Ἥτις μὲν ἑκάστου σφυγμοῦ δύναμίς ἐστιν ἔμπροσθεν εἴρηται· περὶ δὲ τῶν οἰκείων τοῖς πάθεσιν ἐν τῷδε λεχθήσεται. πάθος μὲν οὖν ὀνομάζω νῦν ἅπαν τὸ παρὰ φύσιν· οἰκείους δ’ ἑκάστῳ λέγω σφυγμοὺς ὅσοι τε διαπαντὸς ὑπάρχουσιν αὐτῷ καὶ ὅσοι πλείστακις. ἐπεὶ δὲ τῶν παρὰ φύσιν ἁπάντων, ὡς ἐν ἑτέροις ἐπιδέδεικται, τὰ μέν εἰσι διαθέσεις τινες, ὑφ’ ὧν πρώτως ἐνέργεια βλάπτεται, τὰ δὲ τούτων αἴτια, τὰ δὲ συμπτώματα, περὶ πρώτων τῶν διαθέσεων ῥητέον. ἐπεὶ δὲ καὶ τούτων ἐδείχθησαν αἱ μέν τινες
331
ἴδιαι τῶν ὁμοιομερῶν σωμάτων, αἱ δὲ τῶν ὀργανικῶν, ἀπὸ τῶν ἐν τοῖς ὁμοιομερέσιν ὑπαρχουσῶν ἀρκτέον. εἰσὶ δὲ ὀκτὼ τὸν ἀριθμὸν, ἅπασαι μὲν κατὰ δυσκρασίαν γινόμεναι, διαφέρουσαι δὲ τῷ τὰς μὲν ἁπλᾶς εἶναι, τὰς δὲ συνθέτους. ἁπλαῖ μὲν οὖν εἰσι δυσκρασίαι θερμότης τε καὶ ξηρότης, ὑγρότης καὶ ψυχρότης· σύνθετοι δὲ ψυχρότης ἅμα ξηρότητι καὶ θερμότης ἅμα ὑγρότητι. δέδεικται γὰρ οὖν ἡμῖν καὶ περὶ τῆς δυσκρασίας ἐν τοῖς περὶ τῶν κράσεων ὑπομνήμασι, καὶ διώρισται πῶς μὲν ἐνίοτε τὸν ὑγιαίνοντα θερμὸν καὶ ὑγρὸν εἶναί φαμεν, ὅπως δὲ τὸ νόσημα τὸ δι’ ἀμετρίαν ὑγρότητός τε καὶ θερμότητος ἐνέργειάν τινα βλάπτον. ἔτι δὲ πρὸς τούτοις ἀναμνηστέον ἐστὶν ὡς οὐκ ἄν ποτε σφυγμὸς ἀλλοιωθείη διὰ δυσκρασίαν χωρὶς τοῦ τὰς ἀρτηρίας τι παθεῖν ἢ τὴν καρδίαν, καὶ ὡς ἐνδέχεται ποτὲ τὰς μὲν ἀρτηρίας τι πεπονθέναι, τὴν καρδίαν δὲ ὑπάρχειν ἀπαθῆ. τῆς μέντοι καρδίας πασχούσης οὐκ ἐνδέχεται τὰς ἀρτηρίας ἀπαθεῖς διαμένειν, ἀλλ’ ἀναγκαῖον ἀπολαύειν τι τῆς δυσκρασίας αὐτὰς ἔλαττον ἢ μεῖζον. ἡ μὲν οὖν κατὰ
332
ψυχρότητά τε καὶ θερμότητα δυσκρασία τῆς καρδίας ἑτοίμως εἰς ἁπάσας διαδίδοται τὰς ἀρτηρίας, ἡ δὲ καθ’ ὑγρότητά τε καὶ ξηρότητα χαλεπώτερον.
Ἀρκτέον οὖν ἀπὸ τῆς κατὰ θερμότητα καὶ διοριστέον ἐν αὐτῇ τόδε πρῶτον, ὡς ἐνδέχεται καθ’ ὃν τοῦτο γίνεται καιρὸν ἤτοι κατὰ φύσιν ἔχειν τὰς ἀρτηρίας, ἢ πεπονθέναι τι καὶ αὐτὰς καὶ ἤτοι πάσας ἤ τινας. αἱ μὲν δὴ κατὰ φύσιν ἔχουσαι τὴν ἐν τῇ καρδίᾳ δυσκρασίαν ὁμοίως διαδέξονται, τῶν δὲ παρὰ φύσιν διακειμένων ἡ διάθεσις ἔσται μικτὴ, τὸ μὲν φυλάττουσα τῆς ἰδίας καταστάσεως, τὸ δέ τι παρὰ καρδίας λαμβάνουσα. πρῶτον οὖν ὑποκείσθωσαν ἀπαθεῖς εἶναι τό γε καταρχὰς αἱ ἀρτηρίαι, θερμοτέρας γενομένης τῆς καρδίας. εἶθ’ ἑξῆς σκοπούμεθα τίνες ἐξ ἀνάγκης ὑπάρχουσι σφυγμοὶ τῇ τοιαύτῃ διαθέσει καὶ τίνες ὡς τὸ πολύ. πάλιν οὖν ἀναμνησθέντες ὧν ἔν τε τῷ πρὸ τούτου λόγῳ διειλόμεθα κᾀν τῇ περὶ τῶν ἐν σφυγμοῖς αἰτίων πραγματείᾳ, τοὺς οἰκείους θερμότητος πλεονεκτούσης σφυγμοὺς ἐπέλθωμεν, ἵν’ ἐξ αὐτῶν ἐπισκεψώμεθα τίνες μὲν ἀχώριστοι τῆς προκειμένης διαθέσεώς εἰσι, τίνες δ’ ὡς τὸ πολὺ συμπίπτουσι. εἰσὶν
333
οὖν οἰκεῖοι σφυγμοὶ πλήθει θερμότητος ὅ τε μέγας καὶ ὁ ταχὺς καὶ ὁ πυκνὸς, ἀλλ’ ὁ μέγας μὲν οὐ θερμότητος μόνης ἐπικρατούσης, ἀλλὰ καὶ ὀργάνων δεῖται μαλακῶν καὶ δυνάμεως εὐρώστου· ὥστ’ οὐκ ἂν ἀχώριστος εἴη τῆς κατὰ θερμότητα δυσκρασίας. οὕτως δὲ καὶ ὁ ταχὺς ἐῤῥωμένης δεῖται δυνάμεως, καὶ ὀργάνων ἑτοίμως διαστελλομένων, ὥστ’ οὐδ’ οὗτος ἀχώριστος. ὁ δέ γε πυκνὸς, εἰ μὲν αὐτάρκως ὑπὸ τοῦ μεγέθους τε καὶ τάχους ἡ χρεία πληρωθείη, τὴν ἀρχὴν οὐδ’ ἂν συσταίη, δέδεικται γὰρ καὶ τοῦτο, μὴ πληρουμένης δὲ γίγνοιτ’ ἄν. ὥστ’ οὐδ’ οὗτος ἀχώριστος, οὐ μὴν οὐδ’ ἐκ τῶν οἰκείων εἴη ἄν τις ἀχώριστος. ἐκ δὲ τῶν οἰκείων μὲν, οὐκ ἀχωρίστων δὲ κρατήσει ποτὲ μὲν ὁ μείζων, ποτὲ δὲ ὁ θάττων, ποτὲ δὲ ὁ πυκνότερος. εἰ μὲν γὰρ ἡ θερμότης αὐξηθείη μόνη, κατὰ φύσιν δ’ ἔχοιεν ἥ τε δύναμις καὶ τὰ ὄργανα, βραχείας μὲν τῆς ἐκτροπῆς γενομένης, εἰς μέγεθος μόνον ἐπιδώσουσιν οἱ σφυγμοὶ, πλέονος δὲ καὶ εἰς τάχος, ἀξιολόγου δὲ καὶ εἰς πυκνότητα. προσέχειν δ’ ἐν τούτῳ δεῖ τὸν νοῦν ἀκριβῶς τῷ μᾶλλόν τε καὶ ἧττον ἐν ἑκάστῳ γένει σφυγμῶν. εἰ μὲν γὰρ εἰς τὸ μέγεθος
334
ἐξαλλάττοιντο πλέον ἤπερ τὸ τάχος καὶ τὴν πυκνότητα, μὴ πάνυ πολλὴν ἡγοῦ τὴν ἐν τῇ καρδίᾳ θερμότητα· εἰ δ’ εἰς τὰ τρία παραπλησίως, εὐθὺς μὲν δήπου καὶ μεγάλως ἐξαλλαχθήσονται, εὐθὺς δὲ καὶ πολλὴν ἐνδείξονται τὴν θερμότητα. εἰ δ’ ἐπιπλέον αὐξηθείη τὸ τάχος τοῦ μεγέθους, ἔτι δὴ καὶ μᾶλλον. εἰ δὲ καὶ ἡ πυκνότης, ἔτι μᾶλλον. εἰ δ’ ἅμα μέγιστός τε καὶ τάχιστος ὁ αὐτὸς εἴη σφυγμὸς καὶ πυκνότατος, εἰς ἄκρον ηὐξῆσθαι δηλώσει τὴν θερμότητα. εἰ δὲ τάχιστος μὲν εἴη καὶ πυκνότατος, μὴ μέντοι καὶ μέγιστος, ἄλλως μὲν οὐκ ἂν δύναιτο συμβῆναι τοῦτο χωρὶς τοῦ τὴν δύναμιν ἀῤῥωστοτέραν, ἢ τὴν ἀρτηρίαν γενέσθαι σκληροτέραν· εὐδιόριστον δὲ τοῖς ἀχωρίστοις ἑκάτερον σφυγμοῖς, ἥ γε μὴν ἔνδειξις κᾀνταῦθα τῆς ἐν τῇ καρδίᾳ θερμότητος ἡ αὐτή. καὶ μὴν καὶ ὅταν ἡ πυκνότης ἐπὶ πλεῖστον προήκῃ, μὴ συναυξάνηται δ’ εἰς ἴσον αὐτῇ τὸ τάχος καὶ τὸ μέγεθος, ἀνάγκη καὶ τότε θερμότητα μὲν εἶναι πολλὴν, ἤτοι δ’ ἀῤῥωστίαν δυνάμεως ἢ ὀργάνων σκληρότητα. σὺν ἀῤῥωστίᾳ μὲν οὖν ἀμυδρὸς ὁ σφυγμὸς ἔσται, σὺν σκληρότητι δὲ σκληρὸς ἅμα καὶ κλονώδης. εἰ δὲ καὶ χωρὶς κλόνου σκληρὸς εἴη πυκνὸς ὢν
335
ἐσχάτως, ἀσθενῆ τὴν δύναμιν ἅμα τῷ πλήθει τῆς θερμότητος ἐνδείξεται. πάντως οὖν ὁ τοιοῦτος ἔσται καὶ ἀμυδρὸς καὶ κίνδυνον ἐπάξει συγκοπῆς. ἀναμνησθῆναι δὲ χρὴ κᾀνταῦθα τίνα τρόπον ἐγχωρεῖ θερμότητα μὲν ὑπάρχειν ἐν τῇ καρδίᾳ παμπόλλην, ἐῤῥῶσθαι δὲ τὴν δύναμιν. εἰ γὰρ ἡ μὲν ῥώμη ταῖς εὐκρασίαις, ἡ δ’ ἀῤῥωστία ταῖς δυσκρασίαις ἕπεται, δυσκρασία καταλήψεται τὴν καρδίαν ἅμα τῇ πλεοναζούσῃ θερμότητι. ὥστ’ ἐξ ἀνάγκης καὶ ἡ δύναμις ἀῤῥωστήσει. πῶς οὖν, ὅταν ὁ σφυγμὸς ἅμα μέγιστός τε ᾖ καὶ τάχιστος καὶ πυκνὸς καὶ σφοδρὸς, οὐ μόνον θερμότητα παμπόλλην ὑπάρχειν ἐν τῇ καρδίᾳ φαμὲν, ἀλλὰ καὶ δυνάμεως εὐρωστίαν; ὅτι διώρισται πολλάκις ἐν ἑτέροις ἡμῖν κᾀν ταῖς τῶν πυρετῶν διαγνώσεσι τὸ θερμαίνεσθαι τοῦ τεθερμάνθαι διαφέρειν. ὅταν μὲν γὰρ θερμαίνηται τὸ σῶμα τῆς καρδίας ὑπὸ τῆς περιεχομένης ἐν ταῖς κοιλίαις αὐτῆς οὐσίας, ἐγχωρεῖ τὴν δύναμιν ἐῤῥῶσθαι, καὶ δι’ αὐτό γε τοῦτο πλεῖστον μὲν καὶ τάχιστον καὶ πυκνότατον εἰσπνέουσιν οἱ τοιοῦτοι, μέγιστον δὲ καὶ τάχιστον καὶ πυκνότατον σφύζουσιν, ἀπομαχομένης ἔτι τῆς καρδίας πρὸς τὴν θερμαίνουσαν οὐσίαν καὶ
336
ψύχουσαν ἑτέραν ἔξωθεν ἐπισπωμένην ἀντίῤῥοπον τῇ θερμότητι. ὅταν δέ ποτε νικηθεῖσα τύχῃ καὶ συνεκθερμανθεῖσα τῇ κατὰ τὰς κοιλίας οὐσίᾳ, τεθέρμανται μὲν ἤδη τηνικαῦτα καὶ οὐκέτι μόνον θερμαίνεται, τῇ δυσκρασίᾳ δὲ αὐτῆς ἕπεται δυνάμεως ἀσθένεια. καὶ ἢν ἐπιπλέον θερμανθῇ, καὶ δι’ ὅλης αὐτῆς τὸ πυρετῶδες δέξηται θερμὸν, τὸν καλούμενον ἑκτικὸν ἐπιφέρει πυρετόν. ἐνίοτε δ’ ἔμπαλιν ἢ ὡς νῦν εἴρηται συμβαίνει, ψυχροτέρας μὲν τοῦ κατὰ φύσιν ἐν ταῖς κοιλίαις τῆς καρδίας οὐσίας περιεχομένης, τοῦ σώματος δὲ αὐτῆς ἐπιπλέον τεθερμασμένου. καὶ γίγνεται τοῦτο τοῖς ἠθροικόσι μὲν ὠμοὺς καὶ ψυχροὺς καὶ φλεγματώδεις χυμοὺς, ἤτοι δὲ σφοδρότατα θυμωθεῖσιν, ἢ ἀγρυπνήσασιν ἀμέτρως μετὰ φροντίδος ἰσχυρᾶς, ἢ διὰ λοιμώδη τινὰ εἰσπνοὴν ἁπτομένου τοῦ σώματος αὐτοῦ τῆς καρδίας, ἤ τινος ὅλως δηλητηρίου ποιότητος ἰδιότητα καθ’ ὁντιναοῦν τρόπον ἐπὶ τὴν καρδίαν ἀφικομένης. ταυτὶ μὲν οὖν ἀνεμνήσθην πρὸς τὸ μὴ θαυμάζειν τινὰ πῶς ἐγχωρεῖ θερμότητος ἐπικρατούσης ἀκμάζειν τῆς καρδίας τὸν τόνον. ἐπανέλθωμεν οὖν αὖθις ἐφ’ ἃ λέγοντες ἀπελίπομεν.
337
ἡ γάρτοι θερμότης ἡ ἐν τῇ καρδίᾳ τρέπει μὲν, ὡς εἴρηται, τοὺς σφυγμούς. ἀλλ’ ἐπεὶ διττὴ κατ’ εἶδός ἐστιν, ἡ μὲν ἑτέρα καὶ σηπεδόνος χυμῶν ἔγγονος, ἧς ἡ ποιότης δριμεῖά τέ ἐστι καὶ καπνώδης, ἡ δὲ ἑτέρα μεθ’ ὑγρότητος ἡδείας, αὐτῷ μόνῳ τῷ ποσῷ τοῦ κατὰ φύσιν ἀποκεχωρισμένη, μόνιμος μέν ἐστι καὶ δύσλυτος ἡ πρότερον ῥηθεῖσα, ὀλιγοχρόνιος δὲ ἡ ἑτέρα, λουτροῖς καὶ γυμνασίοις καὶ τροφῇ θερμαινούσῃ καὶ οἴνου πόσει καὶ τῶν τῆς ψυχῆς παθῶν, αἰδοῖ καὶ θυμῷ συνεπομένη. εἰ δ’ ἐκ τούτου τοῦ γένους τῆς θερμασίας εἰσί τινες πυρετοὶ, καθάπερ οἱ ἐπὶ κόποις, ἢ ἐγκαύσεσιν, ἢ ψύξεσιν, ἢ ἐπὶ βουβῶσιν, ἢ θυμοῖς, τῶν ἀμφισβητουμένων ἐστί. καὶ λέλεκται μὲν ἐπιπλέον ὑπὲρ αὐτῶν ἐν τῇ περὶ τῶν πυρετῶν πραγματείᾳ· λελέχθω δὲ καὶ νῦν εἰς τοσοῦτον, ὡς ἡ μὲν ἑτερογενὴς τοῦ κατὰ φύσιν θερμότης ὀλιγοχρόνιον μὲν ἔχει τὴν ἐκτὸς ἠρεμίαν, ταχεῖαν δὲ τὴν συστολὴν ἐπιπλέον ἢ κατὰ τὴν ἀναλογίαν τῆς διαστολῆς, ἡ δὲ τῷ ποσῷ μόνῳ διαλλάττουσα μείζονά τε ἅμα καὶ θάττονα τὴν διαστολὴν ἤπερ τὴν συστολήν. ἡ μὲν γὰρ τοιαύτη θερμότης μόνης ἐμψύξεως δεῖται,
338
ἣν ἐδείξαμεν ἐν τῷ διαστέλλεσθαι γινομένην, ἡ καπνώδης δὲ καὶ ταύτης μὲν ἐπὶ πλέον, ἀλλὰ ἐπὶ πλεῖστον τῆς ἀποχύσεως τοῦ περιττοῦ, ὅπερ ἔργον ἦν τῆς συστολῆς. ὥσθ’ ἡ μὲν τοιαύτη καὶ τὴν διαστολὴν ὠκυτέραν ἐπὶ πλέον ἐργάσεται καὶ τὴν συστολὴν ἐπὶ πλεῖστον· ἡ δ’ οὐ τοιαύτη τὴν συστολὴν μὲν οὐδ’ ὅλως ἀλλοιώσει, τὴν διαστολὴν δ’ εἰς τοσοῦτον εἰς ὅσον ἂν ἐκβῇ τὰ μέτρα τῆς κατὰ φύσιν εὐκρασίας. ἀλλὰ περὶ μὲν τούτων ἐπιπλέον ἑξῆς ἐροῦμεν ἐν τοῖς περὶ τῶν πυρετῶν λογισμοῖς.
Ἐν δὲ τῷ παρόντι τὸν περὶ τῶν ἀρτηριῶν λόγον διέλθωμεν, ὅταν ἐναντίως ἔχωσι τῇ καρδίᾳ, λέγω δὲ ὅταν ἐκείνη μὲν ᾖ θερμοτέρα τοῦ κατὰ φύσιν, αἱ δὲ ἀρτηρίαι ψυχρότεραι, ἤτοι χυμῶν τινων ψυχρῶν ἐν αὐταῖς περιεχομένων οὐδέπω διασηπομένων, ἢ καί τινος ἑτέρας ψύξεως ἐπικρατούσης. ἀνάγκη δὲ ταύτας τηνικαῦτα τὸ μὲν ἐψῦχθαι κατὰ τὴν οἰκείαν ἔχειν διάθεσιν, ἐπικτᾶσθαι δ’ ἔτι παρὰ τῆς καρδίας τὸ θερμαίνεσθαι. ἀλλ’ ἐπεὶ καὶ τὴν κινοῦσαν αὐτὰς δύναμιν ἐξ ἐκείνης ἐπίῤῥυτον ἔχουσιν, καὶ τόνος εἷς ἐστιν ὁ διαστέλλων τε καὶ συστέλλων ἅμα τῇ καρδίᾳ τὰς ἀρτηρίας, ἀναγκαῖόν ἐστι τὸ μέν τι ταὐτὸν ὑπάρχειν τῇ τε τῆς
339
καρδίας κινήσει καὶ τῇ τῶν κατὰ μέρος ἀρτηριῶν ἁπασῶν, τὸ δέ τι διαλλάττον. αἱ μὲν δὴ πρῶται τῶν κινήσεων ἀρχαὶ κατὰ τὸν αὐτὸν ἔσονται χρόνον, ὅταν γε δέχωνται τὴν παρ’ αὐτῆς δύναμιν ἀμέμπτως. οὔτε δὲ τὸ μέγεθος οὔτε τὸ τάχος οὔθ’ ἡ σφοδρότης ὁμοίως ἀμφοτέραις ὑπάρξει, ἀλλ’ ἡ καρδία τηνικαῦτα καὶ μείζονα καὶ θάττονα καὶ σφοδρότερον ἕξει τὸν σφυγμὸν ἁπασῶν τῶν κατὰ μέρος ἀρτηριῶν. ἡ μὲν γὰρ ἀρχὴ τῆς κινήσεως αὐταῖς ἐκ τῆς καρδίας ἐστὶν, ὁ δὲ τρόπος ἑκάστῃ τῆς οἰκείας κινήσεως, ὡς ἂν καὶ τύχῃ τῇ καρδίᾳ συνδιατεθεῖσα. συνδιατίθεται γὰρ ἡ μὲν ὡσαύτως ἔχουσα τῇ κράσει καθ’ ὃν ἂν ἡ καρδία τρόπον ἐνεργῇ, ἡ δ’ ἐναντίως εἰς ὅσον ἂν καὶ τύχῃ δεξαμένη τὴν ἐξ αὐτῆς ἀλλοίωσιν. ἐνδέχεται τοιγαροῦν ἐνίοτε τὴν ψυχρὰν ἀρτηρίαν ὑπὸ τῆς καρδίας θερμαινομένην οὔτε μικρὸν ἐργάσασθαι τὸν σφυγμὸν, οἷός περ ὁ τῆς ψυχρᾶς ἐστι, οὔτε μέγαν, οἷός περ ὁ τῆς θερμῆς, ἀλλὰ τὸν ἀμφοῖν μέσον, ὅσπερ δὴ καὶ σύμμετρος καὶ κατὰ φύσιν ἐστίν. οὕτω δὲ καὶ τῷ τάχει σύμμετρος ἐν ταῖς τοιαύταις διαθέσεσιν ὁ σφυγμὸς ἔσται καὶ τῇ σφοδρότητι μέτριος. ἐναργῶς δὲ διαγνώσῃ τὸ λεγόμενον, εἰ κατὰ τὸν αὐτὸν χρόνον
340
ἅπτοιο τῇ μὲν ἑτέρᾳ χειρὶ τῆς καρδίας, τῇ δὲ ἑτέρᾳ τῶν ἀρτηριῶν τινος. αἱ μὲν γὰρ ἀρχαὶ τῶν κινήσεων ἅμα σοι φανοῦνται γίνεσθαι. διαλλάξουσι δὲ μεγέθει καὶ τάχει καὶ σφοδρότητι τηνικαῦτα. ἐνίοτε δὲ συμβαίνει καὶ τὸ μὴ δέχεσθαι καθ’ ἕνα χρόνον ἁπάσας τὰς ἀρτηρίας τὴν ἐκ τῆς καρδίας ἐπιῤῥέουσαν δύναμιν τοῦ σπλάγχνου, ἀλλὰ τὰς μὲν ἐγγυτέρω τοῦ σπλάγχνου προτέρας, ὑστέρας δὲ τὰς ποῤῥώτερον. γίνεται δὲ μάλιστα τὸ τοιοῦτον, ἐπειδὰν εἰς ἕνα χρόνον συνέλθοι τάς τε ἀρτηρίας εἶναι ψυχροτέρας ἄτονόν τε τὴν καρδίαν. ἐὰν δὲ καὶ αὐτῶν τῶν ἀρτηριῶν τὰ ποῤῥωτέρω τῆς ἀρχῆς μέρη μᾶλλον ᾖ ψυχρὰ, καθάπερ ἐν ἐπισημασίαις τέ τισι καὶ τοῖς λιπυρίαις συμβαίνει πυρετοῖς, οὐ μόνον ὑπάρξεται πρωϊαίτερον, ἀλλὰ καὶ τὴν κίνησιν αὐτὴν θάττονά τε καὶ μείζονα ποιήσεται τὰ τῆς καρδίας ἐγγυτέρω. καὶ μὲν δὴ ὁ τόνος ἐν ταῖς τοιαύταις περιστάσεσιν ἀσθενὴς μὲν ἐν ἁπάσαις φαίνεται, μᾶλλον δ’ ἐν ταῖς ποῤῥωτέραις, ὥστ’ ἐναργῶς εἶναι τὸν σφυγμὸν ἐν αὐταῖς ἀμυδρότερον τοῦ κατὰ φύσιν τῶν ὑπερκειμένων. συμβαίνει δέ ποτε καὶ κατὰ τὴν καρδίαν ἡ τοιαύτη τῶν κράσεων ὑπεναντίωσις. ἐνίοτε μὲν γὰρ αὐτὸ τὸ σῶμα τοῦ
341
σπλάγχνου ψυχρότερόν ἐστι τοῦ κατὰ φύσιν, ἡ περιεχομένη δὲ ἐν ταῖς κοιλίαις οὐσία θερμοτέρα, ἐνίοτε δ’ ἔμπαλιν ἡ μὲν οὐσία ψυχροτέρα, θερμοτέρα δ’ ἡ καρδία. καὶ γίνονται καὶ τότε τῆς καρδίας οἱ σφυγμοὶ τοῖς κατὰ φύσιν ὅμοιοι, μέση γάρ πως ἐν αὐτῇ κατάστασις ἀποτελεῖται ἐκ δυοῖν ἐναντιοτήτων συγκειμένη, καὶ σφάλλουσί γε καὶ τοὺς ἀρίστους ἰατροὺς αἱ τοιαῦται διαθέσεις, ὥσπερ καὶ νῦν ἐπὶ τοῦ μεγάλου λοιμοῦ συνέπεσεν. ἔνιοι μὲν γὰρ ἀπὸ τῆς ἀρχῆς ἕως πλείστου, τινὲς δὲ καὶ δι’ ὅλου τοῦ νοσήματος ἦσαν εὔσφυκτοι βραχύ τι τοῦ κατὰ φύσιν ἐξηλλαγμένους ἔχοντες τοὺς σφυγμούς. ἀλλ’ οὗτοι μᾶλλον τῶν ἄλλων ἀπώλοντο, καὶ διαγινώσκομεν αὐτοὺς εὐθέως ἐν ταῖς πρώταις ἡμέραις ὅτι τε λοιμώττουσι καὶ ὅτι χείριστα διάκεινται τῷ τε τῆς θερμασίας δριμεῖ καὶ αὐτῷ τῷ τῆς θερμασίας εἴδει, καὶ αὐτῷ βραχύ τι τοῦ κατὰ φύσιν ἐξηλλαγμένους ὄντας αὐτοῖς τοὺς σφυγμοὺς ἀεὶ διαμένειν τοιούτους. ἐν εἴδει γὰρ μάλιστα τῶν ἑκτικῶν ὀνομαζομένων πυρετῶν οἱ τοιοῦτοι σφυγμοὶ συνίστανται. καὶ ὅσοι γε τῶν καμνόντων οὐκ ἔφασκον πυρέττειν, ἐν ἕξει τούτοις ἀκριβῶς ἦν ὁ πυρετὸς, αὐτὸ τῆς καρδίας
342
κατειληφὼς τὸ σῶμα. δύο γὰρ δὴ ταῦτα γνωρίσματα τῶν ἑκτικῶν πυρετῶν ἐστιν ἴδια, τό τε διαπαντὸς ὁμοίους ἑαυτοῖς ὑπάρχειν αὐτοὺς, οὔτε εἰσβολὴν παροξυσμοῦ τινος οὔτ’ ἀνάβασιν οὔτ’ ἀκμὴν οὔτε παρακμὴν οὐδεμίαν ἔχοντας, τό τε μὴ γινώσκειν ὅτι πυρέττει τὸν κάμνοντα. γίνονται δ’ οἱ τοιοῦτοι τῶν σφυγμῶν οὐκ ἐξ ἀνάγκης μὲν μείζονες τῶν κατὰ φύσιν, ἐνίοτε δ’ οὐδὲ πυκνότεροι, θάττονες μέντοι πάντως. καὶ ὀρθῶς ἄρα τοῦτο τοῖς πλείστοις τε καὶ ἀρίστοις τῶν ἰατρῶν ἐπιστεύθη, τῶν πυρεττόντων τοὺς σφυγμοὺς ἀχώριστον ἔχειν τὸ τάχος. ἀλλὰ περὶ μὲν τούτων καὶ αὖθις. ὅπερ δὲ λέγοντες ἀπελίπομεν, ἐπειδὰν ὑπὸ σηπεδονώδους ποιότητος ὁ εἰσπνεόμενος ἀὴρ μιανθῇ, καὶ ἅψηται τοῦ σώματος τῆς καρδίας ἡ σηπεδὼν, οἱ τοιοῦτοι γίνονται σφυγμοί. καὶ οὐδὲν ἔτι θαυμαστὸν οὔθ’ ὅτι τοὺς σφυγμοὺς ἔχουσιν ὁποίους εἰρήκαμεν οἱ οὕτω λοιμώττοντες οὔθ’ ὅτι λοιμώδη τὴν ἀναπνοὴν οὔθ’ ὅτι τεθνήξονται πάντως. τί γὰρ ἄκος εὑρεθείη τῆς ἐν τῇ καρδίᾳ σηπεδόνος; ὡς ὅσοις γε τὸ σηπεδονῶδες τοῦτο θερμὸν εἰς τοὺς ἐν ταῖς κοιλίαις ἐτράπετο χυμοὺς μᾶλλον ἤπερ
343
εἰς αὐτὸ τὸ σῶμα τοῦ σπλάγχνου, πολλοὶ τούτων ἐσώθησαν. ἡ διάγνωσις δ’ αὐτῶν τῶν λοιμωττόντων, εἰ πρῶτον μὲν αἰσθάνονται πυρέττοντες· ἔπειτα δὲ, εἰ μὴ διαπαντὸς ὡσαύτως πυρέττοιεν· ἔτι δὲ πρὸς τούτοις, εἰ μὴ διάτονον ἔχοιεν τὸν σφυγμόν. οἱ γὰρ ἐπὶ δυσκρασίᾳ τοῦ σώματος αὐτοῦ τῆς καρδίας ἅπαντες ἄτονοι. αἱ μὲν δὴ κατὰ θερμότητα δυσκρασίαι τῆς καρδίας ὁποίους τινὰς ἐργάζονται τοὺς σφυγμοὺς αὐτάρκως λέλεκται.
Αἱ δὲ κατὰ ψυχρότητα πάντως μὲν δήπου τοὺς ἐναντίους ἀποτελοῦσι, τοὺς μικροὺς καὶ βραδεῖς καὶ ἀραιοὺς, ἤτοι δ’ ἀνάλογον εἰς τὰς τρεῖς διαφορὰς ἀλλοιοῦσιν, ἢ τὰς μέν τινας ἐξ αὐτῶν, ἤ τινα μᾶλλον, ἢ ἧττον. ἑτέρας δέ τινας, ἢ ἑτέραν ἧττον, ἢ μᾶλλον. ἀλλὰ χρὴ κᾀνταῦθα κατὰ τὸν αὐτὸν τρόπον ἐπίστασθαι τὴν ἐλλείπουσαν, ἢ καὶ πλεονάζουσαν, ὡς καὶ πρόσθεν εἴρηται. πρῶτον μὲν γὰρ ὑπαλλάξει τὴν πυκνότητα, δεύτερον δὲ τὸ τάχος, ἑξῆς δὲ τὸ μέγεθος, ἀπαθοῦς γε τῆς δυνάμεως οὔσης. ὡς εἴ γε καὶ ἥδε τι πάθοι, γνωρισθήσεται μὲν ὑπὸ τῆς ἰδίας τε καὶ ἀχωρίστου ποιότητος τῶν σφυγμῶν, ἣν ἀμυδρότητα καλοῦμεν, ἣ εἰς μικρότητά τε καὶ βραδύτητα μᾶλλον ἤπερ εἰς ἀραιότητα
344
τὴν ἀλλοίωσιν ἐργάζεται τῶν σφυγμῶν. ὡς ὅταν γε ἐπὶ πλεῖστον ἡ δύναμις κάμνῃ, κᾂν ψύξις συνῇ, μικροὶ μὲν ἐσχάτως οἱ σφυγμοὶ γίνονται, βραδεῖς δ’ οὐκ ἐσχάτως, ἀλλ’ ἔστιν ὅτε τοῖς κατὰ φύσιν ὅμοιοι, πυκνότητα δ’ οὐ μόνον ἀποτίθενται τὴν πρόσθεν, ἀλλὰ καὶ προσαυξάνουσι. ἐπειδὰν μέντοι τὰ τῆς δυνάμεως ἐπ’ ὀλίγον ἀῤῥωστῇ, τὰ δὲ τῆς ψύξεως ἐπὶ πλεῖστον κρατῇ, μακροτάτη μὲν ἡ εἰς ἀραιότητα τροπὴ γίνεται τῶν σφυγμῶν, βραχυτάτη δ’ ἡ εἰς μικρότητα, μέση δ’ ἀμφοῖν ἡ εἰς βραδύτητα. τὴν αὐτὴν δὲ δηλονότι καὶ αἱ ἀρτηρίαι πᾶσαι κινηθήσονται κίνησιν, ἂν τῇ κράσει φύσιν ἔχωσιν· ἂν δὲ τῆς καρδίας ψυχροτέρας γεγενημένης αὗται θερμότεραι τοῦ κατὰ φύσιν ὦσιν, ἀλλοιώσουσι τὸν τῆς καρδίας σφυγμὸν εἰς τοσοῦτον εἰς ὅσον ἂν ἐκστῶσι τοῦ κατὰ φύσιν. ὥστε ποτὲ καὶ ἀκριβῶς ὅμοιος ἔσται τῷ κατὰ φύσιν ὁ κατὰ τὰς ἀρτηρίας, ὅσον γε ἐπὶ μεγέθει καὶ τάχει, τοῦ κατὰ τὴν καρδίαν ἐλάττονός τε καὶ βραδυτέρου γιγνομένου. εὔδηλον δ’ ὡς αἱ τοιαῦται διαθέσεις ἄνευ πυρετῶν εἰσιν αὐτῆς τῆς καρδίας μόνης ψυχθείσης ὑπὸ χυμῶν ψυχρῶν τε ἅμα καὶ γλίσχρων καὶ παχέων. σπανίως μὲν οὖν ἐστιν ἡ τοιαύτη
345
διάθεσις, ἀλλὰ γιγνομένη ποτὲ, καὶ μάλισθ’ ὅταν ἐν πνεύμονι τοιοῦτοι περιέχωνται χυμοί. συμβαίνει δ’ ὡς τὰ πολλὰ τοῖς ἐπὶ τῇ τοιαύτῃ διαθέσει σφυγμοῖς εὐθὺς καὶ ἀνωμάλοις εἶναι διὰ τὰς ἐμφράξεις, ἃς οἳ προειρημένοι χυμοὶ κατὰ τὰ στόματα τῶν ἐκφυομένων τῆς καρδίας ἀγγείων ποιοῦσιν. εἰ μέντοι συμβαίη ποτὲ καὶ τὰς ἀρτηρίας ὁμοίως τῇ καρδίᾳ ψυχροτέρας γενέσθαι τοῦ κατὰ φύσιν, αὐξήσουσι τὴν ἀτονίαν τῶν κινήσεων αὐτῆς, ἐν ταὐτῷ φυλάττουσαι γένει, ὥστε τῆς καρδίας βραδύτερόν τε καὶ μικρότερον καὶ ἀραιότερον τοῦ κατὰ φύσιν σφυζούσης αὐτὰς ἔτι δὴ καὶ μᾶλλον ἐκείνης καὶ βραδύτερον καὶ μικρότερον σφύζειν, εὐθὺς δὲ δήπου καὶ ἀμυδρότερον. συμβαίνει δέ ποτε ψυχροτέραν τε ἅμα τοῦ κατὰ φύσιν εἶναι τὴν καρδίαν καὶ πλήρη περιττωμάτων δακνωδῶν, ἐν ᾧ καιρῷ τὴν μὲν διαστολὴν μικροτέραν τε ἅμα καὶ βραδυτέραν γίγνεσθαι συμβαίνει, τὴν δὲ συστολὴν ὠκυτέραν. ἐφαίνετο δ’ ἂν καὶ μέχρι πλείονος ἔσω χωρεῖν ἡ ἀρτηρία, εἰ μέχρι παντὸς αἰσθητὴν εἶχε τὴν κίνησιν, νυνὶ δὲ τοῦτο μὲν ἀδιάγνωστον αἰσθήσει. τὸ δὲ τὸν τῆς ἐντὸς ἡσυχίας χρόνον ἐπιμηκέστερον τοῦ κατὰ φύσιν γίγνεσθαι πρόδηλον καὶ ἁπτομένοις
346
ἐστί. σύνθετος δ’ ὁ χρόνος οὗτος ἅπας ἐκ τριῶν ἐδείκνυτο χρόνων, πρώτου μὲν τῶν ἐσχάτων τῆς συστολῆς, δευτέρου δὲ τῆς ἐντὸς ἠρεμίας, καὶ τρίτου τῶν πρώτων τῆς διαστολῆς. οὗτος μὲν ὁ χρόνος ἱκανῶς ἐκταθήσεται κατὰ τὴν εἰρημένην διάθεσιν, ὁ δὲ τῆς ἐκτὸς ἡσυχίας ἤτοι βραχύτερος ἔσται τοῦ κατὰ φύσιν ἢ παραπλήσιος. ἐπειγομένης γὰρ ἀεὶ τῆς τοὺς σφυγμοὺς ἐργαζομένης δυνάμεως ἀποκρίνειν τὰ περιττώματα, καὶ σπευδούσης ἐπὶ τὴν ἐνέργειαν ἐκείνην δι’ ἧς ὑπάρχει τοῦτο πράττειν αὐτῇ, τὴν πρὸ τῆς ἐνεργείας ἡσυχίαν ὀλιγοχρονιωτέραν γίνεσθαι συμβαίνει, καθάπερ καὶ τὴν πρὸ τῆς ἑτέρας ἐνεργείας, λέγω δὲ τῆς διαστολῆς, μακροτέραν, τῷ ψυχροτέραν οὖσαν τὴν καρδίαν ἐκλελυμένως ἐπὶ τὴν ἐνέργειαν ἰέναι, διὰ μίαν ἔτι μόνην χρείαν τὴν τῆς ῥιπίσεως ἀπολωλεκυῖαν ἤδη τὴν ἑτέραν τὴν μείζονα, τὴν τῆς ἐμψύξεως. ἡ μὲν γὰρ ὑπόλοιπος ἡ τρίτη κατ’ ἐκείνας μόνας τὰς διαθέσεις ἐπεγείρει τὴν καρδίαν εἰς τὴν ἐνέργειαν, ὅταν ἤτοι κίνησίν τινα κινῆται τὸ ζῶον ἀξιόλογον ἢ κένωσις πολλὴ ἐμπίπτῃ, τῶν ἀρτηριῶν ἐπὶ πλέον ἀνεστομωμένων μὲν εἰς τὰ ἐκτὸς, ἔν γε
347
τοῖς βαλανείοις, καὶ εἰ δή τινες ἄλλοι καθ’ ἡντιναοῦν αἰτίαν ἱδρῶτες ἐκχέονται πολλοί· εἰ δὲ τἀντὸς, ἔν τε ταῖς καθάρσεσι καὶ τῶν παθῶν ἐν χολέραις καὶ δυσεντερίαις καὶ ἰσχυραῖς δήξεσι τῶν ἐντέρων. ἐπειδὰν μέντοι συμβῇ καὶ αὐτὸ τὸ σῶμα τῆς καρδίας ἐν ἑαυτῷ τινα δυσκρασίαν ἀνώμαλον ἔχειν, ἀναγκαῖον ἔσται καὶ τοὺς σφυγμοὺς αὐτῆς τε τῆς καρδίας καὶ τῶν ἐν τῷ ζώῳ πασῶν ἀρτηριῶν εἰς ἀνωμαλίαν ἐκτραπῆναι πολυειδῆ. καὶ γὰρ καὶ ἡ συστηματικὴ καλουμένη καὶ ἡ καθ’ ἕνα σφυγμὸν ἁπάντων ἔσται τῶν γενῶν, εἰς μέγεθος καὶ μικρότητα καὶ τάχος καὶ βραδύτητα καὶ ἀμυδρότητα καὶ πυκνότητα καὶ ἀραιότητα συνεχοῦς τῆς μεταπτώσεως γινομένης. εἰς μέντοι σκληρότητα καὶ μαλακότητα μεταβολὴ συνεχὴς οὐκ ἄν ποτε γένοιτο. δέδεικται γὰρ ὑπὲρ τούτου πολλάκις. ἄκλονος μέντοι ποτὲ καὶ κλονώδης ἐν ταῖς τοιαύταις διαθέσεσι συνεχῶς ἀλλήλους διαδέχονται, συνελθούσης τῇ δυσκρασίᾳ τῆς καρδίας τῆς σκληρότητος, ἢ τάσεως ἀρτηριῶν. ἐδείκνυτο γὰρ, εἴ τι μεμνήμεθα, κατὰ τὰς τοιαύτας διαθέσεις, ὅταν ἐπιπλέον ὁρμήσῃ διαστεῖλαι τὰς ἀρτηρίας ἡ καρδία, κλόνος ἐμπίπτων τῇ κινήσει.
348
τούτου δὲ συμβαίνοντος ἕτοιμον δικρότῳ γενέσθαι τῷ σφυγμῷ. καὶ γίνεται δύσκολον ἐν ταύτῃ τῇ διαστάσει τὴν διάθεσιν ἀκριβῶς ἐξευρεῖν, ὡς ἂν τῆς εἰρημένης ἀνωμαλίας οὐκ ἐπὶ δυσκρασίᾳ μόνῃ καρδίας, ἀλλὰ καὶ κακώσει τῶν ὀργάνων καὶ πλήθει συνισταμένης. ἐπειδὴ γὰρ αἱ τοιαῦται τῶν ἀνωμαλιῶν ἐπ’ ἐμφράξεσι γίνονται τῶν κατὰ τὴν καρδίαν στομάτων, ἕπονται δὲ καὶ ταῖς ἀνωμάλοις αὐτῆς δυσκρασίαις, οὐκ ἔστι διαγνῶναι ῥᾳδίως τὴν διάθεσιν. ὁ μὲν οὖν δὶς πλήττων σφυγμὸς ἴδιόν ἐστι σύμπτωμα τῆς κατὰ τὸ σῶμα τοῦ σπλάγχνου δυσκρασίας, ὡς ἐν τῷ πρὸ τούτου δέδεικται λόγῳ, διαφέρων τοῦ δικρότου μαλακότητι. σκληρότητος δὲ προσγενομένης ἀπόλλυται καὶ ἡ παρὰ τοῦδε διάγνωσις, εἰς γὰρ τὸν δίκροτον μεταπίπτει κοινὸν ὄντα πλειόνων διαθέσεων. ὁ μέντοι κλονώδης δίκροτος ἐδείκνυτο τὴν γένεσιν ἴσχων, ἐπειδὰν ὁ κλονώδης ἁπλῶς σφυγμὸς βραχὺς τῷ μήκει γενήσεται, ὁ δὲ ἄκλονος δίκροτος ὁμοίως μὲν τῷ κλονώδει σκληρὸς ὢν, ἀλλὰ διὰ τὴν αὐτοῦ βραδύτητα καὶ τὸ βάρος τῶν ἐπικειμένων σωμάτων ἀποτελούμενος τοιοῦτος. ὥσθ’ ἑκάτερος μὲν αὐτῶν ἀκολουθήσει πλείοσιν αἰτίοις, διοίσουσι
349
δ’ ἀλλήλων τῷ πλήθει τῶν ἐργαζομένων αὐτοὺς δυνάμεων καὶ προφάσεων. παμπόλλοις μὲν γὰρ ὁ κλονώδης δίκροτος, ἐλάττοσι δὲ ὁ ἄκλονος ἕπεται. χρὴ δ’ ἀναμνησθῆναι πρῶτον μὲν ὅσοις αἰτίοις ὁ κλονώδης ἁπλῶς ἀκολουθεῖ· πᾶσαι γὰρ εἴρηνται πρόσθεν· ἑξῆς δὲ τὴν οἷον συνεκτικὴν αἰτίαν αὐτοῦ. γίγνεται γὰρ ἐπειδὰν ἐπιπλέον ἀναγκάζηται διαστέλλεσθαι σκληρὸν, ἢ τεταμένον ἀρτηρίας σῶμα. τρίτον ἐπὶ τούτοις, ὅτι προσελθούσης τῷδε δυνάμεως ἀῤῥωστίας, ἢ φυσικῆς διαπλάσεως, ὁ κλονώδης δίκροτος ἐδείκνυτο γίγνεσθαι. καὶ πρὸς τούτοις ὁ δίκροτος ἄκλονος ἐγένετο διὰ σκληρότητα μὲν ἀρτηρίας, βραδύτητα δὲ τοῦ σφυγμοῦ, βάρος δὲ τῶν ἐπικειμένων ἄνωθεν ἑκατέρωθεν τῆς αἰσθητῆς κινήσεως. ἐν γὰρ ταῖς τοιαύταις καταστάσεσιν, ὅταν ὑπὸ τῶν ἑκατέρωθεν μερῶν ἀντισπασθῇ τὸ μέσον ἀναφερόμενον ἔτι, κᾄπειτ’ αὖθις αὐτοῖς συνέρχηται, δίκροτος ὁ σφυγμὸς γίγνεται. αὗται μὲν οὖν αὐτῶν εἰσιν οἷον συνεκτικαί τινες αἰτίαι, προηγούμεναι δ’ ἑκάστου πολλαί. καὶ χρὴ κᾀκείνας προχείρους ἔχειν τῇ μνήμῃ τὸν μέλλοντά τι τῶν προηγησαμένων ἐξευρήσειν. ὁ μὲν
350
οὖν δὶς παίων σφυγμὸς ἀνωμάλοις τε ἕπεται δυσκρασίαις αὐτοῦ τοῦ σώματος τῆς καρδίας, ἠσκημένης δ’ ἀκριβῶς ἁφῆς δεῖται διαγινώσκειν τὴν συστολὴν, ὡς εἴ τις κᾀνάσκητός ἐστι τῆς τοιαύτης διαγνώσεως, οὐδὲν ὁ τοιοῦτος σφυγμὸς αὐτῷ διαφέρειν δόξει τοῦ κατὰ τὴν ἄνοδον ἱσταμένου τε καὶ ἡσυχάζοντος ὀλίγον. διαγνωσθήσεται δὲ βραχύ τι μετασχὼν εὐτονίας. ὡς ὅ γε παντάπασιν ἄτονος ἀδιάγνωστον ἔχει τὴν συστολήν. ὑπάρχει δ’ ὡς τὰ πολλὰ τόνος ἅπασι τοῖς δὶς παίουσι σφυγμοῖς. οὐ γὰρ ἂν ἐπὶ τοσοῦτον ὕψος ἀνῄεσαν, εἰ μὴ μετεῖχον εὐτονίας τινὸς, ἢ πολὺ μαλακωτέρους ἀναγκαῖον αὐτοὺς γενέσθαι τοῦ κατὰ φύσιν, ἵν’ ἀμυδροί τε ἅμα καὶ μικροὶ φαίνωνται. γίγνονται μὲν καὶ οὗτοι κατὰ τὰς ληθαργώδεις διαθέσεις, ἀλλ’ οὐκ ἔστι διακρῖναι τηνικαῦτα τὸν ἡσυχάζοντα βραχὺ τοῦ δὶς παίοντος, ὥστε οὐδὲ τὰς διαθέσεις οἷόν τε διακρῖναι κατὰ γε τοῦτο. δι’ ἄλλου μέντοι γνωρίσματος ἐγχωρεῖ. ἴδιον δ’ ἐστὶ τοῦτο τὸ γνώρισμα τοῦ κεκρᾶσθαι κακῶς τὸ τῆς καρδίας σῶμα. καὶ οὐδέν γε χεῖρόν ἐστιν ὡς πυρετόν τινα καὶ σφυγμὸν ἑκτικὸν, οὕτω καὶ ἀνωμαλίαν
351
ἡμᾶς ὀνομάζειν ἑκτικὴν, ἕνεκα συντόμου διδασκαλίας. ὅστις δ’ οὐ χαίρει τῷ ὀνόματι, μόνιμον αὐτὴν καλείτω. μόνιμος δ’ ἐστὶν, ὅταν ἑξῆς ἴση διαφυλάττηται. ἂν δὲ δὴ καὶ τἄλλα σύμπαντα γνωρίσματα τὸν πυρετὸν ἑκτικὸν εἶναι σημαίνει, πολὺ μᾶλλον, οἶμαι, βεβαίως διαγνώσῃ κατὰ τὸ τοῦ σπλάγχνου σῶμα τὴν ἀνώμαλον εἶναι δυσκρασίαν. εἴρηται δ’ ὑπὲρ αὐτῶν ἐν ταῖς διαφοραῖς τῶν πυρετῶν. ἐπιβλέπειν δὲ δήπου σε χρὴ καὶ τἄλλα σύμπαντα, τά τε παρόντα καὶ τὰ προηγησάμενα καὶ τὰ προκατάρξαντα. περιπνευμονίας μὲν γὰρ, ἢ ἐμπυήματος, ἢ πλευρίτιδος, ἢ φθόης, ἤ τινος ὅλως ἀποστήματος αὐτόθι γεγονότος, ἢ ἄσθματος, ἢ καταῤῥοικοῦ νοσήματος, ἢ αἵματος πτύσεως, ἢ πνευμονώδους τινὸς, ἢ συλλήβδην εἰπεῖν, ἐφ’ οὗ πλῆθος, ἢ πάχος, ἢ γλισχρότης χυμῶν ἐν τῷ πνεύμονι περιέχεται, προσέχειν ἀκριβῶς χρὴ, μή τι δι’ ἔμφραξιν ἀρτηριῶν ὁ σφυγμὸς ἀνώμαλος γίνεται· μηδενὸς δὲ τούτων παρόντος τὰ κατὰ τὸ σπλάγχνον αὐτὸ διασκέπτεσθαι, καὶ πολὺ δὲ μᾶλλον, ὅταν ὁ πρόσθεν βίος ὃν ὁ κάμνων ἐβίου, μήτε παχεῖς ἠθροῖσθαι κατὰ τὸ σῶμα μήτε γλίσχρους ἐμφαίνῃ χυμοὺς, ὑφ’ ὧν ἤτοι περιχυθέντων ἔξωθεν
352
ἢ φραξάντων τὰ στόματα τῶν ἀρτηριῶν ἡ ἀνωμαλία συνίσταται. δέδεικται γὰρ ὡς ἤτοι τούτων τινὸς, ἢ φλεγμονῆς, ἢ ἁπλῶς ὄγκου παρὰ φύσιν αὐτόθι συνιστάντος, ἢ πλήθους βαρύνοντος τὴν δύναμιν, ἀνωμαλίαι συμπίπτουσι τοῖς σφυγμοῖς. ἐὰν τοίνυν μήτε δι’ ὧν τὰ τοιαῦτα πάθη γνωρίζεται παρῇ, μηδὲ ἑκτική τε καὶ μόνιμος ἀνωμαλία διαμένῃ, δυσκρασίαν ἡγητέον ἀνώμαλον ἐν τῷ σώματι τῆς καρδίας εἶναι. οὔσης δὲ καὶ αὐτῆς ταύτης διττῆς, ἑτέρας μὲν ἐν τοῖς ὑγροῖς οἰκείοις αὐτῆς, ἑτέρας δὲ ἐν τοῖς στερεοῖς, ἡ μὲν ἐκ τῶν ὑγρῶν ὁρμωμένη μετὰ παλμοῦ γίνεται τῆς ὅλης καρδίας, ἡ δὲ ἐκ τῶν στερεῶν ἄνευ παλμοῦ. ὅστις δ’ ἐπιστημονικῶς ἐκμαθεῖν βούλεται τὰ νῦν λεγόμενα, τὸν περὶ τῶν ἑκτικῶν πυρετῶν ἀναλεξάσθω λόγον ἀκριβῶς ἔκ τε τῆς περὶ τῶν πυρετῶν πραγματείας κᾀκ τοῦ περὶ τοῦ μαρασμοῦ γράμματος. ἡ μὲν δὴ τῆς καρδίας ἀνώμαλος δυσκρασία διαγινώσκεταί τε καὶ χωρίζεται τῶν παρακειμένων διαθέσεων ἐξ ὧν εἴρηκα σημείων· ἡ δ’ ἄλλη πᾶσα δυσκρασία κατὰ τὸ σπλάγχνον, ὅταν ἑτέρως μὲν ἔχῃ τὸ σῶμα αὐτὸ κράσεως, ἑτέρως δὲ τὸ κατὰ τὰς κοιλίας αὐτῆς αἷμα καὶ πνεῦμα τοὺς ἀνωμάλους
353
σφυγμοὺς οὐδέποτε ἐργάζεται, ἀλλ’, ὡς εἴρηται πρόσθεν, ἐκ τῆς τῶν διαθέσεων ἐπιμιξίαν εἰς μέσην τινὰ κατάστασιν οἱ σφυγμοὶ παραγίνονται. εἰσὶ δ’ αἱ μίξεις τῶν διαθέσεων ἔστιν ὅτε μὲν ἀκριβῶς ἀλλήλαις ἐναντίαι, ἔστιν ὅτε δ’ οὐκ ἀκριβῶς. λέγω δ’ ἀκριβῶς μὲν ἐναντίας ἀλλήλαις διαθέσεις κατὰ τὴν κρᾶσιν, ὅταν ὅσῳ θερμοτέρα τοῦ κατὰ φύσιν ἡ ἑτέρα τοσούτῳ συμβῇ τὴν ἑτέραν εἶναι ψυχροτέραν· οὐκ ἀκριβῶς δὲ, ὅταν ἡ ἑτέρα τῆς ἑτέρας ἐξίστηται πλέον. ἐγχωρεῖ δέ ποτε ὁμογενῶν οὐσῶν ἀμφοτέρων ἐν τῷ ποσῷ γίγνεσθαι τὴν διαφορὰν, ἤτοι τῆς καρδίας αὐτῆς ἐπιπλέον οὔσης θερμοτέρας τῶν κατὰ τὰς κοιλίας ὑλῶν, ἢ τούτων μὲν ἐπιπλέον ἐξεστηκυιῶν τοῦ κατὰ φύσιν, ἔλαττον δὲ τῆς καρδίας. οὕτω δὲ καὶ ψυχρότερον ἤτοι τὸ σῶμα τῆς καρδίας, ἢ τὰς ὕλας ἐγχωρεῖ γενέσθαι. διάγνωσις δὲ τῶν εἰρημένων ἐπιπλοκῶν οὐχ ὁμοίως ἁπασῶν ἐναργὴς, ἀλλ’ ἐνίοτε καὶ τὰς οὐκ ἐναργεῖς ἐξ ἄλλων ἐστὶ ποιήσασθαι συλλογιστικῶς. ἡ μὲν οὖν πρώτη ῥηθεῖσα μίξις, ἐν ᾗ τὸ μὲν σῶμα τῆς καρδίας θερμότερόν ἐστι τοῦ κατὰ φύσιν, αἱ δ’ ὗλαι ψυχρότεραι, τρεῖς ἔχει τὰς διαφοράς. ἤτοι γὰρ τοσούτῳ θερμότερόν ἐστιν ὅσῳ
354
περ ἐκεῖναι ψυχρότεραι, ἢ πλέονι τοῦτο θερμότερον ἤπερ ἐκεῖναι ψυχρότεραι, ἢ ἔλαττον θερμότερον ἤπερ ἐκεῖναι ψυχρότεραι. κατὰ μὲν οὖν τὴν πρώτην διαφορὰν ὁ σφυγμὸς ὅμοιος ἀκριβῶς φαίνεται τοῦ κατὰ φύσιν, ἔν τε μεγέθει καὶ τάχει καὶ πυκνότητι. παραλλάττει δὲ τοσοῦτον εἰς ἀτονίαν ὅσον ἐξέστη τὸ σπλάγχνον ἐκ τῆς κατὰ φύσιν εὐκρασίας. ἐμοὶ δ’ ἐφάνη πολλάκις ἐν ταῖς τοιαύταις διαθέσεσι καὶ τῷ τάχει προσεληλυθέναι τι σαφὲς, οὐ μὴν ἀεί γε φαίνεται τοῦτ’ ἐναργῶς, καί μοι δοκεῖ κᾀκ τούτου τις ἂν ἑτέρου μείζονος εὐπορῆσαι γνωρίσματος. εἰς ὅσον γὰρ ἐξέστηκε τὸ σῶμα τῆς καρδίας αὐτὸ τῆς κατὰ φύσιν εὐκρασίας, ἐκ τοῦ τάχους ἔνεστι τεκμήρασθαι. πρὸς γὰρ τὴν κίνησιν ἑτοιμότερόν ἐστιν ἀεὶ τὸ θερμότερον σῶμα τῶν ἄλλων ἴσων ὑπαρχόντων. ἐπειδὰν μὲν οὖν αὐτὸ τῆς καρδίας τὸ σῶμα κατὰ φύσιν ἔχον ἤτοι πρὸς τῶν ἐν ταῖς κοιλίαις ὑλῶν, ἢ καὶ τῇ τοῦ πνεύμονος ὁμιλίᾳ φλεγμαίνοντος, ἢ καὶ ἔκ τινος ἄλλου τῶν πλησιαζόντων μορίων θερμαινόμενον, ἀναψύξεως ἕνεκεν εἰς μέγεθος καὶ τάχος καὶ πυκνότητα τοὺς σφυγμοὺς ἀλλοιώσῃ, τηνικαῦτα πρώτη μὲν ἡ εἰς τὸ μέγεθος ἐκτροπὴ, δευτέρα δ’ ἡ εἰς τὸ
355
τάχος, ἐφεξῆς δὲ ἡ εἰς πυκνότητα γίνεται· ἐπειδὰν δὲ θερμότερον γένηται τῶν ψαυόντων αὐτοῦ κατὰ φύσιν ἐχόντων, εἰς τὸ τάχος μὲν πρῶτον ἡ κίνησις ἐπιδίδωσιν, εἰς μέγεθος δὲ δεύτερον. ὥσθ’ ὅταν εὕρωμεν εἰς τὸ τάχος μὲν ἐναργῶς ἐπιδεδωκότα τὸν σφυγμὸν, εἰς μέγεθος δὲ καὶ πυκνότητα μηδεμίαν ἀλλοίωσιν ἐσχηκότα, πολλὴν ἐν τῷ τοιούτῳ σώματι λογιούμεθα τήν τ’ εἰς θερμότητα τῇ καρδίᾳ γεγονέναι μεταβολὴν καὶ τὴν εἰς ψυχρότητα τῶν ψαυόντων αὐτῆς. εὐθὺς δὲ δή που καὶ ἡ ἀμυδρότης τῶν σφυγμῶν ἐναργὴς καὶ ἀξιόλογος ἐν τοῖς τοιούτοις φαίνεται σώμασι. εἰ δὲ μὴ τὸ τάχος ἐναργὲς εἴη μήθ’ ἡ ἀμυδρότης, ὀλίγην ἔλπιζε προσγεγενῆσθαι τῷ σώματι τοῦ σπλάγχνου θερμασίαν. οἱ τοιοῦτοι πυρετοὶ τοὺς πολλοὺς τῶν ἰατρῶν ἐξαπατῶσιν, ἅτε καὶ τῶν καμνόντων αὐτῶν ἀπυρέτους εἶναι λεγόντων· οὐ γὰρ αἰσθάνονται τοῦ πυρετοῦ διά τε τὴν μικρότητα καὶ τὴν τοῦ σπλάγχνου θερμασίαν, καὶ ὅτι τοῦ σπλάγχνου τὸ σῶμα κατείληφεν. εἴρηται γὰρ ὑπὲρ τούτου πολλάκις. ὅλως μὲν οὖν οὐδὲ γίγνεται μέγας πυρετὸς οὐδεὶς τῶν ἑκτικῶν· ἔτι δὲ καὶ μᾶλλον, ὅταν ὀλίγη τις εἴη κατὰ τὸ σπλάγχνον ἡ θερμότης. ὅσον οὖν ἀπὸ
356
τῆς καρδίας ἐπιῤῥεῖ τῷ παντὶ σώματι θερμασίας, τοῦτο μόνον αἴσθησιν αὐτῆς ἀνωμαλίας ἀσώδους φέρει, δι’ ἣν καὶ λουτρῶν ἐπιθυμοῦσιν, ὥσπερ καὶ οἱ ἄλλοι ἀσώδεις τε καὶ ἀνώμαλοι, διὰ κόπον, ἢ ἔγκαυσιν, ἢ ἀλουσίαν, ἢ ἀγυμνασίαν. καὶ χαίρουσί γε οἱ πλεῖστοι τῷ λουτρῷ καὶ βελτίους γίγνεσθαί φασιν. ἅτε γὰρ ἀποθέμενοι μὲν ἀπὸ παντὸς τοῦ σώματος τὴν ἀνωμαλίαν, οὐδὲν δὲ ἀξιόλογον εἴς τε τὸ παραυτίκα βλαπτόμενοι, χάριν τοῦ λουτροῦ γινώσκουσιν. ἴσως δὲ οὐδὲ βλάπτονταί τινες αὐτῶν ὅλως. ἀλλ’ οὐ τοῦ νῦν ἐνεστῶτος καιροῦ τὰ τοιαῦτα σκοπεῖσθαι. διοριούμεθα γὰρ ὑπὲρ ἁπάντων τούτων ἐν ταῖς τῶν πυρετῶν θεραπείαις, εἴτε ἰδίᾳ δόξειε γράφειν αὐτὰς, εἴτ’ ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. εἰς δὲ τὴν ἐνεστῶσαν ὑπόθεσιν ἡ διάγνωσις μόνη προχειριζέσθω. καὶ γὰρ καὶ δόξει τισὶν ἴσως ἄπορός τε καὶ ἄγνωστος ὑπάρχειν, ὅταν γε μήτε διαφορά τις σφυγμῶν ἐξαλλάττηται τοῦ κατὰ φύσιν, ὅ τε κάμνων αὐτὸς ἀναίσθητος μὲν εἶναι λέγῃ τοῦ πυρετοῦ, τὴν ἀνωμαλίαν δ’ ἣν ἐμέμφετο μόνην ἐκ τῶν βαλανείων ἐκθεραπεύηται. ἵνα δ’ ἀπορώτερον ἔτι ποιήσω τὸν λόγον, οὐδ’ ἐκ τῶν οὔρων ἔνεστιν ἀκριβῆ διάγνωσιν ἐν ταῖς τοιαύταις διαθέσεσιν ἀεὶ λαμβάνειν, ἀλλ’ ἐστὶν ἀμφίβολα καὶ
357
ταῦτα τοῖς πλείστοις αὐτῶν, καὶ χροιᾷ καὶ συστάσει τοῖς κατὰ φύσιν ἐοικότα. μύριοι τοιοῦτοι κατὰ τὸν πολυχρόνιον λοιμὸν ὤφθησαν ἡμῖν, ἐφ’ ὧν ἦν θεάσασθαι τοὺς ἰατροὺς ἰδιώταις ὁμοίους, ἐνίους δὲ καὶ πολὺ χείρους ἰδιώτου συνετοῦ. καὶ πολλούς γ’ οὖν τῶν ἰδιωτῶν εἰ καὶ μηδὲν ἄλλο, τὴν γοῦν ἐκπνοὴν τῶν καμνόντων ἐστὶν ἰδεῖν ἐπισκοπουμένους, καὶ εἰ δυσώδης φαίνοιτο τὰ χείρω προσδοκῶντας. ἐκείνοις μὲν οὖν ἐκ πείρας εὕρηται κατὰ τοὺς λοιμώδεις πυρετοὺς τὸ τοιοῦτον γνώρισμα· σοὶ δ’ οὐκ ἐκ τῆς πείρας μόνον, ἀλλὰ κᾀκ τοῦ λόγου φαινέσθω. συνεπισκοποῦνται δὲ δή που καὶ τὰ κατὰ τὸ στόμα μόρια, καὶ εἰ βραχύ τι τῆς λοιμώδους ἐμφαίνοιτο χρόας αὐτοῖς, ἀποφαίνονται λοιμώττειν τοὺς οὕτως ἔχοντας. ἰατρῷ δέ γ’ οἶμαι μᾶλλον ἰδιώτου φαίνεσθαι καὶ ταῦτα, τοῖς μὲν γὰρ ἐρυσιπελατώδης, τοῖς δ’ ὁμοία τοῖς ἐσθιομένοις ἕρπησιν ἡ χρόα φανεῖται, διεσπαρμένη κατὰ πλείονα μόρια τῆς κατ’ ἀρχὰς, ὡς οἶμαι. καὶ εἰ ἐπιβάλοι τῷ θώρακι τὴν χεῖρα πεπειραμένος ἰατρὸς ἐν διαγνώσει πυρετώδους θερμασίας, οὐδὲ αὐτὸν λαθεῖν ἐάσει τὴν διάθεσιν. ἐπισκεπτέον δ’ οὐχ ἥκιστα καὶ τὰ οὖρα.
358
καὶ γὰρ ἀνατεταραγμένα τισὶν αὐτῶν φαίνεται καὶ ὑδατωδέστερα καὶ λεπτότερα πολὺ τοῦ κατὰ φύσιν ἐνίοις. ταῦτα μὲν οὖν ἀναμφισβήτητα, καθάπερ καὶ ὅσα τοῖς κατὰ φύσιν ἐοίκασιν ἀκριβῶς, κατά τε χρόαν καὶ κατὰ πάχος, ἀναμφισβήτητα καὶ ταῦτα πρὸς τὴν δευτέραν ἐλπίδα, καὶ εἰ ἐναιώρημά γε ποιήσαιτο χρηστὸν, ἔτι καὶ μᾶλλον ἀναμφισβήτητα, τήν γε ὑπόστασιν ἔχοντα λευκὴν καὶ λείαν καὶ ὁμαλήν. τοῖς δ’ ἐναιωρήμασι μάλιστα προσεκτέον τὸν νοῦν. ἔνια γὰρ αὐτῶν ὑποπέλιδνά πως ὄντα λανθάνει, καθάπερ ἄλλα πλατείαις ἀράχναις ἐοικότα, δίκην ἐρίων ἐπιβεβλημένων ἀλλήλαις. εἰ μὲν οὖν τι τοιοῦτον εὑρίσκοις, ἢ ὅλως μηδὲν ἐμφερόμενον ἐναιώρημα τοῖς οὔροις, ἐν τῇ χείρονι μερίδι ταῦτα πάντα τίθεσο. τῶν δ’ ἐναντίων φανέντων ὁποῖα διῆλθον ἀρτίως, ἀδύνατόν ἐστιν ἐν κακῇ διαθέσει τὸν ἄνθρωπον εἶναι. ἔκ τε οὖν τούτων διορίζεσθαι, πότερον ἀνωμαλία τίς ἐστι περὶ αὐτὸν, ἢ λοιμώδης εἰσβολὴ νοσήματος ὀλεθρίου πυρετὸν ἑκτικὸν ἔχοντος, ἐπί τε τοῖς μετὰ τὸ λουτρὸν, ἀπόσιτοί τε γάρ εἰσι καὶ διψῶσι πλέον ἢ προσῆκεν, ἐπιθυμοῦσί τε ψυχροῦ.
359
προσεπιθεωρεῖν δὲ ἀκριβῶς αὐτῶν προσήκει καὶ τοὺς ὀφθαλμούς. ἐν γὰρ τῷ λούεσθαι μάλιστα γίνονται κατάδηλοι, θερμοὶ καὶ φλογώδεις ἀποτελούμενοι, ἔνιοι δ’ ἐντεῦθεν ἀρξάμενοι διαμένουσιν, οὓς δὴ σαφῶς γνωριοῦμεν ὅτι λοιμώττουσι. ἀλλὰ λοιμοῦ μὲν ὁποῖος ἡμῖν ἐγένετο καί ἐστιν ἔτι μηδέποτ’ εἴη πειραθῆναι τοῖς ἀνθρώποις. εἰδέναι μέντοι χρὴ καὶ ἄλλως γινομένους ἄνευ λοιμῶν τοὺς αὐτοὺς τούτους πυρετοὺς, ὥσπερ καὶ γέγραπται περὶ αὐτῶν ἅπασι τοῖς ἀξιολόγοις ἰατροῖς, καὶ καλοῦσί γε λοιμώδεις αὐτοὺς, ὑπὲρ ὧν τῆς ἰδέας ἁπάσης ἐν ταῖς τῶν πυρετῶν διαφοραῖς ἐπὶ πλέον εἴρηται. νυνὶ μὲν γὰρ οὐχ ὡς ἄν τις κάλλιστα διαγινώσκοι πυρετοὺς ὁ λόγος, ἀλλ’ ὡς ἂν ἐκ σφυγμοῦ κάλλιστα. καὶ ἴσως καὶ πλείω τοῦ δέοντος εἴρηται περὶ τῶν ἀπὸ τοῦ σώματος αὐτοῦ τῆς καρδίας ἀναπτομένων πυρετῶν, αὖθις οὖν ἀνάγωμεν ἐπὶ τοὺς σφυγμοὺς τὸν λόγον, ὅσον ὑπόλοιπόν ἐστι τῶν ἑκτικῶν πυρετῶν ἐξηγούμενοι. γίνονται μὲν γὰρ, ὡς εἴρηται, καὶ τῶν λοιμωδῶν οὐκ ὀλίγοι καταρχὰς εὐθέως ἑκτικοὶ, διαφέροντες ἁπάντων τῶν ἄλλων πυρετῶν, οἳ ἐν ἰσχυρᾷ σηπεδόνι. γίνονται δὲ καὶ διὰ λύπην ἐνίοτε καὶ
360
θυμὸν ἐξ ἀρχῆς ἔνιοι τῶν ἑκτικῶν, ἄλλως δ’ οὐκ εἶδον γιγνόμενον οὐδένα πυρετὸν ἑκτικὸν εὐθέως ἀπὸ τῆς ἀρχῆς, ἀλλ’ ἐπὶ προήκοντι τῷ χρόνῳ πολλοῖς τῶν ἄλλων ἐπιγίγνονται. καὶ διορίζει σαφῶς αὐτοὺς ἥ τε μόνιμος ἰσότης, εἰ καὶ τινι τῶν ἄλλων ἐπιπλέκοιντο, καθάπερ ἐδείξαμεν, ὅσα τ’ ἄλλα κατὰ τὴν περὶ τῆς διαφορᾶς τῶν πυρετῶν εἴρηται πραγματείαν. ἡ δ’ ἀπὸ τῶν σφυγμῶν διάγνωσις, ὡς ὀλίγον πρόσθεν εἶπον, ἐν ἀρχῇ μὲν ἔτι καὶ περὶ τὰς πρώτας ἡμέρας δύσγνωστός ἐστιν, ὁπόταν κοινὴν ἔχωσιν ἔτι τοῖς ἐφημέροις τὴν ἰδέαν, μετὰ δὲ τὴν τρίτην ἤδη σαφέστεροι γίνονται καὶ τῇ διὰ τῶν σφυγμῶν διαγνώσει. καὶ γὰρ θάττους οὗτοί γε σαφῶς ἔχουσι τοὺς σφυγμοὺς τῶν κατὰ φύσιν, εἰ καὶ τἄλλα μηδὲν διαφέροιεν, ἥ τε θερμασία κατὰ τὸν θώρακα καὶ σαφῶς ἐστι πυρετώδης αὐτοῖς, ἀμυδρότεροί τε τοσοῦτον οἱ σφυγμοὶ τῶν κατὰ φύσιν εἰσὶν εἰς ὅσον ἡ θερμασία παραύξηται. ταῦτα μὲν οὖν ἱκανὰ περὶ τῶν πυρετῶν, ὅσοις ἡ καρδία γέγονε θερμοτέρα τοσοῦτον τοῦ κατὰ φύσιν ὅσον αἱ κατ’ αὐτὴν ὗλαι ψυχρότεραι. προσκείσθω δ’ ἀσφαλείας ἕνεκα ταῖς ὕλαις ἐκεῖνα τὰ σώματα σύμπαντα τὰ ψαύοντα τῆς καρδίας,
361
εἴη δ’ ἂν ταῦτα τῶν μὲν σπλάγχνων ὁ πνεύμων, ὑμένων δὲ ὅ τε περικάρδιος ὀνομαζόμενος, ὅσον τε τῶν διαφραττόντων τὸν θώρακα τῆς καρδίας ἐγγύς. ὁμιλεῖ δὲ δή που τῷ σπλάγχνῳ τούτῳ καὶ ὁ περιεχόμενος ἀὴρ ὑπὸ τοῦ περικαρδίου σκεπάσματος, ὥσπερ γε καὶ ἀρτηρίαι καὶ αἱ φλέβες, ὧν ἐν ταῖς κοιλίαις αὐτῆς φαίνεται μέγιστα στόματα. ταυτὶ γὰρ ἅπαντα ταῖς ὕλαις ἀνάλογον ἀλλοιοῖ τῆς καρδίας τὸν σφυγμὸν, καὶ καλείσθω συντόμου διδασκαλίας ἕνεκεν ἅπαντα τὰ κατειλεγμένα ψαύοντα τῆς καρδίας.
Ἑξῆς οὖν λέγωμεν ὑπὲρ ἐκείνων πυρετῶν ἐν οἷς ἡ μὲν καρδία θερμοτέρα πλείονι μέτρῳ, τὰ ψαύοντα δ’ αὐτῆς ἐλάττονι μέτρῳ ψυχρότερα. γενήσονται γὰρ ἐν ταῖς τοιαύταις διαθέσεσιν οἱ σφυγμοὶ θάττους τε ἅμα καὶ μείζους καὶ πυκνότεροι καὶ ἀμυδρότεροι τῶν κατὰ φύσιν, ἀλλὰ πλείονι μὲν εἰς ἀμυδρότητα καὶ τάχος, ἐλάττονι δὲ εἰς πυκνότητά τε καὶ μέγεθος τοῦ κατὰ φύσιν ἐξιστάμενοι. μόνιμος δὲ καὶ ἡ τούτων γένεσις, ὥσπερ καὶ ἡ τῶν ἄλλων ἑκτικῶν. εἰ δὲ τὸ μὲν σπλάγχνον ἔλαττον ἐξίσταιτο τοῦ κατὰ φύσιν εἰς θερμότητα, τὰ δὲ ψαύοντα αὐτοῦ πλέον εἰς ψυχρότητα, μικρότεροι
362
μὲν ἐπὶ τῶν τοιούτων οἱ σφυγμοὶ καὶ ἀραιότεροι γενήσονται, τῷ τάχει δ’ ἤτοι παραπλήσιοι τοῖς κατὰ φύσιν ἢ βραδύτεροι, παραπλήσιοι μὲν, ὅταν μὴ πολὺ πλέον ἐπὶ τὸ ψυχρότερον ἐξίστηται τὰ ψαύοντα, βραδύτεροι δὲ, ὅταν πολὺ πλέον ἀποκεχωρήκῃ ταῦτα τοῦ κατὰ φύσιν ἐπὶ τὸ ψυχρὸν ἤπερ ἡ καρδία πρὸς τὸ θερμόν. ἡ δ’ ἀμυδρότης κᾀνταῦθα κατὰ τὸ ποσὸν τῆς θερμότητος. εἰ δὲ τὸ μὲν σῶμα τῆς καρδίας αὐτὸ ψυχρότερον εἴη τοῦ κατὰ φύσιν, αἱ δ’ ὗλαι καὶ ἄλλα τὰ ψαύοντα αὐτῆς θερμότερα, γενήσονται μὲν δή που κᾀνταῦθα τρεῖς αἱ πᾶσαι διαφοραί. τραπήσονται δ’ οἱ σφυγμοὶ καθ’ ἑκάστην ἀνάλογον ταῖς προειρημέναις. ἔστω γὰρ πρῶτον ἐπὶ τοσοῦτον ἐψῦχθαι τὴν καρδίαν ἐφ’ ὅσον τεθέρμανται τὰ ψαύοντα, βραδύτερος ὁ τοιοῦτος ἔσται σφυγμὸς τοῦ κατὰ φύσιν, ὅταν ἀξιόλογος ἡ ἀλλοίωσις ᾖ. ἀνάλογον δ’ αὐτῷ καὶ τὸ τῆς ἀμυδρότητος ὑπάρχει. τῷ μεγέθει δὲ οὐδὲ ἓν ἐξαλλαχθήσεται τοῦ κατὰ φύσιν, ὥσπερ οὐδὲ τῇ πυκνότητι σαφὲς, οὐδὲ ἀξιόλογον οὐδέν. ἐν μέντοι ταῖς τοῦ κατὰ φύσιν βραχείαις ἐκτροπαῖς ἐφ’ ἑκάτερα δυσφωρατοτέρα ἡ διάκρισις, ὡς πρόσθεν καὶ εἴρηται, καὶ μάλιστα γίνεται δύσγνωστος ἐν
363
οἷς σώμασι τὸ κατὰ φύσιν οὐ προεπιστάμεθα. γινωσκομένου δὲ τούτου δυνατόν ἐστι καὶ τὴν βραχεῖαν ἐπιγνῶναι μεταβολὴν, ὅταν ἠσκημένος ᾖ τις ἐν διαγνώσει σφυγμῶν. ὥσπερ δ’ ὀλίγον ἔμπροσθεν, ἡνίκα τοῦ σπλάγχνου θερμοτέρου γενομένου, τῶν ψαυόντων δ’ αὐτοῦ ψυχροτέρων, ἐσκοπούμεθα τοὺς σφυγμοὺς, ἑκτικὸν ἐλέγομεν εἶναι τὸν πυρετὸν, οὕτως νῦν εἰ μὲν τὸ σπλάγχνον εἴη ψυχρότερον ἅπαντος τοῦ κατὰ φύσιν ὅρου, τὰ δὲ ψαύοντα θερμότερα, πυρέξει μὲν ὁ ἄνθρωπος, ἀλλ’ οὐ τὸν ἑκτικὸν ὀνομαζόμενον πυρετὸν, ἀλλ’ ἤτοι τὸν ἐφήμερον ἢ τὸν ἐπὶ σήψει χυμῶν. ἴδια δ’ ἑκάτερα τὰ γνωρίσματα, τοῦ μὲν ἐφημέρου πυρετοῦ μιχθέντος ψυχροτέρῳ σώματι καρδίας, ὅταν ἴσως ἑκάτερος ἐξεστήκῃ τοῦ κατὰ φύσιν ὁ σφυγμὸς, οὐδὲν μὲν τῷ μεγέθει παραλλάττει τοῦ κατὰ φύσιν, ὥσπερ οὐδὲ πυκνότητι σαφὲς οὐδὲν, οὐδὲ τάχει, πρὶν ἀξιόλογον ἑκατέρου γενέσθαι τὴν ἐκτροπὴν, ἀμυδρότερον δ’ εἰς τοσοῦτον εἰς ὅσον καὶ τὸ σπλάγχνον ψυχρότερον ἔσται. τοῦ δ’ ἐπὶ σήψει χυμῶν, ἴσον μὲν ἀεὶ καὶ τούτου τὸ μέγεθος, οὐκ ἴσον δὲ τῶν κατὰ φύσιν, οὐδὲ τῶν ἄλλων γενῶν, ἀλλ’ ἐπειδὰν μὲν ὀλίγον ἐξεστήκῃ τοῦ κατὰ φύσιν, οὐδὲν ὅ τι
364
καὶ ἀξιόλογον· πλέον δ’ ἐκστάντων ἐναργῶς θάττων ὁ σφυγμὸς γίνεται κατὰ τὴν συστολὴν, ὥσπερ ὁ πρότερος ἐν τῇ διαστολῇ. καὶ μὲν δὴ καὶ πυκνότερος ἐναργῶς κατὰ τὴν ἐκτὸς ἠρεμίαν, ἀμυδρότερος δὲ φαίνεται τοσοῦτον ὅσον ἡ καρδία κατέψυκται. ἔστω δὴ πάλιν ἐπιπλέον ἐψῦχθαι τὴν καρδίαν ἢ τεθερμάνθαι τὰ ψαύοντα, καὶ εἶναι τὸν πυρετὸν ἐφήμερον, ἐπιπλέον οἱ σφυγμοὶ μὲν τούτων σαφῶς ἀμυδροὶ γενήσονται καὶ μικρότεροι, βραδεῖς δ’ οὐχ ὁμοίως σαφῶς, ἀλλ’ ὅσον ἐπιπλέον ἐψύχθη τὸ σῶμα τῆς καρδίας τῶν ψαυόντων ἑαυτοῦ. καὶ μὲν δὴ καὶ ἀραιοὶ καὶ μικροὶ κατὰ τὴν ἀναλογίαν ἔσονται. ἔστω δὲ πάλιν ἐπὶ σήψει χυμῶν ὁ πυρετὸς, ὁ σφυγμὸς τούτων ἀμυδρὸς ἔσται ὡσαύτως τῷ προειρημένῳ, μικρότερος δ’ ἔτι κἀκείνου κατά γε τὴν διαστολὴν καὶ βραδύτερος. ἡ μέντοι συστολὴ θάττων αὐτοῦ γενήσεται τοῦ κατὰ φύσιν. ἔτι δὲ μᾶλλον ἐν ἐκείνοις ἔσται τοῖς καιροῖς τοῦ παροξυσμοῦ τὸ τοιοῦτον, ἐν οἷς τέ ἐστιν ἀρχὴ καὶ ἐπίδοσις, ἐπεὶ κατά γε τὰς ἀκμὰς ἧττον, ἔτι δ’ ἧττον ἐν ταῖς παρακμαῖς. ὑποκείσθω δὴ τὸ τρίτον εἶδος τῆς ἐπαλλάξεως, ὅπερ ἐστὶν ἔλαττον
365
εἰς ψυχρότητα μεθεστηκέναι τὴν καρδίαν ἤπερ εἰς θερμότητα τὰ ψαύοντα αὐτῆς, καὶ εἶναι τὸν πυρετὸν ἐφήμερον, οἱ σφυγμοὶ τῷ τοιούτῳ σώματι τοσούτῳ μὲν ἀμυδρότεροι τοῦ κατὰ φύσιν ὅσῳ περ καὶ τὸ σῶμα τῆς καρδίας δυσκρατότερον ἔσονται μείζονές τε καὶ θάττονες τοῦ κατὰ φύσιν, καὶ πλέον γε μείζονες ὅσῳ περ ἢ θάττονες. ἔσονται δὲ καὶ πυκνότεροι. ταῦτα σύμπαντα λέλεκται μήτ’ εἰς σκληρότητα μήτ’ εἰς μαλακότητα τῶν σφυγμῶν ἐπιδήλως ἠλλοιωμένων, ὡς εἴ γε καὶ κατὰ τοῦθ’ ὑπαλλαχθεῖεν, ἡ μὲν ἐπὶ τὸ μαλακὸν αὐτῶν ἐκτροπὴ, τὸ μέγεθος μὲν πάντως αὐξήσει καὶ τὴν ἀραιότητα, προσθήσει δ’ ἐνίοτε καὶ βραδύτητα· εἰ δ’ ἐπὶ τὸ σκληρὸν, τἀναντία, μικρότητά τε καὶ πυκνότητα, καίτοι καὶ τάχος ἐνίοτε προσθήσει. ἐγὼ μὲν δή μοι πάσας ἤδη δοκῶ τῶν πυρετῶν εἰρηκέναι τὰς ἐκ σφυγμῶν διαφορὰς, εἴ γε δὴ τὴν οὐσίαν αὐτῶν ἐπὶ πλεονεξίᾳ τῆς ἐν τῇ καρδίᾳ θερμασίας ὀρθῶς ἐθέμεθα. καὶ σὺν τοῖς πυρετοῖς γε καὶ ἄλλων οὐκ ὀλίγων ἐμνημόνευσα διαθέσεων ἐναντίων τοῖς πυρετοῖς, ἐφ’ ὧν τῶν ἡ τῆς καρδίας διάθεσις ψύξις ἐστίν. ἀλλὰ καὶ περὶ τῶν μικτῶν διαθέσεων εἶπον, ὧν ἡ μίξις ἐξ ἐναντίων
366
ἐπιπλεκομένων ἀλλήλοις γίγνεται. καὶ ἦν ἤδη μοι καιρὸς ἐφ’ ἕτερόν τινα προϊέναι λόγον· ἐπεὶ δὲ οὐκ οἶδ’ ὅπως εἰς παμπόλλην διαφωνίαν ἐμπεπτώκασιν οἱ περὶ πυρετῶν πραγματευσάμενοι, δι’ ἐκείνους ἀναλαβεῖν ἐπὶ κεφαλαίων ἔγνωκα τὰ προειρημένα κατὰ τόδε τὸ γράμμα, ἐν ᾧ περὶ τῆς τῶν πυρετῶν ἐκ σφυγμῶν διαγνώσεως, καὶ εἴ γε χρὴ τἀληθὲς εἰπεῖν, δι’ Ἀρχιγένην μάλιστα τοῦτο ποιεῖν διέγνωκα. πάντων γὰρ ἐπιμελέστατος ἐν τῇ περὶ τῶν πυρετῶν πραγματείᾳ δόξας γεγονέναι κινδυνεύει μηδὲν ἡμᾶς διδάσκειν ὁμοίως Ἐρασιστράτῳ. διττὸς γάρ ἐστι τῶν μηδὲν διδασκόντων ὁ τρόπος, ἐνίων μὲν εἰς ἰδιότητα καταφευγόντων ἄῤῥητον, ἐνίων δὲ λεγόντων μὲν ὀνόματα, μήτε δ’ ἃ σημαίνει φυλαττόντων μήθ’ ἃ βούλονται σημαίνειν ἑρμηνευόντων. ὁ γάρ τοι σκληρὸς σφυγμὸς, ὃν ἀχώριστον εἶναι βούλεται τῶν πυρεττόντων ὁ Ἀρχιγένης, ὄνομα μόνον ἐστὶν, οὐδὲν πρᾶγμα σημαίνων ἐπιστημονικῶς τε καὶ βεβαίως νοηθῆναι δυνάμενον. εἴρηται δ’ ἐπιπλέον ὑπὲρ τοῦ τοιούτου σφυγμοῦ κατά τε τὴν περὶ διαφορᾶς σφυγμῶν πραγματείαν, ἔτι τε καὶ τὴν
367
διαγνωστικὴν, οὐχ ἥκιστα δὲ καὶ δι’ ὧν ἐξηγούμεθά τε ἅμα καὶ κρίνομεν, ὅσα κατά γε τὸ περὶ τῶν σφυγμῶν βιβλίον ὁ Ἀρχιγένης ἔγραψεν. ἀναγκαῖον δ’ ἐστὶν, ὡς ἔοικεν, εἰπεῖν τι καὶ νῦν ἐπὶ κεφαλαίων ὑπὲρ αὐτῶν.
Ὥσπερ τῶν ἄλλων ὀνομάτων ἕκαστον ἴδιον δηλοῖ πρᾶγμα παρὰ τοῖς Ἕλλησι πᾶσιν, οὕτω καὶ κατὰ τῶν ὑποπιπτόντων ταῖς αἰσθήσεσιν ἔθεντο προσηγορίας τινὰς, ἰδίᾳ μὲν ὅσαι δηλοῦσι τὰς ἀκουστὰς διαφορὰς, ἰδίᾳ δ’ ὅσαι τὰς ὁρατὰς, ἢ ὀσφρητὰς, ἢ γευστὰς, ἢ ἁπτάς. οὔτ’ οὖν ἐπ’ ἄλλην φέρουσιν αἴσθησιν τό τε λευκὸν καὶ μέλαν καὶ ξανθὸν καὶ πυῤῥὸν, ὠχρόν τε καὶ φαιὸν καὶ κυανοῦν, ὅσα τ’ ἄλλα χρωμάτων ἐστὶν ὀνόματα πλὴν τῶν ὁρατῶν, οὔτ’ αὖ πάλιν ἐπ’ ἄλλα τὸ αὐστηρὸν καὶ γλυκὺ καὶ πικρὸν καὶ στρυφνὸν καὶ στῦφον, ἁλυκόν τε καὶ ἁλμυρὸν, ὅτι μὴ τῶν γευστῶν· οὐ μὴν δ’ ἐπ’ ἄλλων τινῶν θερμὸν καὶ ψυχρὸν, ξηρὸν καὶ ὑγρὸν, καὶ μαλακὸν καὶ σκληρὸν, ἀλλ’ ἐπὶ τῶν ἁπτῶν ἅπαντες. εἰ δέ τις ἐπ’ ἄλλο μεταφέρει τῶν εἰρημένων ὁτιοῦν, ὁ μὲν τρόπος τῆς τοιαύτης χρήσεως ὀνομάζεται
368
μεταφορά. γίνεται δὲ δή που ταῖς ἄλλαις ὡσαύτως μεταφοραῖς καθ’ ὁμοιότητά τινα καὶ ἀναλογίαν, καθ’ οἵαν ὁμοιότητα καὶ πόδες εἴρηνται καὶ κορυφαὶ καὶ λαγόνες ὄρους. ὡς γὰρ ἐπὶ τῶν ζώων τὰ κατωτάτω μὲν οἱ πόδες, ἡ κορυφὴ δὲ τὰ ἀνωτάτω πάντων ἐστὶν, οὕτως ἐπὶ τῶν ὀρῶν συγχωροῦμεν τοῖς ποιηταῖς τὰ μὲν ἀνωτάτω κορυφὰς ὀνομάζειν, τὰ κατωτάτω δὲ πόδας. ἐὰν οὖν τις ἐπὶ ζώου ποιούμενος τὸν λόγον, εἶτα πόδας εἰπὼν ἢ λαγόνας ἀξιώσει μήτε τῶν ποδῶν ἀκούειν, ὡς ἅπαντες ἀκούουσιν, μήτε τῶν λαγόνων, ὡς σύνηθες, ἀλλ’ οὕτως δεῖν φάσκῃ λαγόνων ἀκούειν, ὡς ἐπὶ τοῦ ὄρους τοῦ Βριλλησοῦ Καλλίμαχος εἴρηκε·- Βριλλησοῦ λαγόνες εἰσὶ νόμου, ὃν ἐκτήσαντο,
γελοιότατος ἂν εἴη, διττῇ τε καὶ παλινδρομούσῃ χρώμενος ἀπὸ τῶν οὐ κυρίων ἐπὶ τὰ κύρια τῇ μεταφορᾷ. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ὅστις ἐπὶ ἤθους, ἢ οἴνου λεγομένου τοῦ σκληροῦ κατὰ μεταφορὰν, ὑπὲρ τῶν ἁπτῶν σωμάτων ποιούμενος τὸν λόγον οὐχ ὡς σύνηθες ἅπασιν, οὕτως ἀξιῶν τῆς προσηγορίας ἀκούειν, ἀλλ’ ὡς οἶνος λέγεται σκληρὸς,
369
ἢ ἄνθρωπος, τὸ ἦθος σκληρόν. ὅμοιον γὰρ ἐκείνῳ τοῦτο τὸ περὶ πραγμάτων ὁρατῶν διαλεγόμενον, εἶτα λευκὸν μὲν εἰπόντα μὴ συγχωρεῖν ἀκούειν οὕτως ὡς εἴθισται πᾶσιν, ἀλλ’ ἐπειδὴ πυρετούς τινας λευκοὺς αὐτὸς ὁ Ἀρχιγένης εἴρηκεν, οὕτως ἀκούειν χρῆναι καὶ τὸ χρῶμα τὸ λευκόν. ὥσπερ οὖν ὁ τοιοῦτος οὐκ ἂν δόξειε σωφρονεῖν, εἰ τὸ κυρίως ἐπὶ χρώματος λεγόμενον ὄνομα μετάγειν ἐπ’ αὐτὸ κατὰ διττὴν μεταφορὰν ἀπὸ τῶν οὐ κυρίως ἀξιώσειεν, οὕτως, οἶμαι, καὶ ὅστις ἐπὶ σώματος ἁπτοῦ τὸν λόγον ποιούμενος, ἐκ μεταφορᾶς κελεύσει τὸ σκληρὸν ὄνομα ἀκούειν. συμβαίνει γὰρ ἐν τοῖς τοιούτοις ἅπασι λόγοις μηδὲν μανθάνειν τοὺς ἀκούοντας, ὅταν εἴργωνταί τε τοῦ κυρίως λεγομένου, μηδέν τ’ ἄλλο νοῆσαι δύνωνται. τί γὰρ ἄλλο τις νοήσειε χρῶμα τὸ λευκὸν ἀκούσας ὄνομα τοῦ τε συνήθους εἰργόμενος ἀκούειν τε κελευόμενος ἐκ τῆς τῶν λευκῶν πυρετῶν μεταφορᾶς; οὕτως οὖν καὶ ὁ σκληρὸς σφυγμὸς ὑπὸ τοῦ Ἀρχιγένους εἰσαγόμενος ἐφ’ ἁπτοῦ πράγματος, εἰ μὴ τὸ κύριον σημαίνει, τοῦτο δὴ τὸ συνήθως ἅπασι λεγόμενον, ἀλλ’ ὡς ἐκεῖνος ἐκ μεταφορᾶς τῆς τῶν οἴνων βούλεται, παντάπασιν ἀσαφής τε καὶ 370
ἄγνωστος γίγνεται καὶ τοιοῦτος οἷος εἰ καὶ σκινδαψὸς ἐλέγετο, πρὸς τῷ καὶ δύνασθαι πᾶν ὁτιοῦν ἄλλο κατὰ τοῦ τῶν πυρετῶν ἰδίου σφυγμοῦ φέρειν ὄνομα, καὶ δοκεῖν τι λέγειν, ὡς πρὸς ἀνθρώπους μὲν ἀγυμνάστους ἐν διαιρέσεσι σημαινομένων, εὐγνώμονας δὲ καὶ πεπιστευκότας, ὅτι γέρων ἄνθρωπος, ἐν τοσαύτῃ γεγονὼς δόξῃ καὶ πολλὰ τὴν τέχνην ὠφεληκὼς, οὐκ ἂν ἑκὼν εἶναί ποτε τοιαύτην ἀσάφειαν ἐμηχανήσατο κατὰ τὸν λόγον, ὡς ὀνόματα προσφέρεσθαι μηδὲν σημαίνοντα. φέρε γὰρ εἴ τις εἴπῃ τὸν τοῦ πυρέττοντος σφυγμὸν εἶναι πικρὸν, ἀξιώσει οὕτως ἀκούειν τοῦ πικροῦ ὀνόματος ὡς ἐπὶ γευστῶν ἐνίοτε λέγομεν, ἆρ’ ἕξομέν τι νοῆσαι σαφές; οὐ μᾶλλον ἢ εἰ στρυφνὸν, ἢ αὐστηρὸν, ἢ ὀξὺν ἀκούσαιμεν εἶναι τὸν σφυγμόν. ἐν ἅπασι μὲν γὰρ αὐτοῖς ἀηδές τι καὶ παρὰ φύσιν ἐμφαίνεται. τί δὲ τοῦτ’ ἔστιν οὐ δηλοῦται, καίτοι κατὰ μὲν τὰς τοιαύτας μεταφορὰς ἀπὸ τῶν κυρίων ἐφ’ ἕτερον οὐ κύριον ἡ μετάθεσις γίνεται, συγκεχωρημένον ἅπασι καὶ εἰθισμένον πρᾶγμα. κατὰ δὲ τὸ τοῦ σκληροῦ σφυγμοῦ σημαινόμενον, ὅπερ ὁ Ἀρχιγένης ἐνομοθέτησεν, 371
οὔτε συγκεχωρημένον, οὔτε εἰθισμένον, οὔτε ὅλως γεγονὸς, ἢ γενέσθαι δυνάμενον, ἀκοῦσαι χρὴ σημαινόμενον, ἀπὸ τῶν μεταφορικῶν ἐπὶ τὸ κύριον ἐπανερχομένους. διόπερ ὀνόματος μὲν ἔστιν ἀκοῦσαι, πρᾶγμα δὲ οὐδ’ ἐννοῆσαι. ἀλλ’ οὐκ ἔτι δεῖ περί γε τούτου μηκύνειν, ἐν ἄλλοις ἐπιπλέον ὑπὲρ αὐτοῦ διειλεγμένους, ἀναλαβόντας δὲ τὰ προειρημένα διὰ κεφαλαίων ὑπὲρ ἁπάντων τῶν πυρετῶν ἐπελθεῖν.
Ὅτι μὲν δὴ τρία ἐστὶ τὰ πάντα αὐτῶν γένη δέδεικται δι’ ἑτέρων. ὁποία δέ τις ἑκάστου διάγνωσις ἐκ σφυγμῶν, ἐν τῷδε ῥητέον. οἱ μὲν ἐφήμεροι πάντες εἰς μέγεθος καὶ τάχος καὶ πυκνότητα τρέπουσι τοὺς σφυγμοὺς ὅσον ἐφ’ ἑαυτοῖς. εἰ γὰρ ἐπιμιγνύοιτό τις ἄλλη διάθεσις, ἀνάγκη μικτὴν γενέσθαι τὴν τροπὴν, ἐξ ἐκείνης τε καὶ τῆς κατὰ τὸν λόγον τοῦ πυρετοῦ συνισταμένης. ὡσαύτως δὲ καὶ οἱ ἑκτικοὶ τῶν πυρετῶν εἰς τὰς αὐτὰς διαφορὰς ἀλλοιοῦσι τοὺς σφυγμοὺς ὅσον γ’ ἐφ’ ἑαυτοῖς, καὶ πλέον γ’ ἐπὶ τούτοις ἐξαλλάττεται τὸ τάχος. οἱ δὲ ἐπὶ σήψει χυμῶν ἐν μὲν ταῖς ἀκμαῖς ἀμφοτέρας ἔχουσι τὰς κινήσεις ταχείας, τήν τε τῆς
372
διαστολῆς καὶ τὴν τῆς συστολῆς. ὡσαύτως δὲ καὶ τὰς πυκνότητας ἀμφοτέρας ὁμοίως ἀλλοιοῦσι, τήν τε κατὰ τὴν ἐκτὸς ἡσυχίαν γινομένην καὶ τὴν κατὰ τὴν ἐντὸς, ἐν δὲ ταῖς εἰσβολαῖς οὐχ ὁμοίως, ἀλλὰ μᾶλλον ἐπιτείνουσι τῆς συστολῆς τὸ τάχος. ἐν δὲ ταῖς ἀναβάσεσι καὶ τοῦτο μὲν καὶ τὴν ἐκτὸς ἡσυχίαν ἐπιπλεῖστον συνεργοῦσιν, ὡς πυκνότατον φαίνεσθαι κατ’ αὐτὴν τὸν σφυγμόν. οὗτοι μόνοι πυρετῶν εἰσιν ἴδιοι σφυγμοὶ κατὰ τὸν ἑαυτῶν λόγον· οἱ δ’ ἄλλοι πάντες οἱ τοῖς πυρέσσουσι συμπίπτοντες ἄλλῃ τινὶ διαθέσει μᾶλλον ἢ τῇ τῶν πυρετῶν ἕπονται. δύο δ’ ἔστι γένη κᾀκείνων τῶν διαθέσεων, ἤτοι τῆς δυνάμεως ἢ τῶν ὀργάνων ἡ κάκωσις. ἐδείχθη γὰρ ὡς εἰς τρία χρὴ βλέποντας ταῦτα ἐξευρίσκειν τὰς ἀλλαττούσας αἰτίας τὸν σφυγμὸν, ὄργανόν τε καὶ χρείαν καὶ δύναμιν. ἐπιδέδεικται γὰρ καὶ ὅσα καθ’ ἕκαστον αὐτῶν γένος, ἐξιστάμενον τοῦ κατὰ φύσιν, ἀναγκαῖόν ἐστι συμπίπτειν τοῖς σφυγμοῖς. οὔκουν ἔτι θαυμαστὸν εἰ διαφέρονταί τε πρὸς ἀλλήλους οἱ σοφοὶ ἰατροὶ περὶ τῶν ἰδίων τοῦ πυρετοῦ σφυγμῶν, ἁμαρτάνουσί τε πάντες, ἅτε μήτε τὰ γένη τῶν πυρετῶν διελόμενοι, τάς τε διὰ τὴν δύναμιν,
373
ἢ τὴν τῶν ὀργάνων κάκωσιν ἀλλοιώσεις τῶν σφυγμῶν αὐτῶν τῶν πυρετῶν ἰδίας εἶναι νομίζοντες. οἷον αὐτίκα παροξυσμῶν εἰσβαλόντων οἱ μὲν τοὺς πυκνούς τε καὶ μικροὺς, οἱ δὲ πρὸς τούτοις καὶ τοὺς ἀμυδροὺς, ἔνιοι δὲ καὶ τοὺς ἀνωμάλους, εἰσὶ δ’ οἳ καὶ τοὺς βραδεῖς, ὥσπερ ἄλλοι τοὺς ταχεῖς, ἔθεντο γνωρίσματα. καίτοι γ’ ἔνιοι τῶν πυρετῶν ἀθλίπτους, ὡς αὐτοὶ καλοῦσι, ποιοῦνται τὰς εἰσβολὰς, ἐφ’ ὧν εἰς μέγεθός τε καὶ τάχος ἡ πρώτη τροπὴ γίνεται τῶν σφυγμῶν, εἶτ’ ὀλίγον ὕστερον αὐξανομένοις τοῖσδε καὶ ἡ πυκνότης ἐπιγίνεται, τῶν δ’ ἄλλων σφυγμῶν τῶν εἰρημένων οὐδεὶς αὐτοῖς οὔτ’ ἀρχομένων τῶν παροξυσμῶν οὔτε αὐξανομένων οὔτε ἀκμαζόντων ἐπιφαίνεται. ἀλλὰ τούτοις μὲν οὔτε ῥῖγος οὔτε φρίκη τις οὔτ’ ἀνωμαλία σαφὴς, ἀλλ’ οὐδὲ ψύξις ἄκρων, ἢ τῆς ἐκτὸς ἐπιφανείας, οὐδὲ δῆξις, ἢ βάρος, ἢ θλίψις στομάχου συνεισβάλλει. τοῖς πλείστοις δ’ ἤτοι ἕν τι τῶν εἰρημένων ἢ καὶ πλείω συνεδρεύει. καί τισιν αὐτῶν ὀλίγον ὕστερον ἔμετος ἐναργῶς ἐνδεικνύμενος, ὡς ἐκ τοῦ συῤῥεῖν εἰς τὴν γαστέρα μοχθηροὺς χυμοὺς, οἱ μὲν ἐδήχθησαν αὐτῶν, οἱ δὲ
374
ἐθλίφθησαν, οἱ δ’ ἀσώδεις ἐγένοντο. προφανέστατα γὰρ ἐπὶ τῶν πλείστων ἀρχῶν ἀποχωρεῖ μὲν ἁπάσης τῆς ἐκτὸς ἐπιφανείας τὸ αἷμα, συῤῥεῖ δ’ εἰς τὰ σπλάγχνα, κᾀκ τούτου θλίψεις τε καὶ σφηνώσεις, ἐμφράξεις τε καὶ διατάσεις ἀρτηριῶν γίνονται κυρίων, ἐφ’ αἷς οἱ ἀνώμαλοι σφυγμοὶ ταῖς εἰσβολαῖς τῶν τοιούτων παροξυσμῶν συνεδρεύουσιν, ὥσπερ αὖ πάλιν οἱ ἀμυδροὶ διὰ τὴν τοῦ στομάχου τε καὶ τῆς δυνάμεως κάκωσιν. οὕτως δὲ καὶ οἱ μικροὶ διά τε τὴν ἀῤῥωστίαν γίνονται τῆς δυνάμεως καὶ διὰ τὴν ψύξιν, ὥσπερ γε καὶ οἱ βραδεῖς ἐπὶ ταῖς ἰσχυραῖς ψύξεσιν. ἀλλὰ τούτων γε οὐδεὶς ὁμοίως τῇ διαστολῇ τὴν συστολὴν ἐποιήσατο βραδεῖαν, ἀλλ’ ἔστιν ἀχώριστόν τε καὶ ἰδιώτατον εἰσβολαῖς πυρετοῦ ἐπὶ σήψει χυμῶν ἡ συστολὴ τῆς ἀρτηρίας ὠκυτέρα γινομένη. καὶ ὅστις ἤσκηται γινώσκειν συστολὴν ἀχώριστον ἀρχῆς παροξυσμοῦ τοῦθ’ ἕξει τὸ σημεῖον, ὅταν, ὡς εἴρηται πολλάκις, ὁ σφυγμὸς ἔχῃ τινὰ τόνον. ἐδείχθη γὰρ ἐπὶ τῶν ἀμυδρῶν ἀδιάγνωστος ἡ συστολή. τοῦτ’ οὖν ἀσκητέον ἐν τοῖς μάλιστα τὸν ἀκριβῶς βουλόμενον ἀρχὴν γνωρίζειν παροξυσμοῦ. ὅπως δ’ ἄν τις
375
ὑπάρξοιτο τῆς ἀσκήσεως, ἐν τῷ πρώτῳ περὶ διαγνώσεως σφυγμῶν ἐπὶ πλεῖστον εἴρηται· τοῦτο τὸ σημεῖον ἀψευδέστατόν ἐστι, καὶ χρὴ θαῤῥεῖν αὐτῷ μάλιστα κατὰ τὰς διαγνώσεις ἐναργῶς φανέντι. ἔγωγ’ οὖν ἐπὶ πολλῶν πολλάκις, ὧν οὐδεπώποτε πρόσθεν ἡψάμην τῶν σφυγμῶν, οὔθ’ ὑγιαινόντων οὔτε νοσούντων, τούτῳ τῷ σημείῳ μόνω πιστεύσας ἥμαρτον οὐδέποτε. ταῖς μὲν γὰρ ἄλλαις ἁπάσαις, εἴτ’ οὖν ψύξις εἴη ὅλου τοῦ σώματος, εἴτε καὶ τοῦ στόματος τῆς γαστρὸς, ὃ καταχρώμενοι στόμαχον ὀνομάζομεν, εἴτ’ εἰς τὸ βάθος ῥοπαὶ τοῦ αἵματος, ἤτοι διὰ λύπην, ἢ φόβον, ἢ δι’ ἄλλην τινὰ αἰτίαν γιγνόμεναι, παραπλήσιός ἐστιν ἡ βραδύτης τοῦ σφυγμοῦ διαστελλομένης τε καὶ συστελλομένης τῆς ἀρτηρίας, εὐθὺς δ’ αὐτῇ σύνεστι καὶ ἡ ἀραιότης κατ’ ἄμφω τὰς ἡσυχίας. μόναις δὲ ταῖς πυρεκτικαῖς εἰσβολαῖς, κᾂν ἡ διαστολή ποτε γένηται βραδυτέρα τῆς ἔμπροσθεν, ἀλλ’ ἥ γε συστολὴ τάχος προσκτᾶται. συναιρεῖται δέ τι καὶ τῆς ἐκτὸς ἡσυχίας, ὡς πυκνότερον ἐνταῦθα γίνεσθαι τὸν σφυγμὸν, οὐ μὴν κατά γε τὴν ἐντὸς, ἀλλ’ ἤτοι τῷ πρόσθεν ὡσαύτως, ἢ βραχεῖ τινι κατὰ τὸν καιρὸν τοῦτον ἀραιότερος φαίνεται.
376
παραβάλλειν δὲ δηλονότι χρὴ τὴν ἔμπροσθεν ἡσυχίαν ὡς πρὸς τὴν ἁφὴν τῇ νῦν φαινομένῃ, μεμνημένον μὲν ὅτι σύνθετός ἐστιν ἔκ τε τοῦ πέρατος τῆς συστολῆς καὶ τῆς ἀρχῆς τῆς διαστολῆς καὶ τῆς μεταξὺ τούτων ἠρεμίας, ἐκλογιζόμενον δ’ ὅσον ἑκατέρωθεν αὐτῇ προσῆλθεν, ἐκ τοῦ μὴ φαινομένου μορίου τῶν κινήσεων, αὐτὸ δὲ δὴ τοῦτο πάλιν ἐκλογίζεσθαι τῷ τόνῳ παραμετροῦντα. εἰ μὲν γὰρ ὡσαύτως ἔχει τόνου νῦν τε καὶ πρόσθεν ὁ σφυγμὸς, εἰς ὅσον ἂν ὁ χρόνος τῆς αἰσθητῆς ἡσυχίας γένηται μακρότερος εἰς τοσοῦτο καὶ καὶ τὴν ὄντως ἡσυχίαν ἡγεῖσθαι μεμηκύνθαι. εἰ δ’ ἀμυδρότερος ἢ πρόσθεν γένοιτο, λογίζεσθαί τι καὶ διὰ τοῦτ’ ἀποκεκρύφθαι τῶν κινήσεων, ὅπερ ὑφαιρεῖν χρὴ τῆς αἰσθητῆς ἡσυχίας εἰς τὴν τῆς ὄντως εὕρεσιν. εἰ γὰρ ὀλίγῳ μέν τινι τοῦ πρόσθεν ὁ σφυγμὸς ἀτονώτερος γένηται, πολλῷ δὲ ἀραιότερος, ἡγητέον ἐκτετάσθαι τὴν ὄντως ἡσυχίαν. εἰ δ’ ἀτονώτερος μὲν πολλῷ, βραχεῖ δ’ ἀραιότερος ὡς πρὸς τὴν αἰσθητὴν διάγνωσιν, οὐκέτι καὶ τὴν ὄντως ἡσυχίαν τὴν ἔνδον ἡγητέον ἐκτετάσθαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἰ τοῦ σφυγμοῦ βραχεῖαν ἀτονίαν προσλαβόντος, ἀξιολόγως τινὶ
377
φαίνοντο τὰ τῆς πυκνότητος ἐπιτετάσθαι, συναιρεῖσθαι λογιστέον τὴν ὄντως ἡσυχίαν. ἐφ’ ὧν μὲν οὖν ἀμυδρότερος ὁ σφυγμὸς ἐγένετο κατὰ τὸν τῆς διαγνώσεως καιρὸν, ὡς εἴρηται, λογιστέον. ἐφ’ ὧν δ’ ὡσαύτως ἔχει τόνου, σαφεστάτη διάγνωσις ἐπὶ τούτων ἐστὶ καὶ τῆς ἐντὸς ἡσυχίας, ὡς λέλεκται, σκοπουμένοις. ὅταν οὖν ποθ’ ὁ σφυγμὸς ἄτρεπτος μὲν ὢν τἄλλα θάττων γένηται κατὰ τὴν συστολὴν, ἀρχῆς παροξυσμοῦ σημεῖον ἀχώριστον τίθεσο. γίγνεται δ’ εὐθὺς τοιοῦτος σφυγμὸς καὶ πυκνότερος κατὰ τὴν ἐκτὸς ἡσυχίαν, ἐπειγομένης τῆς φύσεως ἀποτρίψασθαι τὸ καπνῶδες περίττωμα, διὸ θᾶττον συνεστέλλετο. κατὰ μὲν οὖν τὴν πρώτην ἀρχὴν τῆς γενέσεως αὐτοῦ τῷ τάχει τῆς συστολῆς μόνον ὁ σφυγμὸς παραλλάττων φαίνεται τοῦ πρόσθεν, ὀλίγῳ δ’ ὕστερον καὶ πυκνοῦσθαι κατὰ τὴν ἐκτὸς ἠρεμίαν, πρωϊαίτερον ἀρχομένης συστέλλεσθαι τῆς ἀρτηρίας. τοῖς δ’ ἐφημέροις πυρετοῖς οὐχ ὑπάρχει τοῦτο, διὰ τὸ χωρὶς σήψεως γίγνεσθαι χυμῶν. οὐ μὴν οὐδὲ τοῖς ἑκτικοῖς, ὅτι μηδὲ ἄρχονταί ποτε, πλὴν εἰ συνέλθοι κατὰ τύχην ἑτέρα τις διάθεσις αὐτοῖς, ὥστ’ ἐφ’ ὧν ζητεῖται μάλιστα πυρετῶν ἡ ἀρχὴ τῶν παροξυσμῶν,
378
ἔχειν ἡμᾶς δεῖ διαρκὲς τὸ σημεῖον. εἰ δὲ κατὰ τὴν πρώτην ἡμέραν ἄρτι μεταπίπτοντος ἐξ ὑγείας εἰς νόσον ἀνθρώπου τινὸς ἁπτοίμεθα τῶν σφυγμῶν, εὐθὺς καὶ τὸ γένος ἡμῖν ἐνδείξεται τοῦ πυρετοῦ τὸ σημεῖον τοῦτο, συνεισβάλλων γὰρ τῷ παροξυσμῷ τῶν ἐπὶ σήψει τινὶ χυμῶν τὸν πυρετὸν εἶναί φησιν. ἐδείχθησαν δ’ ἐν ταῖς τῶν πυρετῶν διαφοραῖς ἐκ ταὐτοῦ γένους ὄντες τῷδε καὶ οἱ ἐπὶ ταῖς φλεγμοναῖς. ἀλλὰ διοριστέον αὐτοὺς τῶν ἐπὶ σήψει χυμῶν μόνῃ τῇ σκληρότητι. σκληρὰ γὰρ ἡ προσβολὴ τῶν ἐπὶ φλεγμοναῖς. εἰ μὲν οὖν διαγινώσκειν δύναιο τὴν ἐπὶ τάσει τῆς ἀρτηρίας σκληρὰν προσβολὴν τῆς ἐπὶ ψύξει τε καὶ σκληρότητι, τρεῖς ἕξεις ἐκ τούτου προγνώσεις αἰτίων προγεγονότων, ποτὸν ψυχρὸν, οἶνον ἀκρατέστερον, φλεγμονὴν, ἣν οὐ μόνον ἔμπροσθεν τοῦ παροξυσμοῦ γεγονὸς αἴτιον, ἀλλὰ καὶ παραμένον ἐροῦμεν. τὴν δὲ τοῦ ψυχροῦ τε καὶ τοῦ πλέονος ἀκράτου πόσιν, αὐτὴν μὲν προγεγονέναι, τὴν δ’ ἀπ’ αὐτῆς διάθεσιν ἔτι φυλάττεσθαι. σκληρύνονται μὲν οὖν ἐπὶ ταῖς βλαψάσαις ψυχροποσίαις οἱ χιτῶνες τῶν ἀρτηριῶν, ἐξήρανται δὲ ἐπὶ ταῖς τοῦ πλείονος
379
οἴνου πόσεσιν. εἰ δὲ καὶ τῆς τῶν νεύρων ἀρχῆς ὁ οἶνος ἅψαιτο, καὶ τείνονται παραπλήσιον τοῖς προδηλοῦσι τὸν σπασμόν. ἐπὶ δὲ ταῖς φλεγμοναῖς ἄνευ τῆς τοῦ χιτῶνος οἰκείας σκληρότητος τείνονται, καὶ καλεῖται μὲν καὶ τότε σκληρὸς ὁ σφυγμὸς διὰ τὸ τῆς πληγῆς βίαιον, οὐ μὴν ἐσκλήρυνταί γε κατὰ τὸν ἑαυτῆς λόγον ἡ ἀρτηρία, καθάπερ ὅταν ἤτοι ξηρανθῇ πως, ἢ ψυχθῇ βίαιον, ἢ οἷον σκιῤῥώδη τινὰ δέξηται διάθεσιν. ταυτὶ μὲν οὕτω διωρίσθω. τοὺς δ’ ἐν τῇ πρώτῃ τῶν ἡμερῶν μηδόλως ἔχοντας τὸ λελεγμένον γνώρισμα, τῶν μὲν ἐπὶ σήψει χυμῶν ἀφοριστέον ἐστὶν, ἤτοι δ’ ἐφημέρους νομιστέον ἢ ἑκτικούς. σπανιώτατα μὲν οὖν εὐθὺς ἐξ ἀρχῆς συνίσταται πυρετὸς ἑκτικὸς, οὐ μὴν ἀδύνατός γε οὐδ’ ἡ τοιαύτη γένεσις αὐτοῦ, ἀλλ’ ὤφθησάν που ἡμῖν καὶ οἱ τοιοῦτοι. τὰ μὲν οὖν ἄλλα πάντ’ αὐτῶν γνωρίσματα δι’ ἑτέρας εἴρηται πραγματείας, ἐν ᾗ περὶ τῆς τῶν πυρετῶν διαφορᾶς ἐσκοπούμεθα· τὰ δὲ ἀπὸ τῶν σφυγμῶν εἰρήσεται νῦν, οὔθ’ ὁ μέγας οὔθ’ ὁ σφοδρὸς [μὴ σκληρὸς] σφυγμὸς ἅμα τοῖς ἑκτικοῖς ποτε συνεισβάλλουσι πυρετοῖς, ἀλλ’ ὅτι περ ἂν ὑπάρχῃ
380
τούτων αὐτοῖς, οὐκ εἰσὶν ἑκτικοί. εἰ δὲ καὶ πάνθ’ ἅμα παρείη, προφανῶς εἰσιν ἐφήμεροι, τῆς γε συστολῆς αὐτῶν, ὡς εἴρηται, μὴ ταχυνούσης, ἴδιον γὰρ ἐκείνης τὸ τάχος ἐστὶν ἐπὶ σήψει χυμῶν, ὧν τὰς κατὰ μέρος ἁπάσας διαφορὰς ἐν τῇ προειρημένῃ πραγματείᾳ διῆλθον. εἰσὶ δ’ ὡς ἐπὶ κεφαλαίων φάναι πάντες μὲν οἱ κατὰ περιόδους παροξυνόμενοι, πάντες δ’ οἱ συνεχεῖς, ὅταν ὑπὲρ τὴν τρίτην ἡμέραν ἐκταθῶσιν. ἐκ ταὐτοῦ δὲ αὐτοῖς εἰσι γένους καὶ οἱ ταῖς φλεγμοναῖς ἐπιγινόμενοι. κατὰ μὲν οὖν τὰς παρακμὰς ἐκλύεται τὸ τάχος τῆς συστολῆς, καὶ μάλισθ’ ὅταν εἰς ἀπυρεξίαν, ἢ ἐγγὺς αὐτῆς ἀφίκωνται, κατὰ δὲ τὰς ἀρχὰς τῶν παροξυσμῶν γεννᾶται, τυφομένων τρόπον τινὰ τῶν χυμῶν, ἐπιτείνεται δὲ κατὰ τὰς ἀναβάσεις. ἐγγὺς δ’ ἤδη τῆς ἀκμῆς ἐξημμένων τε τῶν χυμῶν καὶ ζεόντων ἀθρόαν μὲν αὔξην τὸ τάχος τῆς διαστολῆς λαμβάνει, διαμένει δὲ ἴσον ἑαυτῷ τὸ τάχος τῆς συστολῆς. ὅταν δ’ ἀκμάσῃ τελέως ὁ πυρετὸς, εἰς ἄκρον μὲν ἥκει τοῦ κατ’ ἐκεῖνον τὸν παροξυσμὸν τάχους ἡ διαστολὴ, μειοῦται δὲ τὸ τάχος τῆς συστολῆς. οἱ μὲν οὖν
381
πλεῖστοι τῶν ἰατρῶν, καὶ μάλισθ’ ὅσοι τὴν συστολὴν ἀδιάγνωστον αἰσθήσει φασὶν ὑπάρχειν, οὐδ’ ἐγγὺς ἥκουσι τοῦ λελεγμένου σημείου, τῶν τε ἐπὶ σήψει χυμῶν ἁπάντων πυρετῶν τῆς τε καθ’ ἕκαστον αὐτῶν παροξυσμὸν ἀρχῆς. ὀλίγιστοι δέ τινες ἀμυδρὰν εἰκόνα τοῦ πράγματος ἐοίκασιν ἑωρακέναι. γράφουσι γοῦν ἀδιορίστως τε καὶ ἀσαφῶς εἰς τοσοῦτον ὡς μηδ’ εἰκάσαι μηδένα τί ποτε βούλονται δηλοῦν. ἐξ αὐτῶν ἐστι καὶ ὁ Ἀρχιγένης, ὡς ἔνεστι γνῶναι τῷ βουληθέντι τό τε περὶ σφυγμῶν αὐτοῦ βιβλίον ἀναγνῶναι καὶ τὰ περὶ τῆς τῶν πυρετῶν σημειώσεως, ἢ τήν γ’ ἐπιτομὴν αὐτῶν. ἐπεσκέμμεθα δὲ καὶ ἡμεῖς ἅμα ταῖς τῶν ἀσαφῶν ἐξηγήσεσιν ἐν ὑπομνήμασιν ὀκτὼ τὴν περὶ τῶν σφυγμῶν αὐτοῦ πραγματείαν. ἄριστα δέ μοι δοκοῦσιν ἀποφήνασθαί τινες, εἰ προσθείημεν αὐτῷ τῷ λόγῳ διορισμόν τινα, τὴν ἐφ’ ἑκάτερα μεταβολὴν τῶν σφυγμῶν, ἀρχῆς παροξυσμοῦ σημεῖον ὑπάρχειν. ὃν δέ φημι χρῆναι προσθεῖναι διορισμὸν, ἔστιν εἰ χωρὶς ἑτέρας προφάσεως ἡ ἀλλοίωσις γένοιτο. προφάσεις δ’ ἔνιαι μὲν ἔξωθέν εἰσιν, οὐ μόνοις τοῖς ἰατροῖς, ἀλλὰ καὶ τοῖς
382
ἰδιώταις γνώριμοι, τροφῶν καὶ ποτῶν προσφορὰ, καὶ κίνησις ἡτισοῦν καὶ πάθος ψυχικὸν ὀργισθέντων, ἢ φοβηθέντων, ἢ ἀγωνισάντων, ἡ ὁπωσοῦν ἑτέρως ταραχθέντων. ἔνιαι δ’ ἐξ αὐτοῦ τοῦ σώματος ὁρμώμεναι, περὶ ὧν ὀλίγον ἔμπροσθεν εἶπον, ἡνίκα φρίκης τε καὶ ῥίγους καὶ καταψύξεως, ἔτι τε τῶν εἰς τὴν γαστέρα συῤῥεόντων ἐμνημόνευσα. μηδενὸς γὰρ τοιούτου περὶ τὸν κάμνοντα συμβαίνοντος, ἡ ἐξαιφνίδιος ἐφ’ ὁτιοῦν μεταβολὴ παροξυσμὸν ἀγγέλλει, θάττονος μὲν καὶ μείζονος γινομένου τοῦ σφυγμοῦ, θερμασίας ὑποτρεφομένης τῇ τῶν ἀρτηριῶν ἀρχῇ, βραδυτέρου δὲ ἢ μικροτέρου, ψύξεως. οὕτω δὲ καὶ ἡ μὲν πυκνότης ὁμολογήσει τῇ πλεονεξίᾳ τῆς θερμασίας, ἡ δ’ ἀραιότης τῇ ψύξει. καὶ ἡ ἀμυδρότης δὲ καίτοι δι’ ἄλλο τι σύμπτωμα γινομένη ταῖς τῶν παροξυσμῶν εἰσβολαῖς ἐστιν οἰκεία, συῤῥεόντων ὑγρῶν μοχθηρῶν εἰς τὴν γαστέρα τηνικαῦτα, καὶ τῇ τοῦ στόματος αὐτῶν βλάβῃ κακούντων τὴν δύναμιν. ἡ δὲ ἀνωμαλία τῶν σφυγμῶν, ἡ πολλοῖς τῶν παροξυσμῶν συνεισβάλλουσα θλιβομένων, ἢ ἐμφραττομένων ὑπόγυον ἀρτηριῶν, ἢ πλήθους τοῦ πρὸς τὴν δύναμίν ἐστι γνώρισμα, λόγῳ καὶ τούτων τοῦ παροξυσμοῦ γίγνεσθαι
383
δυναμένων. ὅσαι μὲν οὖν μεταβολαὶ σφυγμῶν ἤτοι τῆς ἐν τῇ καρδίᾳ θερμασίας αὐξανομένης ἢ συῤῥεόντων ἔσω τῶν χυμῶν ἀποτελοῦνται, φανερῶς ἂν αὗται δόξαιεν ἐνδείκνυσθαι παροξυσμὸν ἀρχόμενον, ὅταν γ’, ὡς εἴρηται, τῶν ἄλλων ἀφορισθῶσι προφάσεων. ὅσαι δὲ ψύξεως, οὐκ ἔτ’ ἐξ ἀνάγκης αὗται δείξουσι πυρετὸν εἰσβάλλοντα σημαίνειν· ἀλλ’ ἐὰν κᾀνταῦθα τὰς ἄλλας προφάσεις ἀφορισώμεθα ἁπάσας, ἕξομεν καὶ τὴν ψύξιν ἀγγέλλουσαν, ὅσον οὐδέπω πυρετὸν ἀναφθήσεσθαι. πνίγεται γὰρ κατ’ αὐτὴν τῆς συῤῥεούσης ὕλης εἰς τὸ βάθος, ἱκανῶς ψυχρᾶς ὑπαρχούσης, ὡς κινδυνεύειν σβεσθῆναι τὴν ἀρχὴν, οἷόν τι κᾀκτὸς συμβαίνει πολλάκις, ὅταν ὕλην ἅμα τε πολλὴν καὶ δύσκαυστον ἐπιβάλλωμεν ἀθρόως ὀλίγῳ πυρὶ, κινδυνεύει μὲν γὰρ αὐτίκα σβεσθῆναι, μὴ σβεσθὲν δ’, ἀλλ’ ἀντισχὸν, ὑποτύφειν τε τὴν ὕλην ὀλίγον ὕστερον ἄρξεται, καί τινα θερμασίαν γεννᾷν, τὰ μὲν πρῶτα καπνώδη, προϊόντος δὲ τοῦ χρόνου καὶ φλογώδη, μέχρι περ ἀκριβῶς κρατῆσαν τῆς ὕλης, καθαρὰν ἐργάζηται τὴν φλόγα. τῆς γὰρ τοιαύτης φλογὸς οὐ καπνός ἐστι τὸ ἀποῤῥέον, ἀλλ’
384
αἰθάλη τε καὶ λιγνύς ἐστιν, ἄμφω γὰρ ὀνομάζεται τὸ κατοπτηθὲν τῆς ὕλης ἀνωφερὲς περίττωμα, καθάπερ γε τὸ κατωφερὲς τέφρα τε καὶ σποδιὰ καλεῖται. ἀνάλογον δή μοι νόει κᾀπὶ τῶν πυρετῶν, ὅταν ἐν ἀρχῇ παροξυσμοῦ πλῆθος ὕλης ψυχρᾶς ἐπὶ τὴν καρδίαν ἀφίκηται, τὰ μὲν πρῶτα κίνδυνον γίνεσθαι θανάτου, καὶ προδηλώσει τὸν κίνδυνον τοῦτον ἡ ἐπὶ πλεῖστον εἰς ἀραιότητά τε καὶ βραδύτητα καὶ μικρότητα τροπὴ τῶν σφυγμῶν. ἂν γὰρ ἐπιγένηται τούτοις ἀμυδρότης ἀξιόλογος, αὐτίκα τεθνήξονται· μὴ γενομένης μέντοι τῆς ἀμυδρότητος, ἀναμάχεται τὴν ἧτταν ταύτης ἡ φύσις, ἐπεγείρει τε τὴν κίνησιν τῶν ἀρτηριῶν ἐπὶ τὸ μεῖζόν τε καὶ θᾶττον καὶ πυκνότερον, ὥστε τὰς κινήσεις ἀμφοτέρας μὲν γενέσθαι θάττονας, ἀλλ’ ἐπιφανέστερον τὴν τῆς συστολῆς, καὶ παραυξάνεσθαί γε διὰ ταχέων αὐτὴν αἰσθητῶς, ἄχρις ἂν ὁ παροξυσμὸς αὐξάνηται, τῷ χρόνῳ δ’ ὅταν ἐγκρατὲς τῆς ὕλης γένηται τὸ θερμὸν, ἡ οἷον φλὸξ ἀνάπτεται. καὶ τοῦτ’ ἔστιν ἡ ἀκμὴ τῶν παροξυσμῶν, τὸ μὲν αἰθαλῶδες περίττωμα διά τε τῆς ἐκπνοῆς καὶ τῆς τῶν ἀρτηριῶν συστολῆς ἀποχεούσης τῆς φύσεως, τὸ δ’ οἷον τεφρῶδες διὰ πάχους μὲν οὐ δυναμένης ἐκκρίνειν ὁμοίως, αἰσθητοῖς δέ τισιν ἐξοχετευούσης
385
πόροις. ἔστι δὲ τοῦτο κατὰ μὲν τὰ φλεγμαίνοντα μόρια τὸ πῦον, ἐν δὲ τοῖς ἀγγείοις αὐτοῖς ὅπερ ἐν τοῖς οὔροις ὑφίσταται. περὶ μὲν δὴ τούτων ἐν ταῖς περὶ τῶν πυρετῶν πραγματείαις ἐπὶ πλεῖστον εἴρηται· τοὺς σφυγμοὺς δ’ , ὡς ἔφαμεν, ἀναγκαῖόν ἐστι τὰς εἰρημένας τροπὰς ἐν ἑκάστῳ τε καιρῷ τοῦ σύμπαντος ἔχειν παροξυσμοῦ, καὶ δὴ καὶ κατὰ τὴν ἀρχὴν, ὡς ἐλέγομεν, οὐ κακῶς ἀποφήνασθαί τινας ἅπασαν μεταβολὴν αὐτῶν ἐφ’ ἑκάτερα. πρὸς δὲ τὸ φυλάττειν ἀκριβῶς τὰς εἰρημένας διαγνώσεις ἀσκητέον ἐστὶ διακρίνειν ἁπάσας τὰς ἀπὸ τῶν ἄλλων προφάσεων ἀλλοιώσεις τῶν σφυγμῶν, εἰς ἃς καίτοι φυλαττόμενος ὁ Ἀρχιγένης ἐμπίπτει πολλάκις, ὥστε μακρολογεῖν τε ἅμα καὶ ταράττειν τὴν διδασκαλίαν τοῖς ἰδίοις καὶ ἀχωρίστοις ἑκάστου τῶν καιρῶν γνωρίσμασι τὰ συνακολουθοῦντα, πολλάκις ὁμοτίμως γράφων, καίτοι γ’ ἐν ἐλαχίστῳ κεῖται μεθόδῳ ληφθέντα. τὴν μὲν γὰρ καθαρὰν θερμότητα τῆς διαστολῆς ἡ κίνησις ἐνδείκνυται, τὴν δὲ οἷον καπνώδη τῆς συστολῆς. αἱ δ’ ἄλλαι τῶν σφυγμῶν ἀλλοιώσεις ἤτοι διὰ τὴν τῆς δυνάμεως ἢ τὴν τῶν ὀργάνων γίνονται
386
μεταβολήν. ἑκάτερον δὲ τούτων ἐπί τισιν ἑτέροις αἰτίοις προηγουμένοις, ὧν τὰ πλεῖστα πάλιν ἐφ’ ἑτέροις προκατάρξασιν. ὀνομαζέσθω γὰρ ἕνεκα σαφοῦς διδασκαλίας ὅσα μὲν ἐκ τοῦ σώματος ὁρμᾶται τῶν ἀλλοιούντων αἰτίων ἤτοι τὴν δύναμιν ἢ τὰ ὄργανα προηγούμενα· τούτων δ’ αὐτῶν ἔστιν ἃ πάλιν ἔξωθεν ὄντα τοῦ σώματος αἴτια τῆς ἀλλοιώσεως ἐγένετο προκατάρχοντα. λέλεκται δ’ ἡμῖν ἡ περὶ ταῦτα μεθόδος ἅπασα δι’ ἑτέρας πραγματείας, ἣν περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων ἐπιγράφομεν. οὐδὲν οὖν θαυμαστόν ἐστιν, εἰ ταῦτά τις ἅπαντα μνήμῃ πρόχειρα ποιησάμενος ἀσκήσας τε διαγινώσκειν ἑτοίμως ἅπαντας τοὺς σφυγμοὺς ἐπιστημονικῶς, ἐνίοτε τὰ προγεγονότα τῶν αἰτίων ἐπὶ τῶν καμνόντων ἐξευρήσει. οὗτος μὲν οὖν ὁ λόγος ἐνταυθοῖ τελευτάτω.
Περὶ δὲ τῆς κάθ’ ὑγρότητά τε καὶ ξηρότητα δυσκρασίας αὐτῆς τε τῆς καρδίας καὶ προσέτι τῶν ἀρτηριῶν, ἑκάστης τε καταμόνας ἁπασῶν τε κοινῶς, ἐφεξῆς δίειμι. εἴρηται μὲν οὖν τινα καὶ περὶ τούτων ἔμπροσθεν,
387
ἀλλ’ ἡ τοῦ λόγου τάξις ἰδίαν αὐτῶν ἀπαιτοῦσα διδασκαλίαν ὡς οὐδενὸς εἰρημένου περανθήσεται. ποτὲ μὲν οὖν ἡ καρδία ξηροτέρα γενομένη τοῦ κατὰ φύσιν ἁπάσας ἑαυτῇ συναλλοιώσει τὰς ἀρτηρίας, ἐνίοτε δὲ καθ’ ἕν τι τοῦ ζώου μόριον, ἢ καὶ πλείω συμβήσεται τοῦτο ταῖς ἀρτηρίαις. ἔστι δὲ ὅτε τὴν ἐναντίαν μὲν ἕξουσι διάθεσιν, ὅσον ἐφ’ ἑαυταῖς αἱ ἀρτηρίαι τῇ καρδίᾳ, δέξονται δὲ καὶ τὴν παρ’ ἐκείνης, ὥστε συστῆναι μέσην τινὰ διάθεσιν αὐταῖς ἐν ὑγρότητί τε καὶ ξηρότητι, ὥσπερ ἔμπροσθεν ἐπὶ τῆς κατὰ θερμότητα καὶ ψυχρότητα δυσκρασίας ἐλέγομεν, αἴτια δὲ προηγούμενα τὰ μὲν τὰς ἀρτηρίας ἀποφαίνοντα ξηροτέρας, ὕδατα θειώδη καὶ στυπτηριώδη καὶ ἁπλῶς εἰπεῖν ὅσα ξηραίνειν πέφυκεν, οὐχ ὕδατα μόνον, ἀλλὰ καὶ φάρμακα πολυχρονίως ὁμιλήσαντα μορίῳ τινὶ τοῦ σώματος, ἐν ᾧπερ ἂν ἡ τοιαύτη δυσκρασία κατὰ τὰς ἀρτηρίας γενομένη τὸν σφυγμὸν αὐτὸν ἐργάσεται σκληρότερον. οὐχ ἥκιστα δὲ κᾀν ταῖς πλείσταις τῶν ἀτροφιῶν αἵ τ’ ἀρτηρίαι τῶν ἀτροφούντων μορίων γίνονται ξηρότεραι καὶ
388
τὸν σφυγμὸν ἀποφαίνουσι σκληρότερον. ἐν αὐτῇ δὲ τῇ καρδίᾳ τὴν κατὰ ξηρότητα δυσκρασίαν ἀποτελεῖ. καὶ ἡ δίαιτα μὲν εἰ πολυχρόνιος ἐπὶ τὸ ξηρότερον ἀχθείη, καὶ μέντοι καὶ τῶν φαρμάκων τῶν ξηραινόντων ἐδωδαί τε καὶ πόσεις, ἐν οἷς ἐστι καὶ ὁ ἄκρατος οἶνος, ἔνδειά τε τροφῆς, ἢ κατὰ ἄλλην τινὰ αἰτίαν, ἢ διὰ πάνδημον λιμὸν, ἐνίοτε δὲ καὶ ποτὸν, ὡς ἐν ἀπλοίαις μακραῖς, ἔτι δὲ πόνων ἀμετρία καὶ γῆρας καὶ φροντὶς καὶ λύπη καὶ ἀγρυπνία πολυχρόνιος, οἵ θ’ ἑκτικοὶ πυρετοὶ, καὶ μάλισθ’ ὁ μαρασμώδης. ταῦτ’ οὖν πάντα τὰ εἰρημένα καὶ κατὰ μόνας γενόμενα καὶ σύνδυο καὶ τρία καὶ πλείονα συνιόντα ξηροτέραν μὲν ἐργάζεται τὴν καρδίαν, σκληρότερον δὲ τοῦ κατὰ φύσιν εἰς τοσοῦτον τὸν σφυγμὸν εἰς ὅσον ἂν ἡ ξηρότης αὐξηθῇ. ὑγρᾶς δὲ δυσκρασίας αἴτια τά τε τοῖς μορίοις ἐγγινόμενα πολυχρόνια τῶν οἰδημάτων καὶ οἱ λευκοφλεγματίαι τῶν ὑδέρων, οἵ καὶ τὴν καρδίαν ἀλλοιοῦσι, καὶ μέντοι καὶ τὰ τῶν κυρίων σπλάγχνων οἰδήματα, πάντα ταῦτα τὰς μὲν ἀρτηρίας ὑγρὰς, ὥσπερ καὶ τὴν καρδίαν, τοὺς σφυγμοὺς δὲ ἐργάζεται μαλακούς. αἴτια δὲ μαλακότητος σφυγμῶν
389
ἐστι μετρίας τε καὶ οὐχ ἱκανῶς ἐκδήλου καὶ τὰ τοιαῦτα, ἐδωδαὶ πλείους ὑγραινόντων ἐδεσμάτων, ἀργία τε πολλὴ, καὶ ὕπνοι μακροὶ, καὶ τὰ μετὰ τροφὴν λουτρά. τοῖς μὲν οὖν σκληροῖς σφυγμοῖς ἐδείκνυτο πρόσθεν ἑπομένη ἡ μικρότης, ὥσπερ τοῖς μαλακοῖς τὸ μέγεθος. αὐτοῖς δὲ τούτοις πάλιν ἑπόμενα τάχος τε καὶ βραδύτης, ἔτι τε πυκνότης καὶ ἀραιότης. ἐδείχθησαν δὲ καὶ τῶν ἄλλων αἰτίων αἱ συζυγίαι. λέγω δ’ αἴτια νῦν τὰ πρῶτά τε καὶ οἷον συνεκτικὰ τῆς τῶν σφυγμῶν γενέσεως, τὴν χρείαν τε καὶ τὴν δύναμιν. ὥστε οὐδὲν ἔτι λείπει τῶν τῇ καρδίᾳ συμβαινόντων ἐπὶ δυσκρασίᾳ. οὐ μὴν οὐδ’ ὄγκοι τινὲς ἐν αὐτοῖς γίνονται τοὺς σφυγμοὺς ἀλλοιοῦντες εἰς σκληρότητα, καθάπερ ἐφ’ ἑτέρων σπλάγχνων αἱ φλεγμοναί τε καὶ οἱ σκίῤῥοι. φθάνει γὰρ ἀπολέσθαι τὸ ζῶον, συγκοπὲν ἐπὶ τῇ τῶν τοιούτων ὄγκων γενέσει. πάντ’ οὖν εἴρηται τὰ κατὰ τὴν καρδίαν, ὅσα τοὺς σφυγμοὺς ἀλλοιοῖ. ὥστε κᾀμοὶ καιρὸς ἥκει καταπαύειν μὲν ἤδη τὸν ἐνεστῶτα λόγον ἐν τῷδε, μεταβάντι δ’ ἐπὶ τὸν τέταρτον ἁπάντων τῶν ἄλλων μορίων τῶν τοῦ σώματος ἐξηγήσασθαι
390
τὰς διαθέσεις, ὅσαι τε κατὰ δυσκρασίαν τινὰ γίνονται καὶ ὅσαι δι’ ὄγκους παρὰ φύσιν, ὁποῖός τέ τις ἑκάστῃ σφυγμὸς ἕπεται.