ τῆς θερμασίας πυκνοὶ μὲν γίνονται, μικροὶ δὲ οὐκέτι οὐδὲ βραδεῖς, ἀλλὰ σύμμετροι. τέσσαρες γοῦν συζυγίαι διάφοροι γίνονται. ἢ μὲν γὰρ διὰ θερμασίαν μόνην ἢ διὰ ψύξιν ἀλλοιοῦνται. καὶ κατὰ μὲν τὴν ἀῤῥωστοτέραν ἅμα καὶ θερμὴν, εἰ μὲν ἐπὶ πλέον ὑπ’ ἀμφοτέρων τῶν αἰτίων δυναστεύοιτο, ἥ τε δύναμις ἱκανῶς ἄῤῥωστος εἴη, καὶ τὸ θερμὸν πυρῶδες, μικροὶ μὲν καὶ βραδεῖς οἱ σφυγμοὶ καὶ πυκνότατοι γίνονται. μετρίας δ’ οὔσης τῆς βλάβης, πυκνοὶ μὲν ὁμοίως, σύμμετροι δὲ κατὰ τὴν διάστασίν τε καὶ κίνησιν. δευτέρα δὲ συζυγία ἐξ ἀῤῥωστίας τε καὶ καταλήψεως σύγκειται. ἐν αὐτῇ ἀμυδρὸς μὲν εἰς τοσοῦτον εἰς ὅσον ἂν καὶ τὰ τῆς δυνάμεως ἔχοι κακῶς ὁ σφυγμὸς γίνεται, μικρὸς δὲ καὶ βραδὺς, ὥσπερ καὶ οἱ ἐπὶ τῆς προτέρας συζυγίας. οὐ μὴν ὁμοίως γε ἐκείνοις εἰς ἔσχατον ἀφικνεῖται. πλὴν εἰ ἡ δύναμις ἐσχάτως εἴη κεκμηκυῖα, δῆλον ὡς μικρότατος ἐπὶ τῶν τοιούτων ὁ σφυγμὸς ἔσται, καὶ διαλείπων καὶ ἐκλείπων τὰ πολλά. τρίτη δὲ συζυγία σφυγμῶν ἀλλοιώσεως, αὐξανομένης

533
ὁμοῦ θερμασίας τε καὶ δυνάμεως· ἐν ᾗ σφοδρότατοι μὲν καὶ μέγιστοι, τάχιστοι δὲ οὐκέτι ὁμοίως οἱ σφυγμοὶ γίνονται, πυκνότατοι δὲ τὰ πολλὰ μὲν οὐκ ἐναργῶς, ἔστιν ὅτε (δὲ) καὶ σαφῶς ὑπὲρ τὸ κατὰ φύσιν εἰσίν. καὶ γίνεται τοῦτο, ὅταν ἐπὶ πλεῖστον αὐξηθῇ τὰ τῆς θερμασίας. λοιπὴ δὲ συζυγία τῆς κατὰ τοῦτο τὸ γένος τῶν σφυγμῶν ἀλλοιώσεως, ὅταν εἰς ταὐτὸν ἀφίκηται ῥώμη τε δυνάμεως καὶ θερμασίας ἔνδεια. γίνονται δ’ οὗτοι σύμμετροι μὲν τῷ μεγέθει, βραδύτεροι μέντοι καὶ ἱκανῶς ἀραιοὶ, καὶ μάλιστα, ὅταν ἐπὶ πλέον ἡ ψύξις κρατῇ. τὸ μέντοι τῆς διαστάσεως αὐτῶν ποσὸν οὐ κωλύεται σαφῶς οὐδ’ ἐναργῶς διὰ τὴν εὐῤῥωστίαν τῆς δυνάμεως. οὐ μὴν οὐδὲ βραδυτὴς ἐπὶ πολὺ κρατεῖ διὰ τὴν αὐτὴν αἰτίαν. ἐῤῥωμένη γὰρ ἡ δύναμις — (Cetera desunt).