Νυνὶ δὲ πάλιν ἀναλαβόντες ἀπ’ ἀρχῆς τὸν λόγον, ἐροῦμεν ὁπόσοι τέ εἰσιν οἱ κατὰ τὴν διαστολὴν τῆς ἀρτηρίας φαινόμενοι σφυγμοὶ, τίς τε καθ’ ἕκαστον αὐτῶν ἐστι διάθεσις ὑφ’ ἧς γίνεται, τίς τε ἡ πρόγνωσις ἐξ ἑκάστης αὐτῶν. ἐπιβάλλειν δέ σε βούλομαι κατὰ τὰς ἀρτηρίας τοὺς
491
δακτύλους ἁπαλοὺς ὄντας, οὔτ’ ἐπιπολῆς ψαύοντας τήν γε πρώτην οὔτε θλίβοντας βιαίως. εἶτ’ ἂν μὲν ἰσχυρῶς αἰσθάνῃ πληττόμενος ὑπὸ τῆς ἀρτηρίας διαστελλομένης, ἔτι καὶ μᾶλλον ἐπιθλίβειν· ἐὰν δὲ αὐτὸ πράττοντος ἀναίσθητος ἡ κίνησις γίγνηται, παντάπασιν ἐπιπολῆς ψαύειν. ἰσχυρὰν μὲν γὰρ ἐνδείκνυται τὴν δύναμιν ὁ πρὸς τὴν θλίψιν ἀντιβαίνων σφυγμὸς, ἀσθενῆ δὲ ὁ καταπίπτων τε καὶ νικώμενος. ἐνίους γοῦν εὑρήσεις μεγίστους, ἐπιπολῆς ψαυόντων, μικροὺς δ’, εἰ θλίψαις, φαινομένους· ἐνίοτε δ’ οὐδ’ ὅλως ἔτι σωζομένους, ἀλλ’ ἀπολλυμένους παντάπασιν. ὥστ’ ἐκ τοῦ κατὰ τὴν θλίψιν ποσοῦ τὸ ποσὸν τῆς κατὰ τὴν δύναμιν ἀσθενείας τε καὶ ῥώμης διαγινώσκεσθαί σοι, μέγιστον ἀγαθὸν τῶν ἐν τοῖς σφυγμοῖς ὑπάρχον. ἐὰν γοῦν ποθ’ εὕρῃς ἐπ’ ἀνθρώπου πυρετῶδες νόσημα νοσοῦντος ἅμα τοῖς τῆς πέψεως σημείοις ἰσχυρὰν τὴν δύναμιν, ἀκινδυνότητα τοῦτον ἔχειν ἴσθι, διὰ ταχέων δὲ λύεσθαι τὴν νόσον. ἐὰν δὲ ἰσχυρὰ μὲν ἡ δύναμις ᾖ, τῆς δ’ ἐν τοῖς χυμοῖς πέψεως μηδὲν σημεῖον, ἐν χρόνῳ πλέονι νοσήσας σωθήσεται, μεμνημένων ἡμῶν, ἃ καὶ χωρὶς ἀναμνήσεως
492
τῆς ἐμῆς οἱ νοῦν ἔχοντες ἴσασιν, ὡς ἅπαντα τὰ κατὰ τὰς προγνώσεις λέγεται χωρὶς τοῦ τοὺς νοσοῦντας ἁμαρτεῖν, ἤ τινα βλάβην ἔξωθεν γενέσθαι. μεγάλην δὲ ἔφην ἔχειν ἰσχὺν ἐν τοῖς πυρετώδεσι νοσήμασι τὴν ῥώμην τῆς τὰς ἀρτηρίας κινούσης δυνάμεως, ἣν καὶ ζωτικὴν ὀνομάζομεν, ἐπειδὴ πολλάκις, ὅταν ὁ κίνδυνος ᾖ διὰ τὸ νευρῶδες γένος, οὐδὲν μέγα συμβάλλονται τῆς ζωτικῆς δυνάμεως ὁ τόνος· ἀλλ’ ἐπισκεπτόμεθα τηνικαῦθ’ ὅπως ἔχει ῥώμης ἡ ψυχικὴ δύναμις. ἄμεινον μὲν οὖν ἀμφοτέρας ἐῤῥῶσθαι καὶ πρὸς αὐταῖς γε τρίτην τὴν φυσικὴν ὀνομαζομένην, ἧς ἀρχὴ τὸ ἧπάρ ἐστιν· ὥσπερ τῆς μὲν ζωτικῆς ἡ καρδία, τῆς ψυχικῆς δ’ ὁ ἐγκέφαλος. ἐπικρατεῖ δὲ καθ’ ἕκαστον εἶδος νοσήματος εἰς τὸ τῆς προγνώσεως βέβαιον ἡ τῆς οἰκείας δυνάμεως τῶν πεπονθότων μορίων ῥώμη. τοῦ μὲν οὖν ἰσχυροῦ σφυγμοῦ τὸν τόνον, ὁποῖός τις ἐστὶ, θλίβων διαγνώσῃ, συνεμφαινομένου μὲν αὐτῷ καὶ τοῦ μεγέθους τῆς διαστολῆς ἀκριβῶς τε διαγινωσκομένου. βεβαία δὲ καὶ ἡ γνῶσις γίνεται τῶν μεγάλων σφυγμῶν, ἐξ ἐπιπολῆς ψαυόντων· ἴσθι δὲ μέγιστον σφυγμὸν ἐκεῖνον, ὃς ἂν κατὰ πολλὰ
493
μέρη τῆς ἀρτηρίας ψαύῃ, ἤτοι μήκους, πλάτους καὶ βάθους· ὡς καὶ μακρὸν, ὃς ἂν κατὰ τὸ μῆκος ἐπικρατοῖ, καὶ πλατὺν, ὃς ἂν κατὰ τὸ πλάτος, καὶ ὑψηλὸν παραπλησίως, ὅταν κατὰ τὸ ὕψος· εἴρηται δὲ καὶ βάθος. ὥσπερ δ’ ἐν ὅλῳ τῷ πρώτῳ περὶ διαγνώσεως σφυγμῶν ὑπὲρ τοῦ κατὰ τὴν συστολὴν αἰσθητοῦ τε καὶ ἀναισθήτου, οὕτως ἐν τῷ δευτέρῳ περὶ τῆς κατὰ τὸ μέγεθός τε καὶ μικρότητα διαφορᾶς ἐπιδέδεικται, δεικνύντος μου παραβάλλειν χρῆναι τὸ ποσὸν τῆς κατὰ τὸν κύκλον διαστολῆς τῆς ἀρτηρίας, τὸ κατὰ τὸ περιὸν εὑρεῖν, καὶ ζητεῖν εἰς ὅσον ἐξαίρεται (C. ἐξαιρεῖται) μέγεθος ἀρτηρία εὐρυτάτη τῇ στενοτάτῃ (F. add. συμβαλλομένη V. L. collata). κατὰ ταὐτὸν οὖν κἀπὶ τῶν παίδων ἔνιοι τὸν σφυγμὸν εἶναι μικρὸν λέγουσι, οὐ τῇ κατὰ τὴν ἀρτηρίαν εὐρυχωρίᾳ παραβάλλοντες τὴν διαστολὴν, ἀλλὰ τῇ τῶν ἀκμαζόντων· ὡς ἐάν γε λογίσηταί τις, ὁπηλίκη κατὰ κύκλον οὖσα τῶν παίδων ἡ ἀρτηρία τὸν σφυγμὸν πηλίκον ἐργάζεται, γνώσεται ὅτι καλῶς ὁ Ἡρόφιλος ἔφη τὸν σφυγμὸν αὐτῶν ἱκανὸν εἶναι τῷ μεγέθει. δύο μὲν δή σοι ταῦτα γένη σφυγμῶν ἐν τῇ διαστολῇ
494
τῆς ἀρτηρίας ὑποπεσεῖται καθ’ ὃν εἴρηται τρόπον ἐπιβάλλοντι τοὺς δακτύλους, τὸ μὲν ἕτερον ἐν ποσότητι μήκους καὶ πλάτους καὶ βάθους, τὸ δ’ ἕτερον ἐν τῷ τῆς πληγῆς εὐτόνῳ. καὶ καλεῖν γ’ ἔξεστί σοι τὸν ἰσχυρῶς πλήττοντα τὴν ἁφὴν ὅτῳ περ ἂν ἐθέλῃς ὀνόματι. καὶ γὰρ ἰσχυρὸν καὶ σφοδρὸν εὔτονόν τε καὶ ῥωμαλέον ὀνομάζων οὐδὲν βλάψεις τὰ τῆς τέχνης ἔργα. καλοῦμεν δ’ ἡμεῖς αὐτὸν σφοδρὸν τοῖς πρὸ ἡμῶν ἑπόμενοι ὁμοίως σφυγμόν· καὶ ὅτι μάλιστα σύνθετός ἐστιν ἡ τῆς σφοδρότητος νόησις ἐξ ἰσχύος τε καὶ τόνου. ἐπεὶ δὲ τὸ προγινώσκειν ὀρθῶς οὐκ ἐκ τῆς τῶν ὀνομάτων, ἀλλ’ ἐκ τῆς τῶν πραγμάτων ἀκριβοῦς γνώσεως γίνεται, χρήσθω μὲν ἕκαστος ὡς ἂν βούληται τοῖς ὀνόμασι, σπουδαζέτω δὲ τὴν τῶν πραγμάτων ἐπιστήμην. ὥσπερ δὲ ὁ σφοδρὸς σφυγμὸς ἀεὶ ῥώμην ἐνδείκνυται δυνάμεως, οὕτως ὁ σκληρὸς ἤτοι τετάσθαι τὴν ἀρτηρίαν ἢ σκληρὰν γεγονέναι, εἰ μὴ ἄρα καὶ τὸ τεταμένον σῶμα φαίη τις ἐξ αὐτοῦ τετάσθαι γεγονέναι σκληρόν· οὕτως γὰρ ὁ σκληρὸς ἀεὶ δηλώσει τὴν κατάστασιν τοῦ χιτῶνος τῆς ἀρτηρίας ποιότητα. φαίνεται δ’ οὖν ὁ τοιοῦτος σφυγμὸς ἐπὶ φλεγμοναῖς
495
ἢ ἐμφράξεσιν ἢ πληρώσεσιν ἢ τάσεσι τῶν νευρωδῶν μορίων, ἢ ἐπὶ σκίῤῥοις οὐ μόνον τῶν νευρωδῶν, ἀλλὰ καὶ τῶν ἄλλων, ἐὰν ᾖ κύρια. καὶ γὰρ ἧπαρ καὶ γαστὴρ καὶ σπλὴν καὶ μήτρα τοιοῦτον ἐργάζονται τὸν σφυγμὸν, ὅταν σκιῤῥωθῶσι. γίνεται δὲ καὶ διὰ ψύξιν ἰσχυρὰν καὶ ξηρότητα, καὶ ὅταν γέ σοι κατὰ πρώτην εἴσοδον ὁ σφυγμὸς φανῇ τὸ μαλακὸν οὐκ ἔχων τῆς προσβολῆς τοιοῦτον ὁποῖον ἐν τῷ κατὰ φύσιν ἔχει, τῶν εἰρημένων τι παθῶν ἐννόει κατὰ τὸν ἄνθρωπον εἶναι. διακρινεῖς δὲ τί ποτ’ ἐστὶν ἔκ τε τῶν ἄλλων συμπτωμάτων καὶ τῶν προηγησαμένων αἰτίων, οἷον εἰ ψυχρὸν πόμα παρὰ τὸ ἔθος, ἢ ἐν ὕδατι ψυχρῷ διατριβὴ πολυχρόνιος, ἢ ἐν ἀέρι τοιούτῳ, καὶ μάλιστα μὴ προηραιωμένου τοῦ σώματος. ἀλλὰ καὶ δοῦλόν τις πλήξας τῇ χειρὶ, καὶ θλάσας τοῦ μέσου δακτύλου τὸν κατὰ τὸ πρῶτον ἄρθρον τένοντα, κατὰ συντυχίαν ἑτέρων αἰτίων ἐπύρεξεν. εὑρὼν δ’ ἐγὼ τὸν σφυγμὸν αὐτοῦ σαφῶς ἐνδεικνύμενον τετάσθαι τὴν ἀρτηρίαν, ἰδὼν δὲ καὶ τὴν χεῖρα περιβεβλημένην ἐρίῳ, τί ποτ’ ἐστὶ κατ’ αὐτὴν ἠρόμην.
496
ὁ δὲ οὐδὲν ἔφη πρᾶγμα κατά γε τοῦθ’ ὑπάρχειν αὐτῷ· πληγεὶς γὰρ ἐκ τοῦ πατάξαι τινὰ, κηρώτιον ἐπιτεθεικέναι σύνηθες αὐτῷ. ἐγὼ μὲν οὖν οὐδεμίαν ἑτέραν αἰτίαν εὑρίσκων τῆς κατὰ τὸν σφυγμὸν τάσεως, ἐκέλευον ὑπαλλάξαι τὴν θεραπείαν τοῦ δακτύλου, καὶ χρῆσθαι τῇ πρὸς τὰ τοιαῦτα πάθη τῶν νεύρων ἀγωγῇ. καταφρονήσας δέ μου τῆς συμβουλῆς ὁ ἄνθρωπος ἐσπάσθη διὰ τῆς ἐπιούσης νυκτός. καὶ πλευριτικοῖς τε καὶ φρενιτικοῖς καὶ ὅσοις αἱ φρένες φλεγμαίνουσι σκληρὸς ὁ σφυγμὸς φαίνεται, τετάσθαι τὴν ἀρτηρίαν ἐνδεικνύμενος. ὥσθ’ ὅταν ἀμφίβολος ᾖ τῶν παθῶν τούτων ἡ διάγνωσις ἔτ’ ἀρχομένων, οὐ σμικρὰν ἕξεις μοῖραν ἐπὶ διάγνωσιν αὐτῶν ἐκ τῶν τοιούτων σφυγμῶν. εἰ δὲ πρὸς ἤδη νοσοῦντα χρονίως παραγένοιο νῦν πρῶτον εἰσαχθεὶς, ἐὰν ὁ σφυγμὸς αὐτοῦ φαίνοιτό σοι σκληρὸς, ἐπισκέπτου σκιῤῥουμένην ἤδη φλεγμονὴν σπληνός. ἐνδείξεται δ’ αὐτὴν καὶ ἡ χροιὰ τοῦ προσώπου, καθάπερ γε κἂν ἧπαρ ᾖ τι τοιοῦτον πεπονθὸς, ἴδιον γὰρ ἐφ’ ἑκατέρων τῶν σπλάγχνων γίνεται τὸ χρῶμα, τῷ τετριμμένῳ σαφῶς ἐνδεικνύμενον, ὃ πρότερον πέπονθεν.
497
ἀλλ’ οὐ νῦν ὁ περὶ τούτου λόγος· ὅσα γὰρ ἐκ σφυγμοῦ εἰς πρόγνωσίν ἐστι χρήσιμα, ταῦτα νῦν ἡμῖν πρόκειται διελθεῖν. ἐὰν οὖν ἴδῃς οὐ προτεθεαμένος τὸν ἄῤῥωστον ἐν πυρετώδει νοσήματι καθεστῶτα, χωρὶς τοῦ πεπονθέναι τὴν ἄνωθεν ἀρχὴν, ἐπανελθόντος δὲ ὁ σφυγμὸς φαίνηται σκληρὸς, ἢ ὕδωρ ψυχρὸν οὗτος ἔπιεν ἢ ὀπώραν ψύχουσαν ἐν τῷ μεταξὺ χωρισθέντος σου προσηνέγκατο. ταυτὶ μὲν οὖν ἴσθι γενόμενα. σφοδρὸν δὲ ὅταν εὑρίσκῃς ὁμαλόν τε καὶ μέγαν σφυγμὸν, ἅμα τῷ κατὰ φύσιν ἔχειν τὸν χιτῶνα τῆς ἀρτηρίας, μέγιστον τοῦτο σημεῖον εἰς σωτηρίαν τοῦ κάμνοντος ἔστω. τὸ γάρ τοι τοῦ τάχους ἢ τῆς βραδυτῆτος ἐπὶ τῶν οὕτως ἐχόντων οὐδὲν μέγα νῦν ἐνδείξεται πρὸς σωτηρίαν ἢ θάνατον· ἀλλὰ τὸ μὲν τάχος ἐπὶ θερμασίᾳ μείζονι γιγνόμενον εὕρῃς, τὴν βραδυτῆτα δὲ ἐπὶ ψύξει. ταυτὶ μὲν οὖν ἐν πυρετώδει νοσήματι κατὰ τὸν εἰρημένον σφυγμὸν οὐχ οἷόν τε γενέσθαι. τὸ τάχος δὲ συνεχέστατα γίνεται, καὶ τὰ πολλὰ δὲ ἐν τοῖς ἀκινδυνοτάτοις πυρετοῖς, ὧν εἰσὶ καὶ οἱ γνήσιοι τριταῖοι. μεγάλοι γάρ εἰσιν ἐπ’
498
αὐτῶν οἱ σφυγμοὶ καὶ ταχεῖς κατὰ τὴν ἀκμὴν τῶν παροξυσμῶν, γίνεται δὲ διὰ τὸ πλῆθος τῆς θερμασίας. εἴρηται δὲ ἐν τοῖς περὶ διαγνώσεως σφυγμῶν κατὰ τὸ τρίτον καὶ τοῦ δευτέρου τὰ πρῶτα περὶ τῆς τοῦ τάχους διαγνώσεως, ἐπιδεικνύντος μου σφαλλομένους τοὺς ἄνευ τοῦ συνεπιβλέπειν τὸ μέγεθος τῆς διαστολῆς ἐκ τοῦ χρόνου μόνου τῆς κινήσεως ἀποφαινομένους τι περὶ βραδυτῆτος ἢ τάχους σφυγμῶν· οὐ γὰρ ἁπλῶς ὁ ἐν ἐλάττονι χρόνῳ διαστελλομένης τῆς ἀρτηρίας γινόμενος σφυγμὸς ὠκύτερός ἐστι τοῦ πλέονι χρόνῳ διαστελλομένης ἀποτελουμένου· δυνατὸν γὰρ ἐν βραχυτάτῃ διαστολῇ, καίτοι μὴ ταχέως κινουμένης τῆς ἀρτηρίας, ὀλιγοχρόνιον γενέσθαι τὸν σφυγμόν· ὥσπερ αὖ πάλιν ἐν μεγίστῃ μὲν, ἀλλὰ κινουμένης ταχέως, πολυχρόνιον. ἄμεινον οὖν ἔφην εἶναι τῷ ῥοίζῳ τῆς κινήσεως προσέχειν, οὐ ποσότητι χρόνου τῆς ὅλης διαστολῆς. ὁ μὲν οὖν ταχὺς ἐπὶ πλήθει γίνεται θερμασίας, ἐῤῥωμένης δηλονότι τῆς δυνάμεως, ὁ δὲ βραδὺς ἐπὶ ψύξει· καὶ ὅταν γε βραδὺς ἅμα καὶ σμικρὸς καὶ ἄτονος ὁ σφυγμὸς ᾖ, πλησίον ἥκουσι θανάτου· μέμνησο δ’ ἐν πᾶσι τοῖς οὕτω λεγομένοις
499
τῆς κατὰ τὰς ἡλικίας διαφορᾶς· οὐ γὰρ μόνον φλεβοπαλία παιδικὴ γέροντι κακὸν, ἀλλὰ γεροντικὴ παιδί. δέκα γοῦν χρόνων τῶν πρώτων, ὡς Ἡρόφιλος ἐμέτρει τοὺς σφυγμοὺς, εἰ παιδίῳ γεννηθείη ποτὲ τὸ μεταξὺ δύο πληγῶν διάστημα, ψύξεως ἐσχάτης καὶ διὰ τοῦτο καὶ νεκρώσεώς ἐστι σημεῖον· ὡσπερεὶ γέροντι πάλιν παιδίων σφυγμὸς, ἐν ᾧ τῆς διαστολῆς ὁ χρόνος ἴσος ἐστὶ τῷ τῆς συστολῆς, ἐκπεπυρῶσθαι σημαίνει τὴν φύσιν. ἀλλὰ τοῦτο μὲν οὐδ’ εἶδον ποτὲ, παιδίῳ δὲ πολλάκις ὁ τοιοῦτος ὤφθη σφυγμός. ὅ γε μὴν τοῦ γέροντος ὅταν οὕτω γένηται ταχὺς, ὡς τὸν μεταξὺ τῶν δυοῖν πληγῶν χρόνον διπλάσιον εἶναι τοῦ τῆς πληγῆς, ἔστι μὲν οὖν καὶ τοῦτο σπάνιον, ἀλλ’ οὐ προσωτέρω γ’ ἔτι προέρχεται· φθάνει γὰρ ἀποθνήσκειν. εἰς τοῦτο δ’ ἀφικνούμενος, εἰς τὸν ἴδιον μὲν ἔρχεται τῆς τοῦ κάμνοντος ἡλικίας σφυγμὸν, ἐφεξῆς δὲ ἐπὶ τὸν ἀραιότερον. ἔνθα τις καὶ ἀπάτη γίνεται τοῖς ἀγυμνάστοις περὶ τοὺς σφυγμούς. ὅταν ὑπὸ θερμασίας παμπόλλης εἰς τάχος ἄμετρον ὡς πρὸς τὴν ἡλικίαν ὁ σφυγμὸς ἀφίκηται,
500
ξηρανθείσης ἐν τῇ τοιαύτῃ διαθέσει τῆς καρδίας εἰς τοσοῦτον ὡς καὶ θανατώδη δυσκρασίαν ἔχειν, ἀναγκαῖόν ἐστι τὴν θερμασίαν ταύτην ἐναποσβεσθῆναι τῇ κατὰ φύσιν· εἰκότως οὖν ἐν τούτῳ τῷ καιρῷ βραδύτερος ὁ σφυγμὸς γίνεται, καί τις, ὡς ἔφην, δόξει πρὸς τὸ κατὰ φύσιν αὐτὸν ἐπανέρχεσθαι, καίτοι γε ὁδοιποροῦντα πρὸς νεκρώδη ψύξιν, οὐ γεροντικὴν κρᾶσιν. ὅ γε μὴν διορισμὸς τῶν τε πρὸς τὸ κατὰ φύσιν ἐπανερχομένων σφυγμῶν καὶ τῶν ἐπὶ θάνατον ἰόντων οὐ χαλεπός. ἀμυδρότερος γὰρ τοῦ ἔμπροσθεν ἀεὶ καὶ μᾶλλον τῶν ὀλεθρίως ἐχόντων ἀποτελεῖται σφυγμός. καὶ τούτῳ μάλιστα πρόσεχε τῷ γνωρίσματι κατὰ τὰς ἀμφιβόλους ἁπάσας διαθέσεις, μὴ τρεῖς ἢ τέτταρας μόνας διαστολὰς τῆς ἀρτηρίας σκοπούμενος, ἀλλ’ ὅταν ἐν τοσαύταις ἀμυδρὸς ᾖ, περιμένων ἑτέρας. ὁρᾶται γὰρ ἔσθ’ ὅτε ὁ πέμπτος ἢ ὁ στ΄ ἐπ’ αὐταῖς εὔτονος· ὅπερ ὅταν εὑρήσεις, γίνωσκε τὴν δύναμιν οὐ κατὰ τὸν ἑαυτῆς λόγον ἀῤῥωστοῦσαν, ἀλλ’ ὑπὸ πλήθους ἢ ἐμφράξεως ἢ θλίψεως ἤ τινος ὅλως στενοχωρίας ἢ βάρους κωλυομένην εὐῤῥώστως κινεῖσθαι,
501
παραπλησίως τοῖς ἰσχυροῖς ἀνθρώποις, ἐπειδὰν ἤτοι γ’ ἐμποδίζωνται διὰ δεσμῶν ἢ ὑπὸ μεγεθῶν φορτίου βαρύνωνται. καὶ ὅταν γε τὴν μίαν ἐκείνην διαστολὴν εὔτονόν τε καὶ ὑψηλὴν ποιῆται, γίγνωσκε τηνικαῦτα πρὸς τὴν τῶν λυπούντων ἔκκρισιν ἐπεγειρομένην τὴν φύσιν. ἐὰν μὲν οὖν ἱκανῶς ἰσχυρὸς ὁ ε΄ ἢ στ΄ παρεμπίπτῃ σφυγμὸς ἅμα τοῖς διὰ τῶν οὔρων φαινομένοις τῆς πέψεως σημείοις, ἐγχωρεῖ σωθῆναι τὸν ἄνθρωπον· ἐὰν δὲ χωρὶς πέψεως ἐπὶ τὴν ἔκκρισιν ἡ φύσις ἐξορμήσῃ, τεθνήξεται κρινόμενος. ἐν περιπνευμονίαις δὲ μάλιστα τοιοῦτοι φαίνονται σφυγμοί· λέγω δ’ οὐ τὴν κατὰ σφοδρότητα καὶ ἀμυδρότητα μόνην ἀνωμαλίαν, ἀλλὰ καὶ τὴν κατὰ μέγεθος καὶ μικρότητα καὶ τάχος καὶ βραδυτῆτα. καὶ χρὴ διδόναι πλέον ὀξιμέλιτος αὐτοῖς, ὀξυτέρου τὴν κρᾶσιν, ἅμα τοῖς ἄλλοις ὅσα χωρὶς τοῦ τὸν πυρετὸν ἐξάπτειν τέμνει τάχος χυμῶν. ὑπὸ τοιούτων γὰρ αἱ πλησίον τῆς καρδίας ἀρτηρίαι φραττόμεναι τοὺς ἀνωμάλους ἐργάζονται σφυγμοὺς, οὐ μόνον τὴν συστατικὴν ἀνωμαλίαν, ἀλλὰ καὶ κατὰ μίαν
502
διαστολήν· ὑπὲρ ἧς εἴρηται μὲν ἤδη καὶ πρόσθεν, ἀλλὰ καὶ νῦν ἀναμνήσομεν ὑμᾶς αὐτούς. ὡς περὶ τῶν ἐν εἰσβολαῖς πυρεκτικῶν παροξυσμῶν καὶ ἀναβάσεσι συνεδρευόντων σφυγμῶν ὄντος ἡμῖν τοῦ λόγου, καὶ τῶν ἀνωμαλιῶν ἐμνημονεύσαμεν, ὅσαι γίνονται πολλάκις ἐν τοῖς τοιούτοις καιροῖς κατὰ μέγεθος καὶ μικρότητα καὶ τάχος καὶ βραδυτῆτα καὶ σφοδρότητα καὶ ἀμυδρότητα.
Ἡ δὲ διὰ τὸν χιτῶνα τῆς ἀρτηρίας διαφορὰ σφυγμῶν, καθ’ ἣν ὅ τε μαλακὸς καὶ ὁ σκληρὸς εὑρίσκονται, κατ’ οὐδέτερον τῆς ἀνωμαλίας φαίνεται. λέγω δὲ οὐδέτερον, τό τε ἐν ἀθροίσματι πολλῶν ἐφεξῆς σφυγμῶν καὶ τὸ καθ’ ἕνα μόνον. ὅμως γε μὴν διὰ τὸν χιτῶνα σκληρυνθέντα γίνεταί τις ἀνωμαλία κατὰ διαφέροντα μόρια τῆς ἀρτηρίας, ὅταν ἥ τε χρεία τῆς γενέσεως τῶν σφυγμῶν ἐπείγῃ καὶ ἡ δύναμις εὔῤῥωστος ᾖ. βιαζομένης μὲν γὰρ αὐτῆς διαστέλλειν τὸν χιτῶνα τῆς ἀρτηρίας ὄντα σκληρὸν, ὁ κλονώδης ἀποτελεῖται σφυγμός.
503
ὁ δ’ αὐτὸς οὗτος γίνεταί ποτε καὶ δίκροτος, ὅταν τὸ φαινόμενον μέρος τῆς ἀρτηρίας, ἅτε μὴ βαρυνόμενον ὑπὸ τῶν ἐπικειμένων σωμάτων, εἰς ὕψος ἀρθῇ πρότερον, ὑπὸ δὲ τῶν ἑκατέρωθεν αὐτοῦ βραδυνόντων περὶ τὴν ὁδὸν ἐκείνων ἀντισπασθῇ πάλιν εἴσω διὰ τὴν σκληρότητα τοῦ χιτῶνος, εἶτ’ αὖθις συνανενεχθῇ. διὸ καὶ μάλιστα φαίνεται γινόμενος ὁ τοιοῦτος σφυγμὸς ἐφ’ ὧν τὸ μῆκος συνῄρηται· μακροῦ δ’ ὄντος αὐτοῦ δίκροτος ὁ σφυγμὸς οὐδέποτε ὤφθη, καθάπερ οὐδ’ ὁ κλονώδης βραχέος. ὁ γάρ τοι κλονώδης ἔοικε τῇ τῶν ἀκοντίων καὶ ῥάβδων φορᾷ, κατὰ τὰ σμικρὰ μόρια τῆς ἀρτηρίας οὕτως κινουμένων. κλονώδης δ’ ὑποπίπτει σφυγμὸς ἤτοι τοῖς τέτταρσι δακτύλοις ἢ πάντως γε τοῖς τρισίν· ὅταν δὲ εἷς ἢ δύο μόνον αἰσθάνωνται δάκτυλοι τῆς κινήσεως, ἡ τῶν ἑκατέρωθεν μερῶν τῆς ἀρτηρίας ἀνωμαλία λανθάνει· πρὸς τούτῳ δὲ καὶ τὸ μηδ’ ἀντισπᾶσθαι τὸ φθάσαν ἀναφέρεσθαι μέρος ὑπὸ τῶν βαρυνόντων συμβαίνει. πάντα γὰρ ὁμοίως ἔκκειται, πάνθ’ ὁμοίως ἠλευθέρωται τοῦ βάρους τῶν ἐπικειμένων σωμάτων.
504
ἅτε οὖν ἐνδεικνύμενος ὁ σφυγμὸς οὗτος καὶ ῥώμην δυνάμεως καὶ πλῆθος θερμασίας, εἰκότως ἐνίοτε κρίσιν ἐσομένην ἀγγέλλει· καὶ ὅσῳ γ’ ἂν μᾶλλον ᾖ κλονώδης, τοσούτῳ μᾶλλον ἔλπιζε τὴν κρίσιν· πότερον δ’ ἀγαθὴν ἢ κακὴν, ἀεὶ γὰρ τούτου μέμνησο, διὰ δὲ τῆς περὶ κρίσεων πραγματείας μαθήσῃ. κυριώτατον δ’ ἐν αὐτοῖς ἐστιν ἡ πέψις τῶν νοσοποιῶν χυμῶν, ἔν γε τοῖς πυρετώδεσι νοσήμασι· καὶ γὰρ καὶ τούτου μέμνησο διαπαντὸς, ὡς εἰς τὰ τῆς ἄνωθεν ἀρχῆς νοσήματα πέψις τῶν κατὰ τὰς φλέβας χυμῶν οὐδὲν μέγα συμβάλλεται. τὸν μὴν ἐπ’ ἐκείνοις κίνδυνον ὅπως χρὴ προγινώσκειν, ἔν τε τοῖς εἰς τὸ προγνωστικὸν ὑπομνήμασιν ἔχεις κἀν τοῖς περὶ κρίσεων εἰρημένοις. ἐκ σφυγμῶν δὲ τοσοῦτον εἰς τὴν ἐκείνων τῶν νοσημάτων διάγνωσίν τε καὶ πρόγνωσιν ὄφελος, ὅσον ἐκ σκληροῦ καὶ μαλακοῦ λαβεῖν ἐστι, καὶ λέλεκταί μοι πρόσθεν ὑπὲρ αὐτῶν· ἔστι δέ τις τῷ κλονώδει σφυγμῷ κατὰ μὲν τὴν ἐν διαφέρουσι μορίοις ἀνωμαλίαν ὁμοιότατος, ἐναντίος δὲ κατὰ τὴν τοῦ χιτῶνος ποιότητα.
505
σκληρὸς μὲν γὰρ ὁ κλονώδης, οὐ σκληρὸς δ’ ἐκεῖνός ἐστιν, ἀλλ’ ἔτι καὶ τοῦ κατὰ φύσιν αὐτοῦ μαλακώτερος. ὀνομάζομεν δὲ αὐτὸν κυματώδη, διότι κύμασιν ἐοικυῖαν ἔχει τὴν ἀνωμαλίαν. φαίνεται δὲ ἐνίοτε μὲν εὔτονος μετρίως, ἐνίοτε δὲ τῶν εὐτόνων τε καὶ ἀσθενῶν μεταξύ. εἴρηται δὲ ὅτι τὸν εὔτονον σφυγμὸν σφοδρὸν ὀνομάζομεν, τοῖς ἔμπροσθεν ἑπόμενοι, ὥσπερ καὶ τὸν ἄτονον ἀμυδρόν. οὗτος οὖν ὁ σφυγμὸς ὁ κυματώδης ἱδρῶτα τὸ ἐπίπαν ἀγγέλλει, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ περ ἂν ᾖ μαλακώτερος μὲν, οὐκ ἄτονος δέ. παρεμπίπτοντος δ’ αὐτῷ τοῦ ὑψηλοῦ, βεβαιότατον ἕξεις ἱδρῶτος σημεῖον. ἀεὶ γὰρ οὗτος σημαίνει τινὰ ἔκκρισιν, μετὰ μὲν τοῦ κυματώδους ἢ ἁπλῶς μεγάλου, οὐ μὴν σκληροῦ, κρισίμων ἱδρώτων· μετὰ δὲ τοῦ κλονώδους ἢ ἁπλῶς σκληροῦ καταμηνίων μᾶλλον ἢ αἱμοῤῥαγίας ἐκ ῥινῶν, ἢ δι’ αἱμοῤῥοΐδος, ἢ γαστρὸς ἐκταραχθείσης. ἥτις δὲ τῶν ἐκκρίσεων ἔσται μᾶλλον, ἐκ τῶν γεγραμμένων ἐν τοῖς περὶ κρίσεων διορίζου. ὅταν δὲ ὁ κυματώδης οὗτος σφυγμὸς ἀμυδρὸς ᾖ, σκωληκίζων γίνεται,
506
τὴν ὀνομασίαν εἰληφὼς ταύτην ἀπὸ τῆς κατὰ τὴν... ὁμοιότητος τῆς πρὸς σκώληκα. τρεῖς γὰρ τούτους σφυγμοὺς οἱ πρὸ ἡμῶν παρωνόμασαν ζώοις, δορκαδίζοντα, σκωληκίζοντα καὶ μυρμηκίζοντα, διὰ τὸ τῆς κινήσεως ὅμοιον οὕτω θέμενοι τὰς προσηγορίας. ἀλλὰ περὶ μὲν τοῦ δορκαδίζοντος ἐν τῇ τελευτῇ τοῦ λόγου δεδήλωται· περὶ δὲ τοῦ σκωληκίζοντος ἄρτι λελέξεται, διότι μικρότερος μέν ἐστι τοῦ κυματώδους, ἀμυδρὸς δὲ ἀεὶ, καὶ διὰ τοῦτο μεταπίπτει ῥᾳδίως εἰς τὸν μυρμηκίζοντα, τελειοτάτην ἀῤῥωστίαν δυνάμεως ἐνδεικνύμενον, ὥσπερ γε καὶ ὁ κατὰ τὸ πρότερον μόριον τῆς ἀρτηρίας τὴν κίνησιν ἔχων προτέραν, φαινομένην ὡς θηριδίου διέρποντος. ἀλλὰ τούτῳ γ’ οὐδὲν ἴδιον ἐξαίρετον ὄνομα τίθεται. γίνεται δ’ οὖν καὶ αὐτὸς ἀσθενούσης τῆς δυνάμεως, καὶ εἰ μὴ φθάσει ῥωσθῆναι, μεταπίπτει ῥαδίως εἰς τὸν μυρμηκίζοντα, πάντων σφυγμῶν ἀμυδρότατον καὶ μικρὸν ὄντα, καὶ τοῦτο καὶ χείριστον, ὡς ἀῤῥωστίαν δυνάμεως οἰκείαν ἐνδεικνύμενον, οὐ διὰ πλῆθος βαρῦνον ἢ θλίψιν ἢ ἔμφραξιν. ἔστω δέ σοι μέγιστον γνώρισμα
507
πρὸς διορισμὸν δυνάμεως ὑπὸ θλίψεως ἢ ἐμφράξεως ἢ πλήθους ἀδυνατούσης ἐξαίρειν εἰς μέγεθος τὴν ἀρτηρίαν ἡ κατὰ τὴν ὁμαλότητα καὶ ἀνωμαλίαν διαφορά. διὰ μὲν γὰρ τὸν ἴδιον λόγον ἀῤῥωστούσης αὐτῆς, ὁμαλὸς ὁ σφυγμὸς διαμένων κατὰ πάσας ἐφεξῆς τὰς διαστολάς· ὑπ’ ἄλλης δ’ αἰτίας ἐμποδιζόμενος κινεῖσθαι τὴν κατὰ φύσιν κίνησιν, κίνησις ἀνώμαλος γίνεται. ὅ γε μὴν σκωληκίζων καὶ πολὺ μᾶλλον ὁ μυρμηκίζων οὐδ’ ὤφθησάν ποτε τὴν συστηματικὴν ἀνωμαλίαν ἀνώμαλοι δι’ οἰκείαν ἀῤῥωστίαν δυνάμεως γινόμενοι. καθάπερ γε καὶ ὁ φαντασίαν ἐκπέμπων θηριδίου διέρποντος· ὁποῖον ἐχρῆν διαφαίνεσθαι τὸν σφυγμὸν, εἰ τὸ παρὰ καρδίας ἐπιπεμπόμενον πνεῦμα, διὰ τῶν ἀρτηριῶν φερόμενον, αἴτιον ἐγίγνετο τῆς διαστολῆς. ἐδείχθη δὲ ὅτι δυνάμεως, οὐχ ὕλης πνευματικῆς, ἀπὸ τῆς καρδίας διάδοσις γίνεται τῶν χιτώνων τῶν ἀρτηριῶν· καὶ ταύτης ἅπασαι μεταλαμβάνουσαι παραπλησίως τῇ καρδίᾳ διαστέλλουσιν ἑαυτὰς, ἕλκουσαι πανταχόθεν ὅθεν ἂν δύνωνται τὸ πληρῶσον αὐτῶν τὴν διαστολήν. ὡς δὲ Ἐρασίστρατος ἔλεγεν, ὁ σφυγμὸς γίνεται φορᾷ τοῦ παρὰ καρδίας ἐπιπεμπομένου
508
πνεύματος διὰ τῶν ἐν ταῖς ἀρτηρίαις κοιλοτήτων. ὄντων δὲ ζ΄ καὶ κ΄ σφυγμῶν κατὰ τὸ ποσὸν τῆς διαστολῆς, εἷς ἐξ αὐτῶν, ὃς ἂν ἐλάχιστος ᾖ, μυρμηκίζων ὀνομάζεται. συμβέβηκε δ’, ὡς ἔφην, αὐτῷ καὶ ἀμυδροτάτῳ πάντων εἶναι σφυγμῶν, καὶ δι’ αὐτό γε τοῦτο καὶ μικροτάτῳ· καὶ διότι μικρότατός ἐστι, διὰ τοῦτο καὶ πυκνότατος γίνεται. τῆς γὰρ δυνάμεως ἀῤῥωστούσης ἐσχάτως, ἐλαχίστη κατὰ τὰς τρεῖς διαστάσεις ἡ διαστολὴ γίνεται, συναιρουμένου τοῦ μήκους καὶ πλάτους καὶ βάθους αὐτῆς εἰς ἐλάχιστον. εἴρηται δὲ ἡ αἰτία δι’ ἣν ἐν τοῖς μικροῖς σφυγμοῖς τοὐπίπαν ἕπεται πυκνότης, ὡς διὰ τὸ κατά τε τὴν δύναμιν καὶ τὴν χρείαν τῶν ὀργάνων ἐλλιπές. ὥσπερ δὲ ἐν τῷ μᾶλλόν τε καὶ ἧττον οὐκ ὀλίγη ἡ διαφορὰ κατὰ τὸν μικρὸν γίνεται σφυγμὸν, οὕτως καὶ κατὰ τοὺς ἄλλους ἕξ καὶ κ΄, ὑπὲρ ὧν ὀλίγον ἔμπροσθεν εἰρήσεται.
Νυνὶ δὲ προσθῶμεν τοὺς κατὰ μίαν διαστολὴν σφυγμοὺς, ἐν διαφέρουσι δὲ μορίοις τῆς ἀρτηρίας τὴν ἀνωμαλίαν ἔχοντας. ὧν εἰσι καὶ οἱ μύουροι καλούμενοι, κατὰ
509
μὲν τὸ πλησιέστερον τῆς καρδίας μέρος εἰς ὄγκον ἐξῃρμένην τὴν διαστολὴν ποιούμενοι, κατὰ δὲ τὰ πόῤῥω μεμειωμένην· ὥστε τριῶν ἐπιβεβλημένων αὐτῇ δακτύλων, ὅσῳ τοῦ πρώτου δακτύλου κατὰ τὸν δεύτερον ἡ κίνησις ἐλάττων φαίνεται καὶ πλάτει και βάθει, τοσούτῳ τοῦδε κατὰ τὸν τρίτον, ἐκλυομένου δηλονότι τοῦ τόνου τῆς κινούσης τὴν ἀρτηρίαν δυνάμεως, ἣν ἡ καρδία χορηγεῖ ἁπάσαις αὐταῖς. ἐνίοτε δὲ παραπλησίως μὲν ὑποπίπτει τοῖς ἐπιβεβλημένοις δακτύλοις ὁ σφυγμὸς, ἀλλ’ ἡ δευτέρα κίνησις τῆς πρώτης ἀμυδροτέρα φαίνεται, καὶ μετ’ αὐτὴν ἡ τρίτη πάλιν ἀμυδροτέρα τῆς δευτέρας, εἶθ’ ἑξῆς ἡ τετάρτη καὶ πέμπτη, καὶ πᾶσαι κατὰ τὸ ἑξῆς ἀφαιροῦσι μέχρις ἂν εἰς ἀκινησίαν ἀφίκωνται τελείαν ὡς πρὸς τὴν ἡμετέραν αἴσθησιν. εἶτ’ ἀράντων τοὺς δακτύλους, καὶ βραχὺ διαλειπόντων ἐπιτιθέντων τε πάλιν, αἴσθησις γίνεται κινήσεως. ἐνίοτε δὲ καὶ χωρὶς τῆς ἄρσεως αὐτῶν ἐπανέρχεται πάλιν ἡ κίνησις, ὡς αἰσθητὴν γίγνεσθαι. συμβαίνει δὲ καὶ τὰ τοιαῦτα περὶ τοὺς σφυγμοὺς διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως, μὴ φερούσης αὐτῆς τὴν ἐπιβολὴν τῶν δακτύλων, ἀλλ’ ὡς
510
ὑπὸ φορτίου νικωμένης τε καὶ καταπιπτούσης. διὸ καὶ μετριώτατα προσήκει ψαύειν τηνικαῦτα, μᾶλλον ἐκ τῶν κάτω μερῶν τῆς ἀρτηρίας ἐπιβάλλων τοὺς δακτύλους, περιστρέφοντος τὴν χεῖρα τοῦ κάμνοντος. εἰ δ’ αὖ πάλιν ἐπιπολῆς ἀκριβῶς ψαύοις, κατὰ θάτερον τρόπον οὐκ αἰσθήσῃ τῆς κινήσεως διὰ τὴν σμικρότητα τῆς διαστολῆς. ἀκριβῶς οὖν σε χρὴ τηνικαῦτα τῷ ποσῷ τῆς διαστολῆς, ὅ κατὰ τὴν ἐπιβολὴν τῶν δακτύλων ἐποιήσω· καὶ οὕτως ἐν μέρει ποτὲ μὲν ἀνιέναι καὶ κουφίζειν βραχὺ, ποτὲ δὲ θλίβειν, τῆς διαγνώσεως τῶν τοιούτων σφυγμῶν κατορθουμένης ἐν ἀκριβεῖ συμμετρίᾳ τῆς τῶν δακτύλων ἐπιβολῆς, διὰ τὸ τὴν μὲν ἐπιπολῆς ψαῦσιν οὐδέπω διαγινώσκειν τὴν διαστολὴν τῆς ἀρτηρίας, ὅταν ἐπὶ βραχὺ γίγνηται, τὴν δὲ ταύτης βιαιοτέραν ἀφανίζειν τε καὶ τελέως ἀπολλύναι τὴν διάγνωσιν τῆς κινήσεως. ἔνιοί γε μὴν τῶν τοιούτων σφυγμῶν, ὅταν ἀπόλλυνται μειωθείσης κατὰ βραχὺ τῆς διαστολῆς, αὖθις ἐπανέρχονται, καὶ καλοῦμεν αὐτοὺς μυούρους παλινδρομοῦντας. ἂν μὲν οὖν εἰς ἐσχάτην βραχύτητα κινήσεως ἀφικόμενοι πάλιν αὐξήσωσιν αὐτὴν, αὐτὸ
511
τοῦτο νῦν εἰρημένον ἔχουσιν ὄνομα, μύουροι παλινδρομοῦντες. ἐὰν δὲ εἰς ἀκινησίαν πάντη τελευτήσαντες ἐνταῦθα στῶσι, μηκέτι αἰσθητὴν κίνησιν ποιησάμενοι, τοὺς τοιούτους ἐκλείποντας ὀνομάζομεν· ἐὰν δὲ καὶ μετὰ τὴν ἀκινησίαν αὖθις ἄρξονται κινεῖσθαι πάλιν, καὶ αὐτοὺς ὀνομάζομεν ἐκλείποντας παλινδρομοῦντας. εὔδηλον δ’ ὅτι πάντες οἱ τοιοῦτοι σφυγμοὶ γίνονται δι’ ἀῤῥωστίαν δυνάμεως, ἐνίοτε μὲν αὐτῆς μόνης κατὰ τὸν ἴδιον ἀῤῥωστούσης, ἐνίοτε δὲ καὶ διά τι πλῆθος ἢ θλίψιν ἢ ἔμφραξιν τῶν πλησίον τῆς καρδίας ἀρτηριῶν, ὡς μικτὴν ἀποτελεῖσθαι διάθεσιν. καὶ εἰ μὴ παντάπασιν ὁ σφυγμὸς ἐπ’ αὐτῶν ἀμυδρός τε καὶ μικρὸς ἐγένετο, σαφῶς ἂν ἐφαίνετο κατὰ μίαν διαστολῆς ἀνωμαλίαν· νῦν δὲ οὐ φαίνεται διὰ τὴν ταπεινότητα τῆς κινήσεως, ἣν ποιεῖται κατὰ τὴν διαστολὴν ἡ ἀρτηρία. διὸ καὶ πυκνοὶ τοὐπίπαν εἰσὶν οἱ τοιοῦτοι σφυγμοὶ κατ’ ἐκεῖνο τὸ γένος τῆς πυκνότητος, ὃ τοῖς ἀναίσθητον ἔχουσι τὴν συστολὴν φαίνεται. διττῶς γὰρ ἔφαμεν γίνεσθαί τε καὶ λέγεσθαι πυκνὸν τὸν σφυγμὸν, ἤτοι τῆς συστολῆς τῶν πρώτων μερῶν αἰσθανομένων ἡμῶν ἢ μηδ’ ὅλως
512
αἰσθητῆς οὔσης αὐτῆς. ἐὰν οὖν αἰσθανώμεθα τῶν πρώτων τῆς συστολῆς, ὁ μεταξὺ χρόνος τοῦ τε τῆς διαστολῆς πέρατος καὶ τῆς ἀρχῆς τῆς συστολῆς, ἀραιὸν ἢ πυκνὸν ἐργάζεται τὸν σφυγμόν. ἐπεὶ δὲ καὶ χρόνου τὶ καὶ μεγέθους διαστολῆς ἔχειν χρὴ τὴν ἀρτηρίαν εἰς αἴσθησιν τῶν πρώτων τῆς διαστολῆς, ἀδύνατόν ἐστιν ἐπὶ τῶν ἀμυδρῶν τε καὶ μικρῶν σφυγμῶν ἄγεσθαί ποθ’ ἡμᾶς αὐτούς· ὥστ’ ἐπὶ τούτων ὁ τῆς ἐντὸς ἠρεμίας χρόνος ἀδιάγνωστος ἔσται. καὶ διὰ τοῦθ’ ὅλος ὁ συγκείμενος ἔκ τε τούτου καὶ τοῦ τῆς συστολῆς καὶ τῆς μετ’ αὐτὴν ἡσυχίας καὶ τῶν πρώτων τῆς αἰσθητῆς συστολῆς ἀναίσθητος γινόμενος, ἤτοι πυκνὸν ἢ ἀραιὸν ἐργάζεται τὸν σφυγμόν. ἀλλὰ περὶ μὲν τοῦ διὰ τὴν ποσότητα τῆς ἐκτὸς ἠρεμίας ἀραιοῦ καὶ πυκνοῦ κατὰ τὸ πρὸ τούτου δεδήλωται γράμμα· περὶ δὲ τοῦ νῦν εἰρημένου πυκνοῦ καὶ ἀραιοῦ λέγειν ἤδη καιρὸς, ἀναμνησθέντων ἡμῶν πρότερον τῶν δεδειγμένων ἐν τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων πραγματείᾳ. τὴν γὰρ ὡς ἂν εἴποι τις αἰτίαν συνεκτικὴν πυκνότητος σφυγμῶν ἐδείκνυμεν εἶναι τὸ τῆς διαστολῆς ἐλλιπές· ἐπειδή περ, ὅταν μὲν ᾖ
513
χρεία τῆς ἐνεργείας, ταύτης πληρωθείσης σύμμετρον ἡσυχάζει χρόνον ἡ ἀρτηρία, μὴ πληρωθείσης δὲ τῆς χρείας διὰ τὸ τῆς διαστολῆς ἐλλιπὲς ἀναγκάζεται τῆς δευτέρας κινήσεως πρωϊαίτερον ἄρχεσθαι. ἐπεὶ τοίνυν ἐν τοῖς μικροῖς πάνυ σφυγμοῖς ἀπλήρωτος ἡ χρεία γίνεται τῆς διαστολῆς, ὅσον ἐνδεῖ, τοῦθ’ ἡ φύσις ἐκπληροῦν ἀναγκαζομένη τῆς δευτέρας κινήσεως ἄρχεται πρωϊαίτερον. εἰς ὅσον δὲ ὁ μεταξὺ χρόνος τῶν διαστολῶν γίνεται βραχύτερος, εἰς τοσοῦτο πυκνότερος ὁ σφυγμὸς φαίνεται. ἐλλιπὴς δὲ τῆς διαστολῆς ἡ χρεία γίνεται κατὰ τοὺς μικροὺς σφυγμοὺς διὰ τὴν μικρότητα. καὶ τοῦτ’ ἐξ ἀνάγκης ἕπεται διαπαντός· οὐχ ὥσπερ ἐπὶ τῶν μεγάλων ἔστιν ὅτε. πλῆθος γὰρ ἐπὶ τούτων εἶναι χρὴ θερμασίας ἢ δαπάνην ψυχικοῦ πνεύματος, ἵνα ὁ σφυγμὸς γένηται πυκνός. ᾧ λόγῳ πάλιν, ἐφ’ ὧν αἰσθητὴ τῆς ἀρτηρίας ἐστὶν ἡ συστολὴ, βραχὺς μεταξὺ χρόνος γίνεται τοῦ τε τῆς ἀποχωρήσεως αἰσθητοῦ πέρατος καὶ τῆς ἀρχῆς τῆς διαστολῆς. οὗτος μὲν οὖν ὁ χρόνος συναναιρεῖται σπευδούσης τῆς φύσεως ἐπὶ τὴν διαστολὴν, ἔνθα χρεία τῆς ἀρτηρίας ἐστὶν ἐπισπᾶσθαι πλέονα τὸν ἔξωθεν
514
ἀέρα· καὶ γίνεται τοῦθ’, ὡς ἔφην, διὰ πλῆθος θερμασίας ἢ δαπάνην πνεύματος. ὁ δ’ ἕτερος χρόνος ὁ τῆς ἐκτὸς ἠρεμίας βραχύνεται κατ’ ἐκείνας τὰς διαθέσεις, ἐν αἷς ἡ φύσις ἐπείγεται λιγνυώδη τε καὶ καπνώδη περιττώματα κατὰ τὰς ἀρτηρίας ἠθροισμένα κενῶσαι. καὶ διὰ τοῦτ’ ἐν τῷ πρὸ τούτου γράμματι βεβαιότατον ἔφην εἶναι σημεῖον εἰσβολῆς παροξυσμῶν πυρεκτικῶν ἐπὶ σήψει χυμῶν γιγνομένων ὀλιγοχρόνιον μὲν εἶναι τὴν ἐκτὸς ἡσυχίαν, ταχυτέραν δὲ τὴν κίνησιν τῆς συστολῆς.
Περὶ μὲν οὖν ἀραιότητός τε καὶ πυκνότητος ἱκανὰ ταῦτα· πρὸς δὲ τοὺς ὁμογενεῖς τοῖς ὀλίγον ἔμπροσθεν εἰρημένοις σφυγμοῖς ἐπανέλθωμεν. ἔστι δή τις ὑψηλότερον ἔχων τὸ μέσον, ὡς κατὰ μῆκος σκοποῦντι, τὰ δὲ ἑκατέρωθεν αὐτοῦ ταπεινότερα· καλοῦμεν δ’ αὐτὸν ἐπινενευκότα τε καὶ περινενευκότα. φαίνεται δ’ ὁ σφυγμὸς οὗτος ἐπ’ ἀῤῥώστοις δυνάμεσι γιγνόμενος, ὅταν ἡ κατασκευὴ τοῦ σώματος ᾖ τοιαύτη τὴν φύσιν ὡς ὀλίγον μέν τι δέρμα κοῦφον ἐπιβεβλῆσθαι τῷ μέσῳ τοῦ μήκους τῆς ἀρτηρίας, τὰ δ’ ἑκατέρωθεν
515
τοῦδε κατὰ τὸ μῆκος ἐκ τῶν ἄνω καὶ κάτω μερῶν βαρύνεσθαι. δι’ αὐτὸ γάρ τοι τοῦτο καὶ τῶν παχέων ὁ σφυγμὸς τῷ μήκει βραχὺς φαίνεται, κἂν εὔῤῥωστος ᾖ· τῶν δ’ ἰσχνῶν μακρὸς, κἂν ἀῤῥωστότερος ὑπάρχῃ.
Καί πως πάλιν ὁ λόγος ἤδη πρὸς τὸ μικρῷ πρόσθεν ἀναβληθὲν ἥκει περὶ τῶν ἐν τῷ διαγράμματι ζ΄ καὶ κ΄ σφυγμῶν, ὧν ἡ γένεσις ὡς ἐπὶ στοιχείοις ἐστὶ τοῖς ἐννέα σφυγμοῖς, τρισὶ μὲν τοῖς κατὰ τὸ μῆκος τῆς ἀρτηρίας θεωρουμένοις, τρισὶ δὲ κατὰ τὸ πλάτος, καὶ τρισὶν ἄλλοις τοῖς κατὰ τὸ βάθος. ἐκ γὰρ τῆς τούτων πρὸς ἀλλήλους ἐπιμιξίας ἅπασαι συζυγίαι γίνονται τῶν σφυγμῶν ἑπτὰ καὶ εἴκοσιν· ὧν μία μὲν κατὰ τὸ μῆκος, περὶ ἧς ἀρξάμεθα λέγειν ἄρτι, δεικνύντες αὐτὴν φαίνεσθαι διά τε τὴν ἐν πάχει καὶ λεπτότητι διαφορὰν τοῦ σώματος, ἀῤῥωστίαν τε καὶ ῥώμην δυνάμεως, ἐκ τούτου δὲ πρὸς τοῖσδε θερμασίαν πολλήν· εἰ δὲ εἰς δύο κεφάλαια τὸν λόγον ἀναγαγεῖν ἐθέλεις, διά τε τὴν κατὰ κύκλον τῆς ἀρτηρίας γινομένην ἧττον ἢ μᾶλλον διαστολὴν καὶ
516
διὰ λεπτότητα καὶ πάχος τοῦ σώματος. ὅσον μὲν γὰρ ἐπ’ αὐτῇ τοῦ πράγματος τῇ φύσει πάντων οἱ σφυγμοὶ γίνονται κατὰ τὸ μῆκος ἴσοι, πλὴν εἴ ποτ’ ἤδη τῶν ἀποθνησκόντων ἀπέψυκται τὰ κῶλα· φαίνονται δ’ οὐκ ἴσοι διὰ τὸ τῶν ἐπικειμένων σωμάτων ταῖς ἀρτηρίας ἄνισον. τῶν γοῦν ἐκτετηκότων ἐν χρονίοις νοσήμασιν ἡ κατὰ ῥάχιν ἀρτηρία φαίνεται σφύζουσα, τῆς χειρὸς ἐπιβαλλομένης τῷ καθ’ ὑπογάστριον δέρματι· καὶ μᾶλλόν γε τοῖς ἰσχνοῖς φύσει συμβαίνει τοῦτο, καὶ πολὺ μᾶλλον, ὅταν πυρέξωσιν ἢ οἶνον πίωσιν, ὡς ἂν εἰς μέγεθος αὐτοῖς ἐξαιρομένης τῆς διαστολῆς. ἔμπαλιν δὲ τοῖς παχέσι, κἂν ἰσχυροὶ τὴν δύναμιν ὦσι καὶ ὑπέρθερμοι, βραχὺς ὁ σφυγμὸς γίνεται κατὰ τὸ ἀρτηρίας μῆκος. ὥσθ’ ἡ μὲν ἰσχνότης τοῦ σώματος εἰς τὸ μῆκος τοῦ σφυγμοῦ συντελεῖ τῶν ἄλλων ἁπάντων μάλιστα, δευτέρα δ’ ἐπ’ αὐτῇ ῥώμη δυνάμεώς ἐστι καὶ τρίτη θερμασία. τὰ δ’ ἐναντία τῶνδε τὸν ἐναντίον ποιεῖ σφυγμὸν, ὃν ἔφην καλεῖσθαι βραχύν. ὁ δὲ στενὸς σφυγμὸς γίνεται διὰ στενοχωρίαν τῶν περικειμένων χωρίων
517
τῆς ἀρτηρίας, ἀῤῥωστίαν τε δυνάμεως καὶ ψύξιν ὀργάνου τε σκληρότητα καὶ δέρματος ῥυσότητα καὶ πάχος. ὁ δὲ ὑψηλὸς τὰ ἐναντία, ῥώμην δυνάμεως, θερμασίαν πολλὴν, ὀργάνου μαλακότητα, δέρματος λεπτότητα καὶ τάσιν. εὔδηλον δ’ ἐκ τῶν εἰρημένων ὅτι τοῦ τεσσαρεσκαιδεκάτου κατὰ τὸ διάγραμμα σφυγμοῦ, τοῦ καὶ τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ βάθος ἔχοντος σύμμετρον, ἤτοι πάντα κατὰ φύσιν ἐστὶν, ἢ καί τις ἐξ ὑπεναντίων μίξις εἰς μέσην κατάστασιν ἄγει τὴν διαστολήν. ἐγχωρεῖ γὰρ τῷ κάμνοντι τοσοῦτον τὴν δύναμιν ἀσθενεστέραν εἶναι κατά τινα καιρὸν ὅσον καὶ τὴν τοῦ σώματος ἕξιν ἰσχνοτέραν, ὥσθ’ ὅσον εἰς βραχύτητα διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως ἧκεν ὁ σφυγμὸς, τοσοῦτον ἐκ τῆς ἰσχνότητος προστίθεσθαι. δυνατὸν δὲ καὶ διὰ πλῆθος θερμασίας ὅσον τούτοις ἐκλέλοιπεν ἀναπληροῦσθαι, πάλιν δ’ αὖ κατὰ τἀναντία τῆς δυνάμεως εὐῤῥωστοτέρας γενομένης, ὅσον εἰς τὸ μῆκος ἂν ἐπέδωκεν ὁ σφυγμὸς, τοσοῦτον καὶ πολυσαρκίαν ἀφαιρεῖσθαι. δυνατὸν δὲ καὶ τὸν εἰς μῆκος ηὐξημένον ὅσον ἐπὶ τοῖς ἄλλοις αἰτίοις βραχύτερον γενέσθαι
518
διὰ ψύξιν. ὑπολογιστέον δέ τι καὶ τῇ τοῦ χιτῶνος σκληρότητι κατὰ τὰς τοιαύτας ἐπισκέψεις. ἀλλ’ ἐὰν ὅσον ἐπὶ τοῦτο κατὰ φύσιν ἔχῃ, καὶ μήτε εἰς εὐσαρκίαν ἢ ἰσχνότητα φαίνηται μεταβολὴ γεγονυῖα, μήτε εἰς ἀμυδρότητα καὶ σφοδρότητα τροπή τις, ἀλλ’ ἐν τούτοις ἔχῃ κατὰ φύσιν, ἐὰν σύμμετρος φαίνηται καὶ μῆκος καὶ βάθος καὶ πλάτος, ἐνδείξεταί σοι μήτε θερμασίαν εἶναι πλείονα κατὰ τὸ σῶμα μήτε δαπάνην πνεύματος ψυχικοῦ. ταυτὶ μὲν οὖν κἀξ αὐτοῦ τοῦ μηδεμίαν ἐνέργειαν ἰσχυρὰν ἐνεργηκέναι τὸν κάμνοντα διαγνῶναι ῥᾷστόν ἐστιν· ἐν γὰρ ταῖς προαιρετικαῖς κινήσεσι δαπανᾶται τὸ πνεῦμα· τὴν δὲ τῷ βάθει τοῦ σώματος αὐξανομένην θερμασίαν, ἐὰν τἄλλα πάντα συμμέτρως ἔχῃ, διὰ τοῦ σφυγμοῦ μόνου προγνῶναι δυνατόν ἐστιν. ἡ γὰρ τῆς ἀναπνοῆς μεταβολὴ οὐ σαφὴς γίνεται κατὰ τὰς τοιαύτας διαθέσεις, ἐν αἷς ὀλίγον πλέον ἤθροισται τῆς κατὰ φύσιν θερμασίας ἐν τῇ καρδίᾳ, τῶν ἄλλων ὡσαύτως ἐχόντων. ἀλλὰ προσέχειν ἐνταῦθα χρὴ τῷ μεγέθει καὶ τῷ τάχει τοῦ σφυγμοῦ. πρῶτον μὲν γὰρ εἰς μέγεθος
519
ἐπιδίδωσιν, ὅταν ὁ χιτὼν τῆς ἀρτηρίας ἤτοι μαλακώτερος ᾖ τοῦ κατὰ φύσιν ἢ σύμμετρος· ἔπειτα δὲ εἰς τάχος, αὐξανομένης τῆς θερμασίας. ὅταν δὲ ὑπὸ σκληρότητος ὁ χιτὼν τῆς ἀρτηρίας εἰς μέγεθος ἀξιόλογον ἀδυνατῇ διαναστῆναι, τηνικαῦτα καὶ ἡ εἰς τάχος ἐπίδοσις τοῦ σφυγμοῦ γίνεται πρωϊαίτερον. ἡ γάρ τοι χρεία τῆς τῶν σφυγμῶν γενέσεως αὐξανομένη, μέχρι μὲν ἂν ἱκανὸν αὐτῇ τὸ μέγεθος τῆς διαστολῆς ᾖ, οὐδὲν ὅλως αἰσθητὸν εἰς τάχος ἀλλοιοῖ τὴν κίνησιν, ἢ παντάπασιν ὀλίγον· ὅταν δὲ μείζονος μὲν ἡ χρεία δέηται διαστολῆς, μὴ δύνηται δὲ ὁ χιτὼν τῆς ἀρτηρίας ἐκτείνεσθαι διὰ σκληρότητα, τηνικαῦτα τῷ τάχει πολλὴ προσθήκη γίνεται. καὶ ὅταν δὲ μηδὲ τοῦτο ἐξαρκῇ, κλονώδης ὁ σφυγμὸς ἀποτελεῖται, διαμενούσης γε δηλονότι τῆς δυνάμεως εὐῤῥώστου.
Πάντων μὲν οὖν τῶν ἐν τῷ διαγράμματι σφυγμῶν διέρχεσθαι καθ’ ἕκαστον ἰδίᾳ μακρὸν ἂν εἴη, μέθοδον δ’ ἐπ’ αὐτοῖς ἄμεινον ὑφηγήσασθαι μετὰ γυμνασίας· ὅπερ κἀν τῷ πρώτῳ περὶ τῆς τῶν σφυγμῶν προγνώσεως ἐποίησα. πρὸ τοῦ δ’ ἐπὶ ταύτην ἐλθεῖν βέλτιόν ἐστιν ἐγνῶσθαί τι
520
περὶ αὐτῶν, ὡς ἐνίοτε βραχυτάτη μὲν ἐπίδοσις ἤτοι γε εἰς πλάτος ἢ εἰς ὕψος ἢ εἰς τἀναντία γίγνεται, πολλὴ δὲ φαίνεται διὰ τὸ παραβάλλειν ἡμᾶς τὸν νῦν φαινόμενον σφυγμὸν τῷ πρόσθεν ὑπάρχοντι. τοῦτο οὖν ὁρᾶται κἀπὶ τῶν κρίσεων συμβαῖνον, ὅταν ἐφ’ ὑψηλῷ φανέντι τῷ σφυγμῷ πολλῶν ἱδρώτων ἐκραγέντων εἰς τὴν ἐναντίαν ἰδέαν ἡ μετάπτωσις γένηται καὶ φαίνηται ταπεινός τε ἅμα καὶ πλατὺς ὁ σφυγμός. διότι καί τισι τῶν ἰατρῶν γέγραπται τὸν πλατὺν σφυγμὸν ὁρᾶσθαι πολλάκις ἐπὶ τῶν ὑπόγυιον κεκριμένων. αὐτὸς γὰρ φαίνεται τοῖς, ὡς εἴρηται, κριθεῖσι πλατύτερος, οὐ μὴν τοσούτῳ γε κατὰ ἀλήθειαν ἐν τούτῳ τῷ καιρῷ γίνεται πλατύτερος ὅσῳ φαίνεται διὰ τὸ πρόσθεν μὲν ηὐξῆσθαι τὸ ὕψος ἐπὶ πλέον τοῦ κατὰ φύσιν, ἐν δὲ τῷ μετὰ τὴν κρίσιν χρόνῳ μηδὲ τὸ κατὰ φύσιν ἔτι φυλάττεσθαι. διὰ μὲν γὰρ τὴν κένωσιν αἱ περικείμεναι ταῖς ἀρτηρίας χῶραι χαλαραὶ γίνονται, στενοχωροῦσαι πρότερον αὐτάς· καὶ διὰ τοῦτο πλατύτερος ὄντως ὁ σφυγμὸς φαίνεται. φαίνεται δὲ πολὺ πλατύτερος ἢ κατὰ ἀλήθειαν ἐστὶν, εἰς ταπεινότητα μεταπεσόντος τοῦ
521
ὕψους, διά τε τὸ μηδ’ ὅλως εἰς ὄγκον ἀξιόλογον αἴρεσθαι τὴν διαστολὴν καὶ διὰ τὸ χαλαρόν τε καὶ ῥυσὸν γίνεσθαι τὸ ἐπικείμενον αὐταῖς δέρμα. καθ’ ὃν καιρὸν εἰ περιστρέψας τὸ κῶλον ἐν τοῖς κάτω μέρεσιν αὐτοῦ ποιήσαις τὴν ἀρτηρίαν, οὔθ’ οὕτως ἔτι ταπεινὸς ὡς ἔμπροσθεν οὔθ’ οὕτω πλατὺς ὁ σφυγμὸς φαίνεται. καὶ κατὰ τὸν ὕδερον δὲ τὴν ὅλην ἕξιν ἐξοιδίσκοντα καθάπερ (ἐν) νεκροῖς σώμασι, διαφέροντα πολὺ τοῦ τε τυμπανίου καλουμένου καὶ τοῦ ἀσκιτοῦ, πλατεῖς οἱ σφυγμοί· καὶ μάλισθ’ ὅταν τῆς ἀρτηρίας ἁπτώμεθα, κατὰ τὸ ἄνω μέρος, οὐ τὸ κάτω, τοῦ κώλου τεταμένου. ὁρᾶται δὲ τοιοῦτος ἐνίοτε κἀπὶ τῶν κάκιστα διακειμένων ληθαργικῶν. ἐκθηλύνεται γὰρ ἐπὶ τούτοις ἡ τοῦ σώματος ἕξις, ὡς διὰ τὴν πολλὴν ὑγρότητα καὶ μαλακότητα χαλαρὸν καὶ ἀστήρικτον γίνεσθαι, καὶ τὸν νῶτον τῆς ἀρτηρίας μὴ δυνάμενον σχεῖν ἑαυτὸν μηδὲ ὑψηλὸν ἀνέχειν, ὡς ὅτε εἶχε κατὰ φύσιν. ἐπὶ τούτων οὖν, ὡς ἔφην, ἐὰν ἐκ τῶν κάτω μερῶν τοῦ κώλου ψαύῃς, οὐκέτι σοι φανεῖται πλατὺς ὁ σφυγμός. τούτῳ δὲ δεῖ σε προσέχειν ἀκριβῶς καὶ διορίζεσθαι καὶ σκοπεῖσθαι, πῶς ἐσχηματισμένου
522
τοῦ κώλου τὴν ἐπιβολὴν ἐποιήσω τῆς χειρός. ὡς τὰ πολλὰ μὲν γὰρ ἁπτόμεθα τῆς κατὰ τὸν καρπὸν ἀρτηρίας, ἐνίοτε δὲ ἤ τινα τῶν κροτάφων ἢ βραχίονα. συνεπινοεῖν δὲ δεῖ τὰ τῶν ὑπαρξάντων πρὸς τὰ παρόντα νῦν παραβάλλειν, καὶ σκοπεῖσθαι μή τι δι’ ἐκεῖνα πλέον μεταβέβληκεν ἢ κατὰ ἀλήθειαν ὁ σφυγμὸς ἀλλοιούμενος φαντάζεται. τούτων οὖν σοι μεμνημένῳ τῶν ἐφεξῆς ποιήσομαι λόγον.
Ἔστω τινὸς ἀῤῥώστου νῦν πρῶτον ἡμῖν ὁρωμένου τὸν ἐν τῷ καρπῷ τῆς χειρὸς φαίνεσθαι σφυγμὸν μακρότερον, ὡς εἰς ἓξ δακτύλων ἢ πλειόνων ἐπιβολὴν αἰσθητὴν εἶναι τὴν κίνησιν. ἤδη μὲν οὖν δῆλον ὡς ἀναγκαῖόν ἐστιν ἰσχνὸν εἶναι τὸν ἄνθρωπον τοῦτον· ἀδύνατον γὰρ εὐσάρκου τοῦ σώματος ὄντος εἰς τοσοῦτον γενέσθαι μακρὸν τὸν σφυγμόν. ἐφεξῆς οὖν σκόπει τὴν σύστασιν τοῦ χιτῶνος τῆς ἀρτηρίας, ὡς πρὸς τὴν ἡλικίαν τε καὶ τὴν ἕξιν τοῦ σώματος ἀποβλέπων τοῦ κάμνοντος. ὁ μὲν γὰρ ἐν τοῖς παιδίοις μαλακώτερός ἐστι τοῦ τοῖς τελείοις ὑπάρχοντος, ὁ δ’ ἐν ταῖς γυναιξὶ τοῦ τοῖς ἀνδράσιν, ὁ δ’ ἐν τοῖς φύσει μαλακοσάρκοις
523
τε καὶ λεπτοῖς τοῦ τοῖς ἐναντίοις. ἐὰν οὖν σοι φαίνεται (C. φανεῖται) πολλῷ σκληρότερος τοῦ κατὰ φύσιν ὁ σφυγμὸς γεγονέναι, σκόπει τὸν ὄγκον τῆς διαστολῆς. ὀνομάζω δὲ ἄρτι ὄγκον τὴν κατὰ κύκλον ὅλης τῆς ἀρτηρίας κίνησιν, ἧς ὕψος τε καὶ πλάτος ἐπινοίᾳ τέμνομεν· οὐ γὰρ διώρισται καθάπερ ἐν τοῖς κυβικοῖς σώμασι τὸ πλάτος τοῦ ὕψους ἐπὶ τῆς ἀρτηρίας. τοιούτου δὲ ὄντος τοῦ σφυγμοῦ πάντως μὲν ἀναγκαῖον εἶναί τινα διάθεσιν τῶν σκληρὸν ἐργαζομένων αὐτόν. ἔμαθες δὲ τὰς διαθέσεις, ψύξιν ἰσχυρὰν ὡς πηγνύναι τὸ σῶμα τῆς ἀρτηρίας, ἢ ὑπερβάλλουσαν ξηρότητα καθάπερ ἐν τοῖς μαρασμοῖς, ἢ σκίῤῥον σπλάγχνου τινὸς, ἢ μεγίστην φλεγμονὴν σπασμώδη κατασκευὴν ἔν τινι τῶν νευρωδῶν μορίων. ἀλλὰ τό γε πρόσωπον εὐθέως ἐνδείξεταί σοι, πότερα μαρασμός ἐστιν, ἤ τι τῶν ἄλλων· προσήκει γὰρ τὸν μαρασμὸν ὡς ἀνίατον ὑπάρχειν, ὁπόταν δι’ αὐτὸν ἀρτηρία τοσαύτην λάβῃ ξηρότητα. κοίλους τε οὖν ὄψει τοὺς ὀφθαλμοὺς τῶν οὕτως ἐχόντων, ὡς ὑπερέχειν ἐν κύκλῳ τὰ περιγράφοντα τοὺς χιτῶνας
524
αὐτῶν ὀστᾶ, καὶ τἄλλα ὅσα κατὰ τὸ περὶ τοῦ μαρασμοῦ βιβλίον ἔμαθες. ἀλλὰ καὶ τοὺς μὲν οὕτω διακειμένους καὶ πρὶν ἅψασθαι τῶν σφυγμῶν ἔνεστί σοι διαγινώσκειν ἐκ μόνου τοῦ προσώπου. μὴ φαινομένου δ’ αὐτοῦ τοιούτου, τὴν σκληρότητα τοῦ σφυγμοῦ τοὐπίπαν μὲν εὑρήσεις διὰ σπλῆνα γεγονυῖαν ἐσκιῤῥωμένον· ἤδη δὲ καὶ δι’ ἄλλο τι μόριον κύριον, ὃ καὶ διὰ τῆς ἁφῆς ἑτοίμως γνώσῃ. καὶ συμπτώματα δ’ ἕπεται διορίζοντα σαφῶς ἀπὸ τῶν ἄλλων αὐτά. τοῦ μὲν γὰρ ἥπατος εἰς τηλικοῦτον ἥκοντος σκίῤῥον ὡς τὸν σφυγμὸν οἷον εἶπον ἐργάζεσθαι, τὰ τῶν ὑδέρων συμπτώματα παρὰ πρόσωπον ἤδη σοι φανεῖται. τῶν δὲ κατὰ γαστέρα τε καὶ κύστιν ἤ τι τῶν ἐντέρων πασχόντων αἱ διάῤῥοιαι δηλώσουσιν· ὥσπερ γε διαφράγματος ἢ ὑπεζωκότος πασχόντων αἱ τούτων ἴδιαι δύσπνοιαι. μεμάθηκας δ’ αὐτῶν τὴν ἰδέαν ἐν τοῖς περὶ δυσπνοίας ὑπομνήμασιν. ἐὰν δὲ μηδὲν τούτων φαίνεται, σκόπει μή τις εἴη σπασμώδης διάθεσις. ἐπί τε γυναικῶν ἐπισκέπτου μὴ τὸ σκιῤῥῶδες τοῦτο πάθος ἐν ταῖς μήτραις ἐστί. μηδενὸς δὲ τοιούτου φαινομένου, ψύξις ἰσχυρὰ καὶ πρόσφατος
525
ἢ ἐξ ὕδατος ψυχροῦ ἢ οἴνου πόσεως· ἐπ’ ἐκείνων γὰρ ἡ ἀρτηρία φαίνεται νεναρκηκυῖα περὶ τὴν κίνησιν. ἔοικε δὲ τῶν οὕτως ἐχόντων ὁ ἄκρατος ξηραίνειν τὴν ἕξιν αὐτῶν, ὥσπερ τὸ ψυχρὸν ὕδωρ πηγνύναι. καὶ ὀπῶραι δὲ ψυχραὶ κατὰ τὴν ἁφὴν καὶ τὴν δύναμιν ἐργάζονται σκληρὸν σφυγμόν. ἀλλ’ αἱ μὲν ἀπὸ τῶν ἔξωθεν αἰτίων βλάβαι ταχὺ συναποκαθίστανται, θερμαινόντων ἡμῶν τὸν κάμνοντα, καὶ διὰ τοῦτο καὶ οἱ σφυγμοὶ συναποκαθίστανται· παραμένουσι δὲ ταῖς ἐπὶ τῷ σώματι διαθέσεσι δυσιάτοις οὔσαις. ὅταν οὖν ὁ μακρὸς σφυγμὸς ἅμα καὶ σκληρὸς ᾖ, τὰς ἐπισκέψεις, ὡς εἴρηται, ποιήσῃ. συμμέτρου δὲ ὄντος αὐτοῦ κατὰ τὴν ἐν σκληρότητι καὶ μαλακότητι διαφορὰν, προεπισκέπτου τὸ ποσὸν τῆς διαστολῆς. ἂν μὲν γὰρ ἀξιολόγως διαστέλλεται καθ’ ἑκατέρας τὰς διαστάσεις ἡ ἀρτηρία, τήν τε εἰς μῆκος καὶ τὴν εἰς ὕψος, καὶ μήτε διὰ πρόσφατον τροφὴν ἢ οἴνου πόσιν ἢ λουτρὸν ἤ τινα ἄλλην κίνησιν τοῦτο γέγονεν, εὔδηλον δήπου πυρέττειν τὸν ἄνθρωπον. ἐὰν δὲ καὶ τάχος ἅμα τῇ τοιαύτῃ σφοδρότητι καὶ πυκνότης προσῇ, δῆλον ὅτι καὶ ὁ πυρετὸς μείζων ἐστί. ἐὰν δὲ
526
κατὰ μὲν ὕψος τε καὶ πλάτος ᾖ σύμμετρος ὁ σφυγμὸς, ἐπὶ δέ γε τῷ τάχει καὶ προσέτι καὶ πυκνὸς ἱκανῶς ᾖ, πολλὴν μὲν ἐνδείκνυται θερμασίαν, ἀσθενῆ δὲ τὴν δύναμιν. εἰ γὰρ ἦν ἰσχυρὰ, μέγεθος ἂν ὑπῆρχε τοῖς σφυγμοῖς. ἀλλὰ καὶ δι’ αὐτὸ τοῦτο ταχὺς ἱκανῶς γίνεται καὶ πυκνὸς, ὅτι μὴ πληροῦται διὰ μακρότητα τῆς διαστολῆς ἡ χρεία. φανεῖται δέ σοι πάντως ὁ τοιοῦτος ἀμυδρός. ἴδιον γὰρ ἀχώριστον τοῦτο σημεῖον ἐν σφυγμοῖς ἐστιν ἀῤῥωστούσης δυνάμεως· ὥστ’ ἐκ περιουσίας ἅπαντα τἄλλα τὰ τῆς δυνάμεως ἀσθένειαν ἢ ῥώμην σημαίνοντα σκοπεῖσθαι· πρός γε μὴν ἐπιστήμην ἀκριβῆ τῆς κατὰ τοὺς σφυγμοὺς θεωρίας γίνεται χρήσιμα μαρτυρούμενά τε καὶ μαρτυροῦντα τῇ διὰ τῶν ἀμυδρῶν τε ἔθος τοὺς μὲν εὐτόνους ὀνομάζω σφοδροὺς, τοὺς δὲ ἀτόνους ἀμυδρούς. φέρε γάρ τινι συμμέτρως ἔχοντι σαρκώσεως τὸν σφυγμὸν φαίνεσθαι σύμμετρον κατὰ μέγεθος, τοῦ χιτῶνος τῆς ἀρτηρίας καὶ αὐτοῦ συμμέτρως ἔχοντος ἐν τῇ κατὰ σκληρότητα καὶ μαλακότητα
527
διαφορᾷ, καλουμένῃ δὲ ὀνόματι κοινῷ κατάστασιν τοῦ χιτῶνος. ἐπὶ τοῦ τοιούτου σφυγμοῦ τὴν δύναμιν ἐῤῥῶσθαι πάντως ἐρεῖς, πρὶν γνῶναι σφοδρότητος ὅπως ἔχει. οὐ γὰρ δὴ κατά γε πᾶσαν ἐπιβολὴν τῆς ἁφῆς εὐθὺς ὁ σφοδρὸς διαγινώσκεται σφυγμὸς, ἀλλὰ μόνον ὅταν θλίψωμεν τὴν ἀρτηρίαν. ἡ γὰρ ἐπιπολῆς ψαῦσις ἀκριβῶς μὲν διαγινώσκει τὸ μέγεθος, οὐδ’ ὅλως δὲ τὴν σφοδρότητα. θλιψάντων μέντοι γε σαφῶς ἡ μὲν σφοδρότης φαίνεται, καθάπερ γε καὶ ἡ ἀμυδρότης. συνεκφαίνεται δὲ καὶ τὸ μέγεθος. ἀνιέναι γὰρ εἰς ὕψος ἡ ἀρτηρία κωλυομένη διὰ τὴν θλίψιν, ἅμα μὲν εὔτονον ποιεῖται τὴν ἀντίβασιν, ἅμα δὲ ἔμφασίν τινα τῆς εἰς τὸ πλάτος ἐκτάσεως. ἐν οἷς ἔνδειξις γίνεται τῆς κωλύσεως διὰ τὴν θλίψιν τῆς εἰς ὕψος ἀνόδου· ἀλλ’ ὅταν γε σκληρὸς ὁ χιτὼν ᾖ τῆς ἀρτηρίας, οὐδὲ γίγνεταί πω μεγίστη διαστολή. καὶ διὰ τοῦθ’ ὅταν ᾖ κυρίου σπλάγχνου φλεγμονὴ καὶ δι’ αὐτὴν ὁ σφυγμὸς σκληρὸς, ἐὰν πρὸς τούτοις ἡ διαστέλλουσα τὰς ἀρτηρίας δύναμις εὔῤῥωστος ᾖ, κλονώδης ὁ σφυγμὸς ἀποτελεῖται. ὅταν γὰρ ἥ τε
528
χρεία τῆς διαστολῆς αὐξήσῃ καὶ ῥώμη παρῇ τῇ ζωτικῇ δυνάμει, βιαίως διαστελλομένης τῆς ἀρτηρίας, ὁ κλόνος ἀποτελεῖται. τὰ πολλὰ δὲ ἐν ταῖς τοιαύταις διαθέσεσιν οὐκ ἔστιν εὔῤῥωστος ἡ δύναμις· ἀλλ’ ἀγαπήσειεν ἄν τις ἐν ἰσχνῷ σώματι διὰ μῆκος νόσου γεγονότι μετρίως ἔχειν τόνου τὴν δύναμιν. διὰ τοῦτ’ οὖν οὐδὲ κλονώδεις αὐτοῖς οἱ σφυγμοὶ γίνονται. πιοῦσι γε μὴν οἶνον ἀκρατέστερον ἢ πλέον κλονώδεις αὐτοῖς ἐνίοτε φαίνονται, τῆς τε δυνάμεως ῥωννυμένης καὶ τῆς πυρετώδους θερμασίας αὐξανομένης. οὗτοι μὲν οὖν οἱ σφυγμοὶ πολλάκις φαίνονται, σπάνιοι δὲ οἱ τὸ μὲν ὕψος φυλάττοντες ἅμα τῷ πλάτει, τῷ μήκει δὲ βραχεῖς, σπανιώτατοι δ’ αὐτῶν οἱ καὶ τὸ μῆκος ἅμα τῷ πλάτει συστέλλοντες. τούτων δ’ ἔτι σπανιώτερος ὁ ὑψηλὸς ἅμα καὶ στενὸς καὶ βραχὺς, ἐν μὲν τοῖς μακρὸν ἔχουσι τὸν σφυγμὸν, ὅθ’ ὑγίαινον, οὐδὲ γενέσθαι δυνάμενος· ἐν δὲ τοῖς βραχὺν, ἐπὶ πλήθει συνιστάμενος, ἐῤῥωμένης τῆς δυνάμεως. διὸ καὶ τοὐπίπαν ἀνώμαλος φαίνεται κατὰ τὰ δύο γένη τῆς ἀνωμαλίας. ὥσπερ γάρ ἐστι σημεῖον ἐῤῥωμένης δυνάμεως ὁ σφοδρὸς σφυγμὸς, οὕτω μετ’ ἐκεῖνον ὁ ὑψηλὸς,
529
ὅταν ἐν τῷ μήκει βραχύνηται. δῆλος οὖν ἐστι τηνικαῦτα μήτε διὰ λεπτότητα τοῦ σώματος εἰς ὕψος ἀνιὼν μήτε διὰ μαλακότητα τοῦ χιτῶνος τῆς ἀρτηρίας· εἰ γὰρ διὰ τούτων παρεῖτο, βραχὺς ὁ σφυγμὸς οὐκ ἂν ἦν. ὡς τὸ πολὺ μὲν οὖν ὁ ὑψηλὸς σφυγμὸς εὐθὺς καὶ πλατύς ἐστιν· εἰ δὲ μὴ, σύμμετρος κατὰ τὸ πλάτος. ἐστενῶσθαι δὲ τὸν αὐτὸν καὶ ὑψηλότερον εἶναι τοῦ συμμέτρου χωρὶς ἀνωμαλίας συστηματικῆς ἀδυναμία ἐστίν· καὶ ταύτης ἐλάττους ἀριθμῷ τοὺς ὑψηλοὺς σφυγμοὺς ἐχούσης τῶν συμμέτρων κατὰ τὸ βάθος. ἀλλὰ καὶ κατὰ μίαν διαστολὴν ὁ τοιοῦτος ἀνωμαλίας χωρὶς μὴ πάνυ τι φαίνεσθαι. καὶ μέντοι κἂν κολουθῇ κατὰ μῆκος ὁ ὑψηλὸς σφυγμὸς, ἀλλ’ εἰς τοσοῦτόν γε εἰς ὅσον ἐν τῷ μυρμηκίζοντι οὐ κολουθήσεται. δακτύλου γοῦν ἑνὸς ἐπιβολὴν ἐκπληροῖ, τοῦ μυρμηκίζοντος οὐδὲ τὸ τρίτον μέρος τοῦ ὅλου πληροῦντος. ὁ δ’ οὖν ὑψηλός τε ἅμα καὶ βραχὺς τῷ μήκει σφυγμὸς, ὅταν σκληρότερός τε ἅμα γένηται δηλονότι. τὴν δ’ ἀρχὴν οὐδὲ ὤφθη ποτέ μοι μακρὸς ἅμα καὶ δίκροτος. ἀλλ’ ὅ γε μῆκος προσλαβὼν
530
ἐπὶ τοῖς εἰρημένοις αἰτίοις κλονώδης γίνεται· τὰ δ’ αἴτια πλῆθος θερμασίας καὶ ῥώμη δυνάμεως καὶ ὀργάνου σκληρότης. ἐνίοτε δὲ καὶ διὰ πάθος ἐν νόσοις ἡ θέσις ἡ τῆς ἀρτηρίας ὑπαλλάττεται καὶ διαστρέφεται, δυσκρασίας τινὸς ἀνωμάλου κατὰ τοὺς χιτῶνας αὐτῆς ἢ τὰ πέριξ σώματα γινομένης· ὡς τὸ μὲν ἐξηράνθαι μέρος, τὸ δὲ μὴ, καὶ τὸ μὲν ἐσκληρύνθαι, τὸ δὲ μὴ, καὶ τὸ μὲν ὑπό τινος τῶν περικειμένων σωμάτων ἑλκόμενον τετάσθαι, τὸ δὲ ἐξεῶσθαι τῆς θέσεως. ἀλλὰ ταῦτα μέν ἐστι σπάνια, τὰ δὲ διὰ θερμασίαν ἢ ψύξιν ὅλου τοῦ κώλου σὺν τοῖς περικειμένοις ἢ ὑγρότητα καὶ πλῆθος ἢ ἔνδειαν ἢ ξηρότητα πολλάκις συμβαίνει. μεμνῆσθαι μέντοι χρὴ καὶ τῶν σπανίως γιγνομένων· ὥστ’ ἐπειδὰν ἀφίκῃ πρὸς ἄῤῥωστον· ὃν οὔπω πρότερον εἶδες, ἀπὸ τῶν ὡς ἐπιπολὺ γιγνομένων ἀρξάμενον μεταβαίνειν ἐπὶ τὰ μὴ πάνυ πολλάκις ὁρώμενα, κἄπειθ’ οὕτως ἐπὶ τἄλλα μέχρι τῶν σπανιωτάτων, ὥσπερ ἀμέλει κἀπὶ τοῦ βραχέος μὲν κατὰ τὸ μῆκος, ὑψηλοῦ δὲ κατὰ τὸ βάθος σφυγμοῦ παράδειγμα γινόμενος τῆς ἀπὸ τῶν
531
πολλάκις ὁρωμένων ἐπὶ τὰ σπανιώτερα μεταβάσεως. εὔλογον οὖν ἐστιν, ὅταν ὁ σφυγμὸς οὗτος ὀφθῇ θεάσασθαι πρότερον ὅπως ἔχει παχύτητος ὁ ἄνθρωπος. εἰ μὲν γὰρ εὔσαρκός τε καὶ πίων ἱκανῶς εἴη, κατὰ λόγον ὁ σφυγμὸς φαίνεται· μικρὸς γὰρ ἔσται. διότι ἐν ταῖς ἀμετροτέραις σαρκώσεσιν ἡ σὰρξ ἀποχεομένη κωλύει διαστέλλεσθαι τὸ ἀγγεῖον, εἰς ὅσον ἐπεφύκει· ἀλλὰ καὶ τὸ μῆκος αὐτοῦ βραχύτερον γίνεται καὶ τὸ πλάτος στενώτερον, τῷ πλήθει τῆς σαρκὸς θλιβόμενον. τῶν δ’ ἰσχνῶν μὲν τὴν ἕξιν, τἄλλα δὲ εὐῤῥώστων, ἱκανὸν μὲν τό γε πλάτος καὶ τὸ μῆκος ὁ σφυγμὸς ἔχει, ἀξιόλογον δὲ καὶ τὴν εἰς ὕψος ἀνάβασιν. ἔτι δὲ μᾶλλον ἐφ’ ὧν χαλαρόν ἐστι τὸ δέρμα, κατάδηλον γίνεται τὸ τοῦ διαστήματος αὐτοῦ τε καὶ τοῦ τῆς ἀρτηρίας χιτῶνος. ᾧ δῆλον ὅτι τὰ μὲν κουφότερα σώματα ῥᾳδίως συνεξαίρουσιν αἱ ἀρτηρίαι διαστελλόμεναι, τὰ δὲ βαρύτερα δυσχερέστερον· ὅσα δ’ ἱκανῶς βαρέα, ταῦτα οὐδ’ ὅλως κινοῦσι.
532
Νῦν δὲ περὶ τῶν σφυγμῶν εἴπωμεν, διὰ τί ἐπὶ ταῖς μετρίαις βλάβαις τῆς τε δυνάμεως ἅμα καὶ τῆς θερμασίας πυκνοὶ μὲν γίνονται, μικροὶ δὲ οὐκέτι οὐδὲ βραδεῖς, ἀλλὰ σύμμετροι. τέσσαρες γοῦν συζυγίαι διάφοροι γίνονται. ἢ μὲν γὰρ διὰ θερμασίαν μόνην ἢ διὰ ψύξιν ἀλλοιοῦνται. καὶ κατὰ μὲν τὴν ἀῤῥωστοτέραν ἅμα καὶ θερμὴν, εἰ μὲν ἐπὶ πλέον ὑπ’ ἀμφοτέρων τῶν αἰτίων δυναστεύοιτο, ἥ τε δύναμις ἱκανῶς ἄῤῥωστος εἴη, καὶ τὸ θερμὸν πυρῶδες, μικροὶ μὲν καὶ βραδεῖς οἱ σφυγμοὶ καὶ πυκνότατοι γίνονται. μετρίας δ’ οὔσης τῆς βλάβης, πυκνοὶ μὲν ὁμοίως, σύμμετροι δὲ κατὰ τὴν διάστασίν τε καὶ κίνησιν. δευτέρα δὲ συζυγία ἐξ ἀῤῥωστίας τε καὶ καταλήψεως σύγκειται. ἐν αὐτῇ ἀμυδρὸς μὲν εἰς τοσοῦτον εἰς ὅσον ἂν καὶ τὰ τῆς δυνάμεως ἔχοι κακῶς ὁ σφυγμὸς γίνεται, μικρὸς δὲ καὶ βραδὺς, ὥσπερ καὶ οἱ ἐπὶ τῆς προτέρας συζυγίας. οὐ μὴν ὁμοίως γε ἐκείνοις εἰς ἔσχατον ἀφικνεῖται. πλὴν εἰ ἡ δύναμις ἐσχάτως εἴη κεκμηκυῖα, δῆλον ὡς μικρότατος ἐπὶ τῶν τοιούτων ὁ σφυγμὸς ἔσται, καὶ διαλείπων καὶ ἐκλείπων τὰ πολλά. τρίτη δὲ συζυγία σφυγμῶν ἀλλοιώσεως, αὐξανομένης
533
ὁμοῦ θερμασίας τε καὶ δυνάμεως· ἐν ᾗ σφοδρότατοι μὲν καὶ μέγιστοι, τάχιστοι δὲ οὐκέτι ὁμοίως οἱ σφυγμοὶ γίνονται, πυκνότατοι δὲ τὰ πολλὰ μὲν οὐκ ἐναργῶς, ἔστιν ὅτε (δὲ) καὶ σαφῶς ὑπὲρ τὸ κατὰ φύσιν εἰσίν. καὶ γίνεται τοῦτο, ὅταν ἐπὶ πλεῖστον αὐξηθῇ τὰ τῆς θερμασίας. λοιπὴ δὲ συζυγία τῆς κατὰ τοῦτο τὸ γένος τῶν σφυγμῶν ἀλλοιώσεως, ὅταν εἰς ταὐτὸν ἀφίκηται ῥώμη τε δυνάμεως καὶ θερμασίας ἔνδεια. γίνονται δ’ οὗτοι σύμμετροι μὲν τῷ μεγέθει, βραδύτεροι μέντοι καὶ ἱκανῶς ἀραιοὶ, καὶ μάλιστα, ὅταν ἐπὶ πλέον ἡ ψύξις κρατῇ. τὸ μέντοι τῆς διαστάσεως αὐτῶν ποσὸν οὐ κωλύεται σαφῶς οὐδ’ ἐναργῶς διὰ τὴν εὐῤῥωστίαν τῆς δυνάμεως. οὐ μὴν οὐδὲ βραδυτὴς ἐπὶ πολὺ κρατεῖ διὰ τὴν αὐτὴν αἰτίαν. ἐῤῥωμένη γὰρ ἡ δύναμις — (Cetera desunt).