De praesagitione ex pulsibus

Galen

Galen, De praesagitione ex pulsibus

Ἑξῆς τοῖς εἰρημένοις σφυγμοῖς εἰσιν οἱ προσαγορευόμενοι μύουροι. διττὸν δὲ τὸ γένος αὐτῶν ἐστι, τὸ μὲν ἕτερον ἐν μιᾷ διαστολῇ τῆς ἀρτηρίας, τὸ δὲ ἕτερον ἐν ἀθροίσματι. τὸ μὲν οὖν ἐν μιᾷ διαστολῇ γιγνόμενον ἀσθένειαν ἐνδείκνυται δυνάμεως ἅμα σώματος ἰσχνότητι. χρὴ δ’ ἐπιβάλλοντα τοὺς δακτύλους ἅπτεσθαι τῆς ἀρτηρίας, εἶθ’ ὅταν ἐν τούτῳ φαίνηται κατὰ μὲν τὰ πρῶτα μέρη τῆς ἀρτηρίας μείζων ὁ σφυγμὸς, ἢ σφοδρότερος, ἢ συναμφότερον, ἐν δὲ τοῖς ὑποκάτω μικρότερος, ἢ ἀμυδρότερος, ἢ ἄμφω, τὸ μὲν πρῶτον τῶν ἐπιβεβλημένων δακτύλων ἐπαίρειν καὶ σκοπεῖσθαι πότερον ὁμοίας τῇ πρὶν ἀρθῆναι τοῦτον αἰσθάνονται κινήσεως οἱ ἐφεξῆς, ἢ σφοδροτέρας τε καὶ μείζονος. ἀμυδροτέρας μὲν γὰρ, ἢ μικροτέρας ἀδύνατον αἰσθάνεσθαι, τοῦ πρώτου δακτύλου μετεωρισθέντος. εἰ μὲν οὖν ὁμοίας ἔτι κινήσεως οἱ μετὰ τὸν ἐπαρθέντα δάκτυλον αἰσθάνονται, κατὰ τὸν ἑαυτῆς λόγον ἡ ἀρτηρία μυούρως διεστέλλετο, καὶ εἴη

315
ἂν τοῦτο σημεῖον ἀτόνου δυνάμεως, ἣν ἀπὸ τῆς καρδίας ἐπιῤῥεῖν αὐταῖς ἐπεδείξαμεν. ἐν μὲν γὰρ τῷ κατὰ φύσιν ἔχειν ἄχρι τοῦ πέρατος ἁπασῶν τῶν ἀρτηριῶν ὁ διαστέλλων αὐτάς τόνος ὁμοίως ἐξικνεῖται· κατὰ δὲ τοὺς μυουρίζοντας ἐκλύεται κατὰ βραχὺ τοσοῦτον ἑαυτοῦ γινόμενος ἀσθενέστερος ὅσον ἀποχωρεῖ τῆς ἀρχῆς. εἰ δ’ ἐπάραντός σου τὸν πρῶτον δάκτυλον, μετ’ αὐτὸν ἰσχυροτέρας τε καὶ μείζονος ἢ πρόσθεν αἰσθάνοιο τῆς κινήσεως, ἐνδείκνυται μὲν δήπου καὶ νῦν ἀῤῥωστίαν τῆς κατὰ τὴν ἀρτηρίαν δυνάμεως, ἀλλ’ ἐλάττονα τῆς προειρημένης. ἐν ἐκείνῃ μὲν γὰρ ἡ δύναμις ἐξελύετο τῆς ἀρχῆς ἀποχωροῦσα, νυνὶ δὲ διαμένει μὲν ἴση κατά γε τὸν ἑαυτῆς λόγον, ἡ δ’ ἀρτηρία βαρυνομένη πρὸς τῆς τῶν δακτύλων ἐπιβολῆς ἀσθενέστερον κινεῖται. ἧττον δ’ ἔσται τοῦτο κινδυνῶδες. οὐ γὰρ αὐτῆς καρδίας τοσοῦτον ὅσον τῆς ἀρτηρίας ἧς ἁπτόμεθα τὴν διάθεσιν ἐνδείκνυται. τὸ δ’ ἕτερον αὐτὴν μᾶλλον ἀῤῥωστεῖν ἐνδείκνυται τὴν καρδίαν, μὴ δυναμένην ὁμοίως ὡς πρόσθεν ἐκτείνειν ἀφ’ ἑαυτῆς ἄχρι τῶν ἐσχάτων τοῦ ζώου μορίων τὴν ἐνέργειαν. πολυειδῶς οὖν ἐπιβάλλειν ἐν τοῖς τοιούτοις σφυγμοῖς χρὴ τοὺς δακτύλους ὑπὲρ 
316
τοῦ μαθεῖν ἀκριβῶς ἅπασαν τῶν ἀρτηριῶν τὴν διάθεσιν. ἡ μὲν γὰρ πιέζουσα τὴν ἀρτηρίαν ἐπιβολὴ τῶν δακτύλων ἀσφυξίαν εἶναι δόξει κατὰ τὰς τοιαύτας διαθέσεις, ἡ δ’ ἐπιπολῆς ψαύουσα μυούρου φαντασίαν ἕξει τοῦ σφυγμοῦ, καὶ ἤτοι μόνοις δύο δακτύλοις, ἢ τρισὶν, ἢ καὶ τοῖς τέσσαρσιν ὑποπίπτοντος. ἔσται δὲ τοῦτο παρά τε τὴν ἰσχνότητα τοῦ ζώου καὶ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως. εἰς ὅσον μὲν γὰρ ἰσχνότερόν ἐστιν, εἰς τοσοῦτον πλεῖον ἡ ἀρτηρία σημαίνει· εἰς ὅσον δ’ ἧττον ἰσχνὸν, εἰς τοσοῦτον ἔλαττον. οὕτω δὲ καὶ κατὰ τὴν δύναμιν εἰς ὅσον μὲν εὐρωστοτέρα, πλέον, ἔλαττον δ’ εἰς ὅσον ἀσθενεστέρα. κατὰ δὲ τὴν τοιαύτην ἐπιβολὴν, ὁπόταν ἀρθέντος τοῦ πρώτου δακτύλου μηκέτι παραπλήσιος ὁ σφυγμὸς διαμένῃ κατὰ τὸν δεύτερον, ἀλλὰ μείζων τε φαίνηται καὶ ἰσχυρότερος, ὁ μὲν ἀπὸ τῆς καρδίας τόνος εὐρωστότερος, ὁμαλῶς γὰρ ἄχρι πέρατος ἐπιῤῥεῖ, βαρυνθεῖσα δ’ ἡ ἀρτηρία κατὰ τὴν ἐπιβολὴν τοῦ πρώτου δακτύλου χεῖρον ἐν τῷ μετ’ αὐτὸν διαστέλλεται, καὶ διὰ τοῦτο τοῦ βαρύνοντος ἀρθέντος ἄμεινον. εἰ δ’ ὅμοιος ὁ σφυγμὸς φαίνοιτο κατὰ τὸν δεύτερον δάκτυλον τῷ φαινομένῳ, πρὶν ἀρθῆναι τὸν
317
πρῶτον, τὸ μύουρον τῆς κινήσεως ἐν αὐταῖς ταῖς ἀρτηρίαις ἐστὶν, οὐκ ἐν τῇ πρὸς τὴν ἁφὴν διαγνώσει. καὶ γίγνεται τοῦτο τῆς ἀπὸ καρδίας αὐταῖς ἐπιῤῥεούσης δυνάμεως ἐκλυομένης κατὰ βραχύ. εἰ δὲ κρείττων μὲν ἡ κίνησις φαίνοιτο τῆς ἀρτηρίας ἀρθέντος τοῦ πρώτου δακτύλου, μὴ μέντοι γε ἀκριβῶς ἴση τῇ κατὰ τὸν πρῶτον, ἀμφοτέρας ἐνδείκνυται τὰς διαθέσεις ὑπάρχειν ἅμα. καὶ ὡς τὰ πολλά γε οὕτω συμπίπτειν εἴωθεν ἐν ἁπάσαις ταῖς τοιαύταις ἀνωμαλίαις. ἐπιβλέπειν οὖν χρὴ μετὰ τοῦτο πολλοὺς ἐφεξῆς σφυγμοὺς καὶ παραβάλλειν ἀκριβῶς ἀλλήλαις τὰς κινήσεις. ἐνίοτε μὲν γὰρ οἷά περ ᾖ κατὰ τὴν πρώτην ἐπιβολὴν, τοιαῦται γίνονται πᾶσαι. πολλάκις δὲ ἐπὶ τὸ μικρότερόν τε καὶ ἀμυδρότερον ἴασιν. ἐφ’ ὧν δηλονότι καὶ ἡ δύναμίς ἐστιν ἀσθενεστέρα. εἰ δὲ καὶ τελέως ἐκλείποιεν, ἔτι δὴ καὶ μᾶλλον ἐνδείξονται τὴν ἀῤῥωστίαν τῆς δυνάμεως. ἐν τούτῳ δὲ χρὴ πάντας ἄραντας τοὺς δακτύλους, εἶτ’ ὀλίγον τινὰ διαλιπόντας χρόνον αὖθις ἐπιβάλλειν. εὑρεθήσονται γὰρ τὰ πολλὰ κατὰ τὴν δευτέραν ἐπιβολὴν αἱ ἀρτηρίαι σφύζουσαι. ὡς εἴ γέ ποτε παντελὴς ἀσφυξία φαίνοιτο καὶ κατὰ ταύτην τὴν ἐπιβολὴν, ἰστέον ἐν ἐκείνῳ
318
γ’ αὐτῷ τῷ χρόνῳ πεποιῆσθαι τὴν προτέραν ἐπαφὴν, ἐν ᾧ συνέβαινε ταῖς ἀρτηρίαις εἰς ἀσφυξίαν ἀφικνουμέναις ὀλίγον ἔτι τῆς κινήσεως ἀποσώζειν. ἀλλὰ τοῦτο μὲν, ὡς ἔφην, σπάνιον, ὡς τὰ πολλὰ δὲ διαλείποντες, εἶτ’ αὖθις ἁπτόμενοι σφυζούσας εὑρίσκομεν, ᾧ καὶ δῆλον ὡς οὐ φέρουσαι τῶν δακτύλων τὴν ἐπιβολὴν εἰς ἐσχάτην ἀμυδρότητα κινήσεως ἀφικνοῦνται. καὶ τοῦτ’ ἦν αἴτιον ἄρα τὸ διαλανθάνειν ἡμᾶς τὸν σφυγμὸν, ὡς ἂν καὶ αὐτῆς τῆς ἀσφυξίας κατὰ διττὸν τρόπον γινομένης, ἢ τῷ μὴ σφύζειν ὅλως τὰς ἀρτηρίας, ὅπερ ἂν εἴη κακὸν ἔσχατον, ἢ τῷ σφύζειν μὲν, ἀλλ’ οὕτως μὲν ἀμυδρόν τε καὶ μικρὸν, ὡς ἐκφεύγειν τὴν αἴσθησιν. ἔστι μὲν δὴ καὶ ἡ τοιαύτη διάθεσις, εἰ χωρὶς λειποθυμίας τινὸς προσφάτου γίνοιτο, χαλεπωτάτη, πολὺ δὲ ἔτι χείρων ἡ ἑτέρα, καθ’ ἣν ὄντως οὐ σφύζουσι, μᾶλλον δ’ οὐ πολὺ χείρονα χρὴ λέγειν ἐκείνην, ἀλλ’ ὀλεθριωτάτην τε καὶ χειρίστην, ὡς ἂν ἤδη νενεκρωμένων τῶν ἀρτηριῶν. εἰ μέντοι πλέονι χρόνῳ τῶν δακτύλων ἐπικειμένων ἀβιάστως τε καὶ ὡς ψαύειν μόνον ἐπανέρχοιτο πάλιν ἡ κίνησις, ἧττον ὀλέθριος ἡ τοιαύτη διάθεσις. ἐπανέρχεται δὲ ποτὲ μὲν εἰς ἀσφυξίαν ἐσχάτην
319
ἀφικνουμένη, ποτὲ δ’ εἰς μικροσφυξίαν τε καὶ ἀμυδρότητα. καὶ τοίνυν καὶ καλοῦνται παλινδρομοῦντες μὲν ἀμφότεροι, διαφέρουσι δὲ τῷ τοὺς μὲν μυούρους εἶναι παλινδρομοῦντας, τοὺς δ’ ἐκλείποντας παλινδρομοῦντας. ἄμεινον δ’ ἐν ταῖς τοιαύταις ἐπισκέψεσιν οὕτω σχηματίζειν τὸ μόριον, ὅτου περ ἂν ἁπτόμενοι τύχωμεν, ὡς ὑποκάτω τῆς ἀρτηρίας εἶναι τὴν ἡμετέραν ἁφὴν, οὕτω γὰρ ἥκιστα πρός τε τῶν δακτύλων θλίβοιτο καὶ αὐτοῦ τοῦ προβεβλημένου δέρματος. ἔνεστι δ’ ἔργῳ μαθεῖν ἑκάστῳ τῶν βουληθέντων, ὁπόσον εἰς διάγνωσιν ἀφανῆ κινήσεως ἡ τοιαύτη τῶν δακτύλων ἐπιβολὴ συντελεῖ. πολλάκις γοῦν ἡμεῖς ἄνωθεν μὲν ἐπιβεβληκότες τοὺς δακτύλους κατὰ τὰς ἀρτηρίας οὐδὲ μιᾶς αἰσθανόμεθα κινήσεως, ἐν δὲ τῷ καταστρέψαι τὸ κῶλον εὐθέως ᾐσθόμεθα. χείριστοι δὲ πάντων εἰσὶν οἳ ἂν εἰς ἀκινησίαν τελευτήσαντες αὖθις μηκέτι ἐπανέρχωνται τοῦ κώλου περιστραφέντος. ἧττον δὲ τούτων οἳ ἂν ἐν τῷ περιστραφῆναι φαίνονται κινούμενοι, τούτων δ’ ἔθ’ ἧττον οἱ μύουροι μὲν γινόμενοι, μὴ μέντοι γ’ εἰς ἀκινησίαν παντελῆ τελευτῶντες, καὶ τούτων ἔθ’ ἧττον οἱ ἐπανερχόμενοι μύουροι, καὶ μᾶλλον, ἐπειδὰν ὑποπίπτωσιν ἅμα πλείοσι δακτύλοις· ᾧ καὶ αὐτῷ μάλιστα προσέχειν ἀξιῶ
320
καὶ σκοπεῖσθαι τὸ ποσὸν τῆς ἰσχνότητος τοῦ σώματος ἀκριβῶς. εἰ μὲν γὰρ ἐσχάτως ἰσχνοῦ τοῦ σώματος ὄντος ἡ τῶν ἀρτηριῶν κίνησις ὑποπίπτει πλείοσι δακτύλοις, οὐ διὰ ῥώμην δυνάμεως, ἀλλὰ δι’ ἔκτηξιν τοῦ σώματος οὕτω συμβαίνει. μετρίως δ’ ὄντος ἰσχνοῦ, τρισὶν ἢ τέσσαρσιν ὑποπίπτειν δακτύλοις τὴν κίνησιν τῆς ἀρτηρίας οὐ μικρὸν ἀγαθὸν, ὡς ἐν τοιούτοις. ἐμφαίνεται γὰρ ἀποσώζειν τι τοῦ τόνου κατὰ τὴν ἐνέργειαν. ὁ δ’ ἀριθμὸς τῶν δακτύλων, ὅσοις ὑποπίπτειν ἡ κίνησις μέλλει, καθ’ ἑκάστην τῶν ἀρτηριῶν ἴδιός ἐστιν. οὐ γὰρ ἁπασῶν ἴσον ἐξέχει τε καὶ διασυμβαίνει κατὰ τὸ δέρμα. κάλλιον δ’ εἰς τοῦτο τῆς φύσεως αὐτοῦ τοῦ κάμνοντος ἔχειν ἐμπείρως. τοῖς μὲν γὰρ φύσει μικρότερος ὁ σφυγμός ἐστι, τοῖς δὲ βραχύτερος. ἑκάστῳ δὲ τοῦ ποσοῦ τὸ μέτρον ὡς πρὸς τὴν ἑαυτοῦ φύσιν ἐστίν· ἀγνοοῦντες οὖν τὸ κατὰ τὴν φύσιν ἴδιον αὐτοῦ τοῦ κάμνοντος, ἀπὸ τῶν κοινοτέρων διαφορῶν στοχαζόμεθα τῶν κατά τε τὴν κρᾶσιν τοῦ σώματος καὶ τὴν ἕξιν, ἐν μὲν τῇ κράσει μάλιστα τὴν κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν ἐπισκοπούμενοι διαφορὰν, ἐν δὲ ταῖς ἕξεσι τὴν κατὰ λεπτότητά τε καὶ πολυσαρκίαν. 
321
ἐνίοτε μὲν οὖν ἅμα καὶ συμπίπτουσιν αἱ δύο ἀνωμαλίαι τῶν σφυγμῶν, ἥ τε κατὰ μίαν κίνησιν ἥ τε ἐν ἀθροίσματι. πολλάκις δὲ ἡ μὲν κατὰ μίαν οὐκ ἔστιν, ἡ δ’ ἐν ἀθροίσματι σαφῶς εὑρίσκεται. καὶ τοῦ μὴ φαίνεσθαι τότε τὴν κατὰ μίαν αἴτιον διττὸν, ἤτοι τῆς διαθέσεως ἡ σμικρότης ἢ τῶν σφυγμῶν αὐτῶν ἡ βραχύτης. ἄν τε γὰρ ἡ διάθεσις ἡ τοὺς ἐν ἀθροίσματι μυούρους ἐργαζομένη μὴ πάνυ τις ᾖ χαλεπὴ, κατὰ τὴν μίαν διαστολὴν ὁμαλός ἐστιν, ἐν πλείοσι δὲ τὴν μυουρίζουσαν ἀνωμαλίαν λαμβάνει· ἄν τε μεγάλη μὲν ἡ διάθεσις ὑπάρχῃ, βραχὺς δ’ ᾖ κατὰ τὸ μῆκος ὁ σφυγμὸς, ὡς ἑνὶ μόνῳ ὑποπίπτειν δακτύλῳ, κᾂν ὅτι μάλιστα κατ’ ἀλήθειάν τε καὶ ὄντως ᾖ μύουρος, οὐχ ἕξει τὴν ἀνωμαλίαν αἰσθητήν. πλείοσι γὰρ ὑποπίπτειν χρὴ δακτύλοις τὴν καθ’ ἕνα σφυγμὸν ἀνωμαλίαν μυουρίζουσαν. ἐξ οὖν τῶν εἰρημένων εὔδηλον ὡς ἄμφω μὲν τὰ γένη τῶν μυούρων σφυγμῶν ἀσθένειαν ἐνδείκνυται δυνάμεως, ἀλλὰ τὸ μὲν κατὰ μίαν διαστολὴν συνενδείκνυται λεπτότητα τοῦ κάμνοντος σώματος, τὸ δ’ ἐν ἀθροίσματι δύναιτ’ ἄν ποτε καὶ χωρὶς
322
ἰσχνότητος γενέσθαι. δέδεικται δὲ καὶ ὡς ἄν τις ἐξευρίσκοι τὸ ποσὸν τῆς βλάβης ἐν ἑκατέρῳ τῷ γένει. περὶ μὲν οὖν τῶν μυουριζόντων σφυγμῶν ἱκανὰ καὶ ταῦτα.

Γεγράφασι δέ τινες ὡς ἀνεστραμμένον εὑρίσκοντές ποτ’ εἶδος σφυγμοῦ τοῖς εἰρημένοις. ἐπὶ γοῦν τῆς κατὰ τὸν καρπὸν ἀρτηρίας, ἦς δὴ καὶ συνηθέστατον ἅπτεσθαι, πεφαγκέναι φασὶν ἑαυτοῖς εὐρύτερον τὸν ἐν τῷ κάτω πέρατι σφυγμὸν, μύουρον μὲν ὄντα δηλονότι καὶ τοῦτον, ἀλλὰ τὸ λεπτότερον αὐτοῦ μέρος οὐ κάτω τετραμμένον ὡς ἐπὶ τοὺς δακτύλους, ἀλλ’ ἄνω τε καὶ πρὸς τὰ κατ’ ἀγκῶνα χωρία ἔχοντα. ἐγὼ δ’ ἡγοῦμαι τοὺς ἀνθρώπους ἐφ’ ὧν εὑρηκέναι φασὶ τοὺς τοιούτους σφυγμοὺς οὐ πρόσκαιρόν τινα τὴν αἰτίαν, ἀλλ’ ἐπὶ φυσικῇ διαπλάσει τῶν κατὰ τὸν καρπὸν ἐσχηκέναι μορίων. σπανίως μὲν γὰρ, εὑρίσκεται δ’ οὖν ποτε τοιαύτη διάπλασις, ὡς τὸ μὲν πρὸς τῷ καρπῷ μέρος τῆς ἀρτηρίας ὑπ’ αὐτῷ τῷ δέρματι τετάχθαι, τὸ δ’ ἄνω πᾶν αὐτῆς τῷ μὲν ἀνωτέρω κεκαλύφθαι πλέονι σαρκὶ, τῷ δὲ

323
κατωτέρω τε καὶ κατ’ αὐτὸν τὸν καρπὸν ἀθρόον εἰς τὸ βάθος ἐνδύεσθαι. τοῖς τοιούτοις οὖν ἀνθρώποις οὐ νοσοῦσι μόνον, ἀλλὰ καὶ ὑγιαίνουσιν ὁ σφυγμὸς φαίνεται μύουρος, ἄνω μὲν ὡς πρὸς τὸν πῆχυν ἔχων τὸ στενώτερον, ἐν δὲ τοῖς κάτω τε καὶ πρὸς τὸν καρπὸν ὅσον εὐρύτερον. εὔδηλοι δέ εἰσιν οἱ γράψαντες ὑπὲρ τῶν τοιούτων σφυγμῶν ὡς νοσωδῶν οὐ προσεσχηκότες τῷ πράγματι τὴν διάνοιαν ἀκριβῶς ἔκ τε τῶν ἄλλων ὧν γράφουσι κᾀκ τοῦ μηδ’ ὅ τι σημαίνουσι προσγράψαι τῷ λόγῳ. πρόδηλον γὰρ ὡς οὐδὲν εὗρον ἐξαίρετον ὑπ’ αὐτῶν σημαινόμενον, ἐπὶ φυσικῇ διαπλάσει τοιούτων γινομένων, οὐ νοσώδει διαθέσει. διὸ καὶ πολλάκις εἴρηταί μοι πρὸς τὰς διαγνώσεις τῶν σφυγμῶν οὐδὲν οὕτως εἶναι χρήσιμον ὡς τὸ γινώσκειν ὁποῖός τίς ἐστιν ἑκάστῳ φύσει σφυγμός. καὶ γὰρ οὖν καὶ ἄλλαι τινὲς ἀρτηρίαι ταῖς εἰρημέναις ἔμπαλιν ἔχουσιν, ὡς ἐν μὲν τοῖς ἄνω μέρεσιν ὑπὸ τῷ δέρματι μόνῳ τετάχθαι γυμνῷ, κατωτέρω δ’ ἐρχόμεναι πρὸς τὸν καρπὸν εἰς τὸ βάθος καταδύεσθαι. καὶ διὰ τοῦτο καὶ τούτων ὁ σφυγμὸς φαίνεται μύουρος. ἑτέρων δέ γε φύσει περινενευκώς
324
τε καὶ ἐπινενευκὼς ἑκατέρωσε πλέον ἢ κατὰ τὴν κοινὴν φύσιν, οὐ νοσήματος, ἤ τινος ὅλως αἰτίας παρὰ φύσιν, ἀλλὰ φυσικῆς διαπλάσεως ἐργασαμένης αὐτόν. ἅπερ εἰ μὴ γινώσκομεν, ὁπότ’ εἴη φύσει, μέγιστα σφαλησόμεθα. γίγνεται μὲν γὰρ, ὡς εἴρηται, μύουρος ὁ σφυγμὸς ἔν τισι παρὰ φύσιν αἰτίοις· εὑρίσκεται μέντοι τισὶ καὶ κατὰ τὴν τῆς διαπλάσεως ἰδιότητα, καθάπερ καὶ ὁ ἐπινενευκώς τε καὶ περινενευκὼς ὀνομαζόμενός ἐστιν, ὅ γε μὲν οὖν οὕτω τῆς ἀρτηρίας κατασκευασθείσης ὡς τὸ μέσον αὐτῆς μόνον ὑπὸ τῷ δέρματι τετάχθαι ψιλῷ, τὰ δ’ ἑκατέρωθεν ἀθροώτερον ἐγκαταβαίνειν τῷ βάθει. γίνεται δὲ καὶ δι’ ἀῤῥωστίαν δυνάμεως, ἀδυνατούσης ἐπαίρειν τὰ βαρύνοντα· καὶ ὅταν γε τὸ τοιοῦτον πάθος ἰσχυρότερον αὐτῇ γένηται, καμπήν τινα φαίνεται κατὰ τὸ ὕψος ἔχειν ὁ σφυγμὸς, οὐ κύκλου περιφέρειαν, ἥντινα καμπὴν οὐ κακῶς ὁ Ἀρχιγένης ὀνομάζει γωνίωσιν. οὐκέτι γὰρ ὡς κύκλου περιφέρεια τὸ ὕψος τῆς ἀρτηρίας, ἀλλ’ ὡς τριγώνου κορυφὴ κινεῖ τὴν ἁφήν. ἔτι δὲ μᾶλλον αὐτῇ γίγνεται τοῦτο φριττούσῃ τε καὶ πηγνυμένῃ διὰ ψύξιν, ἢ ὁπωσοῦν
325
ἄλλως σκληρυνθείσῃ, καὶ διὰ τοῦθ’ εὑρεῖν αὐτὸν ἔστι πλειστάκις ἐν ταῖς μετὰ ψύξεως ἐμβαλλούσαις ἰσχυραῖς ἐπισημασίαις· οὐ γὰρ δὴ ἐν ἁπάσαις γε, ἢ μόναις, ὡς ἔνιοι νομίζουσι. ἂν γὰρ ἥ τε σκληρότης τῶν ἀρτηριῶν ἔχῃ τὰ δυσκαμπῆ ἥ τε δύναμις ἀσθενὴς οὖσα βαρύνηται καθ’ ἑκάτερα, τὴν μὲν οἷον κύκλου περιφέρειαν ἀπόλλυσιν, ὁμοιοῦται δὲ τριγώνου κορυφῇ, μὴ δυναμένης τῆς ἀρτηρίας διὰ σκληρότητα κατὰ βραχὺ κάμπτεσθαί τε καὶ πρὸς τὸ βάθος ἐπινεύειν ἑκατέρωθεν, ἀλλὰ κλωμένης μᾶλλον ἢ καμπτομένης διὰ τὴν σκληρότητα. ταῦτ’ οὖν αὐτῇ τὰ παθήματα πολλάκις μὲν ἐν ταῖς ψυχούσαις ἱκανῶς ἐπισημασίαις γίνεται, συμπίπτει μὴν ἐνίοτε καὶ χωρὶς εἰσβολῆς παροξυσμῶν· ὥσπερ αὖ πάλιν ἐν ταῖς ἀπεριψύκτοις ἐπισημασίαις οὐδ’ ὅλως γίνεται τοιοῦτος ὁ σφυγμός· ἄμεινον δ’ ἴσως ἐστὶ μηδὲ χρονίζειν ἔτι κατὰ τὸν τόπον, ἐν τοῖς μετὰ ταῦτα μέλλοντας ἐπιπλέον ὑπὲρ αὐτῶν διεξέρχεσθαι.

Ἔστι δὲ ἐκ ταὐτοῦ τοῖς εἰρημένοις γένους καὶ ὁ τρομώδης σφυγμὸς, οὐ πάνυ τι φαινόμενος ἐναργῶς. ἐπειδὴ δὲ, καθάπερ ἐπιδέδεικται διὰ τοῦ δευτέρου τῶν ἐν τοῖς 

326
συμπτώμασιν αἰτίων, ἀσθενείᾳ δυνάμεως ἕπεται τρόμος, ἀναγκαῖον οὖν ἐστι διὰ τοῦτο καὶ τὸν τρομώδη σφυγμὸν ἀμυδρόν τε ἅμα καὶ μικρὸν εἶναι, ἐν δὲ τῷ τοιούτῳ λανθάνουσιν αἱ τρομώδεις κινήσεις, ἀξιολόγου διαστολῆς εἰς τὸ γνωσθῆναι δεόμεναι. φαντάζεται δὲ ἐνίοτε τοῖς ἀγυμνάστοις ὁ τρομώδης σφυγμὸς ὡς κλονώδης, καὶ διὰ τοῦτ’ οἴονται πολλάκις ἑωρακέναι τοιοῦτον. ἀλλ’ οὐ δεῖ μακρότερον ὑπὲρ αὐτῶν διεξέρχεσθαι κατὰ ἐνεστῶτα λόγον. εἴρηται γὰρ ἐν τῷ δευτέρῳ τῶν ἐν τοῖς συμπτώμασιν αἰτίων εἰς ὅσον ἀλλήλων διαφέρουσι τρόμος καὶ κλόνος, ἐξ ὧν ὁρμώμενος ἄν τις ὁποῖός τέ τις ὁ κλονώδης ἐστὶ σφυγμὸς ἀκριβῶς εἴσεται καὶ ὡς ὀλιγάκις ὁ τρομώδης ὁρᾶται κατ’ ἐκείνους μόνους τοὺς καιροὺς ἐν οἷς οὔθ’ ἡ δύναμις ἐσχάτως ἀσθενής ἐστιν, ὅ τε χιτὼν τῆς ἀρτηρίας μαλακὸς, ἥ τε τοῦ σώματος ἕξις ἰσχνή. συμβήσεται γὰρ οὕτως μήτε πάνυ μικροὺς εἶναι τοὺς σφυγμοὺς, ἀλλ’ ἐγγύς τι τῶν κατὰ φύσιν, μήτε ἐσχάτως ἀμυδροὺς, ἀλλ’ ὥστε φέρειν ἀλύπως ἐπιβολὴν δακτύλων, ὧν ἐξ ἀνάγκης εἰς διάγνωσιν δεῖται. καὶ εἴποτε ἄρα φανείη τρομώδης σφυγμὸς, ἐνδείξεται τήν τε δύναμιν ἀσθενῆ καὶ τὸν χιτῶνα τῆς
327
ἀρτηρίας μαλακὸν καὶ τὴν τοῦ σώματος ἕξιν ἰσχνήν. περὶ μὲν οὖν τῆς ἀνωμαλίας τε καὶ τῶν ἐργαζομένων αὐτὴν αἰτίων ἱκανὰ καὶ ταῦτα. καὶ γὰρ εἴ τι παραλέλειπται, ῥᾷστον εὑρίσκεσθαι τῷ ταῦτά τε τὰ νῦν εἰρημένα μὴ κατὰ τὸ πάρεργον ἐκμαθόντι καὶ ὅσα κατὰ τὸ δεύτερον εἴρηται τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων.

Ὑπόλοιπον δ’ ἐστὶ περὶ τάξεως καὶ ἀταξίας διελθεῖν. δοκεῖ μὲν δὴ πᾶσα τάξις ἀταξίας ὁμογενοῦς ἀμείνων εἶναι. πρόσκειται δ’ ὁμογενῶς τῷ λόγῳ διὰ τὸ δύνασθαί ποτε τὴν ἐξ ἑτέρου γένους ἀταξίαν αἱρετωτέραν ὑπάρχειν ἑτερογενοῦς τάξεως, οἷον εἰ οὕτως ἔτυχεν ὁ κατὰ μέγεθος ἢ τάχος ἄτακτος ἧττόν ἐστι χαλεπὸς τοῦ διαλείποντος ἐν τάξει τινί. οὕτω δὲ καὶ ὁ μεμηκυσμένος ἀραιὸς, εἰ καὶ φυλάττοι τάξιν τινὰ, χείρων ἐστὶ τοῦ κατὰ σφοδρότητα καὶ μέγεθος καὶ τάχος ἀνωμάλου. ἀλλ’ ἥ γε ὁμογενὴς τάξις ἐπιεικεστέρα τῆς ἀταξίας εἶναι δοκεῖ, διὰ τὸ τῆς φύσεως ἡμῶν εἴπερ τι ἄλλο καὶ τὴν τάξιν οἰκείαν ὑπάρχειν. οὐ μὴν ἁπλῶς γε οὕτως ῥητέος ὁ λόγος, ἀλλὰ μετὰ τοιοῦδε διορισμοῦ.

328
ἡ μὲν τάξις ἐστηριγμένον πως εἶναι δοκεῖ δηλοῦν τὸ αἴτιον, ἡ δ’ ἀταξία μεταῤῥέον τε καὶ μὴ μένον ἐφ’ ἑνὸς ἢ μεγέθους ἢ εἴδους ἢ χωρίου. τὸ δὲ τοιοῦτον αἴτιον οὐκ ὀλεθριώτερον, ἀλλὰ σφαλερώτερον εἶναι χρὴ νομίζειν. ἐνδέχεται γὰρ αὐτὸ μεταῤῥέον ἔστιν ὅτε μὲν εἰς ἀκυρώτερον, ἔστιν ὅτε δ’ εἰς κυριώτερον ἀφικέσθαι χωρίον, ὥστε ἤτοι θάνατον ἐξαπιναῖον, ἢ σωτηρίαν ἐνεγκεῖν. τὸ μέντοι τῆς τάξεως οὐκ ἀδόκητον, ἀλλ’ ὡρισμένην ἔχει τὴν ἔκβασιν. ἡ μὲν γὰρ ἐπὶ χαλεπῆς ἀνωμαλίας τάξις, ὥσπερ εἰ οὕτως ἔτυχε τῆς διαλειπτικῆς, ὀλέθριος βεβαίως ἐστίν· ἡ δ’ ἐπὶ μετρίας, ὥσπερ ἐπὶ τῆς κατὰ μέγεθος καὶ μικρότητα, βεβαίως ἐπιεικής· ἡ δ’ ἀταξία καὶ τὴν ἐπιεικῆ χαλεπὴν ἐργάσασθαι δύναται, μεταῤῥυείσης εἰς κυριώτερον χωρίον τῆς τὴν ἀνωμαλίαν ἐργαζομένης αἰτίας· καὶ μέντοι καὶ τὴν χαλεπὴν ἐπιεικῆ, μετελθούσης καὶ νῦν τῆς αἰτίας ἐκ τῶν κυριωτέρων εἰς ἀκυρώτερα. οὐδὲν οὖν ἀσφαλὲς οὐδὲ βέβαιον ἐπὶ τῆς ἀταξίας ἐστὶν, οὔτε τοιοῦτον οἷον ἐπὶ τῆς τάξεως οὔτε ἀγαθὸν οὔτε κακόν. ἂν μέντοι μετὰ σφοδρότητος σφυγμοῦ γίγνηταί τις ἀταξία, εἴτ’ οὖν ὁμαλοῦς
329
εἴτε καὶ ἀνωμάλου τῆς σφοδρότητος οὔσης, παρόντων καὶ τῶν τῆς πέψεως σημείων, ἐλπίζειν χρὴ κρίσιν ἔσεσθαί τινα, καὶ μᾶλλον, εἰ καὶ τὰ ἄλλα σημεῖα κρίσεως γένοιτο, ὅτε καὶ κατὰ τοῦτο διαφέρουσιν αἱ ἀταξίαι τῶν τάξεων, καθ’ ὅσον ἐπὶ τοῖς ἄλλοις ἅπασι τοῖς αὐτοῖς ἑτοιμότερον ἐπὶ κρίσιν ἡ φύσις ἐξορμᾷ κατὰ τὰς ἀρτηρίας.