Δυοῖν δ’ οὐσῶν κατὰ γένος ἀνωμαλιῶν, τῆς μὲν ἑτέρας κατὰ μίαν διαστολὴν σφυγμοῦ, τῆς δ’ ἑτέρας ἐν ἀθροίσματι, πολλῶν ἐφεξῆς σφυγμῶν ἀλλήλοις παραβαλλομένων, περὶ τῆς προτέρας ἐρῶ τῆς ἐν ἀθροίσματι, καλουμένης δὲ ὑπὸ τῶν πλείστων ἰατρῶν συστηματικῆς· σαφεστέρα γὰρ ἐστὶ διαγινώσκεσθαι καὶ κατὰ τὰ πλείστα τῶν ἐπισημασιῶν φαίνεται· τεττάρων δ’ οὐσῶν ἐν τῇ διαστολῇ τῆς ἀρτηρίας διαφορῶν τοῦ σφυγμοῦ, μιᾶς μὲν τῆς κατὰ μέγεθος καὶ μικρότητα, δευτέρας δὲ τῆς κατὰ τάχος καὶ βραδυτῆτα, τρίτης τῆς κατὰ σφοδρότητα καὶ ἀμυδρότητα, καὶ τετάρτης κατὰ
477
σκληρότητα καὶ μαλακότητα, κατὰ μὲν τὴν ὑστάτην εἰρημένην διαφορὰν οὐδέποτ’ ὤφθη σφυγμὸς ἀνώμαλος, ἐν δὲ ταῖς ἄλλαις τρισὶν αἱ πλεῖσται τῶν ἐπὶ χυμοῖς σηπομένοις πυρεττόντων ἀνωμαλίαι συνίστανται. καὶ ἡ κατὰ πυκνότητα δὲ καὶ ἀραιότητα διαφορὰ σφυγμῶν καὶ αὕτη πάνυ πολλάκις ἐπὶ τῶν ἀῤῥώστων ὁρᾶται. καὶ μία γ’ αὐτῶν ἰδέα μεταπίπτει ῥᾳδίως εἰς τὸν διαλείποντα σφυγμὸν, ἐπ’ ἀμφοτέρων οὐδὲν ἧττον τῶν ἀνωμαλιῶν, ἀτάκτων τε καὶ τεταγμένων. ἔστω γάρ τις ἀνωμαλία τοῦ κατὰ πυκνότητα καὶ ἀραιότητα γένους, ἐπὶ τέτταρσι πυκνοῖς ἢ συμμέτροις τὸν πέμπτον ἀραιὸν ἔχουσα· καὶ τοῦτ’ ἐφεξῆς γιγνέσθω, φυλαττομένης ἀεὶ τῆς τάξεως, αὐξανομένου δὲ τοῦ χρόνου τῆς ἀραιότητος. ὁ τοιοῦτος σφυγμὸς ἄτακτος μὲν ἢ τεταγμένος ὢν, οὐ μετὰ πολλὰς περιόδους ἐστὶ διαλείπων, οὐ πολλῷ δέ τινι διαφέρει τὸ τετάχθαι τὴν ἀνωμαλίαν ἢ ἄτακτον εἶναι πρὸς τὸ σωθῆναι τὸν ἄνθρωπον ἢ ἀπολέσθαι. πολλάκις γοῦν ἐθεασάμεθα μετὰ τέσσαρας σφυγμοὺς ἤτοι πυκνοὺς ἢ μέσους ἀραιοῦ καὶ πυκνοῦ τὸν πέμπτον ἀραιὸν γιγνόμενον, εἶτ’ ἐφεξῆς κατὰ τὴν αὐτὴν
478
περίοδον τὸν δέκατόν τε καὶ ιε΄ καὶ κ΄. ἔτι δὲ μᾶλλον τοῦ ε΄ γεννηθέντος ἀραιοῦ, τὸν θ΄ εἴδομεν ἀραιὸν ἢ τὸν ιδ΄ ἤ τινα ἄλλον, οὐ διασωζομένης τῆς κατὰ τὴν περίοδον ἰσότητος, ἀλλ’ ἀτάκτως παρεμπίπτοντος τοῦ ἀραιοῦ· τοῖς οὖν τοιούτοις οὔθ’ ἡ πεῖρα σαφῆ διαφορὰν εἰς σωτηρίαν ἢ θάνατον ἢ νόσου μῆκος ἢ βραχύτητα κατὰ τὰς ἀτάκτους τε καὶ τεταγμένας ἀνωμαλίας ἐδίδαξεν, οὔθ’ ὁ λόγος. ἐπὶ μέντοι τῶν ὁμαλῶν οὐ σμικρὰ διαφορὰ πρὸς τοὺς ἀνωμάλους ἐστὶ σωτηρίας ἕνεκα. μᾶλλον δ’ οὐ παραβάλλειν χρὴ τὰς τηλικαύτας διαφοράς· ὁ μὲν γὰρ ὁμαλὸς κατὰ φύσιν ἐστὶν, ὁ δὲ ἀνώμαλος οὐ μόνον παρὰ φύσιν, ἀλλ’ ἤδη καὶ χαλεπός. ἐν μὲν οὖν ταῖς ἐπιδόσεσι μᾶλλον· ἔτι δὲ μᾶλλον ἐν ταῖς ἀκμαῖς τῶν παραξυσμῶν, ἐν δὲ ταῖς παρακμαῖς χείριστος. ἀλλὰ τόν γε πλεῖστον χρόνον ἡσυχάζοντα σφυγμὸν ὁ διαλείπων δέχεται, τῆς ἀραιότητος αὐξανομένης, εἴτ’ οὖν ἀτάκτως εἴτε καὶ τεταγμένως· οὐδεμίαν γὰρ ἐνθάδε ἔφην μεγάλην εἶναι διαφορὰν οὔτε τῇ πείρᾳ κατοφθεῖσαν οὔτε τῷ λόγῳ. λέγω δὲ λόγῳ νῦν τῷ
479
δογματικῷ, καθ’ ὃν ἐκ τῆς τῶν πραγμάτων φύσεως ὁρμώμενοι τὰς προγνώσεις ποιούμεθα. προείρηται δὲ ὅτι τοῖς τοιούτοις λόγοις οὐ πάνυ τι χρὴ κατὰ τὰς ἐπιτοματικὰς πραγματείας ἀπαιτεῖν· ὡς εἰ σὺν τοῖς εἰς τὸ προκείμενον χρησίμοις καὶ τὰς αἰτίας τῶν γινομένων ἀκούειν ἐθέλοι τις, οὐδὲν ἀφαιρεθήσεται τῆς μεγάλης πραγματείας· ἐν ᾗ τέτταρα μὲν ἐστὶ βιβλία τῶν τοὺς σφυγμοὺς ἀλλοιούντων αἰτίων, τέτταρα δὲ τῆς ἐξ αὐτῶν προγνώσεως. οὐκ ἀγαθὸν μὲν οὖν ἡ ἀραιότης ἐστὶ τῶν σφυγμῶν, εἴθ’ ὁμαλὴ εἴτ’ ἀνώμαλος εἴη· πολὺ δὲ χείρων, ὅταν διαλείπῃ. γίγνεται γὰρ, ὡς ἐδείχθη, βαρυνομένης τῆς δυνάμεως τῆς ζωτικῆς ὑπὸ πλήθους χυμῶν, ἤ τινων ἀρτηριῶν ἐμπεφραγμένων ὑπὸ πάχους ἢ γλισχρότητος χυμῶν· γίνεται δὲ καὶ διὰ φλεγμονὴν μεγάλην, στενουμένων τῶν ἐν αὐταῖς κοιλοτήτων, ἢ θλίβοντος τινὸς ἔξωθεν ἢ βαρύνοντος ἢ στενοχωροῦντος ὁπωσοῦν. καὶ διὰ τοῦτο κατὰ τὰς ἐπισημασίας μάλιστα γίγνονται πολλοῖς ἀεὶ κατὰ τοὺς σφυγμοὺς ἀνωμαλίαι, πρὸς τὸ βάθος ὑποχωροῦντος τοῦ αἵματος. οὗτοι μὲν
480
οὖν οἱ σφυγμοὶ τὰς ἄρτι εἰρημένας διαθέσεις ἐνδείκνυνται, κατάψυξιν δὲ ἰσχυρὰν ὁ ἀραιός· ὥστ’ ἄλλως μὲν γενόμενος οὐκ ἔστιν ὀλέθριος· ὑπό τε γὰρ τοῦ περιέχοντος ἐν χειμῶνι τοιοῦτοι γίνονται σφυγμοὶ καὶ διὰ τροφὴν ἐν κοιλίᾳ φλεγματωθεῖσαν ἐν ἅπασι τοῖς βουλιμιῶσι· τὸ δ’ ἐπὶ πυρετοῖς οὐκ ἀκινδύνοις ἀραιότητα γενέσθαι σφυγμοῦ σβεννυμένης τῆς ἐμφύτου θερμασίας ἐστὶ σημεῖον. ἔνιοι δὲ τῶν οὕτως διακειμένων ὀρέγονται τροφῆς, καὶ εἰ προσενέγκῃς, ἐσθίουσι προθύμως, ὡς δόξαι τοὺς ὁρῶντας ὑγιεινῶς ἔχειν αὐτούς· ἀπόλλυνταί γε μὴν εὐθέως, ἔνιοι μὲν κατὰ τὸν καιρὸν τῆς ἐπισημασίας ἐν καταφορᾷ γενόμενοι, τινὲς δ’ ἄνευ καταφορᾶς ψυχθέντες σφοδρῶς, οὐκέτι ἐξεθερμάνθησαν. οὐ μόνον δὲ, ὡς ἔφην, τὸ γένος τοῦτο ἀνωμαλίας συμπίπτει κατὰ τὰς εἰσβολὰς τῶν πυρεκτικῶν παροξυσμῶν, ἀλλὰ καὶ τὸ κατὰ μέγεθος καὶ μικρότητα καὶ τάχος καὶ βραδυτῆτα σφοδρότητά τε καὶ ἀμυδρότητα. προσέχειν δ’ ἀκριβῶς ἐν ἅπασιν αὐτοῖς, ὁπότεροι πλείους εἰσίν. εὔδηλον γὰρ ὅτι χαλεπώτερον ἔχουσιν οἱ πλείους τὸν κίνδυνον, οἷον ὅταν ἀμυδροῖς τέτταρσιν ὁ πέμπτος
481
ἕπηται σφοδρὸς ἤ μετρίως εὔτονος. ἄμεινον γὰρ πολλῷ τέτταρσι σφοδροῖς τὸν πέμπτον παρεμπίπτειν ἀμυδρόν. ὅταν γε μὴν ἐφεξῆς ἀμυδροὶ φαίνωνται πάντες, ἐὰν μὲν ἔν τινι τῶν ἄλλων γενῶν ἢ τισὶν εὑρίσκῃς ἀνωμαλίαν, ἄχρι πολλοῦ ψαῦε τῆς ἀρτηρίας, ἐπιτηρῶν, εἴ που κἂν εἷς φανείη σφοδρός. ὅταν δὲ ὁμαλῶς μοχθηρὸς ὁ σφυγμὸς ἐν ἅπασι τοῖς γένεσιν ᾖ, οὐ πόῤῥῳ θανάτου γίνωσκε τοὺς τοιούτους ἥκοντας· ὁμαλῶς δὲ μοχθηρός ἐστι σφυγμὸς ὅ τ’ ἀμυδρότατος καὶ ὁ πυκνότατος. ὁ μὲν γὰρ τάχιστος οὐδὲ γίγνεταί ποτε μετ’ ἀμυδροτάτου, βραδύτατος δ’ ἅμα καὶ ἀμυδρὸς εἰ γένοιτο, θαυμάζοιμ’ ἂν, εἰ μὴ ψυχροῖς ἤδη τοῖς ἄκροις διακείμενος ὁ ἄῤῥωστός ἐστιν. ὅ γε μὴν ἀμυδρὸς ἅμα καὶ μέγας ἐξ ἀνάγκης μέν ἐστι καὶ μαλακὸς, εἴωθε δὲ ληθάργοις τε καὶ ταῖς ἄλλαις καταφοραῖς συνεῖναι, δι’ ὑγρότητα πολλὴν ἤτοι τῆς γαστρὸς καὶ μάλιστα τοῦ στόματος αὐτῆς ἢ ἐγκεφάλου τοιοῦτος ἀποτελούμενος, ἤ τινος ἄλλου κυρίου μορίου, ἢ καὶ παντὸς τοῦ σώματος. εὐΐατος μὲν οὖν ἐστιν ὁ ἐπὶ γαστρὶ καὶ στομάχῳ, χαλεπώτατος δὲ ὁ
482
διὰ τὸν ἐγκέφαλον ἀμυδρὸς ἅμα καὶ μαλακὸς γιγνόμενος, ἔτι δὲ μᾶλλον ὁ δι’ ὅλην τὴν ἕξιν τοῦ σώματος εἰς οἰδηματώδη διάθεσιν ἀφικνουμένην ἤ τι τῶν κυρίων σπλάγχνων. ἐνίοτε δὲ πολλοῖς ἐφεξῆς ἀραιοῖς εἷς ἕπεται πυκνὸς, ἢ τεταγμένος ἢ ἄτακτος. καὶ γίνεται πολλάκις ὁ τοιοῦτος σφυγμὸς, ὃν ἰδίως ὀνομάζομεν παρεμπίπτοντα, κατὰ τὸν ἐναντίον τρόπον τῷ διαλείποντι συνιστάμενος. ἐκεῖνος μὲν γὰρ ἐκτεινομένης τῆς ἀραιότητος, οὗτος δὲ συστελλομένης γίγνεται τῆς πυκνότητος· καὶ ὅταν γε μετὰ σφοδρότητος τοιοῦτος γένηται, κρίσιμόν ἐστι σημεῖον. ἄκουε δέ μου κρίσιν ἐν ἅπασι τοῖς τοιούτοις λόγοις ὀξύῤῥοπον ἐν νόσῳ μεταβολὴν, οὐκ ἐξάπαντος εἰς ἀγαθὸν τελευτῶσαν, γίγνεται δὲ ἡ τοιαύτη κρίσις ἤτοι δι’ ἐκκρίσεως ἢ ἀποσκήματος. ἥντινα κρίσιν ἐξ ἄλλων σημείων διαγνώσῃ τῶν ἐν τοῖς περὶ κρίσεων εἰρημένοις, εἴτε τῶν ἀγαθῶν ἐστὶ, εἴτε τῶν μοχθηρῶν. οὗτοί τε οὖν ἅπαντες οἱ σφυγμοὶ κατὰ τὰς ἐπισημασίας γίγνονται καὶ τῶν κατὰ μίαν διαστολὴν τῆς ἀρτηρίας ἔνιοι. περὶ ὧν ἤδη λεγέσθω.
483
Τῶν ἀνωμάλων διαστολῶν τῆς ἀρτηρίας ἔνιαι μὲν ἡσυχίᾳ διακοπτομένην ἔχουσι τὴν κίνησιν, ἔνιαι δὲ συνεχῆ μὲν, οὐχ ὁμοιομερῆ δέ. περὶ πρώτης οὖν ἐρῶ τῆς ἡσυχίᾳ διακοπτομένης. καὶ γὰρ καὶ σαφὴς ἡ διάγνωσις αὐτῆς ἐστι, παντὸς οὑτινοσοῦν, εἴ γε μὴ παντάπασιν ὀνώδης εἴη, δυναμένου γνωρίζειν, ὅταν ἐν τῷ διαστέλλεσθαι στῆναι βραχὺ συμβῇ τὴν ἀρτηρίαν, εἶθ’ οὕτως προσθεῖναι τὸ λοιπὸν τῆς διαστολῆς· ὅπερ ἐν μικροῖς ἢ ταπεινοῖς σφυγμοῖς οὐ δύναται γενέσθαι. δῆλον οὖν ἐστιν ἐξ αὐτοῦ τοῦδε μήτε τὸν χρόνον τῆς διαστολῆς ἐκλελύσθαι μήτε τὴν δύναμιν ἀῤῥωστεῖν, ἐν αὐτῷ γε τούτῳ μόνῳ τῷ νῦν εἰρημένῳ τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς γενομένης. ὅπερ οὐχ ἥκιστα κἀπὶ τῶν ἄλλων ἁπάντων μεμνῆσθαί σε χρή. κατὰ γὰρ τὸ διδασκόμενον ἑκάστοτε μόνον ἡ διάγνωσίς τε καὶ πρόγνωσις γίνεται, τῶν ἄλλων ἁπάντων ἐχόντων κατὰ φύσιν ἢ μικρὰν πάνυ μεταβολὴν ἐσχηκότων· αὐτίκα γέ τοι τὸ νῦν ἡμῖν εἰρημένον ἀληθές ἐστιν, ὅταν ὁ χιτὼν τῆς ἀρτηρίας κατὰ φύσιν ἔχῃ. μαλακοῦ γὰρ ἀμέτρως αὐτοῦ γενηθέντος, ὁποῖος ἐν ληθάργοις
484
καί τισιν ἄλλαις φαίνεται καταφοραῖς, οὐκ ἔστιν ἀληθὲς ὑπὸ ῥώμης τε καὶ δυνάμεως ἀποτελεῖσθαι τὸν μέγιστον σφυγμὸν, καὶ τῆς χρείας ἤτοι αὐξανομένης ἢ μειουμένης γε πάντως. εἰ μὲν γὰρ ὑπὸ δυοῖν τοῦτ’ ἐγένετο μέγας σφυγμὸς, αὐξήσεως χρείας καὶ ῥώμης δυνάμεως, οὐδεμιᾶς ἂν ἔδει προσθεῖναι τῷ λόγῳ· νυνὶ δὲ, ἐπειδὴ προσεπισκέπτεσθαι χρὴ τὸν χιτῶνα τῆς ἀρτηρίας, οὐκ ἀληθὴς ὁ λόγος ἔσται λεγόμενος ἁπλῶς. μεμνῆσθαι γάρ σε χρὴ τῶν εἰρημένων ἐν τῷ πρώτῳ τῶν ἐν σφυγμοῖς αἰτίων, ὃ πολλάκις ἀναγινώσκειν προσήκει, τὰ θεμέλια τῆς περὶ σφυγμῶν ἁπάσης θεωρίας ἐχόντων· ὧν χωρὶς οὐδὲν τῶν ἄλλων δύναται συστῆναί τε καὶ γνωσθῆναι. τὰς γὰρ ὡς ἂν εἴποι τις αἰτίας συνεκτικὰς ἢ προσεχεῖς τῶν σφυγμῶν τῆς γενέσεως, ἐν τρισὶ τούτοις γένεσιν οὔσας ἔδειξα, τῇ χρείᾳ δι’ ἣν αἱ ἀρτηρίαι κινοῦνται, τῇ κινούσῃ δυνάμει, τῷ χιτῶνι. τὰ γὰρ ἄλλα πάντα, ὅσα τοὺς σφυγμοὺς ἀλλοιοῖ, διὰ τούτων μέσων ἐργάζονται τὴν μεταβολήν. ὅταν μὲν οὖν ὁ χιτὼν τῆς ἀρτηρίας κατὰ φύσιν ἔχῃ, κατὰ δὲ τὴν διαστολὴν ἡσυχία τις γενομένη τὴν ἀνωμαλίαν ἐργάζηται, ῥώμη τε δυνάμεως
485
ἐστὶ καὶ χρεία διαστολῆς μεγάλης. ἐδείχθη δὴ χρεία τῆς τῶν σφυγμῶν γενέσεως αὐξανομένη διὰ πλῆθος θερμασίας, ἢ κένωσιν πνεύματος ψυχικοῦ. κενοῦται δὲ τοῦτο τοῖς γυμναζομένοις εἰς ὑπηρεσίαν τῶν κατὰ τοὺς μῦς κινήσεων. ὅταν οὖν, ὡς ἔφην, ἥ τε χρεία τῆς τῶν σφυγμῶν γενέσεως αὐξηθῇ δι’ ἥντινα αἰτίαν, ἥ τε κατὰ τὴν καρδίαν δύναμις ἡ τὰς ἀρτηρίας κινοῦσα κατὰ τὸν ἑαυτῆς λόγον ἐῤῥωμένη (διαμένῃ e margine), βαρύνηται δ’ ὑπὸ πλήθους χυμῶν ἢ πάχους ἐμφράττοντος ἢ θλίβοντος τὰς ἀρτηρίας μεγάλως, αἱ καθ’ ἕνα σφυγμὸν ἀνωμαλίαι γίνονται, διακοπτούσης ἡσυχίας τὸ συνεχὲς τῆς διαστολῆς. ἔνθα δή σε προσέχειν ἀκριβῶς ἀξιῶ τοῖς δύο μέρεσι τῆς κινήσεως, ἐπισκοπούμενον ἑαυτῷ ἀμυδρότητά τε καὶ σφοδρότητα καὶ τάχος καὶ βραδυτῆτα. γίνονται μὲν γὰρ θ΄ διαφοραὶ καθ’ ἑκάτερον τούτων, ὡς κἀν τῷ πρώτῳ τῆς περὶ τῶν σφυγμῶν διαφορᾶς ἔμαθες. ἐνδείκνυται δὲ πρὸς τοῖς κατὰ τὰς διαθέσεις εἰρημένοις, ὅπως ἡ ζωτικὴ δύναμις ἔχει. ἀῤῥώστων μὲν γὰρ ἀμφοτέρων τῶν κινήσεων οὐσῶν ἐν τοῖς σφυγμοῖς, ἔσχατος κίνδυνος· εὐῤῥώστων δὲ, σωτηρίας ἐλπίς.
486
εἰ δ’ ἀμφότεραι μέσως πως ἔχοιεν εὐῤῥωστίας τε καὶ ἀῤῥωστίας, ἐν τῷ μέσῳ δηλοῦσι καθεστάναι τὸν ἄνθρωπον ὀλέθρου τε καὶ σωτηρίας· ἐὰν δὲ, τῆς προτέρας κινήσεως ἀμυδρᾶς οὔσης, ἡ μετὰ τὴν ἡσυχίαν εὔῤῥωστος φαίνηται, χεῖρον μὲν τοῦτο τοῦ τὰς δύο κινήσεις ἰσχυρὰς ὑπάρχειν, ἧττον δὲ χεῖρον ἀμυδρῶν οὐσῶν. εἰ δ’ ἔμπαλιν τοῦδε φαίνοιτο, τῆς προτέρας οὔσης ἰσχυρᾶς, ἡ μετὰ ταύτην ἄτονος, οὐκ ἀγαθόν· βέλτιον γάρ ἐστι τὴν δευτέραν κίνησιν ἀμείνονα φαίνεσθαι τῆς προτέρας.
Ἐφεξῆς οὖν ἐρῶ τὴν τάξιν τῶν θ΄ τούτων ἀνωμαλιῶν, ἀπὸ τῆς ἐπιεικεστάτης αὐτῶν ἀρξάμενος· εἶτα κατὰ βραχὺ διὰ τῶν μέσων ἐπὶ τὴν χειρίστην ἀφικόμενος. ἐπιεικεστάτη μὲν οὖν ἁπασῶν ἐστιν ἡ τὰς κινήσεις ἀμφοτέρας εὐτόνους ἔχουσα. δευτέρα δὲ ἡ τὴν προτέραν μέσην, εὔῤῥωστον δὲ τὴν δευτέραν. τρίτη δὲ ἡ τὴν μὲν προτέραν εὔτονον, μέσην δὲ τὴν ὑστέραν. τετάρτη δὲ ἡ ἀμφοτέρας ἔχουσα μέσας. πέμπτη δὲ ἡ τὴν μὲν προτέραν ἀσθενῆ, τὴν δὲ ὑστέραν ἰσχυράν. ἕκτη δὲ ἡ τὴν μὲν προτέραν ἀσθενῆ,
487
μέσην δὲ τὴν δευτέραν. ἑβδόμη δὲ ἡ τὴν μὲν προτέραν εὔῤῥωστον, ἄῤῥωστον δὲ τὴν δευτέραν. ὀγδόη δὲ ἡ τὴν μὲν προτέραν ἄῤῥωστον, μέσην δὲ τὴν δευτέραν. ἐννάτη δὲ ἡ χειρίστη πασῶν, ἡ ἀμφοτέρας ἀῤῥώστους ἔχουσα. ἀνάλογον δὲ ταῖς κατὰ τὴν ῥώμην καὶ ἀῤῥωστίαν συζυγίαις τῶν εἰρημένων δύο μορίων τῆς κινήσεως αἱ κατὰ τάχος εἰσὶ καὶ τὴν βραδυτῆτα. βέλτιον μὲν γὰρ ἐν τοῖς τοιούτοις σφυγμοῖς τὸ τάχος τῆς βραδυτῆτος, οὐ μὴν τοσούτῳ βέλτιον ὅσῳ σφοδρότης ἀμυδρότητος. ἄντικρυς γὰρ αἱ ποιότητες αὗται τῶν σφυγμῶν ἐνδείκνυνται τὰς διαφορὰς τῆς δυνάμεως κατὰ ῥώμην τε καὶ ἀῤῥωστίαν. εὔδηλον δ’ ὅτι μεγίστη μὲν ἐλπὶς εἰς σωτηρίαν ἐπὶ τῇ ῥώμῃ τῆς δυνάμεως, ἐλαχίστη δὲ ἐπὶ ταῖς ἀῤῥωστίαις. ἀλλὰ κατ’ ἀναλογίαν γέ τινα τοῖς εἰρημένοις ἐπὶ τῶν κατὰ βραδυτῆτα καὶ τάχος διαφορῶν ἡ παραβολή σοι γινέσθω· πρώτης μὲν συζυγίας γενομένης, καθ’ ἣν αἱ κινήσεις ἀμφότεραι ταχεῖαι. δευτέρα δὲ, καθ’ ἣν ἡ μὲν προτέρα μέση, ταχεῖα δὲ ἡ δευτέρα. τρίτη δὲ, καθ’ ἣν ἡ μὲν προτέρα ταχεῖα, μέση δὲ ἡ δευτέρα. τετάρτη δὲ, καθ’ ἣν ἀμφότεραι μέσαι.
488
καὶ πέμπτη, καθ’ ἣν ἡ μὲν προτέρα βραδεῖα, ταχεῖα δὲ ἡ δευτέρα. καὶ μετ’ αὐτὴν ἡ ἕκτη, καθ’ ἣν τῆς προτέρας βραδείας οὔσης ἡ δευτέρα μέση γίνεται. τῆς δὲ ἑβδόμης συζυγίας ἡ μὲν προτέρα κίνησις ὠκεῖα, βραδεῖα δὲ ἡ δευτέρα. τῆς δὲ ὀγδόης μέση μὲν ἡ προτέρα, βραδεῖα δὲ ἡ δευτέρα. τελευταία δ’ αὐτῶν ἐστιν ἡ ἐννάτη, βραδείας ἀμφοτέρας ἔχουσα τὰς κινήσεις.
Ἀποβλέπειν οὖν σε χρὴ πρὸς ἀμφοτέρας τὰς διαφορὰς, καὶ σκοπεῖσθαι τῷ νῷ τὰς ἐπιπλοκὰς αὐτῶν. ἔσθ’ ὅτε γὰρ ἡ μὲν κατὰ βραδυτῆτα καὶ τάχος συζυγία χαλεπὴ γίνεται, βελτίων δὲ ἡ κατὰ ῥώμην τε καὶ ἀῤῥωστίαν. ἐκ τῆς τοιαύτης οὖν ἐπιπλοκῆς καὶ ὁ δορκαδίζων ὀνομαζόμενος γίνεται σφυγμός. ἐφ’ οὗ τὸ δεύτερον μόριον τῆς κινήσεως εὐτονώτερόν τε καὶ θᾶττόν ἐστι τοῦ προτέρου. καὶ εἴη ἂν οὗτος ὁ μετριώτατος τῶν διακοπτομένων ἡσυχίᾳ κατὰ τὴν διαστολὴν τῶν τῆς ἀρτηρίας σφυγμῶν, καὶ ὅταν γε αὐτῷ συνέλθῃ πέψις τις νοσήματος, ἐπαγγέλλεται κρίσιν ἀγαθήν. ὥσπερ δὲ τὰς κατὰ σφοδρότητα καὶ ἀμυδρότητα καὶ
489
τάχος καὶ βραδυτῆτα συζυγίας ἐπισκοπεῖσθαι κατὰ τοὺς τοιούτους σφυγμοὺς ἀναγκαιότατόν ἐστιν εἰς πρόγνωσιν, οὕτως καὶ τὴν κατὰ μέγεθός τε καὶ ὕψος. ὅτι μὲν γὰρ οὐκ ἐνδέχεται τῶν ταπεινῶν εἶναι σφυγμῶν τὸν ἡσυχίᾳ διακοπτόμενον, εἴρηται πρόσθεν. εἰς ὅσον δ’ ὕψους ἥκει, σκοπεῖσθαι προσήκει. δύναται γάρ τις ἀποκεχωρηκέναι μὲν τῶν ταπεινῶν, ἔτι δὲ μέσος ὑπάρχων ἢ ὑψηλότερος τοῦ μέσου βραχὺ, μὴ μέντοι τέλεον ἔχων ὕψος. ὅπερ ἂν ἔχῃ, πάντως ἐπαγγέλλεται πρὸς κρίσιν ἐξορμᾶν τὴν φύσιν. οὐ μὴν ἀγαθήν γε πάντως ἔσεσθαι δηλοῖ τὴν κρίσιν ταύτην, ἐὰν μὴ καὶ τοὺς ἄλλους ῥυθμοὺς ἔχῃ τὸ νόσημα πρὸς ἀγαθὴν κρίσιν, οὓς ἐν τῷ περὶ κρίσεων εἴπομεν. ἐν οἷς ἐστιν ὁ μέγιστός τε καὶ ἀσφαλέστατος σκοπὸς ἀπὸ τῆς τοῦ νοσήματος πέψεως λαμβανόμενος· μετ’ αὐτὸν δὲ ὁ ἀπὸ τῆς ῥώμης τοῦ κάμνοντος. δύο δὲ τούτους ἔμαθες ἔχειν σκοποὺς ἐν ταῖς περὶ σωτηρίας καὶ θανάτου προγνώσεσιν, εὐῤῥωστίαν δυνάμεως καὶ πέψιν νοσήματος. ἀκινδυνότατα μὲν γὰρ οἱ κάμνοντες ἔχουσιν, ἔνθα ταῦτ’ ἐστὶν
490
ἄμφω· ὀλεθριώτατα δὲ, ἔνθα μηδ’ ἕτερον· ἐν τῷ μέσῳ δ’, ὅταν θάτερον. αἱ δὲ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον αὐτῶν συζυγίαι καὶ τὴν ἐλπίδα τῆς σωτηρίας ἢ τὴν τοῦ θανάτου προσδοκίαν αὐξάνουσί τε καὶ μειοῦσιν. ὅπερ οὖν ἔλεγον, ὡς εἰς ἀμυδρότητα καὶ σφοδρότητα καὶ τάχος καὶ βραδυτῆτα τῶν μερῶν τῆς κινήσεως ἐν τοῖς τοιούτοις σφυγμοῖς σε βλέπειν ἐστὶ χρήσιμον, οὕτως καὶ τὸ μέγεθος αὐτῶν ὁρᾶν καὶ τὴν μικρότητα, καὶ μᾶλλόν γε ταπεινότητά τε καὶ ὕψος, εἰ καὶ μὴ χωρὶς τῶν ἄλλων διαστάσεων γένοιντο. διὰ τοῦτο οὖν οὐδ’ ἐν ταῖς καταψυχούσαις ἱκανῶς εἰσβολαῖς τῶν παροξυσμῶν οἱ τοιοῦτοι φαίνονται σφυγμοί· ταπεινοῦνται γὰρ ἐν τούτῳ τῷ καιρῷ καὶ σμικρύνονται. τὰ μὲν οὖν ἐπείγοντα πρὸς τὰ τῆς τέχνης ἔργα τοῖς τὰς διεξόδους ἀναγινώσκουσιν εἴρηται.