De praesagitione ex pulsibus

Galen

Galen, De praesagitione ex pulsibus

Ἐν δὲ τῷ παρόντι μετιτέον ἐστὶν ἐπὶ τὸν περὶ πυκνότητός τε καὶ ἀραιότητος λόγον. διττῆς δ’ οὔσης ἑκατέρας, ὅτι καὶ τὰς ἠρεμίας τῆς ἀρτηρίας δύο εἶναι συμβέβηκε, τὴν μὲν ἐπὶ τὸ διασταλῆναι πρὸ τοῦ συστέλλεσθαι, τὴν δὲ ἐπὶ τὸ συσταλῆναι πρὸ τοῦ διαστέλλεσθαι, τὸ μέν τι κοινὸν ἀμφοτέραις ὑπάρχει, τὸ δ’ ἴδιον ἑκατέρᾳ· κοινὸν μὲν, ὅτι βραχύνονταί τε κατὰ διττὴν αἰτίαν, ἤτοι τῆς προηγουμένης κινήσεως μηκυνθείσης ἢ τῆς ἑπομένης πρωϊαίτερον ἀρξαμένης, 

276
μηκύνονται τε πάλιν ἤτοι τῆς προηγουμένης κινήσεως βραχυνθείσης, ἢ τῆς ἑπομένης ὀψιζούσης· ἴδιον δ’ ἑκατέρας ὃ σημαίνειν πεφύκασιν. δῆλον δ’ ὡς ἐκεῖνο σημαίνουσιν ὅπερ ἂν ἐκ τοῦ μεμηκύνθαι τὴν ἑτέραν κίνησιν, ἢ πρωϊαίτερον ἄρχεσθαι τὴν ἑτέραν ὑπάρχει δηλούμενον, ἢ πάλιν ἐκ τοῦ βραχεῖαν μὲν γεγονέναι τὴν ἑτέραν, βραδύνειν δὲ τὴν λοιπήν. ἐπειδὴ γὰρ ἡ μὲν καθαρὰ θερμότης καὶ ἥκιστα περιττωματικὴ τὴν διαστολὴν ἐργάζεται μείζονά τε ἅμα καὶ ὠκυτέραν, ἡ δὲ τεθολωμένη σηπεδονώδεσι περιττώμασι τὴν συστολὴν, ὅταν δὲ ἐπὶ τῷ πρωϊαίτερον μὲν ἐπὶ τῷ μεγέθει τῆς διαστολῆς ὁ σφυγμὸς γένηται πυκνότερος, ηὐξῆσθαι δηλώσει θερμότητα πολλὴν ἐν τῷ σώματι καθαρὰν, ὅταν δ’ ἐπὶ τῷ πρωϊαίτερον ἄρχεσθαι τὴν συστολὴν, ἀκαθάρτου τε καὶ περιττωματικῆς θερμασίας ἐνδείξεται πλῆθος. ὡσαύτως δὲ κᾂν ἀραιότερος ὁ σφυγμὸς γένηται κατὰ τὴν ἐκτὸς ἠρεμίαν, εἰ μὲν ἐπὶ βραχύτητι τῆς διαστολῆς, ἐψῦχθαι τὴν ἐν τῷ ζώῳ θερμότητα δηλώσει, εἰ δὲ διὰ τὸ βραδύνειν τὴν συστολὴν, ἐλάττω γεγονέναι τὰ καπνώδη περιττώματα· κατὰ δὲ τὴν ἐντὸς ἠρεμίαν ἔμπαλιν, εἰ μὲν ἐπὶ τῷ μηκυνθῆναι τὴν συστολὴν
277
ὁ σφυγμὸς πυκνωθείη, πλῆθος ὑποτρέφεσθαι καπνωδῶν περιττωμάτων, εἰ δὲ διὰ τὸ πρωϊαίτερον ἄρχεσθαι τὴν διαστολὴν, ηὐξῆσθαι τὴν θερμότητα. πάλιν δ’ αὖ κατὰ τὴν ἠρεμίαν ταύτην ἀραιούμενος ὁ σφυγμὸς, εἰ μὲν διὰ τὸ μεμειῶσθαι τὴν συστολὴν, ἠλαττῶσθαι τὰ περιττώματα δηλώσει, εἰ δὲ διὰ τὸ βραδύνειν τὴν διαστολὴν, μεμειῶσθαι τὴν θερμότητα. συνελθόντων δὲ ἀμφοῖν ἅμα, τοῦ τε μεμηκύνθαι τὴν προτέραν κίνησιν καὶ τοῦ πρωϊαίτερον ἄρχεσθαι τὴν δευτέραν, εἴτε κατὰ τὴν ἐκτὸς ἠρεμίαν, εἴτε κατὰ τὴν ἐντὸς τοῦτο συμβαίνει, σύνθετον ἐνδείξεται διάθεσιν ἐξ ἐκείνων, ὧν ἑκάτερον ἐδήλου κατὰ μόνας. ὁμοίως δὲ κᾂν ἀραιὸς ὁ σφυγμὸς γένηται, καθ’ ὁποτερανοῦν τῶν ἠρεμιῶν ἀμφοῖν ἅμα συνελθόντων, τοῦ τε συνῃρῆσθαι τὴν προτέραν κίνησιν καὶ τοῦ μετὰ πλέον ἄρχεσθαι τὴν ἑτέραν, ἡ διάθεσις ἔσται καὶ οὕτω διττή τε καὶ σύνθετος ἐξ ἑκατέρας τῶν ἤδη προδεδηλωμένων, ὑπομεμειωμένης μὲν ὁποτερασοῦν τῶν κινήσεων, ἀναβεβλημένης δὲ καὶ μετὰ πλέον ἀρχομένης τῆς ἑτέρας. οὐ μὴν ἥ γε διάγνωσις εἰς ἴσην ἐνέργειαν ἥκει καθ’ ἑκατέρας τὰς ἡσυχίας. ἡ μὲν γὰρ ἐκτὸς ἐναργῶς αἰσθητὴ, τὴν δ’ ἐντὸς οὐχ ὅπως ἐναργῶς, ἀλλ’
278
οὐδ’ ἀμυδρῶς ἔνεστιν αἰσθήσει διαγνῶναι. στοχασμῷ δ’ ἂν μόνῳ τις αὐτὴν ἐξεύροι, συλλογισάμενος ἐκ τῆς καθ’ ἑκατέραν τὴν κίνησιν ὁρμῆς, καὶ μᾶλλον ἐπ’ ἐκείνων τῶν σφυγμῶν ἐν οἷς ἐναργῶς ἔστιν αἰσθήσει διαγνῶναι τὴν συστολήν. εἴρηταί μοι καὶ περὶ τούτου τοῦ γένους τῶν σφυγμῶν ὅσον ἱκανὸν εἰς τὰ παρόντα.

Ἑξῆς δ’ ἐστὶν ἐπί γε τῇ τάξει τοῦ λόγου περὶ ῥυθμῶν διελθεῖν, ὑπὲρ ὧν Ἡροφίλῳ μὲν ἐπὶ πλέον εἴρηται τήρησίν τινα καὶ ἐμπειρίαν ἱστοροῦντι μᾶλλον ἢ λογικὴν μέθοδον ἐκδιδάσκοντι. τοὺς γὰρ καθ’ ἑκάστην ἡλικίαν ὡς τὸ πολὺ φαινομένους ῥυθμοὺς τῶν σφυγμῶν ἔγραψε, πρῶτον μὲν οὐδ’ ἐφ’ ὧν τινων φύσεων ἐτήρησεν αὐτοὺς οὐδὲν ἡμῖν εἰπών· εἶτ’ ἐξ αὐτῶν ὧν διδάσκει δῆλον ὅτι συγκέχυταί τε καὶ ἀδιάρθρωτός ἐστι περὶ τὴν τῆς συστολῆς τε καὶ τῶν ἠρεμιῶν διάγνωσιν. εἴπερ γὰρ ἡγεῖταί ποτε δύνασθαι γενέσθαι συστολὴν ἐπὶ τῶν γεγηρακότων, ἄχρι δὴ τῶν δέκα πρώτων χρόνων ἐκτεταμένην, εὔδηλός ἐστι τῆς ὄντως συστολῆς ἀναισθήτως ἔχων. αὕτη γὰρ ἐνίοτε μὲν ὀλιγοχρονιωτέρα τῆς διαστολῆς ἐστιν, ἐνίοτε δ’ ἰσόχρονός ἐστιν, ὁτὲ δὲ, ὡς

279
ἐκεῖνος γράφει, πολυχρονιωτέρα μὲν, οὐ μὴν, ὡς οἴεται, πενταπλασίων, ἀλλὰ βραχεῖ τινι μείζων. ὅσα δ’ ἄλλα μοχθηρὰ καὶ ἀδιάρθρωτα καὶ ἀδύνατα πρὸς τὰς προγνώσεις ἔχει τὰ περὶ ῥυθμῶν ὑφ’ Ἡροφίλου λεγόμενα, τὰ μὲν ἐκ τοῦ τρίτου περὶ τῆς διαγνώσεως τῶν σφυγμῶν ἔνεστι μαθεῖν, τὰ δ’ ἐξ ὧν ἰδίᾳ γράψομεν ὑπὲρ τῆς Ἡροφίλου περὶ τοὺς σφυγμοὺς τέχνης. νῦν δὲ, οὔτε γὰρ ἱστορικὴν οὔτ’ ἀντιλογικὴν ποιοῦμαι πραγματείαν, ἀλλὰ τῶν ἡμῖν ἐγνωσμένων διδασκαλικὴν, ἐπὶ τὸν περὶ τῶν ἀνωμάλων σφυγμῶν ἤδη μεταβήσομαι λόγον.

Διττὸν δ’ αὐτῶν ἐστι τὸ γένος· ἔνιοι μὲν ἐν μιᾷ πληγῇ τὴν ἀνωμαλίαν λαμβάνοντες, ἄλλοι δ’ ἐν ἀθροίσματι. καὶ καλεῖν ἔθος ἐστὶ τοῖς νεωτέροις ἰατροῖς συστηματικὴν τὴν τοιαύτην ἀνωμαλίαν, ὅτι, οἶμαι, καὶ τὸ ἄθροισμα σύστημα προσαγορεύουσιν. ἰστέον οὖν ὑπὲρ τῶν ἀνωμάλων σφυγμῶν κοινῇ μὲν τοῦτο κατὰ πάντων, ὅπερ ἐν τῷ δευτέρῳ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων ἐπιδέδεικται, δι’ ἐμφράξεις αὐτοὺς, ἢ θλίψεις ὀργάνων, ἢ πλῆθος τὸ πρὸς τὴν δύναμιν νοούμενον, ἢ τὴν τῆς καρδίας ἀνώμαλον δυσκρασίαν

280
συνίστασθαι, χαλεπωτέραν δ’ εἶναι τὴν καθ’ ἕνα σφυγμὸν ἀνωμαλίαν τῆς ἐν ἀθροίσματι. καὶ μὲν δὴ καὶ τὸ μηδόλως κινεῖσθαι τὴν ἀρτηρίαν, ὅπερ ὀνομάζεται διαλείπειν, ἄν τε καθ’ ἕνα σφυγμὸν ἄν τε κατὰ σύστημα γένηται, χαλεπόν ἐστιν ὡς οὐδὲν ἁπάντων τῶν εἰδῶν ἄλλο τῶν ἀνωμάλων γινομένων. ἰδίᾳ δὲ καθ’ ἑκάτερον γένος ὑπὲρ ἁπάντων τῶν εἰδῶν ἐπίστασθαι χρὴ, ἀπὸ τῆς ἐν ἀθροίσματι τῶν σφυγμῶν ἀνωμαλίας ἀρξαμένους. γυμνάσωμεν δὲ τὸν λόγον, καὶ πρῶτον ἐν τῇ κατὰ σύστημα, ἐπειδὴ σαφεστέρα τῆς καθ’ ἕνα τετύχηκεν οὖσα. τοὺς μὲν δὴ διαλείποντας σφυγμοὺς ἤτοι διὰ τὸ βαρύνεσθαι πρὸς τοῦ πλήθους ἡ δύναμις ἐργάζεται, κωλυομένη κατὰ τὸν προσήκοντα καιρὸν ἐπὶ τὴν κίνησιν ἐξορμᾷν διὰ πάχος, ἢ πλῆθος χυμῶν ἐμφράττον, ἤτοι τὰ στόματα τῶν πλησίων τῆς καρδίας ἀρτηριῶν, δι’ ὧν ἕλκει τε καὶ αὖθις ἐκπέμπει τὰς ὕλας, ἢ καὶ μέχρι τινὸς ἀπὸ τῶν στομάτων ὅλην τῶν ἀγγείων τὴν εὐρύτητα. πολλάκις δ’ ἔξωθεν αὐταῖς περιχυθὲν τὸ τοιοῦτον πλῆθος οἷον δεσμὸς γίνεται, τὸ μέν πού τι βαρῦνον αὐτὰς οἷον φορτίον, ἔστι δ’ ὅτε καὶ τὰς 
281
χώρας εἰς ἃς διαστέλλονται καταλαμβάνον, ἐνίοτε δὲ καὶ φλεγμονή τις, ἢ σκίῤῥος, ἤ τις ἕτερος ὄγκος τοιοῦτος ἐν τοῖς περιέχουσι τὰς ἀρτηρίας σώμασι συνιστάμενος ἐμποδὼν ἵσταται ταῖς διαστολαῖς αὐτῶν. εἰ δὲ καὶ κατὰ τοὺς χιτῶνας αὐτῶν τῶν ἀρτηριῶν τοιοῦτόν τι συσταίη, μείζων ὁ κίνδυνος· εἰ δὲ καὶ κατὰ τὸ τῆς καρδίας αὐτῆς σῶμα, τοῦτο μὲν ἤδη κακὸν ἔσχατον, ἐξαιφνίδιον γὰρ οἱ τοιοῦτοι συγκόπτονται. οὐ μὴν ἥ γε δυσκρασία τῆς καρδίας ὁμοίως ὀλέθριος, ἀλλ’ ἐπιεικεστέρα μακρῷ φλεγμονῆς. ἕπεται δ’ αὐτῇ δυνάμεως ἀῤῥωστία. καὶ ὅ γε ἀμυδρὸς σφυγμὸς οὐκ ἄλλου τινός ἐστιν ἢ τῆς τοιαύτης διαθέσεως γνώρισμα. συμμέτρως μὲν γὰρ ἔχουσα κράσεως ἡ καρδία τὸν σφοδρὸν σφυγμὸν ἀπεργάζεται, μοχθηρῶς δὲ τὸν ἀμυδρόν. τὸ δ’ ἧττόν τε καὶ μᾶλλον ἑκατέρῳ διά τε τὴν τῆς εὐκρασίας ἐπίτασίν τε καὶ ἄνεσιν. ἐδείχθη γὰρ πλάτος ἔχειν, καὶ διὰ τὴν τῆς δυσκρασίας οὐδὲν ἧττον ὑπάρχον τοῖς σφυγμοῖς. ἀλλὰ μόνη μὲν ἡ δυσκρασία μικρὸν καὶ ἀμυδρὸν ἀποτελεῖ τὸν σφυγμὸν, οὐ μὴν ἤδη γέ πω καὶ ἀνώμαλον, εἰ μὴ παραβαλλομένη τοῖς χυμοῖς ἡ δύναμις, ὅσοι τε κατ’ αὐτὴν τὴν καρδίαν εἰσὶ
282
καὶ ὅσοι κατὰ τὰς πλησίον αὐτῆς ἀρτηρίας τε καὶ φλέβας, ἐλάττων αὐτῶν φαίνοιτο κατὰ τὴν ἰσχὺν, ὅπερ οὐδὲν ἄλλ’ ἐστὶν ἢ τὸ πρὸς τὴν δύναμιν πλῆθος. ἐν γὰρ ταῖς τοιαύταις διαθέσεσιν ἀνωμαλία τις ἐξ ἀνάγκης συνυπάρξει τοῖς μικροῖς καὶ ἀμυδροῖς σφυγμοῖς. ἔνθα δ’ ἀῤῥωστεῖ μόνον ἡ τῆς καρδίας δύναμις, οὐ μὴν βαρύνεταί γε πρὸς τῶν χυμῶν, ἐνταῦθα μικροὶ καὶ ἀμυδροὶ πάντως εἰσὶν οἱ σφυγμοὶ διὰ τὴν ἀτονίαν τῆς δυνάμεως, ἀνωμαλία δ’ οὐδεμία σύνεστιν αὐτοῖς, εἰ μή ποτε ἄρα καὶ αὐτὸ τῆς καρδίας τὸ σῶμα δυσκρασίαν ἀνώμαλον ἐπιδέξεται, περὶ ἧς ὀλίγον ὕστερον εἰρήσεται. νυνὶ δ’ ἐπὶ τοὺς διαλείποντας ἐπάνειμι, παρακειμένους μὲν τοῖς ἀραιοτέροις, διοριζομένους δ’ αὐτῶν τῷ ῥυθμὸν ὅλον ἀπολωλεκέναι σφυγμοῦ κατὰ τοὺς διαλείποντας. εἰ δὲ μὴ μόνον ἑνὸς σφυγμοῦ χρόνον ἡσυχάσειεν, ἀλλὰ καὶ πλέονα, σαφέστερόν τ’ ἂν ὁ τοιοῦτος διαλείπων φαίνοιτο καὶ κινδυνωδέστερος εἰς τοσοῦτον ἔσται τοῦ πρόσθεν εἰς ὅσον ἂν ἐπὶ πλέον ἡσυχάζῃ. ὥστε οὐκ οἶδα εἴ τινα σωθῆναι δυνατόν ἐστι δυοῖν σφυγμῶν χρόνον ἡσυχαζούσης τῆς ἀρτηρίας. ἑνὸς δὲ σφυγμοῦ χρόνον ἢ καὶ βραχεῖ πλέον πολλάκις ἐθεασάμεθα,
283
διαλειπούσης τῆς κινήσεως τῶν ἀρτηριῶν, ἀναῤῥωθέντα τὸν ἄνθρωπον, καὶ μάλισθ’ ὅταν ἄγῃ πρεσβυτικὴν ἡλικίαν, καίτοι τάχ’ ἂν δόξειεν ἄλογον εἶναι τὸ τοιοῦτον. εἰ γὰρ καὶ ἄλλως ἀσθενής ἐστιν ὁ γέρων καὶ κάμνουσιν αἱ δυνάμεις αὐτῷ καὶ πρὸ τοῦ νοσεῖν, τί ποτε χρὴ προσδοκᾷν ἀποβήσεσθαι τῷ διὰ τὴν ἡλικίαν καμάτῳ προσγενομένου τοῦ διὰ τὴν νόσον; ἀλλ’ ὡς ἔοικεν, οὐ ταύτῃ χαλεπόν ἐστιν, ἀλλ’ ἐκείνῃ μᾶλλον ἐπιεικὲς, ὅτι τὰς ἀσθενεῖς δυνάμεις ὑπὸ μικρῶν πολλάκις αἰτίων ἐπηρεάζεσθαι συμβαίνει, τὰς δ’ ἰσχυρὰς ὑπὸ τῶν μεγίστων μόνον νικᾶσθαι. ταῦτά τοι καὶ ὅσοι ταῖς ἕξεσιν ἰσχυροὶ καὶ χρόνῳ παμπόλλῳ διετέλεσαν ἄνοσοι κινδυνεύουσι νοσήσαντες, οἱ δ’ ἀσθενεῖς καὶ συνεχῶς ὑπὸ παντὸς αἰτίου βλαπτόμενοι ῥᾷστα διασώζονται, ὅτι δηλαδὴ τούτων μὲν οὐδεὶς ἀναμένει μέγεθος αἰτίου, φθάνων ὑπὸ παντὸς ἐπηρεάζεσθαι καὶ τοῦ σμικροτάτου, τῶν δ’ ἰσχυρῶν ἡ ῥώμη πρὸς ἅπαν ἀπομάχεται τὸ μικρὸν κακὸν, ὥσθ’ ὑπὸ μόνων νικᾶσθαι τῶν μεγάλων. γέροντες μὲν οὖν διὰ τοῦτο τοὺς διαλείποντας σφυγμοὺς ἧττον ὀλεθρίους ἔχουσι τῶν ἀκμαζόντων. οἱ δὲ δὴ παῖδες ἑξῆς, ὅτι τήν τε πεπτικὴν δύναμιν ἰσχυρότατοι
284
καὶ τὸ σῶμα μαλακώτατοί τε καὶ ῥᾳδίως διαπνεόμενοι, ἐκπέπτουσί τε οὖν καὶ διαφοροῦσι τάς τε ἀνωμάλους δυσκρασίας καὶ τὸ πλῆθος καὶ τὸ πάχος τῶν χυμῶν. συμβαίνει δὴ καὶ τούτους ἧττον κινδυνεύειν τῶν ἀκμαζόντων ἐν τοῖς διαλείπουσι σφυγμοῖς, διὰ διττὴν αἰτίαν, ὅτι τε τὴν σφυγμικὴν δύναμιν ἀσθενεστέραν ἔχουσι τῆς τῶν ἀκμαζόντων, ὥσθ’ ὑπὸ βραχυτέρων αἰτίων ἑτοιμότερον νικᾶσθαι, καθάπερ οἱ γέροντες, καὶ ὅτι τὴν πεπτικὴν ἰσχυροτέραν, ὡς ῥᾷον ἐπανορθοῦσθαι τὰ λυποῦντα. πρόσεστι δὲ καὶ τὸ τῆς διαπνοῆς ἕτοιμον, οὐ μικρὸν ἀγαθὸν εἰς ἐπανόρθωσιν νοσημάτων, ὡς καὶ πρὸς Ἱπποκράτους ἐλέγετο. εἰ μὲν οὖν ἀρέσκοιτό τις τοῖς εἰρημένοις λογισμοῖς, ἔνεστιν αὐτοῖς χρῆσθαι, εἰ δ’ οὐκ ἀρέσκοιτο, τὸ γοῦν ἐκ τῆς πείρας φαινόμενον ἴστω τοιοῦτον ὑπάρχον οἷον εἴρηται. μάλιστα μὲν οὖν οἱ ἀκμάζοντες, ἧττον δ’ αὐτῶν οἱ παῖδες, ἥκιστα δ’ οἱ γέροντες ἐν τοῖς διαλείπουσι κινδυνεύουσιν. οὐδὲν δὲ θαυμαστὸν ὀλεθριωτάτην εἶναι τῶν ἀνωμαλιῶν τὴν διαλειπτικήν. αἱ μὲν γὰρ ἄλλαι πλημμελεῖς πώς εἰσι κινήσεις, ἡ δὲ κατὰ
285
τὸ διαλείπειν ἐν στερήσει κινήσεως γίνεται. καθ’ ὃν γὰρ χρόνον ὁ σφυγμὸς διαλείπει, κατὰ τοῦτον οὐδόλως ἡ ἀρτηρία κινεῖται. καὶ σχεδὸν εἰς ὅσον ἀλλήλων διαφέρουσιν ὑγεία καὶ θάνατος καὶ νόσος, εἰς τοσοῦτον καὶ ἡ κατὰ φύσιν κίνησις ἀκινησίας τε καὶ μοχθηρᾶς κινήσεως. ἡ μὲν γὰρ κατὰ φύσιν κίνησις οἷόν περ ὑγεία, ἡ δὲ μοχθηρὰ κίνησις οἷόν περ ἡ νόσος, ἡ δ’ ἀκινησία θανάτῳ προσέοικεν. οἷς μέντοι δοκεῖ κατὰ τὰς ἐνεργείας αὐτὰς γίνεσθαι τό θ’ ὑγιαίνειν καὶ τὸ νοσεῖν, οὐ κατὰ τὰς τοῦ σώματος διαθέσεις, ἀφ’ ὧν ἐνεργοῦμεν, τούτοις οὐχ οἷόν περ ὑγεία τις ἡ κατὰ φύσιν κίνησις τῶν ἀρτηριῶν, ἀλλ’ ἄντικρυς ὑγεία λεχθήσεται. κατὰ ταῦτα γοῦν καὶ ἡ πλημμελὴς κίνησις οὐχ οἷόν περ νόσος, ἀλλ’ αὐτὸ δὴ τοῦτο νόσον, ἡ δ’ ἀκινησία νέκρωσίς τις, εἰ μὲν ἐπὶ πλέον γένοιτο παντελὴς, εἰ δ’ ἄχρι τοῦ δοκεῖν ἑνὸς σφυγμοῦ χρόνοιν δυοῖν ἡσυχάζειν, οἷόν περ κάρος, ἢ ἀποπληξία τις, ἢ παράλυσις τῶν καθ’ ὁρμὴν ἐνεργειῶν. οἷα γὰρ ταῦτα περὶ ἑτέραν ἀρχήν ἐστι τὴν ἐν ἐγκεφάλῳ, τοιοῦτό τι καὶ ἡ τῶν σφυγμῶν ἡσυχία περὶ τὴν ἐν τῇ καρδίᾳ, καὶ ὥσπερ ἐπ’ ἐκείνης 
286
ὀρθῶς εἴρηται λύειν ἀποπληξίην, ἰσχυρὴν μὲν ἀδύνατον, ἀσθενέα δὲ οὐ ῥηΐδιον, οὕτω κᾀνταῦθα καλῶς εἰρήσεται, λύειν ἀκινησίαν σφυγμῶν μακροχρόνιον μὲν ἀδύνατον, βραχυχρόνιον δὲ οὐ ῥᾴδιον. μακροχρόνιος μὲν οὖν ἐστιν ἡ δυοῖν σφυγμοῖν χρόνον ὑπερβαίνουσα, βραχυχρόνιος δὲ ἡ τοῖν δυοῖν ἐντός. ἡ δὲ περὶ τῶν ἑνὸς σφυγμοῦ χρόνων ἡσυχία μετριωτάτη τῶν διαλήψεών ἐστι καὶ πολλοὶ διεσώθησαν ἐκ ταύτης γέροντές τε καὶ παῖδες, ἀκμάζων δ’ οὐδεὶς οὐδὲ ἐκ ταύτης. ἀλλ’ ὑπ’ ἀγνοίας ἔνιοι τὴν μακρὰν ἀραιότητα διάληψιν εἶναι νομίζοντες ἡγοῦνται σεσῶσθαί τινας ἀκμάζοντας ἐκ τῆς τοιαύτης κακοσφυξίας. ἔστι μὲν οὖν καὶ ἥδε χαλεπὴ, καὶ μάλιστα τοῖς ἀκμάζουσιν, οὐ μὴν ὀλέθριος πάντως· ἐπὶ μέντοι τῶν παίδων τε καὶ τῶν γερόντων ἔτι δὴ καὶ μᾶλλον ἐπιεικής. ὅ γε μὴν θάνατος ἐξαιφνίδιος ἐπὶ τοῖς διαλείπουσι γίνεται σφυγμοῖς ἀνάλογον ἀποπληξίᾳ. σβέννυται γὰρ ἐν ἀμφοτέροις ἡ ἐν τῇ καρδίᾳ θερμότης, ἀναπνοῆς στερηθεῖσα. ἀραιότης μὲν οὖν διαλείποντος σφυγμοῦ διώρισται τῷ μήκει τοῦ χρόνου· προσδιορισθήσεται δ’ ἐνίοτε καὶ τῷ τὴν μὲν ἀραιότητα
287
καὶ μεθ’ ὁμαλότητός ποτε συνίστασθαι πάντων τῶν πληγῶν, τὸν διαλείποντα δὲ σφυγμὸν ἐξ ἀνάγκης ἀνώμαλον γίνεσθαι, ἐνίοτε μὲν γὰρ διὰ τριῶν, ἐνίοτε δὲ διὰ τεσσάρων, ἔστι δ’ ὅτε διὰ πέντε πληγῶν, ἢ καὶ πλειόνων, εὑρίσκεται διαλείπων τε καὶ ἡσυχάζων ἕνα χρόνον ἢ καὶ πλέονα κινήσεως, συμμεταβάλλεται δ’ εὐθὺς αὐτῷ καὶ τῶν ἄλλων τι γενῶν εἰς ἀνωμαλίαν τρεπόμενον. οὐ μὴν ἀλλὰ καὶ τοῦτο ταῖς ἐκτεταμέναις ἐπὶ πλείονα χρόνον ἀραιότησιν ἀχώριστον ὑπάρχει, τὸ βραδυτέραν τοῦ προσήκοντος ἀποτελεῖσθαι τὴν κίνησιν, ἐνίοτε μὲν εἰς τοσοῦτον εἰς ὅσον περ καὶ ἡ ἀραιότης, ἐνίοτε δ’ ἐπὶ πλέον, ἢ ἔλαττον, ὡς ἂν ἡ τὴν τοιαύτην κακοσφυξίαν ἐργαζομένη διάθεσις ἔχῃ. κατάψυξις δ’ ἐστὶν ἰσχυρὰ τῶν τοιούτων σφυγμῶν αἰτία τῆς γενέσεως, ἤτοι κατὰ τὸ σῶμα τῆς καρδίας, ἢ κατὰ τὸ πνεῦμά τε καὶ αἷμα τὸ ἐν ταῖς κοιλίαις αὐτῆς, ἢ κατά τι τῶν ὁμιλούντων μορίων. ἡ μὲν οὖν κατὰ τὸ σῶμα τῆς καρδίας αὐτὸ κατάψυξις μεγάλη εἰς τοσοῦτο καὶ τοὺς σφυγμοὺς ἀμυδροὺς ἐργάζεται καὶ βραδεῖς καὶ μικροὺς εἰς ὅσον ἂν καὶ αὕτη δυναστεύῃ· ἡ δ’ ἀπό τινος τῶν ἄλλων ὁρμωμένη τὴν ἀραιότητα
288
πλέον ἢ τὰ ἄλλα τὰ εἰρημένα γένη τοῦ κατὰ φύσιν ἐξίστησιν. ὥστ’ ἔνιοί τινες ἐξ αὐτῶν οὐ πολὺ τῶν κατὰ φύσιν ἐλάττους τε καὶ βραδυτέρους καὶ ἀμυδροτέρους ἔχοντες τοὺς σφυγμοὺς ὅμως ἀπόλλυνται διὰ ταχέων. ὁ δὲ θάνατος ἀφυκτότερος μέν ἐστιν, ὅταν αὐτὸ τὸ σῶμα τῆς καρδίας δέξηται τὴν κατάψυξιν, ἐξαιφνίδιος δὲ γίνεται καὶ κατὰ τὴν ἑτέραν διαφοράν. καὶ ἀποθνήσκουσιν οἱ μὲν πρότεροι κοιμώμενοι μᾶλλον, ὡς μηκέτ’ ἐξαναστῆναι, οἱ δὲ δεύτεροι καὶ οὕτως μὲν, ἀλλὰ καὶ διαλεγόμενοί τινες ἐξ αὐτῶν, ὡς δοκεῖν τοῖς ἰδιώταις μηδὲν ἔχειν ἄτοπον, ἐξαίφνης οἷόν περ λειποθυμήσαντες ἀπέθανον, οἱ μὲν ἐφιδρώσαντες, οἱ δὲ καὶ χωρὶς τούτου. καὶ καταλαμβάνει τὸ σύμπτωμα τοῦτο καὶ ἡ διάθεσις αὕτη καὶ τῶν ἐν νόσοις μέν τινας, ὅταν ἀπύρετοι γένωνται παραλόγως, καὶ τῶν ὑγιαινόντων δέ τινας ἐν πρεσβυτικῇ μάλιστα τῇ ἡλικίᾳ. ἀραιότης μὲν οὖν σφυγμῶν εἰς τοσοῦτον ὀλέθριος. καὶ μὲν δὴ καὶ οἱ διαλείποντες ἔτι καὶ μᾶλλον, εἴ γε καὶ ἡ γένεσις αὐτῶν ἐπιτεινομένης τῆς ἀραιότητος καὶ ἡ λύσις ἐπάνοδος εἰς τὴν ἀρχαίαν συμμετρίαν ἐστὶ
289
δι’ ἀραιότητος, οὐδεὶς γὰρ τῶν σωθέντων ἐπὶ διαλείπουσι σφυγμοῖς ἑτέρως ἐσώθη, ἀλλὰ καθ’ ὃν εἴρηται τρόπον ἅπαντες, ἀραιότητος μὲν πρῶτον ἱκανῶς ἐκτεταμένης διαδεξαμένης τὸν διαλείποντα σφυγμὸν, ἐπ’ αὐτῇ δ’ ἀεὶ καὶ μᾶλλον ὀλιγοχρονιωτέρας γινομένης τῆς ἡσυχίας ἄχρι τοῦ τὴν κατὰ φύσιν ἀπολαβεῖν συμμετρίαν.

Ἐναντίοι δ’ εἰσὶ τοῖς εἰρημένοις σφυγμοῖς ἕτεροι δύο, τῷ μὲν ἀραιῷ πυκνὸς, τῷ διαλείποντι δ’ ὁ παρεμπίπτων, οὓς ὁ Ἀρχιγένης ἔοικεν οἴεσθαι χαλεπωτέρους εἶναι τῶν προειρημένων, ἐξαπατώμενος ὑπὸ τῶν πυκνῶν, ὅτι καὶ προηγοῦνται καὶ συνεδρεύουσι συγκοπαῖς· ἐπὶ δὲ τῶν παρεμπιπτόντων, ὅτι περιπνευμονικοῖς ἐνίοτε προσπίπτουσιν ὀλεθρίως ἔχουσι καὶ πυρετοῖς ἔστιν ὅτε, καθ’ οὓς ἔμφραξις ἢ θλίψις ἐστὶν ἀρτηριῶν κυρίων. οὐ μὴν εἴς γε τὴν γένεσιν ἀποβλέψαντι τῶν τοιούτων σφυγμῶν ἀληθὴς ἡ δόξα φαίνεται τοῦ Ἀρχιγένους. ὁ μὲν γὰρ παρεμπίπτων ἐπ’ ἀνωμάλῳ γίνεται πυκνότητι, διὰ τὸ πολλάκις ἐνδεέστερον τῆς χρείας ἐνηργηκέναι τὴν καρδίαν. αὐτὸ δὲ τοῦτο πάλιν ἤτοι βαρυνομένης γίνεται τῆς καρδίας ὑπὸ πλήθους, ἢ τῶν ὀργάνων

290
ἐμπεφραγμένων, ἢ στενοχωρουμένων, ἅπερ, οἶμαι, καὶ τῶν διαλειπόντων ἦν αἴτια· διαλλάττουσιν οὖν ἀλλήλοις τῷ τοὺς μὲν παρεμπίπτοντας ἀπομαχομένην τε καὶ διαγωνιζομένην τοῖς ἐνοχλοῦσιν αἰτίοις ἔχειν τὴν δύναμιν, τοὺς δὲ διαλείποντας ὀκνοῦσαν τοῦτο πράττειν. ἀμέλει πολλάκις οἱ παρεμπίπτοντες σφυγμοὶ κρίσιν ἤνεγκαν. εἰ γὰρ καί ἐστιν ὥσπερ κατ’ ἄπειρον τῆς εἰς ἀγῶνα παρασκευαζομένης φύσεως. εἰ δὲ ἐκ τῶν τοιούτων κρίσεων ἀπόλλυνταί τινες, οὐδὲν τοῦτο πρὸς τὸ χαλεπωτέραν εἶναι τὴν τῶν παρεμπιπτόντων διάθεσιν τῆς τῶν διαλειπόντων. πολὺ πλείους γὰρ ἐκ τῶν διαλειπόντων ἀπόλλυνται, κατὰ δὲ τὸν αὐτὸν τρόπον κᾀκ τῶν ἱκανῶς ἀραιῶν ἤπερ ἐκ τῶν πυκνῶν. οἱ γοῦν περικαεῖς ἅπαντες πυρετοὶ πυκνὸν ἔχουσι τὸν σφυγμὸν, ἔνιοί τινες αὐτῶν ὄντες ἀκίνδυνοι. οἱ δ’ ἐν ταῖς συγκοπαῖς πυκνοὶ διὰ τὴν ἀμυδρότητα κινδυνώδεις εἰσὶν, ἀχώριστον οὖσαν ἁπασῶν συγκοπῶν, καὶ χρὴ, οἶμαι, τοὺς ἀμυδροτάτους σφυγμοὺς εἴπερ τινὰς καὶ ἄλλους κινδυνώδεις νομίζειν, οἷοί περ οἱ τῶν συγκοπτομένων εἰσὶν, ὅλως δ’ ἐπισκέψασθαι καλῶς ἔχει περὶ τῶν ἐν ἅπασι τοῖς τῶν σφυγμῶν γένεσιν ἀκροτήτων. 
291
ὅτι μὲν γὰρ ὀλέθριοι καὶ πρὸς Ἀρχιγένους ὡμολόγηται. ποία δ’ ὀλεθριωτάτη πασῶν ἐστιν οὔτ’ ἐκεῖνος οὔτ’ ἄλλος τις ἀκριβῶς ἐπεσκέψατο. καίτοι δῆλον ὡς ὅση περ ἂν ἀκρότης σφυγμῶν φαίνηται τῶν ἄλλων ὀλεθριωτάτη, καὶ τὸ κατ’ ἐκείνην γένος ὀλεθριώτατον εἰκότως νομισθήσεται τῶν ἄλλων γενῶν. οὕτω δὲ καὶ εἰ παραβάλλοντες ἓν ἑνὶ, τὸ κατὰ θάτερον αὐτῶν ἄκρον εὑρίσκοιμεν ὀλεθριώτερον, οὐκ ἂν ἀλόγως οὐδὲ τὸ γένος ὅλον τοῦ γένους ὀλεθριώτερον εἴποιμεν. ἡ μὲν οὖν ἄκρα πυκνότης οὐδὲν ἧττον τῶν συγκοπτομένων ὑπάρχει τοῖς περικαῶς πυρέττουσιν, οὐκ ἐξ ἅπαντος ὀλεθρίως διακειμένοις, ἡ δ’ ἀραιότης οὐκ ἔστιν ὅτε ἀκίνδυνος ὑπάρχει, καθάπερ οὐδ’ ἡ ἀμυδρότης, οὐδ’ ἡ σμικρότης. αἱ μὲν γὰρ τρεῖς αὗται διαφοραὶ τῶν σφυγμῶν εἰς ἄκρον ἥκουσαι κινδυνώδεις εἰσὶ διαπαντὸς, οὐ μὴν τό γε μέγεθος, ὥσπερ οὐδ’ ἡ σφοδρότης, ἀλλ’ αὐτὴ μὲν μόνη πασῶν ἀκροτήτων οὐχ ὅπως κινδυνώδης, ἀλλὰ καὶ μέγιστον ἀγαθὸν, ἄν πέρ τις αὐτὴν ἐπίστηται διαγινώσκειν. τὸ δ’ ἔσχατον μέγεθος, ἐπειδὰν μὲν ἅμα νοσώδει μαλακότητι συνίστηται, κινδυνῶδες
292
ἐπειδὰν δὲ μετά τινος ὑγιεινῆς τοῦ χιτῶνος συστάσεως, οὐδὲν ἄτοπον ἔχει. μυριάκις γὰρ ἐν τοῖς πυρετοῖς ἀκινδύνοις μὲν, θερμοῖς δὲ καὶ περικαέσιν ὁ σφυγμὸς γίνεται μέγιστος, ὅταν ἡ δύναμις εὐρωστῇ. οὐκοῦν οὐδ’ ἐκ τῆς τῶν ἀκροτήτων παραβολῆς οὔτε τὸ τῶν πυκνῶν σφυγμῶν γένος ὀλεθριώτερον ἂν ἐπιδείξειέ τις τῶν ἀραιῶν οὔτε τὸ τῶν παρεμπιπτόντων τοῦ τῶν διαλειπόντων. ἐπεὶ δὲ ὁ λόγος ἔσπευδε μὲν ἐπὶ τὴν περὶ τούτων ἀπόδειξιν μόνων, ἐν παρέργῳ δὲ καὶ περί τινων ἄλλων ἐσκέψατο γενῶν, οὐδὲν ἂν εἴη χεῖρον ἔργον τὸ πάρεργον ποιησαμένους τῇ μνήμῃ παραθέσθαι τὰ διδαχθέντα περὶ μεγάλου τε καὶ μικροῦ καὶ σφοδροῦ καὶ ἀμυδροῦ σφυγμοῦ. κάλλιον δ’, εἰ καὶ τὴν λοιπὴν διαφορὰν αὐταῖς προσθείημεν τὴν κατὰ βραδύτητα καὶ τάχος. φαίνεται γὰρ κᾀνταῦθα τὸ τῶν ταχέων γένος ἀκινδυνότερον ὑπάρχον τῶν βραδέων, εἴ γε δὴ καὶ ἡ ἄκρα ταχύτης τῆς ἄκρας βραδύτητος. ἡ μὲν γὰρ ἄκρα βραδύτης, ὥσπερ γε καὶ ἡ ἀραιότης, σβεννυμένης ἀποτελοῦνται τῆς ἐμφύτου θερμασίας· ἡ δ’ εἰς τὸ τάχος αὔξησις διά τε τὴν χρείαν ἐπείγουσαν γίνεται καὶ πάντως ὑπὸ δυνάμεως
293
ἐῤῥωμένης. Ἀρχιγένης δὲ κᾀν τούτῳ σφάλλεται τὸν μυρμηκίζοντα σφυγμὸν ὑπολαμβάνων ταχὺν ὑπάρχειν. οὔτε γὰρ ταχὺς ὅλως ὁ τοιοῦτός ἐστι σφυγμὸς οὔτ’ εἰς ἄκρον ἥκει πυκνότητος. ὅτι δ’ ἐπιεικεῖς αἱ κατὰ πυκνότητα καὶ μέγεθος καὶ τάχος ἀκρότητες, ἔνεστί σοι κᾀνθάδε καταμαθεῖν. ἐπιλεξάμενος ὑγιαίνοντα νεανίσκον ὀξύτατα κέλευσον δραμεῖν, καὶ τὰς τρεῖς εὐθέως εὑρήσεις γινομένας ἀκρότητας, οὐδὲν οὔτ’ ἔχοντος οὔθ’ ἕξοντος κακὸν ἀνθρώπου. ὁ δὲ σκληρότατος σφυγμὸς, εὔλογον γὰρ καὶ περὶ ταύτης ἀποφήνασθαί τι τῆς διαφορᾶς, ὅπως μηδὲν ἐλλείπῃ τῷ λόγῳ, παραπλησίως ἐστὶ τῷ μαλακωτάτῳ κινδυνώδης. ὁ μὲν γάρ ἐστιν ἤτοι διὰ σκίῤῥον, ἢ φλεγμονὴν τοῦ σπλάγχνου μεγάλην, ἢ πῆξιν ἐκ ψύξεως, ἢ ξηρότητα τὴν ἐκ καυσωδεστάτου πυρετοῦ γινομένην, ἢ σπασμὸν ἰσχυρόν· ὁ δὲ διά τε κῶμα βαθὺ καὶ τοὺς λευκοφλεγματίας ὑδέρους καὶ συλλήβδην εἰπεῖν ἄμετρον ὑγρότητα τῆς ἕξεως τοιοῦτος ἀποτελεῖται. ἀναλαβόντες οὖν αὖθις ἐν κεφαλαίοις τὰ λεχθέντα, τελευτὴν ἐπιθῶμεν ἤδη τῷ λόγῳ. πάντες οἱ σφυγμοὶ τῆς κατὰ φύσιν ἐπὶ πολὺ συμμετρίας ἀποχωροῦντες οὐκ ἀγαθοὶ, ἀλλ’ ὁ μὲν ἀμυδρότατός τε καὶ
294
βραδύτατος καὶ ἀραιότατος ἁπάντων χείριστος, ἑξῆς δ’ αὐτῶν ὁ μικρότατος καὶ μαλακώτατος καὶ σκληρότατος, εἶθ’ ὁ πυκνότατος, οὐ μὴν ὁ τάχιστός γε, οὐδέ γ’ ὁ μέγιστος, ἀλλὰ μετρίως οὗτοι κινδυνώδεις. μόνος δ’ ἐκ τῶν ἄκρων ἄριστος ἁπάντων ὁ σφοδρότατος. Ἀρχιγένης δὲ περὶ τούτων ἑτέρως ἀπεφήνατο, μήτ’ ἀπόδειξίν τινα τῷ λόγῳ προσθεὶς, οὐδὲ γὰρ εἶχε, μήτε τὴν ἐμπειρίαν ὁμολογοῦσαν ἔχων, ἀλλὰ παραλογισθεὶς ὑφ’ ὧν ὀλίγον ἔμπροσθεν εἶπον. ὅστις οὖν ἐθέλει τῶν ἔργων τῆς τέχνης ἔχεσθαι φιλοπόνως, ἐξεταζέτω τὰ νῦν ὑφ’ ἡμῶν εἰρημένα διὰ τῆς τῶν καμνόντων ἐμπειρίας. ἀλλὰ τοῦτο μὲν οἶδ’ ὅτι πράξουσιν οἷς ἀλήθεια σπουδάζεται. ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, καιρὸς ἂν εἴη λέγειν ἤδη τι καὶ περὶ τῆς καθ’ ἕνα σφυγμὸν ἀνωμαλίας.