De praesagitione ex pulsibus

Galen

Galen, De praesagitione ex pulsibus

Τέταρτος ἡμῖν οὗτος ὁ λόγος ἐστὶ τῆς διὰ σφυγμῶν προγνώσεως, ἐν μὲν τοῖς πρώτοις δύο καθ’ ἕκαστον σφυγμὸν προβληθέντα τὰς γεννώσας αὐτὸν ἐπισκεψαμένοις διαθέσεις, ἐν δὲ τῷ τρίτῳ καθ’ ἑκάστην διάθεσιν τοὺς οἰκείους σφυγμοὺς ἐξευροῦσιν. ἠρξάμεθα δ’ ἀπὸ τῶν τῇ καρδίᾳ συμβαινόντων, ἐν οἷς εἰσι καὶ πυρετοὶ πάντες, ὡς ἐν τοῖς ὑπὲρ αὐτῶν ἐπιδέδεικται λόγοις. ὅπερ οὖν ὑπόλοιπον ἔτι, τὰς ἐν τοῖς ἄλλοις ἅπασι μορίοις τοῦ ζώου διαθέσεις, αἷς ἡ καρδία συμπάσχουσα τοὺς σφυγμοὺς ἀλλοιοῖ, διέλθωμεν ἁπάσας

392
ἑξῆς, ὥσπερ καὶ τἄλλα πρόσθεν εἰς μέθοδον ἄγοντες. ἓν μὲν δὴ τοῦτο μόνον ἁπασῶν αὐτῶν κοινὸν ἐπίστασθαι χρὴ, τὸ μηδέποτε δύνασθαι τοὺς ἐν ὅλῳ τῷ ζώῳ σφυγμοὺς εἰς κοινὴν ἀλλοίωσιν ἀχθῆναι, πρὶν τὴν καρδίαν συμπαθεῖν τῷ προτέρῳ πεπονθότι μορίῳ, κατὰ μέρη δέ τινα τοῦ σώματος, ἀλλοιωθῆναί τινας ἀρτηριῶν κινήσεις δύνασθαι, καὶ χωρὶς τοῦ πρὸς τὴν καρδίαν ἐξικέσθαι τὴν βλάβην. ἐπὶ δὲ τούτῳ μνημονευομένῳ πρώτας μὲν ἐπέλθωμεν ὅσαι τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἐγγίνονται διαθέσεις, εἶθ’ ἑξῆς ὅσαι τοῖς τροφικοῖς ὀνομαζομένοις, εἶτ’ αὖθις ὅσαι τοῖς κατὰ κεφαλὴν, καὶ τελευταίας ὅσαι τοῖς κατὰ κῶλα καὶ τὰ προφανῆ τοῦ ζώου μέρη, κᾄπειθ’ ὅσαι τοῖς γεννητικοῖς.

Τὰ μὲν οὖν ἀναπνευστικὰ μόρια τοῦ ζώου δύο ἐστὶ μόνα, πνεύμων καὶ θώραξ· τὰ δὲ τῆς τροφῆς ὄργανα πολὺ πλείω δυοῖν, ἧπαρ καὶ γαστὴρ, ἔντερά τε καὶ σπλὴν, οἱ νεφροὶ, καὶ αἱ κύστεις ἀμφότεραι, ταχίστην θ’ ἅμα καὶ μεγίστην ἁπάντων ἐπιφέρει τῇ καρδίᾳ τὴν βλάβην ὁ πνεύμων. καὶ γὰρ τῇ θέσει πάντων ἔγγιστα καὶ τοῖς ἀγγείοις αὐτῇ συγγενέστατος ὑπάρχει, καὶ σύῤῥους μεγίστοις στόμασιν

393
εἰς ἀμφοτέρας τὰς κοιλίας ἐστίν. εἰ γοῦν ἑαυτοῦ γένοιτό ποτε θερμότερος, αὐτίκα καὶ τὴν καρδίαν θερμαίνει, κᾂν ᾖ ψυχρότερος, οὐδὲ τοῦτ’ ἀναβάλλεται. τάς τε καθ’ ὑγρότητά τε καὶ ξηρότητα δυσκρασίας οὐχ ὁμοίως μὲν ταῖς εἰρημέναις, θᾶττον δ’ οὖν καὶ ταύτας ἁπάντων τῶν ἄλλων ὀργάνων ἐπιπέμπει τῇ καρδίᾳ. καὶ τὰ πληθωρικὰ δ’ ἐν αὐτῷ νοσήματα, καὶ μάλιστα ὅταν ἐρυσίπελας, ἢ φλεγμονὴ καταλάβῃ τὸ σπλάγχνον, αὐτίκα τῆς καρδίας ἀλλοιοῖ τὰς ἐνεργείας. ὡσαύτως δὲ καὶ ὅσα διὰ φλεγματικὸν ῥεῦμα συνίσταται παθήματα κατ’ αὐτὸν, εἰς συμπάθειαν ἐπισπᾶται τὴν καρδίαν. ἀλλ’ ἀπὸ τῶν δυσκρασιῶν ἀρκτέον, ὅσαι ἄνευ ῥεύματος γίνονται, καὶ πρώτην γ’ ἐξ αὐτῶν προχειριστέον ἐστὶ τὴν κατὰ θερμότητα. τῷ τοίνυν πνεύμονι θερμανθέντι νοσωδῶς ἡ καρδία συνθερμανθεῖσα τοὺς ἐπὶ τῇ χρείᾳ τῶν σφυγμῶν αὐξηθείσῃ γιγνομένους ἐργάζεται σφυγμούς. εἰ δ’ ἐν πλέονι χρόνῳ τοῦτο συμβαίνει, κίνδυνος αὐτῇ τὸν ἑκτικὸν ἀναδέξασθαι πυρετὸν, οὗ τὰ γνωρίσματα πρόσθεν εἴρηται. ἡ μὲν δὴ τῶν σφυγμῶν ἀλλοίωσις ἡ αὐτὴ γενήσεται τῆς καρδίας μόνης αὐτῆς καθ’ ἑαυτὴν δυσκράτως ἐχούσης, ἐπί τε τῇ πρὸς τὸν
394
πνεύμονα συμπαθείᾳ. καὶ μέντοι καὶ ἡ τῆς ἀναπνοῆς ἰδέα τὴν αὐτὴν ἕξει κατάστασιν, εἴθ’ ἡ καρδία μόνη τὴν πυρετώδη πάθοι δυσκρασίαν, εἴτε τῷ πνεύμονι συμπάσχοι. πλέονος δ’ αἰσθήσεται καύματος ἐν ἅπαντι τῷ κύτει τοῦ θώρακος ὁ διὰ τὸν πνεύμονα πάσχων, ἐκπνεύσει τε θερμὸν ἱκανῶς, ὡς καὶ διψήσει θατέρου μᾶλλον καὶ θερμοτέραν ἕξει τήν τε φάρυγγα καὶ τὴν γλῶτταν, ὡς τὰ πολλὰ δὲ καὶ ξηροτέραν. εἰ δ’ ἐπὶ πλέον ἥκοι τὸ κακὸν, χρωσθήσεται χρώματι μέλανι τὴν γλῶτταν καὶ τραχεῖαν ἐσχάτως ἕξει. ψυχθέντος δὲ τοῦ πνεύμονος, ἡ καρδία συμπάσχουσα κατ’ ἀρχὰς μὲν εἰς ἐκείνην ἄξει τοὺς σφυγμοὺς τὴν ἀλλοίωσιν, ἣν ἔμπροσθεν ἐδείξαμεν ἐκλυομένης τῆς χρείας συνίστασθαι, προϊόντος δὲ τοῦ χρόνου ψύξιν ἑκτικὴν ἀναδεξαμένη, τοὺς ἐπὶ ταύτῃ κρατούσῃ λελεγμένους γίγνεσθαι σφυγμοὺς ἀπεργάσεται. τὰ μὲν οὖν ἄλλα κοινὰ τοῖς τε τὴν καρδίαν μόνην ἐψυγμένοις ἐστὶ καὶ τοῖς τὸν πνεύμονα, συμπάσχει γὰρ ἐξ ἀνάγκης τὸ ἕτερον τῷ ἑτέρῳ. πρόσεστι δ’ ἐξαίρετον οἷς ὁ πνεύμων ἔψυκται πρῶτος αἴσθησις ψυχρᾶς τῆς ἀναπνοῆς. εἰ δὲ καὶ κατὰ ξηρότητα δύσκρατος ὁ πνεύμων γένοιτο, κατ’ ἀρχὰς μὲν οὐδέν τι σαφὲς ἀλλοιώσει
395
τοὺς σφυγμοὺς, ἐν τῷ χρόνῳ δ’ ἄν ποτε σκληροτέρους ἐργάσεται, τῆς καρδίας συμπαθούσης αὐτῷ. τούτοις ἡ φάρυγξ. ἑτοίμως ξηραίνεται, καίτοι γ’ οὐ διψῶσιν. ἡ δὲ καθ’ ὑγρότητα δυσκρασία πλαδαρὰν μὲν καὶ ἄδιψον ἐργάζεται τὴν φάρυγγα, τῷ χρόνῳ δ’ ἀλλοιοῖ τοὺς σφυγμοὺς εἰς μαλακότητα. τοιαῦται μὲν αἱ ἁπλαῖ δυσκρασίαι τοῦ πνεύμονος. αἱ σύνθετοι δ’ ἐκ τούτων γνωριζέσθωσαν. ἐμοὶ γὰρ ἤδη καιρὸς ἐπὶ θάτερον ἰέναι γένος, ὃ ῥευμάτων ἔγγονον ἔφην ὑπάρχειν. ἔστι δ’ ἐν αὐτῷ κοινὸν μὲν ἁπάντων ἀνωμαλία τῶν σφυγμῶν, ἔμφραξίς τε γὰρ ἑτοίμως καὶ σφήνωσις καὶ θλίψις τῶν κυριωτάτων ἀρτηριῶν, ἐπὶ τοῖς τοιούτοις γίνεται ῥεύμασιν. οὐχ ἧττον δὲ τούτων καὶ τὸ πρὸς τὴν δύναμιν πλῆθος, ὡς ἂν ἐγγὺς οὕτω κειμένης τῆς καρδίας τῷ πνεύμονι, καὶ διὰ μεγάλων στομάτων ἐχούσης τὴν σύῤῥοιαν. ἡ μὲν οὖν ἀνωμαλία κοινὴ πάντων ῥευμάτων ὅσα κατασκήπτει τῷ πνεύμονι, τοῦ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτῇ παρά τε τὴν σύστασιν καὶ τὸ ποσὸν τοῦ χυμοῦ γιγνομένου. ἐλάττων μὲν γὰρ ἐπί τε τοῖς λεπτοῖς καὶ ὀλίγοις, ἀξιολογωτέρα δὲ ἐπί τε τοῖς παχέσι καὶ γλίσχροις καὶ πολλοῖς ἀποτελεῖται ῥεύμασι, 
396
καὶ γὰρ ἐμφράττει ταῦτα καὶ θλίβει καὶ βαρύνει μᾶλλον. αἱ δ’ εἰς τὰς ἄλλας διαφορὰς τῶν σφυγμῶν ἀλλοιώσεις ἐπὶ μὲν τοῖς θερμοτέροις ῥεύμασιν οἵας ἐπὶ πλήθει θερμασίας, ἐπὶ δὲ τοῖς ψυχροτέροις οἵας ἐπ’ ἐνδείᾳ πρόσθεν ἔφαμεν συνίστασθαι. σκληρότεροι δὲ γίνονται τῶν κατὰ φύσιν ἐπί τε ταῖς ξηραῖς δυσκρασίαις καὶ τοῖς φλεγμονώδεσιν ὄγκοις ἢ σκιῤῥώδεσι τοῦ πνεύμονος, ὥσπερ γε καὶ μαλακώτεροι διὰ τὰς οἰδηματώδεις διαθέσεις. οὐ μὴν οὐδὲ τὸ τῆς ἀναπνοῆς εἶδος ὅμοιον ἐπί τε ταῖς δυσκρασίαις ἐστὶ καὶ τοῖς ῥεύμασιν· αἱ μὲν γὰρ ψυχραὶ δυσκρασίαι μικρὰν καὶ βραδεῖαν καὶ ἀραιὰν ἐργάζονται τὴν ἀναπνοὴν, ὥσπερ καὶ τοὺς σφυγμούς. τὰ μὲν δὴ ῥεύματα τὰ ψυχρὰ τοὺς μὲν σφυγμοὺς ὁμοίως ἀλλοιοῖ, τὴν δ’ ἀναπνοὴν οὔτε μικρὰν οὔτε βραδεῖαν οὔτ’ ἀραιὰν ἐργάζεται. διὰ γὰρ τὴν στενοχωρίαν ὀλίγου πνεύματος ἐμπίπτοντος τῷ πνεύμονι, καὶ διὰ τοῦτο τῆς φύσεως ἐλλιπῶς ἀπολαβούσης αὐτοῦ, συμβαίνει τὴν δευτέραν ἐνέργειαν αὐτίκα τε καὶ ταχεῖαν ἅμα καὶ μεγάλην ἀποτελεῖσθαι, καὶ μόναις ταύταις τῶν δυσπνοιῶν, ὡς κᾀν τῇ περὶ αὐτῶν ἐδείχθη πραγματείᾳ, συμβέβηκεν ὑπεναντίως ἔχειν τῇ διαστολῇ τοῦ θώρακος τὸ ποσὸν τῆς εἰσπνοῆς. μέγιστον μὲν
397
γὰρ ὁ θώραξ διαστέλλεται, πλεῖστον δ’ οὐκ εἰσπνεῖται, καθάπερ ὅτ’ ἄφρακτος ὁ πνεύμων ὑπῆρχεν. ἡ μὲν οὖν ἰδέα τῆς ἀναπνοῆς ὁμοία τοῖς ῥεύμασιν ἅπασιν ὑπάρχει. τὸ πνίγεσθαι δ’ οὐχ ὁμοίως ἅπασιν, ἀλλὰ τοῖς θερμοῖς ἅπασι μᾶλλον ἕπεται, ἐπειδὴ πλείονος τῆς εἰσπνοῆς ἡ φύσις δεῖται τηνικαῦτα. διὰ δὲ τὰς δυσκρασίας μόνας οὐδεὶς ἕπεται κίνδυνος πνίξεως. καὶ τοῖς σφυγμοῖς δ’ αὐτοῖς ἐγγίνεταί τις ἑτέρα διαφορὰ παρὰ τὰς ἔμπροσθεν εἰρημένας ἐν τῷ τὸ ῥεῦμα ποτὲ μὲν εἰς αὐτὰς μόνας ἐμπίπτειν τὰς τραχείας ἀρτηρίας, ποτὲ δ’ εἰς τὰς λείας τε καὶ τὰς φλέβας, ἢ καὶ τὰς μεταξὺ χώρας αὐτῶν ἁπάσας μεταλαμβάνειν. ἐπὶ μὲν γὰρ ταῖς τραχείαις ἀρτηρίαις μόναις πληρωθείσαις οὐδεμία κατὰ σκληρότητα γίνεται μεταβολὴ τοῖς σφυγμοῖς· ἐπὶ δὲ ταῖς λείαις αἱ καθ’ ὅλον τὸ ζῶον ἀρτηρίαι τεινόμεναι σκληρότερον ἐργάζονται τὸν σφυγμόν. τὰ δ’ οἰδήματα τοσοῦτον ἐνδεῖ τοῦ σκληρύνειν αὐτὸν ὥστε καὶ μαλακώτερον ἀποτελεῖν, διαβρέχοντα μὲν ἐν τῷ χρόνῳ τοὺς χιτῶνας τῶν ἀρτηριῶν, τάσιν δ’ οὐδεμίαν ἐργαζόμενα, καθάπερ ἐπὶ τῶν φλεγμονωδῶν τε καὶ σκιῤῥωδῶν ὄγκων ἔχει. μὴ τοίνυν ὀνόματα ζήτει ἀκούειν ἔτι
398
περιπνευμονιῶν, ἢ ἀσθμάτων, ἢ πνευμονωδῶν παθῶν, μεμαθηκὼς τὰς διαθέσεις τοῦ πνεύμονος. ὅτι γὰρ ἡ διὰ τῶν ὀνομάτων διδασκαλία πρώτην μὲν ἔχει τὴν περὶ τὸ σημαινόμενον ἀμφισβήτησιν, δευτέραν δὲ τὴν τοῦ ἀριθμοῦ τῶν νοσημάτων ἔννοιαν, ἐν πολλαῖς πολλάκις ἐπιδέδεικται πραγματείαις.

Ἀλλ’ ἐπὶ τὰ τοῦ θώρακος ἰέναι καιρὸς ἤδη νοσήματα κατὰ τὴν αὐτὴν μέθοδον. αἱ μὲν δὴ δυσκρασίαι τὰς αὐτὰς ἀλλοιώσεις ἐργάζονται ταῖς ὀλίγον ἔμπροσθεν ἐπὶ τοῦ πνεύμονος εἰρημέναις. οἱ δ’ ὄγκοι κατά τε τὴν ποσότητα καὶ τὴν ἰδέαν ἑκάστου τῶν ἐργασαμένων αὐτοὺς χυμῶν. διαλλάξουσι δὲ τῷ θᾶττον μὲν καὶ μᾶλλον τῷ πνεύμονι συμπάσχειν τὴν καρδίαν, ἧττον δὲ καὶ βραδύτερον τῷ θώρακι. διαλλάξουσι δὲ κᾀν τῷ ποτὲ μὲν νῦν εἶναι τὸ πάσχον μέρος τοῦ θώρακος, ποτὲ δὲ τὸν ὑπεζωκότα τὰς πλευρὰς χιτῶνα. πλείων γὰρ ἡ τάσις ἐπὶ τοῖς σκληροῖς καὶ πυκνοῖς μέρεσιν εἰς ὄγκον ἀρθεῖσιν, καὶ διὰ τοῦτο καὶ οἱ πλευριτικοὶ τῶν περιπνευμονικῶν ἀεὶ σκληρότερον ἔχουσι τὸν σφυγμόν. ὁμαλὸς δὲ τοὐπίπαν ἐπὶ τοῖς κατὰ τὰς πλευρὰς ὄγκοις ὁ σφυγμὸς, οὐχ

399
ὥσπερ ἐπὶ τοῖς κατὰ τὸν πνεύμονα παντοίως ἀνώμαλος. οὔτε γὰρ διὰ μεγάλων ἀγγείων οὔτ’ ἐγγὺς τῆς καρδίας ἡ κοινωνία τῷ θώρακι πρὸς αὐτήν ἐστι. περὶ δὲ τῆς κατὰ τὴν δύσπνοιαν ἰδέας οὐδὲν ἐν τῷδε τῷ λόγῳ δέομαι λέγειν, ὥσπερ ἐπὶ πνεύμονος ἐδεήθην διακρῖναι. ποτὲ μὲν ἡ καρδία πρώτη πάσχει, ποτὲ δὲ ὁ πνεύμων. ἑτοίμη γὰρ ἡ διάγνωσις ἐπὶ τῷ θώρακι πάσχοντι.

Ἥπατος δὲ νοσοῦντος ἀλλοιοῦνται σφυγμοὶ κατὰ μὲν τὰς δυσκρασίας ὡς ἔμπροσθεν εἴρηται, κατὰ δὲ τοὺς παρὰ φύσιν ὄγκους, ἀνάλογον μέν πως κᾀν τούτοις, ἀλλ’ ἧττον ἐπὶ ταῖς φλεγμοναῖς γίνονται σκληροὶ τῶν ἐπὶ θώρακι τοσοῦτον ὅσον τῶν ἐπὶ πνεύμονι μᾶλλον. οὐδέποτε δ’ οὔτ’ ἐπὶ θώρακος οὔτ’ ἐφ’ ἥπατος ὄγκῳ μαλακὸς ὁ σφυγμὸς γίνεται, διότι μηδ’ ἐπιγίνεταί ποτε τοῖς ὀργάνοις τούτοις οἴδημα φλεγματικόν. ὁ μὲν γὰρ θώραξ πυκνότερος ἢ ὥστε δέξασθαι τοιοῦτον ῥεῦμα, τὸ δ’ ἧπαρ οὐ πυκνότερον μόνον, ἀλλὰ καὶ τῇ συμφύτῳ δυνάμει ῥᾳδίως ἀλλοιοῖ τὸ φλέγμα, συμπάσχει δ’ ἑτοιμότερον ἡ καρδία τῷ ἥπατι,

400
καίτοι ποῤῥώτερον τοῦ θώρακος κειμένῳ, διὰ τὴν τῆς κοίλης φλεβὸς κοινωνίαν.

Συμπάσχει δὲ καὶ τῷ διαφράγματι μᾶλλον τῶν ἄλλων ἁπάντων τοῦ θώρακος μερῶν, ὅτι παρ’ αὐτῆς τῆς κοίλης αἱ φλέβες τούτῳ. τάσιν δ’ οὐδὲν οὕτω μόριον ἄλλο ταῖς ἀρτηρίαις ἐργάζεται, καὶ μάλιστα ὅταν αὐτὸ τὸ νευρῶδες αὐτοῦ πάθοι. εἰ μὲν οὖν ὑπὸ τῶν ἐν αὐτῷ περιττωμάτων διατείνοιτο, χωρὶς πυρετῶν, ὀδύνη τε καὶ δύσπνοια τό γε κατ’ ἀρχὰς ἐπιγίνεται. προϊόντος δὲ τοῦ χρόνου πυρέττουσι σηπομένων τῶν περιττωμάτων. εἰ δὲ ἐκ ῥεύματος εἰς αὐτὸ κατασκήψαντος, εἶναι μὲν χρὴ τοῦτο πάντως ἤτοι χολῆς ξανθῆς ἢ αἵματος θερμοῦ καὶ λεπτοῦ, παχὺ γὰρ αἷμα καὶ φλέγμα γλίσχρον οὐκ ἄν ποτε δέξαιτο διὰ πυκνότητα. παραφρονήσουσι δ’ ἐξ ἀνάγκης, ἕξουσί τε τὸν σφυγμὸν ἱκανῶς σκληρὸν, καὶ διὰ τοῦτο καὶ μικρόν. ὅτι δ’ ἄμφω γε ταῦτα καὶ ἡ θερμασία πολλὴ, διὰ τοῦτο καὶ πυκνότατος. ὁ δ’ ἄνευ πυρετοῦ σφυγμὸς ἐπὶ διαφράγματι δυσπραγοῦντι σκληρὸς μὲν γίνεται καὶ μικρὸς, οὐ μὴν πυκνός γε ἐπιπλέον ἀλλ’ ἤτοι βραχύ τι παντάπασιν ἢ οὐδ’ ὅλως εἰς τοιαύτην 

401
ἀφικνεῖται μεταβολήν. ἀνάλογον δὲ τοῖς ἐπὶ τῷ νευρώδει τοῦ διαφράγματος ἕπεται πάντα ταῖς μεγάλαις πλευρίτισιν, ὅτι καὶ ὁ ὑπεζωκὼς τὰς πλευρὰς χιτὼν πλείστων τε νεύρων μετέχει καὶ συνῆπται ταῖς φρεσὶ καὶ τοῖς τὸν θώρακα διαφράττουσιν ὑμέσι, δι’ ὧν κατὰ συνέχειαν ἐγγὺς τῆς καρδίας ἀφικνεῖται. καὶ μέγιστον δὴ τοῦτ’ ἔστι γνώρισμα πλευρίτιδος ὀλεθρίας, εἰ σκληρὸς ἱκανῶς ὁ σφυγμὸς γένοιτο, καὶ διὰ τοῦτο καὶ μικρὸς καὶ δι’ ἄμφω τε ταῦτα καὶ τὴν θερμότητα πυκνότατος. οὐδεὶς ἐσώθη πλευριτικὸς ἐπὶ τοιούτῳ σφυγμῷ. παραπαίουσι δ’ ἧττον οὗτοι τῶν τὸ διάφραγμα φλεγμαινόντων. ἐγγυτέρα γάρ ἐστι τῆς ἀρχῆς ἡ τῶν τοῦ διαφράγματος νεύρων ἔκφυσις. ἀλλ’ οὐ χρὴ μηκύνειν ἐν ταῖς ἄλλαις διαγνώσεσι περὶ σφυγμῶν προθεμένους λέγειν. ἐν γὰρ τοῖς τῶν πεπονθότων τόπων ὑπομνήμασιν ἐπιπλέον ὑπὲρ τῶν τοιούτων διῄρηται.

Γαστὴρ δὲ κακοπραγοῦσα κατὰ δυσκρασίαν μὲν ἀνάλογον τοῖς προειρημένοις ἀλλοιώσει σφυγμοὺς, δι’ ὄγκον δέ τινα κατὰ μὲν τὸν πυθμένα συμβάντα τοῖς ἄλλοις ἀνάλογον· εἰ δ’ ἐν τῷ στόματι γένοιτο,

402
σκληρότερος ὁ σφυγμὸς ἔσται διὰ τὸ πλῆθος τῶν νεύρων, οὐ μὴν οὕτω γε σκληρὸς ὡς ἐπὶ διαφράγματι. παμπόλλῳ γὰρ ἀπολείπεται τοῦδε, καίτοι γ’ οὐκ ἀπολειπομένου τοῦ μορίου τῷ μεγέθει τῶν νεύρων. ἀλλὰ διὰ μὲν ταῦτα τὰ νεῦρα τὸ περιττὸν τῆς αἰσθήσεως ἔχει· μαλακὰ γάρ ἐστι καὶ μεγάλα καὶ ἀπ’ αὐτῆς ἐκπέφυκε τῆς ἀρχῆς· διὰ δὲ τὸ τῆς τοῦ σώματος οὐσίας σαρκοειδὲς ἀπολείπεται σκληρότητι τοῦ θ’ ὑπεζωκότος καὶ τῶν φρενῶν. σύντονα γὰρ ἐκεῖνα τὰ μόρια καὶ σκληρὰ καὶ πυκνὰ, διὸ καὶ τείνεται μᾶλλον εἰς ὄγκον αἰρόμενα. καὶ τὰ νεῦρα δ’ αὐτῶν ὁμοίως αὐτοῖς τοῖς ὀργάνοις σκληρὰ καὶ σύντονα, τὰ δὲ τῆς γαστρὸς, ὡς εἴρηται, μαλακά. ταῦτά τοι σκληρότατοι μὲν ἐπὶ διαφράγματι καὶ ὑπεζωκότι, καὶ διὰ τοῦτο καὶ μικροὶ γίνονται σφυγμοὶ, καὶ εἰ θερμασία τις αὐτοῖς συνείη, καθάπερ ἐν φλεγμοναῖς τε καὶ πυρετοῖς, εὐθὺς καὶ πυκνότατοι. κατὰ δὲ τὸ τῆς γαστρὸς στόμα σκληρὸς μὲν οὐδέποθ’ οὕτως ὁ σφυγμὸς, ὅτι μήτ’ αὐτὰ τὰ νεῦρα μήτε τὸ μόριον σύντονον, μικροὶ μέντοι καὶ πυκνοὶ πολλάκις ἐπὶ τῷ περιττῷ τῆς αἰσθήσεως, ὅτι τάχιστα καμνούσης
403
τε καὶ καταλυομένης τὴν δυνάμεως. ἐμάθομεν γὰρ ὁποίους ἄλγημα, καὶ μάλιστα τὸ τῆς δυνάμεως ἁπτόμενον ἐργάζεται τοὺς σφυγμούς. ὥσπερ δ’ ἐπὶ τοῖς ἀλγήμασι τοῖς κατὰ τὸ στόμα τῆς γαστρὸς ἡ δύναμις τάχιστα κάμνει, κατὰ τὸν αὐτὸν λόγον οὐκ ἀνέχεται πλήθους οὐδ’ ἐπ’ ὀλίγον, ἀλλὰ βαρύνεταί τε καὶ κάμνει, καὶ τοὺς σφυγμοὺς ἀνωμάλους ἐργάζεται. λέλεκται δ’ ἐν τοῖς ἔμπροσθεν ὁποῖοι σφυγμοὶ γίνονται βαρυνομένης δυνάμεως ὑπὸ πλήθους ὕλης, ὥσπερ γε καὶ οἷοί τινες αῤῥωστούσης. ἀμφοτέρας οὖν τὰς βλάβας τῆς δυνάμεως ἑπομένας ἔχον τὸ στόμα τῆς γαστρὸς εὐλόγως ἐργάζεται τοὺς σφυγμοὺς ἐνίοτε μὲν ἀμυδροὺς καὶ μικροὺς καὶ πυκνοὺς, ἐνίοτε δὲ ἀνωμάλους, ἔν τε τοῖς εἰρημένοις τρισὶ γένεσι καὶ προσέτι τῷ κατὰ τάχος τε καὶ βραδύτητα.

Καὶ τοίνυν οὐδὲν ἔτι χαλεπὸν οὐδὲ ἐπὶ τῶν ὑπολοίπων ὀργάνων τῆς τροφῆς ἐξευρίσκειν τὰς τροπὰς τῶν σφυγμῶν εἰς τὰ προειρημένα σύμπαντα καθάπερ εἰς στοιχεῖα βλέποντας, ὡς μηδὲν αὐτῶν ἄσκοπον παραλιπεῖν. ὅσα μὲν γὰρ ἐγγυτέρω τε τῆς καρδίας ἐστὶ καὶ διὰ μεγάλων ἀγγείων κοινωνεῖ, θᾶττόν τε καὶ μᾶλλον αὐτὴν εἰς συμπάθειαν

404
ἄξει· ὅσα δ’ ἀπωτέρω τε καὶ διὰ μικρῶν, ἧττόν τε καὶ βραδύτερον. οὕτως δὲ καὶ ὅσα μέν ἐστι σκληρὰ καὶ σύντονα καὶ νεύρων πλείστων μετέχει σκληρῶν, ἑτοίμως ταῦτα τοὺς σφυγμοὺς ἐργάζεται σκληροὺς, ὅσα δὲ ἐναντία, μαλακούς. ὅσα δ’ αἰσθητικὰ, βλάψει τὴν δύναμιν ἑκατέραν τὴν βλάβην. ὥστε οὐδὲν χαλεπὸν ἐξευρεῖν αὐτόν τινα καθ’ αὑτὸν ἕκαστον τῶν μορίων, ὁποῖόν τινα τὸν σφυγμὸν ἐργάζεται καθ’ ἕκαστον πάθος, οἷον αὐτίκα κύστις καὶ μήτρα τῇ θέσει μὲν οὐδὲν ἀλλήλων διαφέρουσι, σκληροτέρα δ’ ἐστὶ καὶ νευρωδεστέρα ἡ κύστις· ὥστε καὶ τοὺς σφυγμοὺς φλεγμαίνουσα μᾶλλον τῆς μήτρας ἐργάζεται σκληροὺς, ἀλλοιώσει δὲ θᾶττόν τε καὶ μᾶλλον αὐτοὺς εἰς μέγεθός τε καὶ μικρότητα καὶ τὰς ἄλλας διαφορὰς ἡ μήτρα. μείζους τε γὰρ ἀρτηρίας ἔχει καὶ φλέβας καὶ πολὺ πρότερον ἀποφυομένας τῶν κατὰ ῥάχιν ἀγγείων τῶν μεγάλων ἤπερ αἱ εἰς τὴν κύστιν ἥκουσαι. τὰ δὲ τῆς ὀδύνης ἀμφοτέροις τοῖς ὀργάνοις, ὅσον μὲν ἐπὶ τῷ νευρῷ ἐξ ἴσου μετέχειν, ὡσαύτως, ὅσον δ’ ἐπὶ τῷ πυκνότερον καὶ σκληρότερον εἶναι τὸ τῆς κυστέως σῶμα, μείζους ἐν τούτῳ. τὰ γὰρ ἐν πυκνοτέροις σώμασιν
405
ἐμφραττόμενά τε καὶ σφηνούμενα τῶν· ὑγρῶν ὀδυνηρότερα τῶν ἐν ἀραιοτέροις τέ ἐστι καὶ μαλακοῖς, ὡς ἂν βιαιοτέραν ποιούμενα τὴν τάσιν, ᾗ τὸ τῆς ὀδύνης εἵπετο μέγεθος. οὕτως μὲν οὖν χρὴ μεθόδῳ ζητεῖν ἁπάσας τῶν μορίων τὰς διαφοράς.

Ἀλλ’ ἐγὼ γυμνασίας ἕνεκα καὶ τὰς τῶν ἄλλων ἔπειμι τῶν ἐκτὸς βουβώνων τε καὶ μασχαλῶν, ἐπειδὴ καὶ τούτοις ἔστι μέν τι παρὰ τὰ πρόσθεν εἰρημένα σύμπαντα διάφορον, ὥσπερ καὶ πρὸς ἄλληλα κατὰ μέρος, ἔστι δέ τι καὶ κοινὸν, ἀλλήλοις τε καὶ τοῖς προειρημένοις. τὸ μὲν δὴ πόῤῥω τῆς καρδίας εἶναι κοινὸν ἀμφοῖν ἐστι καὶ μᾶλλον τοῖς κάτω· διαφέρει δ’ ἀλλήλων ταῖς οὐσίαις τε καὶ ταῖς ἐνεργείαις, ὥσπερ γε κοινόν τι πρὸς ἄλληλα καὶ τὰ πρόσθεν εἰρημένα σύμπαντα κέκτηται κατὰ τὰς προειρημένας ἁπάσας διαφοράς. ἔστι γάρ τοι καὶ τούτων αὐτῶν τὰ μὲν σκληρότερά τε καὶ πυκνότερα, τὰ δ’ ἀραιότερά τε καὶ μαλακώτερα, καὶ τὰ μὲν πλειόνων τε καὶ μειζόνων, τὰ δ’ ἐλαττόνων τε καὶ μικροτέρων ἀγγείων τε καὶ νεύρων μετέσχηκε, καὶ τὰ μὲν 

406
αἰσθητικώτερα τετύχηκεν ὄντα, τὰ δ’ ἀναισθητικώτερα. τὴν δ’ ἐν ταῖς ἐνεργείαις αὐτῶν διαφορὰν οὐδεὶς ἀγνοεῖ, καὶ μάλιστα τῶν ἄνω μασχαλῶν. σκέλη μὲν γὰρ καὶ χεῖρες ἐνεργειῶν ἕνεκα προαιρετικῶν ἐγένοντο, παραπλησίων ἀλλήλαις κατὰ γένος. ὀφθαλμοὶ δὲ καὶ ὦτα καὶ γλῶττα μήνιγγές τε καὶ αὐτὸς ὁ ἐγκέφαλος, ὅσα τε κατὰ τὸν τράχηλόν ἐστι μόρια, πολὺ δή τι ταῖς ἐνεργείαις διαφέρει τῶν κατὰ τὰ κῶλα μορίων. ἕπεσθαι τοίνυν εἰκὸς ἑκάστῳ συμπτωμάτων οἰκείαν ἰδέαν, οὐχ ὁμοίως ἀλλοιοῦσαν τοὺς σφυγμούς· οἷον αὐτίκα, καίτοι γ’ ἐν τούτῳ κειμένων ἐγκεφάλου τε μηνίγγων ἅπασι τοῖς κατὰ τὴν κεφαλὴν, ἐπὶ μὲν ταῖς τούτων φλεγμοναῖς ἐξ ἀνάγκης πυρέττουσί τε καὶ παραφρονοῦσιν, ἐπὶ δὲ ταῖς τῶν ἄλλων οὐκ ἐξ ἀνάγκης. αἱ γοῦν τῶν κροταφιτῶν μυῶν φλεγμοναὶ καὶ πυρετοὺς καὶ παραφροσύνας καὶ σπασμοὺς καὶ κάρους ἐπιφέρουσι πολλάκις, ὁπόταν μεγάλαι γενηθῶσιν, οὔτ’ ἐξ ἅπαντος οὔθ’ ὅταν μικραὶ τύχωσιν οὖσαι, τὰ τοιαῦτα συμπτώματα φέρουσιν. ὁ δ’ ἐγκέφαλος αὐτὸς, ὁπόταν εἰς δυσκρασίαν ἐμπέσῃ νοσώδη, τὸ τῆς δυσκρασίας οἰκεῖον ἐξ ἀνάγκης ἐπιφέρει σύμπτωμα, κατὰ μὲν τὰς ἀμέτρους θερμασίας,
407
εἰ μὲν αὐταὶ μόναι καθ’ αὑτάς ποτε γένοιτο, παραφροσύνη· εἰ δὲ μετὰ ξηρότητος, ἅμα ταῖς ἀγρυπνίαις. οἰκεῖον γὰρ ξηρότητι τὸ σύμπτωμα τοῦτο, καθάπερ γε καὶ ὑγρότητι, βαθὺς ὕπνος, ἢ κῶμα. τῆς ψύξεως δ’ αὐτοῦ σύμπτωμά ἐστιν ἀχώριστον ἡ καλουμένη μώρωσις. εἰ δὲ σὺν ὑγρότητι γένοιτο, βαθεῖα τοῖς τοιούτοις ἕπεται καταφορά. πολλῷ δὲ τοῦ κατὰ φύσιν ὑγρότερός τε καὶ θερμότερος ἀποτελεσθεὶς τὴν σὺν ἀγρυπνίᾳ τε καὶ παραφροσύνῃ φέρει καταφοράν. εἴρηται δὲ αὐτῆς ἡ ἰδέα πᾶσα καθ’ ἕτερον γράμμα τὸ περὶ τοῦ παρ’ Ἱπποκράτους κώματος. ἰσχυρὰ δὲ ψύξις ἐγκεφάλου μετὰ ξηρότητος γινομένη ἀκινησίαν μὲν ἐπάγει τοῦ σώματος σύμπαντος, οὐ μὴν κωματώδεις εἰσὶν, ἀλλ’ ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς ἀσκαρδαμυκτὶ βλέπουσιν. οἱ σφυγμοὶ δ’, ὧν ἕνεκεν εἴρηται ταῦτα, θερμοῦ μὲν ἱκανῶς ἐγκεφάλου χωρὶς ξηρότητος, ἐν μὲν τῇ συστάσει τῆς ἀρτηρίας σύμμετροί τε καὶ τοῖς κατὰ φύσιν ὅμοιοι, μεγέθει δ’ ὑπερβάλλοντες καὶ τάχει καὶ πυκνότητι τοσοῦτον ὅσον ἂν ἡ νοσώδης θερμότης ὑπὲρ τὴν κατὰ φύσιν ᾖ. εἰ δὲ μὴ
408
μόνον εἴη θερμότερος, ἀλλὰ καὶ ξηρότερος νοσωδῶς, εὐθὺς μὲν δήπου καὶ ἡ διεζωκυῖα μήνιγξ αὐτὴν, ἡ λεπτὴ, παραπλησίως διακείσεται. σὺν αὐτῇ δὲ καὶ τὰ νεῦρα σύμπαντα, καὶ ἐκεῖνα καὶ αἱ ἀρτηρίαι, σκληρότερον ἔχουσι τὸν σφυγμὸν, ὅτι τε τείνονται τὸν χιτῶνα καὶ ξηραίνονται. δέδεικται γὰρ ἑτέρωθι περὶ τῆς τῶν ἀρχῶν συμπαθείας. εἰ δ’ ἐκ χολώδους χυμοῦ πλεονεξίας εἰς θερμὴν καὶ ξηρὰν ἀχθείη διάθεσιν ὁ ἐγκέφαλος, ἔτι δὴ καὶ μᾶλλον ἡ τάσις ἐγγίνεται ταῖς ἀρτηρίαις. οὕτω δὲ καὶ ἡ ἐξ αἵματος θερμοῦ καὶ οἷον ζέοντος ἡ μὲν ξηρότης ἥττων, μείζων δ’ ἡ τάσις αὐταῖς τε ταῖς μήνιγξιν ὑπάρχει καὶ τοῖς νεύροις καὶ ταῖς ἀρτηρίαις. ὁ μὲν χολώδης χυμὸς, ὁ γοῦν ὠχρὸς, οὗ νῦν μεμνήμεθα, λεπτομερὴς ὑπάρχων οὐχ ὁμοίως σφηνοῦται κατὰ τὰ μαλακὰ σώματα, ὥστε οὐδ’ εἰς ὄγκον αἴρειν αὐτὰ δύναται. τὸ δ’ αἷμα τὸ θερμὸν ἐμφράττεταί τε καὶ σφηνοῦται μᾶλλον, ὥστε καὶ τὸν ὄγκον ἐργάζεται μείζω καὶ τὴν τάσιν ἰσχυροτέραν. καὶ τοίνυν προσέχειν ἀκριβῶς χρὴ τῇ τῆς ἀρτηρίας συστάσει, πότερον ὑπὸ ξηρότητος, ἢ τάσεως ὁ χιτὼν φαίνεται σκληρός·
409
εἶτ’ εἰ μὲν ἐπὶ ξηρότητι φαίνοιτο, δυοῖν θάτερον ἡγεῖσθαι κατὰ τὸν ἐγκέφαλον ὑπάρχειν, ἢ δυσκρασίαν θερμὴν καὶ ξηρὰν, ἢ χολῆς πλεονεξίαν· εἰ δ’ ἐπὶ τάσει, φλεγμονώδη διάθεσιν· εἰ δ’ ἐπ’ ἀμφοῖν, ἡγεῖσθαι χρὴ καὶ αὐτὴν τὴν διάθεσιν εἶναι σύνθετον ἐξ αἱματώδους τε καὶ πικροχόλου χυμοῦ. παραφρονοῦσι μὲν οὖν ἅπαντες οἱ τοιοῦτοι διηνεκῆ παραφροσύνην, διαλλάττουσι δ’ ἀλλήλων τῷ τοὺς μὲν ἐπὶ δυσκρασίᾳ μόνῃ, μετρίως τε πάσχειν τοῦτο, καὶ ἀῤῥωστεῖν ἁπάσαις ταῖς προαιρετικαῖς ἐνεργείαις, τοὺς δ’ ἐπὶ χολώδει χυμῷ μήτ’ ἀῤῥωστεῖν, ἐξίστασθαί τε κατὰ τὰς παραφροσύνας ἰσχυρῶς. ὅσοι δ’ ἐπὶ μελαίνῃ χολῇ ζεσάσῃ διὰ σηπεδόνα τοιοῦτόν τι πάσχουσι, ῥᾳδίως ἐξίστανται, σκληροὶ δὲ καὶ τούτων εἰσὶν οἱ σφυγμοὶ δι’ ἀμφοτέρας τὰς αἰτίας, ξηρότητά τε καὶ τάσιν, εὐθὺς δὲ δήπου καὶ μικροὶ διὰ τὴν σκληρότητα καὶ θάττους τῶν κατὰ φύσιν, ὅτι πυρέττουσι, καὶ πυκνοὶ, διὰ τὸ μὴ πληροῦσθαι τὴν χρείαν. αἱ δ’ ὑγραὶ δυσκρασίαι αἱ κατὰ τὸν ἐγκέφαλον μαλακοὺς ἐν τῷ χρόνῳ τοὺς σφυγμοὺς ἀποτελοῦσι, καὶ κωματώδη τὸν ἄνθρωπον. εἰ δὲ πυρετώδης αὐταῖς συνείη θερμότης, λήθαργος μὲν ὀνομάζεται τὸ νόσημα, γίνεται δ’ ὁ σφυγμὸς οὐ μαλακὸς μόνον, ἀλλὰ καὶ μέγας. εἰ δ’ ἐπὶ
410
σηπομένῳ φλέγματι κατὰ τὸν ἐγκέφαλον ἡ τοιαύτη γίνεται διάθεσις, εἴη μὲν ἂν καὶ οὕτως τὸ νόσημα λήθαργος, ἕξει δ’ ὁ σφυγμὸς ἔμφασίν τινα τεινομένης τῆς ἀρτηρίας καίτοι μαλακῆς ὑπαρχούσης. μεγάλοι δ’ εἰς τοσοῦτον ἐν τοῖς τοιούτοις νοσήμασι πᾶσίν εἰσιν εἰς ὅσον ἂν ἡ θερμότης αὐξηθῇ. τὸ δὲ τάχος ἤτοι παντάπασιν ἐλάχιστον, ἢ οὐδόλως ἐπιτείνεται τούτοις, ὡσαύτως δὲ καὶ πυκνότης. ἅπαντα δὲ συναύξεται ταῦτα τῷ πλήθει τῆς θερμασίας. ἐπιμίκτου μέν τοι τῆς διαθέσεως ἐκ χολῆς καὶ φλέγματος γενομένης οὔτ’ ἄγρυπνοι τὸ σύμπαν ὑπάρχουσιν οὔτ’ ἐν βαθεῖ κώματι· καταφερόμενοι δὲ παραπαίουσιν, ἐπαίρειν ἀδυνατοῦντες τὰ βλέφαρα. καὶ τὸ σύμπαν εἰπεῖν οἱ τοιοῦτοι κωματώδεις εἰσὶ καὶ ἄγρυπνοι. καὶ τοίνυν καὶ οἱ σφυγμοὶ τούτοις ἐν μέσῳ τὴν ἰδέαν ὑπάρχουσι τῶν ἐπιπεπλεγμένων ἀλλήλαις διαθέσεων. ψύξεως δὲ νοσώδους ἐν ἐγκεφάλῳ γινομένης, ὅταν εἰς συμπάθειαν ἀφίκηται ἡ καρδία, μικρότεροι καὶ βραδύτεροι καὶ ἀραιότεροι τῶν κατὰ φύσιν οἱ σφυγμοὶ γενήσονται. καὶ εἰ μὲν ὕλης ἄνια, μόνῃ τῇ δυσκρασίᾳ τοῦ ἐγκεφάλου, χωρὶς ἁπάσης τάσεως· εἰ δὲ σὺν ὕλη, μελαγχολικῆς μὲν αὐτῆς ὑπαρχούσης, 
411
τείνεσθαί τε συμβήσεται τὰς ἀρτηρίας, καὶ διὰ τοῦτο σκληρότερον φαίνεσθαι τὸν σφυγμόν· φλεγματικῆς δὲ, οὐχ ἁπλῶς, ἀλλ’ εἰ μὲν παχὺ καὶ γλίσχρον εἴη τὸ φλέγμα, ταθήσονται· σκιῤῥώδεις γὰρ ὄγκους ὁ τοιοῦτος ἐργάζεται χυμός· εἰ δ’ ὑγρὸν καὶ πνευματῶδες, ὑφ’ οὗ μάλιστα τὸ καλούμενον οἴδημα γίνεται, χωρὶς τοῦ τείνεσθαι μαλακὸς ὁ σφυγμὸς ἔσται· εἰ δ’ ἐπίμικτον εἴη τὸ φλέγμα τῶν προειρημένων ἀμφοτέρων μετέχον εἰδῶν, ἅμα τε μαλακὸς καὶ σὺν τάσει τινί. πρόδηλον δ’ ὡς, ὁπότε μαλακὸς ὁ σφυγμὸς γίνεται, καὶ μείζων ἀποτελεσθήσεται τοῦ πρόσθεν. ὁποία δέ τις ἡ τῶν ἄλλων συμπτωμάτων αὐτοῖς ἰδέα γενήσεται, στοχάζεσθαί τινι καὶ αὐτῷ δυνατὸν ἐκ τῶν προειρημένων ὁρμωμένῳ. ἐμοὶ δ’ ἐπὶ πλέον ἐνθάδε μηκύνειν οὐκ ἀναγκαῖον ἐν τῇ τῶν πεπονθότων τόπων πραγματείᾳ τὰ τοιαῦτα πάντ’ ἐπὶ πλεῖστον ἐξειργασμένῳ. νυνὶ γὰρ οὐχ ἅπασαν, ἀλλὰ τὴν ἐκ σφυγμοῦ μόνου διάγνωσιν ἐπισκέψασθαι προὐθέμην. ὥστε ἐκ περιουσίας τε καὶ κατὰ τὸ πάρεργον εἴρηταί τινι τῶν ἄλλων συμπτωμάτων, οὐκ ἐν ἔργῳ. καταπαύσας οὖν ἤδη τὸν ἐνεστῶτα λόγον ἐφ’ ἕτερόν τι τῶν εἰς τὰ παρόντα χρηστῶν μέτειμι, μακροτέρας μὲν τῆς ἐπισκέψεως
412
ἐν τῇ τῶν πεπονθότων τόπων πραγματείᾳ τετυχηκὸς, ἀναγκαῖον δὲ καὶ νῦν δειχθῆναι.

Ἡ λεπτὴ μῆνιγξ ἡ διεζωκυῖα τὸν ἐγκέφαλον οὔ μοι δοκεῖ δύνασθαι μόνη ποτὲ παθεῖν τῶν εἰρημένων νοσημάτων οὐδὲν ἐγκεφάλον χωρὶς, ὥσπερ οὐδ’ ἐγκέφαλος ἄνευ τῆς μήνιγγος. ἀλλ’ εἴτε δυσκρασία χωρὶς ῥεύματος, εἴτε καὶ ῥεῦμα κατασκήψειεν εἰς ὁπότερον αὐτῶν, εὐθὺς ἀναγκαῖον εἶναι νομίζω μεταδίδοσθαι τοῦ πάθους εἰς τὸ λοιπόν. ἡ μέντοι σκληρὰ μῆνιγξ οἵα τ’ ἐστὶ καὶ μόνη πάσχειν ἐπὶ πλεῖστον ἀφεστῶσα τοῦ ἐγκεφάλου. καὶ εἴπερ ἡ ἐξ αὐτῆς διάθεσις ἀξιόλογος γενομένη τήν τε καρδίαν εἰς συμπάθειαν ἐπισπάσοιτο καὶ τὰς ἀρτηρίας, ἀνάλογον ταῖς κατὰ τὸν ἐγκέφαλον διαθέσεσιν ὁ σφυγμὸς ἀλλοιωθήσεται, τῶν μὲν θερμῶν ἐν αὐτῇ διαθέσεων τὴν χρείαν αὐξανουσῶν, τῶν δὲ ψυχρῶν ἐκλυουσῶν τε ἅμα ταύτην καὶ σκληροτέρας ἀτρέμα τὰς ἀρτηρίας ἐργαζομένων, καὶ μάλισθ’ ὅσαι τῆς καρδίας εἰσὶν ἀνωτέρω, καὶ τῶν μὲν ξηρῶν σύντονόν τε καὶ σκληρὸν ἐργαζομένων τὸν σφυγμὸν, τῶν δ’ ὑγρῶν μαλακὸν, οὐ μὴν εἰς τοσοῦτόν γε μαλακὸν καὶ σκληρὸν εἰς ὅσον ὁ ἐγκέφαλος, ἀλλ’

413
ἐπὶ πλεῖον μὲν σκληρὸν, ἐπ’ ἔλαττον δὲ μαλακόν. ὅσα μὲν γὰρ φύσει σκληρὰ σώματα σκληρυνούσας ἐδέξατο διαθέσεις, εἰς μεγίστην ἀφικνεῖται σκληρότητα, καθάπερ γε καὶ τὰ φύσει μαλακὰ τὰς ὑγραινούσας τε καὶ χεούσας δεξάμενα τελείως ἔκλυτά τε γίνεται καὶ μαλακά. ὅσα δ’ ἤτοι σκληρὰ τὰς ὑγραινούσας ἐδέξατο διαθέσεις ἢ μαλακὰ τὰς σκληρυνούσας, οὐκέτ’ εἰς ἄκραν ἀφικνεῖται τὴν ἐναντίαν αὐτοῖς κατάστασιν. οὕτως οὖν οὔτ’ ἐπὶ μηνίγγων οἰδήματι γένοιτ’ ἄν ποτε ὁ σφυγμὸς εἰς τοσοῦτον μαλακὸς εἰς ὅσον ἐπὶ ἐγκεφάλου τε καὶ πνεύμονος οὔτ’ ἐπ’ ἐγκεφάλῳ τε καὶ πνεύμονι φλεγμήνασιν οὕτω σκληρὸς ὡς ἐπὶ μήνιγξιν, ἀλλὰ τοῖς μὲν ἐπὶ μήνιγξι σκληροῖς ὅμοιος ὁ ἐπὶ διαφράγματι καὶ ὑπεζωκότι, τοῖς δὲ ἐπὶ ἐγκεφάλῳ τε καὶ πνεύμονι μαλακὸς μὲν ὁμοίως οὐδεὶς, ἐγγυτέρω δὲ τῶν ἄλλων ὁ ἐφ’ ἥπατι καὶ σπληνὶ κατὰ τὰς οἰδηματώδεις διαθέσεις, ὡς σκιῤῥωθέντα γε καὶ ταῦτα τὰ σπλάγχνα σκληροὺς ἱκανῶς ἀποτελεῖ τοὺς σφυγμοὺς, ἧττον δὲ τῶν σκίῤῥων ἐν ταῖς φλεγμοναῖς. ἐγκέφαλος δὲ καὶ πνεύμων ἴσως ἂν οὐδ’ ἐδέξαντό ποτε διάθεσιν
414
σκιῤῥώδη· σκληροῖς γὰρ καὶ πυκνοῖς σώμασιν, οὐκ ἀραιοῖς καὶ μαλακοῖς ἡ τοιαύτη διάθεσις οἰκεία. κοινὰ δ΄ ἐπὶ πᾶσι τοῖς εἰρημένοις ἐπίστασθαι, κᾂν εἰ μὴ λελεγμένα καθ’ ἕκαστον τύχοι, τό τε τὰς ψυχρὰς διαθέσεις, ὅταν ὑπερβαλλόντως γενηθῶσι τοιαῦται, σκληροὺς ἐργάζεσθαι τοὺς σφυγμοὺς, ἄλλως δ’ οὐχὶ, καὶ τὸ τὰς ἀρτηρίας ὅσαι πλησίον ἀλλοιοῦσθαι μᾶλλον εἰς μαλακότητά τε καὶ σκληρότητα, τὰς δ’ ἤτοι πόῤῥω τῶν πεπονθότων ἢ διὰ μέσης τῆς καρδίας ἧττον. τοῦτ’ οὖν ἐπιστάμενός τις οὐδὲ περὶ τῶν ἄλλων ὅσα κατὰ πρόσωπον, ἢ τὸν τράχηλον, ἢ τὰ κῶλα, νοσήματα γίνεται, διδασκαλίας ἑτέρας δεήσεται. εἰ μὲν γὰρ πυκνὸν καὶ σκληρὸν εἴη τὸ πεπονθὸς μόριον, σκληροὺς ἐργάσεται τοὺς σφυγμοὺς, εἴτε φλεγμαῖνον, εἴτε σκιῤῥούμενον, εἴθ’ ὑπερβαλλόντως ψυχόμενον, εἰς συμπάθειαν ἄγει τὰς ἀρτηρίας· εἰ δὲ σαρκῶδες, εἰ μὲν ἤτοι φλεγμήνειεν, ἢ σκιῤῥωθείη, σκληροὺς, ἀλλ’ ἧττον τῶν προειρημένων· εἰ δ’ οἰδήσειε, μαλακούς. συμπαθήσουσί τε τοῖς μὲν ἀρτηριώδεσι θᾶττον αἵ τ’ ἐγγὺς ἀρτηρίαι πᾶσαι καὶ ἡ καρδία, τοῖς δὲ φλεβώδεσιν ἐφεξῆς τούτων, ἥκιστα δὲ τοῖς νευρώδεσιν. ἐν χρόνῳ τε γὰρ ταῦτα καὶ μεγάλως
415
πάσχοντα τὴν κίνησιν τῶν ἀρτηριῶν ἀλλοιοῖ. οὐδὲν οὖν θαυμαστὸν οὐδὲ διότι τοῖς κατὰ ἐπιγάστριόν τε καὶ θώρακα μυσὶ φλεγμήνασι πυρετοὶ μὲν ἑτοίμως ἕπονται καὶ διὰ τοῦτο καὶ οἱ σφυγμοὶ μεγάλοι γίγνονται καὶ ταχεῖς καὶ πυκνοὶ, σκληρὸς δ’ ἐπ’ αὐτῶν ἱκανῶς ὁ σφυγμὸς ἢ σπασμώδης οὐδέποτε γίγνεται. τῶν δ’ ἐν πήχει καὶ κνήμῃ μυῶν φλεγμηνάντων, καὶ μάλιστα καθ’ ὃ μέρος αὐτῶν ἐκπεφύκασιν οἱ τένοντες, ἕτοιμον μὲν ἁλῶναι καὶ σπασμῷ, ῥᾷστα δ’ οἱ σφυγμοὶ τείνονταί τε καὶ σκληρύνονται. σαρκώδεις μὲν γὰρ οἱ περὶ τὸν θώρακά τε καὶ γαστέρα, νευρώδεις δ’ ἱκανῶς οἵ τ’ ἐν χερσὶ καὶ ποσί· ἔτι δὲ μᾶλλον εἰ τένων φλεγμήνειε τῶν κατὰ χεῖρας ἄκρας ἢ πόδας, ἑτοίμως μὲν ὁ σφυγμὸς αὐτοῖς γίνεται σκληρὸς, ἑτοίμως δὲ σπῶνται. γίνονται δ’ ἱκανῶς σκληροὶ σφυγμοὶ καὶ δι’ ἥπατος ἢ σπληνὸς σκίῤῥον. ἀλλ’ ἐπὶ τοῖς οὕτω σκληροῖς ἀδεὲς σπασθῆναι. σπληνὶ μὲν οὖν μεγάλως σκιῤῥωθέντι πολλάκις ἐθεασάμεθα μηδόλως ἐπιγενόμενον ὕδερον· ἥπατι δ’ ἐξ ἀνάγκης ἕπεται καὶ γίνεται τηνικαῦθ’ ὁ σφυγμὸς θαυμαστὸν ὅπως ἀμφοτέρων τῶν διαθέσεων ἔχων τὰ σημεῖα, τὸν μὲν χιτῶνα τῶν ἀρτηριῶν αὐτὸν ὑγρότερόν 
416
τε καὶ μαλακώτερον, ἐνδεικνύμενον δὲ σαφῶς τὴν ἐπὶ τῷ σκίῤῥῳ τάσιν, καὶ διὰ τοῦτο καὶ σκληρότερον. αὐτὸς δὲ καθ’ ἑαυτὸν ὕδερος ἄνευ σπλάγχνων φλεγμονῆς οὐδεμίαν ἐργάζεται περὶ τὸν σφυγμὸν τάσιν. συνίστανται δ’ οἱ τοιοῦτοι δι’ αἱμοῤῥοΐδος ἄμετρον κένωσιν, ἢ ἐπίσχεσιν ἀήθη. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱ τῶν καταμηνίων ἐπισχέσεις τε καὶ ἄμετροι κενώσεις ὑδέρους ἐπιφέρουσιν. ὅσα δὲ κατὰ μήτραν πάσχουσι γυναῖκες εἴρηται πρόσθεν ὅπως ἀλλοιοῖ τοὺς σφυγμοὺς, ἡνίκα παρεβάλλομεν αὐτὴν κύστει.

Λοιπὸν οὖν ἔτι περὶ τῶν κατὰ τοὺς ὄρχεις μνημονεῦσαι προσήκει. ταυτὶ γὰρ τὰ μόρια καίτοι γ’ οὖν ἐκτὸς ὄντα βουβώνων αὐτίκα πυρετοὺς ἐπιφέρει φλεγμήναντα διὰ τὴν τῶν ἀγγείων γειτνίασιν. ἄνωθεν γὰρ ἀπὸ τῶν κατὰ τοὺς νεφροὺς χωρίων καταφέρεται φλὲψ καὶ ἀρτηρία διὰ τῶν τοῦ περιτοναίου τρημάτων ἐπὶ τοὺς ὄρχεις, ἀξιόλογα τὸ μέγεθος ἀγγεῖα. καὶ ὁ ἐλυτροειδὴς δὲ χιτὼν ἀπ’ αὐτοῦ τοῦ περιτοναίου πέφυκεν, ὥστ’ εὐλόγως ἐπὶ τούτῳ μὲν φλεγμήναντι σκληρὸς ὁ σφυγμὸς γίγνεται, καὶ διὰ τοῦτο καὶ μικρότερος, ἐπ’ ὄρχεσι δ’ οὔθ’ ὁμοίως σκληρὸς καὶ μέγας

417
διὰ τὸν πυρετόν. ὅσα μὲν γὰρ ἀρτηριώδη τέ ἐστι καὶ φλεβώδη μόρια, πυρετοὺς ἐγείρει μᾶλλον· ὅσα δὲ νευρώδη, ἢ οὐδόλως ἢ μικροὺς, τετάνων δ’ ἐστὶ καὶ σπασμῶν γεννητικά. τὰ μὲν οὖν προτεθέντα πάντα ἤδη τέλος ἔχει, τὰς γὰρ ἐν ἑκάστῳ μορίῳ διαθέσεις ἁπάσας ὑπελθόντες ἐδηλώσαμεν ὁποῖόν τινα ἑκάστη τροπὴ ἐργάζεται σφυγμόν.

Ὅπερ δ’ ἀναγκαιότατόν ἐστιν, εἰς ὀλίγα κεφάλαια τὴν σύνοψιν αὐτῶν ἀναγαγεῖν πειραθῶμεν. ἡ μὲν δὴ τῶν ἐνεστώτων διάγνωσις οὐδὲν ἄλλο ἐστὶν ἢ διαθέσεων εὕρεσις· ἡ δὲ τῶν προγεγονότων οὐδὲν αὖ πάλιν ἄλλο τῶν τὰς διαθέσεις ἐργαζομένων αἰτίων. εἰ τοίνυν ἅπασαι μὲν αἱ διαθέσεις ἐν τῇδε τῇ πραγματείᾳ διῄρηνται, ἅπαντα δ’ εἴρηται τὰ ποιητικὰ μὲν ἐν ἑτέραις πραγματείαις, τὰ δ’ ἐν τῇ προηγουμένῃ τῆσδε τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων, λείποιτ’ ἂν οὐδὲν ἔτι τῶν εἰς πρόγνωσιν ἀναγκαίων ἤτοι τῶν προγεγονότων ἢ τῶν παρόντων. ὅτι δὲ καὶ ἡ τῶν μελλόντων πρόγνωσις ἐκ τῶν ἐνεστώτων γίνεται, πολλάκις μὲν ἤδη καὶ διὰ τῶν ἔμπροσθεν εἰρημένων ἐνεδειξάμεθα, καὶ νῦν δ’ ἀναγκαῖον ἅπαντα διελθεῖν ἐπὶ κεφαλαίων τὸν λόγον,

418
ἀρχὴν αὐτῶν τήνδε ποιησαμένους τῆς περὶ τὸ μέλλον ἀποβήσεσθαι διαγνώσεως. ἓν μὲν καὶ πρῶτόν ἐστιν εἰς ὅ τι τελευτήσει τὸ νόσημα, πότερον εἰς ὄλεθρον, ἢ εἰς σωτηρίαν· ἕτερον δ’ ἐπ’ αὐτῷ δεύτερον, ἐν τίνι μάλιστα τοῦτ’ ἔσται χρόνῳ. καὶ τρίτον δ’ ἐπὶ τούτοις τίς ὁ τρόπος ἔσοιτο τοῦ τε θανάτου καὶ τῆς σωτηρίας. ἁπάντων δὲ τούτων ἡ πρόγνωσις ἐκ τῶν διαθέσεών ἐστιν. ἐξ αὐτῶν γὰρ, ὡς ἐδείξαμεν, ἥ τε τοῦ νοσήματος ἰδέα καὶ τῆς δυνάμεως ἀῤῥωστία τε καὶ ῥώμη διαγιγνώσκεται. τούτων δ’ ἀλλήλοις παραβαλλομένων τὰ μέλλοντα γενήσεσθαι προγινώσκεται. τοῦ μὲν γὰρ νοσήματος ἡ γνῶσις ἐκ τόπου τοῦ πεπονθότος ἐστὶ καὶ τῆς ἐν αὐτῷ διαθέσεως· τῆς δὲ δυνάμεως ἐκ τῆς εὐκρασίας τε καὶ δυσκρασίας τῶν στερεῶν σωμάτων. εἰ γὰρ ἀσθένειαι γίνονταί τινες, διὰ τὸ πνεῦμα τὸ ψυχικὸν ὀλιγοχρόνιοί τ’ εἰσὶ καὶ συμπτωματικαί. ἀλλήλοις δὲ τούτων παραβαλλομένων, εἰ μὲν οἵα τέ ἐστι τὴν ἀκμὴν τοῦ νοσήματος ἐνεγκεῖν ἡ δύναμις, ἀνάγκη σωθῆναι τὸν ἄνθρωπον, ἔξωθέν γε μηδενὸς ἁμαρτηθέντος· εἰ δ’ οὐχ οἵα τε, πάντως τεθνήξεσθαι. τοῦ χρόνου δ’ ἡ πρόγνωσις, ἐν ᾧ τῶν εἰρημένων ἑκάτερον
419
ἔσοιτο, διὰ τῶνδε γινώσκεται. σωθήσονται μὲν οἱ μέλλοντες σώζεσθαι κατ’ ἐκεῖνον τὸν χρόνον ἐν ᾧπερ ἂν ἡ φύσις ἐπικρατήσῃ τελεώτατα τῆς νοσώδους διαθέσεως· τεθνήξεται δὲ κατ’ ἐκεῖνον τὸν χρόνον ἐν ᾧπερ τὸ νόσημα τῆς δυνάμεως εἰς τοσοῦτον ἔσται κρεῖττον ὡς ἐνέργειάν τινα τῶν πρὸς τὸ ζῇν ἀναγκαίων ἀπολέσθαι. καὶ μὲν δὴ καὶ ὁ τρόπος ὅ τε τοῦ θανάτου καὶ ὁ τῆς σωτηρίας ἐκ τῶν αὐτῶν προγνωσθήσεται. τῶν γὰρ ἀπολλυμένων ἐνεργειῶν ἀναγκαίων εἰς τὸ ζῇν ἔνιαι μὲν πνίξιν ἐπιφέρουσιν, ἔνιαι δὲ τῆς ζωτικῆς δυνάμεως κατάπτωσιν, ἔνιαι δ’ ἀνάλογον τῆς ζωτικῆς κατάπτωσίν τε καὶ οἷον πνίξιν. αἱ μὲν οὖν τῆς ζωτικῆς δυνάμεως ἐπιφέρουσαι πνίξιν ἐκ τῶν τοῦ θώρακός τε καὶ πνεύμονος, ἔτι τε τραχείας ἀρτηρίας καὶ λάρυγγος καὶ φάρυγγος ὁρμῶνται διαθέσεις· ἔνιαι δὲ καὶ κατ’ αὐτὴν εὐθέως συνίστανται τὴν καρδίαν· αἱ δὲ τὴν κατάπτωσιν ἔκ τε τῶν στομαχικῶν ὀνομαζομένων διαθέσεων, ἐφ’ αἷς συγκόπτονται, καὶ προσέτι τῶν καθ’ ἧπαρ χρονίων, ἐφ’ αἷς ἀτροφοῦσι, καὶ ἀλγημάτων χρονίων, ἢ σφοδρῶν, ἔτι τε τῶν ἑκτικῶν ἁπάντων πυρετῶν. συνελόντι δὲ φάναι, τοῦ τῆς καρδίας
420
σώματος αἱ μεγάλαι δυσκρασίαι, καθ’ ὃν ἄν τινα τρόπον ἢ αὐταὶ καθ’ ἑαυτὰς εὐθὺς ἐξ ἀρχῆς, ἢ δι’ ἕτερα σπλάγχνα πάθωσι, κατάπτωσιν ἐπάγουσι τῆς ζωτικῆς δυνάμεως. οὕτω δὲ καὶ τῆς ψυχικῆς δυνάμεως αἱ μὲν ἀῤῥωστίαι ταῖς ἐγκεφάλου μεγάλαις ἕπονται δυσκρασίαις, αἱ δ’ οἷον πνίξεις ταῖς τε πληρώσεσι τῶν κοιλιῶν αὐτοῦ καὶ ταῖς ἐμφράξεσι τῶν εἰς αὐτὰς ἡκόντων πόρων. ὥσθ’ ὅστις ἀκριβῶς διαγινώσκει μέτρον τε δυνάμεως καὶ τόπον πεπονθότα καὶ τὴν ἐν αὐτῷ διάθεσιν, οὗτός ἐστιν ὁ προγνωστικώτατος τῶν ἐσομένων. ὅπως μὲν οὖν χρὴ διαγινώσκειν τὰ πεπονθότα μόρια δι’ ἑτέρας δεδήλωται πραγματείας· ὅπως δὲ καὶ τὰς διαθέσεις αὐτῶν ἐν ἐκείνῃ τε συνεπιδέδεικται κᾀν τοῖς περὶ κρίσεων οὐχ ἥκιστα, καὶ μέντοι κᾀν τῇδε τῇ πραγματείᾳ. λέλεκται δὲ καὶ περὶ τῶν δυνάμεων ἐν πολλοῖς πολλάκις ὡς ἔκ τε τῶν ἐνεργειῶν αὐτῶν ἡ διάγνωσις ἔκ τε τῆς τῶν ἐνεργούντων δυσκρασίας. περὶ μὲν δὴ τῶν ἄλλων δυνάμεως ἐν ἑτέρῳ διώρισται, περὶ δὲ τῆς τοὺς σφυγμοὺς ἐργαζομένης, ἣν δὴ καὶ ζωτικὴν ὀνομάζομεν, εἴρηται μὲν καὶ ἐν τούτοις οὐκ ὀλίγα, λεχθήσεται δὲ καὶ νῦν.

421

Ἐπειδὰν μὲν ἅπαντες ἀμυδροὶ τυγχάνωσιν ὄντες οἱ σφυγμοὶ, κατὰ τὸν ἑαυτῆς λόγον ἡ δύναμις ἀῤῥωστεῖ, καθ’ ὅλον μὲν τὸ σῶμα τούτου γινομένου, τοῦ τῆς καρδίας σώματος ἔχοντος δυσκράτως, καθ’ ἓν δὲ μόριον, ἐκείνου μόνου τοῦ μορίου. ἐπειδὰν δὲ κατὰ τὰς αὐτὰς ἀρτηρίας ἐνίοτε μὲν ἀμυδρὸς ὁ σφυγμὸς, ἐνίοτε δ’ ᾖ σφοδρὸς, οὐ κατὰ τὸν ἑαυτῆς λόγον ἡ δύναμις ἀσθενής ἐστιν, ἀλλ’ ὑπὸ πλήθους βαρύνεται. μόνην δὲ οὔποθ’ εὗρον οὔτ’ ἐν ὅλῳ τῷ σώματι τὴν τοιαύτην ἀνωμαλίαν οὔτε καθ’ ἕν τι· μόριον, ἀλλὰ καὶ τἄλλα τρία γένη συμμεταβάλλοντά τε καὶ ἀνώμαλα γινόμενα. λέγω δὲ τρία γένη τό τε κατὰ μέγεθος καὶ μικρότητα καὶ τὸ κατὰ τάχος καὶ βραδύτητα καὶ τὸ κατὰ πυκνότητα καὶ ἀραιότητα. καὶ γὰρ μεγάλοι καὶ μικροὶ καὶ μέσοι, καὶ ταχεῖς καὶ βραδεῖς καὶ μέσοι, καὶ πυκνοὶ καὶ ἀραιοὶ καὶ μέσοι, καθάπερ γε καὶ ἀμυδροὶ καὶ σφοδροὶ καὶ μέσοι ταῖς ὑπὸ πλήθους χυμῶν βαρυνομέναις γίνονται δυνάμεσιν. εἰ μὲν οὖν οἱ σφυγμοὶ οἱ σφοδροὶ καὶ μεγάλοι πλείους τῶν ἐναντίων ὑπάρχοιεν, ἧττον ἡ δύναμις ὑπὸ τοῦ πλήθους κέκμηκεν· εἰ δ’ οἱ μικροὶ καὶ ἀμυδροὶ, μᾶλλον. οὕτω δὲ καὶ τῶν κατὰ

422
μίαν πληγὴν ἀνωμάλων, ὅσοι τε διακοπτομένης ἡσυχίᾳ τῆς κινήσεως, ὅσοι τε συνεχοῦς μενούσης ἐλέχθησαν γίνεσθαι, πάντες οὗτοι τὰ τέλη τῶν κινήσεων εὐτονώτερά τε καὶ θάττονα ποιούμενοι ῥωμαλεωτέραν ἐνδείκνυται τὴν δύναμιν ὑπάρχειν ἁπάντων τῶν ἀμυδροτέραν τε καὶ βραδυτέραν ποιουμένων. ἐλέχθη δ’ αὐτάρκως καὶ περὶ τῆς ἐν τοῖς μυούροις διαφορᾶς. ὅταν οὖν ποτε ἐπὶ τῇ τοιαύτῃ καταστάσει σφυγμῶν ὑψηλὸς ὁ σφυγμὸς φανῇ, δῆλον μὲν ὅτι μέγας ἱκανῶς ὁ τοιοῦτός ἐστιν, ὡς ἔμπροσθεν εἴρηται, δηλώσει δὲ τὴν φύσιν ἐπικρατεῖν ἤδη τοῦ πλήθους. ἀμυδρὸς μὲν οὖν σφυγμὸς ὑψηλὸς οὐδέποτε γίνεται, μᾶλλον μέντοι καὶ ἧττον σφοδρὸς, ὅσῳπερ ἂν ὑψηλότερός τε ἅμα καὶ σφοδρότερος ἀποτελεσθῇ, τήν τε ῥώμην ἐνδείκνυται τῆς δυνάμεως ἀκώλυτόν τε τὴν κίνησιν. εὐθὺς δὲ τῇ τοιαύτῃ μεταπτώσει συμμεταβάλλειν ἀναγκαῖόν ἐστι τὴν ἔμπροσθεν ἀνωμαλίαν, καὶ πρῶτον μὲν τοὺς μεγάλους καὶ ὑψηλοὺς σφυγμοὺς πολὺ πλείους γενέσθαι τῶν ἐναντίων, ἔπειτα δὲ καὶ πάντας ἑξῆς ὁμαλοὺς, ἐξ ἀνάγκης οὗτοι δι’ ἐκκρίσεων κριθήσονται. καὶ οὐ μόνον τοῖς ὑψηλοῖς τε καὶ σφοδροῖς σφυγμοῖς,
423
ἀλλὰ καὶ τοῖς μεγάλοις ὁμοῦ καὶ σφοδροῖς ἕπεται τοῦτο· βεβαιότερον δὲ καὶ ἀδιαψευστότερον, ὅταν ὑψηλοὶ γενηθῶσιν. ἐπισκέπτεσθαι δὲ τηνικαῦτα τὴν κίνησιν τῆς συστολῆς· ἀεὶ μὲν γὰρ ἀποτιθεμένην εὑρήσεις αὐτὴν τὸ πρόσθεν τάχος, ἧττον δὲ καὶ μᾶλλον πάσχουσαν τοῦτο. διορισμὸς οὖν ἐντεῦθέν σοι τοῦ τῆς κρίσεως ἤθους ὑπάρξει. βελτίων γὰρ ἡ κρίσις ἀκολουθεῖν εἴωθε τοῦ κατὰ τὴν συστολὴν τάχους ἐπιπλέον ἐκλυθέντος. εἰ δὲ καὶ τἄλλα τῆς πέψεως ὑπάρχοι γνωρίσματα, γέγραπται δ’ ἐν τοῖς περὶ κρίσεων ἅπαντα, τὴν ἀρίστην κρίσιν ἡ τοιαύτη προδηλοῖ κατάστασις, εἰ δὲ τὸ τάχος τῆς συστολῆς ἐπ’ ὀλίγον ἐκλυθῇ, ἢ καὶ μήπω φαίνοιτο πεπέφθαι τὸ νόσημα, γενήσεται μὲν ἡ μετ’ ἐκκρίσεως κρίσις, οὐ μὴν ἀγαθή γε πάντως, ἀλλ’ ἔχουσά τι τῶν κακῶν κρίσεων, ἢ ἓν, ἢ δύο, ἢ καὶ πάνθ’ ἅμα συνόντα. χωρὶς μέντοι τοῦ προηγεῖσθαι τὴν προειρημένην ἀνωμαλίαν ὁ σφυγμὸς μέγας τε καὶ σφοδρὸς γινόμενος οὐκ ἀεὶ σημαίνει τὴν ἔκκρισιν· ὁ δ’ ὑψηλὸς ἀεὶ μὲν, ἀλλὰ χωρὶς τοῦ προγεγονέναι τὴν ἀνωμαλίαν, εἰ συσταίη, μετρίας ἐκκρίσεις ἔσεσθαι σημαίνει· παμπόλλας δ’, ὅταν ἐπὶ ταῖς πολλαῖς τὸ πρὸς
424
τὴν δύναμιν πλῆθος ἐνδεικνυμέναις ἀνωμαλίαις γενηθῇ. θαυμαστὸν οὖν ἴσως δόξει τὸ τῶν ἀρίστων ἐκκρίσεων ὑψηλόν τε ἅμα καὶ σύμμετρον τῷ τάχει κατὰ τὴν συστολὴν προηγεῖσθαι σφυγμὸν, ἑπομένων γε τῶν ἐκκρίσεων οὐκ ἐν ταῖς διαστολαῖς τῶν ἀρτηριῶν, ἡνίκα ἕλκουσιν εἰς ἑαυτὰς, ἀλλ’ ἐν ταῖς συστολαῖς, ἡνίκ’ ἐκκρίνουσι. καί μοι δοκεῖ τοῦτο μάλιστα καὶ τοὺς περὶ τὸν Ἀρχιγένη πεῖσαι κατὰ μὲν τὰς συστολὰς ἕλκειν τι τὰς ἀρτηρίας εἰς ἑαυτὰς, κατὰ δὲ τὰς διαστολὰς ἐκκρίνειν. ἀλλ’ ὅτι μὲν ἀδύνατον τοῦτο, δέδεικται διὰ τὸ περὶ χρείας σφυγμῶν· ἥτις δ’ ἐστὶν ἡ αἰτία, δι’ ἣν ὁ ὑψηλός τε ἅμα καὶ ὁ ταχὺς ἐν τῇ συστολῇ σφυγμὸς ἀγγέλλει κριτικὰς ἐκκρίσεις, ἐν τῷδε λεχθήσεται· οὐχ ἡ αὐτὴ δύναμίς ἐστιν ἥ τε ζωτικὴ προσαγορευομένη καὶ ἡ θρεπτική τε καὶ ἡ φυσική. τῆς μὲν γὰρ ἔργον ἐστὶν ἓν τοῦτο μόνον, ἡ τοῦ σφυγμοῦ γένεσις· ἡ φυσικὴ δὲ τό τ’ οἰκεῖον εἰς τὴν θρέψιν ἕλκειν καὶ τὸ μὴ τοιοῦτον ἀποκρίνειν σὺν τῷ καὶ κατέχειν δηλονότι καὶ ἀλλοιοῦν τὸ οἰκεῖον. εἰς γὰρ τὸ τρέφεσθαι τὰ σώματα τούτων ἁπάντων δεῖται, καθάπερ γε καὶ εἰς τὸ φυλάττεσθαι
425
τὴν συμμετρίαν τῆς ἐμφύτου θερμασίας τοῦ διαστέλλεσθαί τε καὶ συστέλλεσθαι τὰς ἀρτηρίας καὶ τὴν καρδίαν. ἥντινα δύναμιν οὔτ’ ἐν τοῖς φυτοῖς ἔστιν εὑρεῖν οὔτ’ ἐν τοῖς ζώοις ὅσα ψυχρὰ, καθάπερ τά τ’ ὄστρεα καὶ ὅσα προσπέφυκε πέτραις, ἤ τισιν ἄλλοις στερεοῖς σώμασιν. ὅσα δὲ θερμὰ τῶν ζώων ἐστὶ, καὶ μάλιστα τὰ ἔναιμα, φανερωτάτην τε καὶ σφοδροτάτην ἔχει τὴν τοιαύτην δύναμιν. αὕτη μὲν οὖν ἐν ταῖς συστολαῖς τῶν σφυγμῶν ἀποχεῖ τὸ λιγνυῶδες περίττωμα μόνον, ὅσον ἂν ἐμποδὼν ἵστηται τῇ συμμετρίᾳ τῆς ἐμφύτου θερμασίας, ὥσπέρ γε καὶ κατὰ τὰς διαστολὰς ἐπισπᾶται τὸ ἀναψῦχον αὐτήν. ἡ δὲ ἑτέρα δύναμις ἡ θρεπτικὴ τό τ’ οἰκεῖον εἰς τὴν θρέψιν ἕλκει καὶ τὸ ἄχρηστον ἐκκρίνει. διάφοροι μὲν οὖν αἱ ἀρχαὶ τῶν δυνάμεών εἰσιν, ὡς καὶ τοῦτ’ ἐν τοῖς περὶ τῶν Ἱπποκράτους τε καὶ Πλάτωνος ἐπιδέδεικται δογμάτων· ἐπιμίγνυται δ’ ἀλλήλαις ἐν τοῖς κατὰ μέρος ὀργάνοις. αἱ γοῦν ἀρτηρίαι καθόσον τρέφονται τῇ θρεπτικῇ διοικοῦνται δυνάμει, καὶ ταύτης ἔργον ἐστὶν ἔκκρισις τῶν περιττωμάτων 
426
τῆς τροφῆς, ὥσπερ τῆς ἑτέρας τῆς ζωτικῆς ἡ τῶν καπνωδῶν περιττωμάτων ἔκκρισις. ὅταν μὲν οὖν ταῦτα πλεονάζῃ, μεγίστην τε ἅμα καὶ ταχεῖαν αἱ ἀρτηρίαι ποιοῦνται τὴν συστολὴν, καὶ εἴπερ ἦν ἐς αὐτὰς ἔσω καθέντα τὸν δάκτυλον ἐπὶ τὴν τῶν σφυγμῶν διάγνωσιν ἥκειν, ᾐσθόμεθα ἂν αὐτῶν ἀκριβῶς ἐπὶ πλεῖστον εἴσω φερομένων· ἐπεὶ δ’ ἀδύνατον τοῦτο, τῷ τάχει μὲν πρώτως καὶ μάλιστα προσέχειν τὸν νοῦν χρή· ἑξῆς δὲ καὶ τῷ ποσῷ τῆς συστολῆς, εἴ τις ἱκανῶς εἴη διαγινώσκειν αὐτὴν γεγυμνασμένος. ἐπειδὰν δὲ ταῦτα μὲν τὰ περιττώματα μηκέτι ᾖ, πεφθῶσι δ’ οἱ πρότερον σηπόμενοι χυμοὶ, ἑτέρᾳ δυνάμει τῇ φυσικῇ τὰ περιττώματα τῶν πεφθέντων ἐκκρίνεται. διαπεφοίτηκε δ’ αὕτη διὰ παντὸς μορίου τοῦ ζώου, καὶ διὰ τῶν σαρκῶν καὶ διὰ τῶν νεύρων καὶ διὰ τῶν συνδέσμων καὶ διὰ τῶν ὀστῶν, οὐ διὰ μόνων τῶν ἀρτηριῶν τε καὶ φλεβῶν διατέταται. αὕτη τοίνυν ἐστὶν ἡ δύναμις ἡ καὶ τὰς κρίσεις ἐργαζομένη, καὶ καθόσον ταύτης μετέχουσιν αἱ ἀρτηρίαι, τὸ περιττὸν ἀποτρίβονται. διὰ δὲ τὴν ἑτέραν δύναμιν τὴν σφυγμικὴν, ἧς μόναι μετέχουσιν, ἀποκρίνουσιν
427
ἐν ταῖς συστολαῖς τὸ καπνῶδες περίττωμα, καθάπερ ἐν ταῖς διαστολαῖς ἕλκουσι τὸ ἀναψῦχον αὐτάς. ἡ χρεία δ’ οὐκ ἴση διὰ παντὸς ἑκατέρων ἐστὶν, ἀλλ’ ἡ τοῦ πλεονάζοντος ἔστιν ὅτε κρατεῖ. καὶ τοίνυν καὶ τυποῖ καθ’ ἑαυτὴν τὸν σφυγμὸν, εἰ καὶ τὰ τῆς δυνάμεως ὡσαύτως ἔχοι. τοῦ μέντοι καπνώδους περιττώματος κρατοῦντος ἐπὶ πλεῖστον μὲν συστέλλεται, διαστέλλεται δ’ οὐκ ἐπὶ πλεῖστον ἡ καρδία μετὰ τῶν ἀρτηριῶν, ἀλλὰ τοσοῦτον μόνον ὅσον αὔταρκες εἰς ἀνάψυξιν ἀπὸ τῆς ἐσχάτης συστολῆς αὐταῖς ὑπάρχει. εἰ δὲ τὸ μὲν καπνῶδες θερμὸν ὀλίγον εἴη, πλεῖστον δὲ τὸ ἀπέριττόν τε καὶ καθαρὸν καὶ οἷον φλογῶδες, ἐπιπλεῖστον μὲν ἐξαίρονται διαστελλόμενα, συστέλλονται δὲ τοσοῦτον μόνον ὅσον ἱκανὸν εἰς τὴν τῆς ἑτέρας χρείας ἐκπλήρωσιν. ὥστε ἀεὶ μὲν ἴση κατὰ τὸ μέγεθός ἐστιν ἡ διαστολὴ τῇ συστολῇ, πλὴν εἰ κατά τινα τύχην ἐπιβαλλόντων ἡμῶν τοὺς δακτύλους ἐξαίφνης ἡ μεταβολὴ γίνοιτο· διαφέρει δὲ ἐν τῷ ποτὲ μὲν τὴν ἔξω κίνησιν ἐπικρατεῖν, ποτὲ δὲ τὴν ἔσω, καὶ σημαίνει, καθάπερ εἴρηται, καπνώδη μέν τινα κατὰ τὰς ἀρτηρίας
428
εἶναι θερμασίαν ἡ εἴσω κίνησις κρατοῦσα, πυρώδη δὲ καὶ καθαρὰν ἡ ἔξω. διὰ ταύτην μὲν δὴ τὴν αἰτίαν ὁ ὑψηλὸς σφυγμὸς ἐκκρίσεώς ἐστι δηλωτικὸς, ἐπὶ πεπεμμένοις ἤδη τοῖς τὸν πυρετὸν ἐργαζομένοις γινόμενος χυμοῖς· ἀεὶ δ’ ἔκκρισις ἅπασα κατὰ λόγον φύσεως ἀποτελουμένη πέψεσιν ἕπεται. καὶ γὰρ κατὰ τὴν γαστέρα τότε ἀποκρίνουσα φαίνεται τὸ περιττὸν ἡ φύσις, ὅταν πέψῃ. τὰς δὲ ἄλλας ἁπάσας ἐκκρίσεις, ὅσαι πρὶν πεφθῆναι τὴν τροφὴν γίνονται, ποτὲ μὲν τῷ δάκνεσθαι πρὸς τῶν ἐν αὐτῇ περιεχομένων, ποτὲ δὲ τῷ βαρύνεσθαι πρὸ τοῦ καιροῦ τῆς πέψεως ἀναγκάζεται ποιεῖσθαι. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ἡ καθ’ ὅλον τὸ σῶμα δύναμις, ἐπειδὰν ἱκανῶς πέψῃ τὸν οἰκεῖον ἑκάστου μορίου χυμὸν, ἀποκρίνει τηνικαῦτα τὸ περιττὸν, ὅταν γε, ὡς εἴρηται, μηδὲν αὐτὴν ἐρεθίζῃ πρὸ τοῦ καιροῦ. τὸ πλῆθος δὲ τῆς ἐκκρίσεως ἔκ τε τοῦ τὰ πληθωρικὰ προγεγονέναι σημεῖα καὶ ἐκ τῆς παρούσης φλογώδους θερμασίας προγινώσκεται. διὰ δὲ τὴν αὐτὴν ταύτην θερμασίαν οἱ σφυγμοὶ μεγάλοι φαίνονται καὶ ὑψηλοί. χείρισται τοιγαροῦν τῶν ἐκκρίσεών
429
εἰσιν ἐφ’ ὧν ὁ σφυγμὸς οὔτε μέγας ἐστὶ καὶ ταχὺς ἐν τῇ συστολῇ φαίνεται. εἰ δὲ δὴ καὶ μέχρι πλείονος εἴσω χωροίη τὸ καπνῶδες, οὗτος μάλιστα σημαίνει περίττωμα κρατεῖν, καὶ διὰ τοῦτ’ ἄπεπτον ὑπάρχειν τὴν νόσον. εἰ δ’ ἐν τούτῳ καὶ ἄτονος ὁ σφυγμὸς εἴη, κίνδυνος συγκοπῆναι. φλεγματωδεστέρου δὲ τοῦ νοσήματος ὑπάρχοντος, ὅταν ἐπὶ τοῖς ἀνωμάλοις σφυγμοῖς ἡ μετάπτωσις εἰς πλείους τοὺς σφοδροὺς καὶ μεγάλους ἀποτελεσθῇ, δι’ ἀποστάσεως ἡ κρίσις, καὶ μᾶλλον, ὅταν ἤδη χρονίζῃ· καὶ μᾶλλον, ὅταν ἔτι κατὰ χειμῶνα καὶ ψυχρὰν ἡλικίαν καὶ φύσιν καὶ χώραν. εἰς ὅ τι δὲ μάλιστα τοῦ σώματος ὁρμήσει μόριον ἡ ἀπόστασις ἐκ τῶν σφυγμῶν οὐκ ἔνεστι προγινώσκειν, ἀλλ’ ὡς κᾀν τοῖς περὶ κρίσεων εἴρηται, σκέπτεσθαι χρὴ τὰς ῥοπὰς τῆς φύσεως, ἃς κᾀν τοῖς περὶ κρίσεων λογισμοῖς τὸν τρόπον τῆς κινήσεως ἔφαμεν ἐνδείκνυσθαι. ὅταν γὰρ ὁ σφυγμὸς ἐκκριτικὸς ἀκριβῶς ᾖ, συνόντων μὲν αὐτῷ τῶν αἱμοῤῥαγικῶν καλουμένων σημείων, ἐκ ῥινῶν αἱμοῤῥαγήσουσιν· ἀπόντων
430
δὲ αὐτῶν ἐξ ἄλλου τινὸς χωρίου διασκέπτεσθαι τὴν ἔκκρισιν. εἴρηται δὲ περὶ τοιούτων ἁπάντων αὐτάρκως ἐν τοῖς τῶν κρίσεων ὑπομνήμασιν.