De praesagitione ex pulsibus

Galen

Galen, De praesagitione ex pulsibus

Τῆς ἀρτηρίας τὸ μὲν ὕψος ἀναλόγως ἀεὶ τῷ πλάτει διαστέλλεται. κατακρύπτεται δὲ ἢ κωλύεται πολλάκις ὑπὸ τῶν περικειμένων τε καὶ προσκειμένων σωμάτων ἤτοι σύμπασα ἡ κίνησις ἢ μοῖρά γέ τις αὐτῆς, καὶ τοῦτο τὸ κωλυόμενον ἤτοι κατὰ τὸ βάθος μᾶλλον, ἢ κατὰ τὸ πλάτος, ἢ κατὰ τὸ συναμφότερον ὡσαύτως φαίνεται. ὅταν μὲν οὖν ἀδιάγνωστος ὡς πρὸς τὴν ἡμετέραν ἁφὴν ἡ κίνησις ᾖ, καθ’ ὅλον μὲν τὸ ζῶον συμβάντος τούτου, ὡς μηδαμόθι μηδεμίαν ἀρτηρίαν φαίνεσθαι κινουμένην, ἀσφυξία τὸ πάθημα προσαγορεύεται, κατὰ μὲν τὴν ἀλήθειαν οὐδέποτε ἐν ζῶντι σώματι γινομένη, κινεῖται γὰρ ἡ καρδία διαπαντὸς ἅμα ταῖς ἀρτηρίαις ἁπάσαις, ὡς μέντοι πρὸς τὴν ἡμετέραν ἁφὴν ἔξωθεν ἐπιβαλλομένην πολλάκις εὑρισκομένη. πρόκεινται γὰρ

228
δὴ τοῦ τῶν ἀρτηριῶν σώματος πάντως μὲν ὑμένες τέ τινες καὶ δέρμα, πολλαχόθι δὲ καὶ πιμελὴ καὶ σὰρξ ὑφ’ ὧν οὐ μόνον ἀποκρύπτεσθαι τὸν σφυγμὸν, ἀλλὰ καὶ κωλύεσθαι συμβαίνει. τελέως μὲν οὖν ἀποκρυπτομένης τῆς κινήσεως, εἰ μὲν ἐν ἅπασι τοῖς μέρεσι τῶν ἀρτηριῶν ἁπασῶν τοῦτο συμβαίνῃ, τὸ πάθος ἀσφυξίαν ὀνομάζουσιν, εἰ δὲ κατὰ μὲν τινὰ μέρη φαίνοιτο κινούμενα, τὰ δὲ μὴ, κατὰ τὸ μῆκος ἐν τούτῳ διαφορὰν ἴσχουσιν οἱ σφυγμοί. καὶ δὴ καὶ καλοῦνται μακροὶ μὲν οἷς ἂν τὸ τῆς αἰσθητῆς κινήσεως μῆκος ὑπὲρ τὸ κατὰ φύσιν, βραχεῖς δὲ οἷς ἂν ἔλαττον τοῦ κατὰ φύσιν, οἷς δ’ ἴσον τῷ κατὰ φύσιν σύμμετροι. τοσοῦτον γὰρ ἀεὶ φαίνεται τῆς κινήσεως τῶν ἀρτηριῶν ὅσον ἐπιτρέπει τὰ προβεβλημένα σώματα. καὶ διὰ τοῦτο τοῖς μὲν παχέσι βραχεῖς οἱ σφυγμοὶ, τοῖς δ’ ἰσχνοῖς μακροὶ, καθάπερ καὶ τοῖς εὐσάρκοις τε καὶ συμμέτροις σύμμετροι φαίνονται. καὶ αὐτῆς μέντοι τῆς φαινομένης κινήσεως οὐκ ἀεὶ ὁμοίως κωλύεται τῷ βάθει τὸ πλάτος, ἀλλ’ ἐπειδὰν μὲν αἱ κατὰ τὰ πλάγια χῶραι τῶν ἀρτηριῶν ἤτοι πιμελῆς, ἢ σαρκὸς, ἢ ἀτμῶν, ἢ ὑγρῶν
229
ὦσι πλήρεις, τὸ δ’ ἐπικείμενον ἄνωθεν δέρμα καὶ μηδὲν αὐτὰς βαρύνῃ, τοῦ πλάτους ἡ κίνησις ἀμαυροῦται μόνον, καὶ μᾶλλον, εἰ σφοδρὸς ὁ σφυγμὸς εἴη καὶ μέγας ὅσον ἐφ’ ἑαυτῷ. ἐπειδὰν δὲ καθαραὶ μὲν αἱ παρακείμεναι χῶραι, ῥυσσὸν δ’ ᾖ τὸ ἐπικείμενον αὐταῖς δέρμα, τοῦ βάθους ἡ κίνησις ἐν τῷ τοιούτῳ σώματι πλέον ἀφανίζεται, καὶ μᾶλλον, εἰ μήτε σφοδρὸς εἴη ὁ σφυγμὸς καὶ μέγας ὅσον ἐφ’ ἑαυτῷ. ὅταν οὖν εὕρῃς μακρότερον τοῦ κατὰ φύσιν σφυγμὸν, εἰ μὲν καὶ τὸ πλάτος αὐτοῦ καὶ τὸ βάθος εἴη συνηυξημένον, ἐπισκέπτου πότερον ὁ ἄνθρωπος ἰσχνότερος ἑαυτοῦ γέγονεν, ἢ θερμότερος, ἀφωρισμένης τῆς ἐπικτήτου κινήσεως. εἰ μὲν γὰρ ἰσχνότερος εἴη γεγενημένος, εἰ μὲν ἐπὶ τοσοῦτον ἐφ’ ὅσον καὶ ὁ σφυγμὸς μείζων, ἓν τοῦτο μόνον ἠλλοίωσεν αὐτὸν, εἰ δ’ ἐπ’ ἔλαττον, οὐ μόνον τοῦτ’ ἐστὶν αἴτιον, ἀλλὰ καὶ θερμότης, εἰ δ’ ἐν αὐτῷ μένοι τὰ τῆς τοῦ σώματος σχέσεως, ἡ θερμότης ηὔξηται μόνον, εἰ δὲ καὶ παχύτερος εἴη γεγονὼς, διπλάσιον ηὐξῆσθαι λογίζου τὴν θερμότητα. τὸ δ’ ὑπὸ τίνος αἰτίας ηὔξηται διορίζεσθαι τοῖς ἔμπροσθεν εἰρημένοις. εἰ μέντοι μακρότερος ὁ σφυγμὸς εἴη γεγονὼς καὶ 
230
πλατύτερος, μὴ μέντοι κατὰ τὴν αὐτὴν ἀναλογίαν εἰς ὕψος ηὐξημένος, ἀλλὰ διαμένων σύμμετρος, ἐπὶ τοῖς προειρημένοις διορισμοῖς ἔτι καὶ τοῦτ’ ἐξαίρετον ὑπάρχειν ἀναγκαῖον αὐτῷ, ῥυσσότερον γεγονέναι τὸ κατὰ τῆς ἀρτηρίας ἄνωθεν ἐπικείμενον δέρμα. καὶ εἰ καταστρέφοις τὸ κῶλον, ὥσθ’ ὅπερ ἄνωθεν ἦν αὐτοῦ πρότερον εἶναι νῦν κάτωθεν, οὐδὲν οὕτως ἐκκεκολοῦσθαι φανεῖται τὸ βάθος. οὗτοι μὲν οὖν οἱ δύο σφυγμοὶ πρῶτοι πάντων εἰσὶ γεγραμμένοι κατὰ τὸ διάγραμμα τῶν ἑπτὰ καὶ εἴκοσι σφυγμῶν ἐν τῷ προτέρῳ περὶ τῆς διαφορᾶς αὐτῶν, ὃ περὶ τῶν κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἐν ταῖς τρισὶν ἅμα διαστάσεσι συνισταμένων ἐποιήσαμεν. ἑξῆς δὲ αὐτῶν γέγραπται τρίτος ὁ κατὰ τὸ μῆκός τε καὶ τὸ πλάτος ὑπερβάλλων τὸν κατὰ φύσιν, ἐν δὲ τῇ κατὰ βάθος διαστάσει ταπεινὸς, ὃς καὶ σπανιάκις εὑρίσκεται. μεγάλως γὰρ ὑπὸ τῶν ὑποκειμένων σωμάτων βαρυνομένης γίνεται τῆς ἀρτηρίας, ὅπερ οὐκ ἄν ποτε συμβαίη χωρὶς τοῦ καὶ τὴν δύναμιν ἀσθενεστέραν γενέσθαι καὶ τὸν χιτῶνα τῆς ἀρτηρίας ἐσχάτως μαλακὸν, ὧν τὸ μὲν ἀτονώτερον τοῦ κατὰ φύσιν, τὸ δὲ μαλακὸν ἱκανῶς ἐργάζεται τὸν σφυγμόν. ὥστε μετὰ μὲν τούτων γίνοιτ’ ἄν ποτε
231
μακρὸς ἅμα καὶ πλατὺς καὶ ταπεινὸς, ἄλλως δ’ οὐκ ἂν γένοιτο. καὶ μὲν δὴ καὶ ὁπότε φαίνεται τοιοῦτον, οὐδὲ τότε πολὺ τοῦ κατὰ φύσιν οὔτ’ ἐπὶ τὸ ταπεινότερον οὔτε ἐπὶ τὸ πλατύτερον ἐξίσταται, οὐ γὰρ ἐγχωρεῖ κατὰ μὲν τὸ βάθος ἐσχάτως βαρύνεσθαι τὴν ἀρτηρίαν, κατὰ δὲ τὸ πλάτος οὐδ’ ὅλως, ὥσπερ γε οὐδ’ ἐπὶ πλεῖστον μὲν ὕψος ἀνέρχεσθαι, παντάπασι δ’ ἐστενῶσθαι. πλέον μὲν γὰρ ἐπιδίδωσιν ὕψος ὡς τὰ πολλὰ, καὶ μάλισθ’ ὅταν ᾖ σφοδρὸς ὁ σφυγμὸς, οὐ μὴν εἰς τοσοῦτόν γε ὡς τὸν αὐτὸν ὑψηλότατόν τε ἅμα καὶ στενώτατον ὑπάρχειν. εἰ μέντοι περιστραφείη κᾀπὶ τούτου σφυγμοῦ τὸ κῶλον, ὡς τὰ τέως ὑπερκείμενα μέρη νῦν ὑποκείμενα γενέσθαι, καὶ ἡ κατὰ τὸ βάθος αὐτῶν διάστασις ἐπίδοσιν ἕξει καὶ οὐκ ἔτι φαίνεται ταπεινός. ἀλλ’ ὥσπερ μακρὸς καὶ πλατὺς, οὕτω καὶ ὑψηλὸς, ὅπερ ἐστὶ μέγας. ὁ γὰρ κατὰ τὰς τρεῖς διαστάσεις αὐξηθεὶς μέγας λέγεται. διοριστέον οὖν ἐπ’ αὐτῷ πρὸς τοῖς εἰρημένοις καὶ τὰ τῶν πρώτων ἁπάντων εἰρημένα. προσεπισκεπτέον δὲ καὶ εἰ τοῦ πλάτους ἀφαιρεῖ τι περιστρεφομένου τοῦ κώλου. γίνεται γὰρ καὶ τοῦτ’
232
ἐνίοτε, καὶ δηλοῖ πόσον ὑπὲρ τὴν τοῦ βάθους ἀναλογίαν ἔμπροσθεν ἐπλατύνετο τὸ ἀγγεῖον. ὁ δ’ ἐπὶ τοῖσδε τέταρτος ὁ μακρὸς ἅμα καὶ ὑψηλὸς καὶ σύμμετρος κατὰ τὸ πλάτος, ὅσον μὲν ἐφ’ ἑαυτοῦ πλατύς ἐστιν, ὥσπερ καὶ ὑψηλὸς, ἀλλὰ ὑπὲρ τοῦ στενοχωρεῖσθαι κατὰ τὰ πλάγια κεκολοῦσθαι τὴν εἰς τοῦτο κίνησιν. ὅλως γὰρ ἐπειδὰν ἤτοι τὸ πλάτος ὑπὲρ τὴν τοῦ βάθους ἀναλογίαν, ἢ τὸ βάθος ὑπὲρ τὴν τοῦ πλάτους ᾖ, παραποδίζεται τὸ ἕτερον αὐτῶν ἤτοι διὰ πλῆθος, ἤ πάχος, ἢ σκληρότητα τῶν προκειμένων σωμάτων, ἃ μεταξὺ τῆς ἀρτηρίας ἐστὶ καὶ τῆς ἐπιβαλλομένης ἁφῆς. καὶ γὰρ καὶ ἡ ῥυσσότης πλέονα τὰ ἐπικείμενα σώματα ποιεῖ, κατὰ τὰς ῥυτίδας ἐνδιπλοῦσα τὸ δέρμα. ὥστε καὶ ὁ τοιοῦτος σφυγμὸς ἢ ὄντως μέγας ὑπάρχων ἐμποδίζεται κατὰ τὸ πλάτος, ἢ φαίνεσθαι μέγας δυνάμενος ἐπὶ λεπτότητος τοῦ σώματος, ὅμως οὐ φαίνεσθαι, διότι κατὰ μίαν τῶν διαστάσεων ἐστενοχώρηται. ὁ δὲ πέμπτος ἐν τῷ διαγράμματι γεγραμμένος ὁ μακρότερος μὲν τοῦ κατὰ φύσιν, ἐν δὲ ταῖς ἄλλαις ταῖς δύο διαστάσεσι
233
σύμμετρος, ἰσχνότερον μὲν δηλοῖ ἑαυτοῦ τὸν ἄνθρωπον γεγονέναι, τὸν σφυγμὸν δὲ ὅσον ἐφ’ ἑαυτῷ μικρότερον τοῦ κατὰ φύσιν. ἐπειδὴ γὰρ ὁ μακρὸς σφυγμὸς ἢ διὰ μέγεθος οἰκεῖον, ἢ διὰ λεπτότητα φαίνεται τοιοῦτος, οὐ μὴν νῦν γε διὰ μέγεθος ἐγένετο μακρὸς, ἦν γὰρ ἂν οὕτω καὶ ὑψηλὸς ἅμα καὶ πλατὺς, ἢ πάντως γε τὸ ἕτερον αὐτῶν ἀπολείπεται διὰ λεπτότητα μακρὸς γεγονέναι. ἀλλ’ ἐπεὶ τοῖς ἰσχνοτέροις τοῦ κατὰ φύσιν οἱ σφυγμοὶ μείζους φαίνονται, δῆλον ὡς στενώτερός τε καὶ ταπεινότερος ὁ σφυγμός ἐστι τοῦ κατὰ φύσιν ὅσον ἐφ’ ἑαυτῷ· εἰ δὲ ταῦτα, καὶ μικρότερος ὅσον ἐφ’ αὑτῷ. ὁ δ’ ἐφεξῆς τῷδε γεγραμμένος ἕκτος ὁ μακρὸς καὶ ταπεινὸς καὶ σύμμετρος κατὰ τὸ πλάτος, διὰ τὰς προειρημένας αἰτίας ἥττων τοῦ κατὰ φύσιν ὑπάρχων, ὅσον ἐφ’ ἑαυτῷ διὰ λεπτότητα φαίνεται μακρός. ἀλλὰ τοῦτο μὲν αὐτῷ κοινὸν πρὸς τὸν πέμπτον· ἴδιον δ’ ἐξαίρετον κεκολοῦσθαι τὸ βάθος δι’ ἣν ὀλίγον ἔμπροσθεν εἶπον αἰτίαν. ἕβδομος δ’ ἦν ἐν τῷ διαγράμματι σφυγμὸς μακρὸς ἅμα καὶ στενὸς καὶ ὑψηλὸς, ὃς ἐφαίνετ’ ἂν ὁμοίως τῷ πάντων πρώτῳ μέγας, μὴ τὸ πλάτος
234
ἐστενοχωρεῖτο. τὰ δὲ ἄλλα καὶ περὶ τοῦδε παραπλησίως τῷ πρώτῳ πάντων δεῖ διορίζεσθαι. καὶ μὲν δὴ καὶ ὅσα κατὰ τὸν τρίτον εἴρηται, καὶ ταῦτ’ ἐνταῦθα προστιθέναι, τὸ μήτε πολλάκις φαίνεσθαι τὸν τοιοῦτον σφυγμὸν μήθ’ ὅταν φαίνηται, πλεῖστον ὅσον ὑπερβάλλειν μὲν τοῦ συμμέτρου κατὰ τὸ ὕψος, ἀπολείπεσθαι δὲ κατὰ τὸ πλάτος. ὁ δ’ ἐφεξῆς αὐτῷ γεγραμμένος ὄγδοος ὁ μακρὸς ἅμα καὶ στενὸς καὶ σύμμετρος κατὰ τὸ βάθος ὅτι μὲν μικρός ἐστι κατὰ τὴν οἰκείαν οὐσίαν, εὔδηλον ἐκ τῶν ἐπὶ τοῦ πέμπτου προειρημένων· ἰσχνοῦ δὲ τοῦ σώματος γενομένου φαίνεται μακρότερος. τὸ δὲ ἴδιον ἐξαίρετον αὐτῷ παρὰ τὸν πέμπτον, ἡ τοῦ πλάτους στενότης, ἐστενοχωρῆσθαι κατὰ τοῦτο δηλοῦσα τὴν ἀρτηρίαν. ὁ δὲ ἔννατος σφυγμὸς ὁ μακρὸς καὶ στενὸς καὶ ταπεινὸς ἔτι δὴ καὶ μᾶλλον ἐνδείκνυται μικρὸς μὲν ὢν ὅσον ἐφ’ ἑαυτῷ, φαινόμενος δὲ μακρὸς δι’ ἔκτηξιν τοῦ σώματος. ὡς ἐπὶ τὸ πολὺ δὲ αὐτῷ σύνεστιν ἀμυδρότης καὶ σκληρότης. εἰ δὲ μήτε σκληρὸς ᾖ μήτ’ ἄγαν ἀμυδρὸς, ἐπὶ καταψύξει τοιοῦτος ἀποτελεῖται. οὕτως μὲν οὖν ἅπαντες οἱ εἰρημένοι νῦν ἐννέα σφυγμοὶ μακρότερον ἔχουσι τὸ μῆκος τοῦ 
235
κατὰ φύσιν, ἐξαλλάττονται δὲ κατὰ τὰς λοιπὰς δύο διαστάσεις. οἱ δ’ ἐφεξῆς ἐννέα σύμμετροι κατὰ τὸ μῆκος ὄντες ὑπαλλάττονται κατά τε τὸ βάθος καὶ τὸ πλάτος. ὁ μὲν οὖν δέκατος ὑψηλὸς ἅμα καὶ πλατὺς φαινόμενος ἐφ’ ἑνὸς μὲν ἀνθρώπου τῷ συμμέτρῳ παραβαλλόμενος ἀδύνατος συστῆναι, πλὴν εἴ ποτε κατὰ τὸ σπάνιον ἡ θέσις ὅλη τῆς ἀρτηρίας ἐξαλλάττοιτο, πρὸς δὲ τὸν ἁπλῶς σύμμετρον εἰ παραβάλλοιτο, καὶ γενέσθαι δυνατός ἐστι. καὶ αἰτία τῆς γενέσεως αὐτοῦ κατὰ τὴν τῆς διαπλάσεως ἰδιότητα. σύμπτωμα γάρ ἐστιν ἀρτηρίας, ἑκατέρωθεν μὲν ὑπὸ βαθείᾳ σαρκὶ κρυπτομένης, κατὰ δέ τι μέσον ὀλίγον ἐκκειμένης προπετοῦς. ὁ δὲ ἑνδέκατος τοῦ προγεγραμμένου παραλλάττων ἑνὶ μόνῳ, τῷ βάθος ἴσον ἔχειν τῷ κατὰ φύσιν, ἐκ περιττοῦ προσερχομένην ἔχει τὴν τοῦτο ταπεινοῦσαν αἰτίαν. τὰ δ’ ἄλλα τῷ δεκάτῳ ταὐτά. ὁ δὲ δωδέκατος ὁ πλατὺς καὶ ταπεινὸς ἐπὶ συμμέτρῳ μήκει, περιστραφέντος τοῦ κώλου γίνεται. ἤτοι γὰρ φανεῖται πάντῃ σύμμετρος ἢ μέγας. εἰ μὲν οὖν πάντη σύμμετρος φαίνοιτο, δηλώσει τὸ μὲν ὕψος ἔμπροσθεν ἐπ’ ὀλίγον τεθλίφθαι, τὸ δὲ πλάτος ἐκτετάσθαι διὰ μαλακότητα τῆς ἀρτηρίας·
236
εἰ δὲ μέγας, ἐπὶ πλεῖστον τεθλίφθαι τὸ ὕψος. ὁ δὲ ιγ΄ ὑψηλὸς ἅμα καὶ σύμμετρος ἐν ταῖς λοιπαῖς δύο διαστάσεσιν ὅμοια μὲν τῷ δεκάτῳ κατά τε τὴν φυσικὴν διάπλασιν ἀποτελεῖται καὶ προσέτι τὴν τῆς κατὰ φύσιν θέσεως ἀλλοίωσιν. ἐκ περιττοῦ δ’ αὐτῷ πρόσεστι παρ’ ἐκεῖνον ἡ στενοχωρία τοῦ πλάτους. ὁ δὲ ιδ΄ ὁ κατὰ τὰς τρεῖς διαστάσεις σύμμετρος ὅτι μὲν τῷ κατὰ φύσιν ὁ αὐτὸς φαίνεται πρόδηλον· εἰ δὲ καὶ ὄντως ἐστὶν ἴσος τῷ κατὰ φύσιν ἐκ τῆς τοῦ σώματος σχέσεως διορίζεται. εἰ μὲν γὰρ ἰσχνότερος εἴη τοῦ κατὰ φύσιν, οὗτος ἂν ὅσον ἐφ’ ἑαυτῷ μικρότερος ὢν ὁ σφυγμὸς ἴσος φαίνοιτο τῷ συμμέτρῳ· εἰ δὲ παχύτερον εἴη τὸ σῶμα τοῦ κατὰ φύσιν, ὁ σφυγμὸς ὅσον μὲν ἐφ’ ἑαυτῷ μέγας ἐστὶ, φαίνεται δὲ σύμμετρος ὑπὸ πολυσαρκίας κολουόμενος· εἰ δὲ μήτ’ εἰς ἰσχνότητα μήτ’ εἰς παχύτητα παραλλάττοι τὸ σῶμα, σύμμετρον ἐν τῷ τοιῷδε τὸν σφυγμὸν ἀναγκαῖον οὐ φαίνεσθαι μόνον, ἀλλὰ καὶ εἶναι. καὶ δέδεικταί γε ἡμῖν ἐν τῷ δευτέρῳ περὶ σφυγμῶν διαγνώσεως ὅτι πρὸς τοῦτον οἱ ἄλλοι πάντες παραβαλλόμενοι μεγάλοι καὶ μικροὶ καὶ μακροὶ καὶ βραχεῖς καὶ πλατεῖς
237
καὶ στενοὶ καὶ ὑψηλοὶ καὶ ταπεινοὶ λέγονται. ὁ δὲ πεντεκαιδέκατος ὁ ταπεινὸς μὲν κατὰ τὸ βάθος, σύμμετρος δὲ ταῖς λοιπαῖς δύο διαστάσεσιν, ὁ αὐτός ἐστιν τῷ προγεγραμμένῳ τεσσαρεσκαιδεκάτῳ κατὰ πάντα, πλὴν ὅσα τὸ βάθος αὐτοῦ τέθλιπται. ὥσθ’ ὅσα ἐπ’ ἐκείνου προείρηται, ταῦτα κᾀπὶ τούτου χρὴ δοκεῖν εἰρῆσθαι. μεμνῆσθαι δὲ περὶ τῶν τοιούτων ἁπάντων προσήκει, τὸ δὲ καταστρεφομένον τοῦ κώλου μηκέτι φαίνεσθαι ταπεινόν. ὁ δὲ ἑκκαιδέκατος ὁ σύμμετρος μὲν ἐν τῷ μήκει, στενὸς δὲ καὶ ὑψηλὸς, ἤτοι κατὰ τὴν τῆς διαπλάσεως ἰδιότητα γίνεται φύσιν τοιοῦτος, ἢ κατὰ τὸ πλάτος, ἐπὶ τῇ κατὰ τὰ πλάγια θλίψει τῶν ἀρτηριῶν. ὁ δὲ ιζ΄ σύμμετρος μὲν κατὰ τὸ μῆκός τε καὶ βάθος, ἐν δὲ τῇ λοιπῇ διαστάσει στενὸς, ὅτι μὲν στενοχωρεῖται κατὰ τὰ πλάγια πρόδηλον ἐκ τῆς τοῦ βάθους συμμετρίας, τὰ δ’ ἄλλα πάντα κᾀπὶ τούτου τοῖς κατὰ τὸν ιδ΄ τε καὶ πεντεκαιδέκατον ὡσαύτως ἔχει. ὁ δὲ ιη΄ ὁ σύμμετρος μὲν κατὰ τὸ μῆκος, στενὸς δὲ καὶ ταπεινὸς, κατὰ μὲν τὴν οἰκείαν οὐσίαν μικρός ἐστι, φαίνεται δὲ τῷ μήκει σύμμετρος ἐπ’ ἰσχνότητα. συλλήβδην γὰρ εἰπεῖν ὅταν
238
ὑπὲρ τὴν τοῦ βάθους τε καὶ τοῦ πλάτους ἀναλογίαν ἐκταθῇ τὸ μῆκος, ἰσχνότητα τοῦ σώματος ἐνδείκνυται, οὐ μὴν ὅταν γε μειωθῇ παρὰ τὴν ἀναλογίαν τοῦ βάθους, εὐσαρκίαν σημαίνει, ἀλλ’ ἤτοι φυσικήν τινα διάπλασιν ἢ θέσιν τῆς ἀρτηρίας ἀνώμαλον. ὁ δὲ ιθ΄ βραχὺς καὶ πλατὺς καὶ ὑψηλὸς ἤτοι φύσει φαίνεται τοιοῦτος ἐπὶ διαπλάσεως ἰδιότητα ἢ κατὰ τὸ πάθος ἐν τῇ θέσει διαστρεφομένης τῆς ἀρτηρίας. καὶ εἰκοστὸς δὲ κατὰ μὲν τὰς ἄλλας δύο διαστάσεις ὁ αὐτὸς τῷ ιθ΄ φαινόμενος, ἐν δὲ τῷ βάθει σύμμετρος. ἐξαίρετον, ὡς ἐπ’ ἐκείνου προείρηται, τὸ κεκολοῦσθαι τὸ ὕψος ἔχει. ὁ δὲ κα΄ ὁ βραχὺς καὶ πλατὺς καὶ ταπεινὸς ἐπὶ τοῖς αὐτοῖς αἰτίοις ἔτι κᾀκεῖνα προσλήψεται τὰ πλατὺν ἅμα καὶ ταπεινὸν ἀπεργαζόμενα τὸν σφυγμόν. ὡσαύτως δὲ ὁ κβ΄ ὁ βραχὺς ἅμα καὶ ὑψηλὸς καὶ σύμμετρος κατὰ τὸ πλάτος ἐπὶ ταῖς αὐταῖς αἰτίαις προσλήψεται τὰ ποιοῦντα σύμμετρον ἐν τῷ πλάτει καὶ ὑψηλὸν σφυγμὸν, ὥσπερ γε καὶ ὁ κγ΄ ὁ βραχὺς μὲν κατὰ τὸ μῆκος, ἐν δὲ ταῖς λοιπαῖς δύο διαστάσεσι σύμμετρος, εἰς τὰς αὐτὰς αἰτίας ἀναχθήσεται. ὁ δὲ κδ΄ ἐξαίρετον
239
ἐπὶ ταῖς αὐταῖς αἰτίαις προσλήψεται τὴν ταπεινοῦσαν τὸ ὕψος αἰτίαν. οὕτως δὲ καὶ οἱ ἐφεξῆς δύο κατὰ τὸν αὐτὸν τρόπον εἰς τὰς προειρημένας αἰτίας ἀναχθήσονται, μεμνημένων ἡμῶν ὡς ἂν ἐν οἷς σφυγμοῖς ἀπολείπεται τὸ μῆκος τῆς κατὰ τὸ βάθος καὶ κατὰ τὸ πλάτος ἀναλογίας, ἐν τούτοις ἤτοι φυσικῇ διαπλάσει τὴν αἰτίαν ἀνατιθέναι προσῆκεν, ἢ διαστρόφῳ θέσει τῆς ἀρτηρίας. εἴρηται δὲ κᾀπειδὰν ὑπερέχῃ τὸ μῆκος τῆς κατὰ τὸ πλάτος, ἢ τὸ βάθος ἀναλογίας, ἤτοι κεκολοῦσθαι τὸ ἕτερον αὐτῶν μόνον ὑπὸ στενοχωρίας ἢ καὶ τὸ ἕτερον ηὐξῆσθαι, καὶ ὡς τὸ μὲν κεκολοῦσθαι πολλάκις συμπίπτει, τὸ δὲ ηὐξῆσθαι σπανιάκις, ἐπὶ μὲν τοῦ πλάτους, ὅταν βαρύνηται τὸ ὕψος ἐπὶ μαλακῷ τῷ χιτῶνι τῆς ἀρτηρίας, εὐθὺς δὲ καὶ ὡς οὐδὲ σφοδρὸς ὁ τοιοῦτός ἐστι σφυγμὸς, ἐπὶ δὲ τοῦ βάθους, ὅταν στενοχωρῆται μὲν τὸ πλάτος, ὁ σφυγμὸς δὲ ᾖ σφοδρός τε ἅμα καὶ μέγας ὅσον ἐφ’ ἑαυτῷ. λοιπὸς δὲ ἐπὶ πᾶσιν ὁ κζ΄ ἐστὶν ὁ βραχὺς καὶ στενὸς καὶ ταπεινὸς, ὅσπερ δὴ καὶ μικρός ἐστιν, ἤτοι φαινόμενος τοιοῦτος ἢ κατὰ τὴν ἑαυτοῦ φύσιν ὑπάρχων. ἃ γὰρ ἐπὶ τοῦ πρώτου πάντων διώρισται τοῦ μεγάλου, ταῦτα κᾀπὶ τούτου διορίζεσθαι χρή. κατὰ φύσιν 
240
μὲν γὰρ ἐχούσης τοῦ σώματος τῆς σχέσεως, ὁ τοιοῦτος σφυγμὸς οὐ μόνον φαίνεται μικρὸς, ἀλλὰ καὶ ὄντως ἐστί· παχυτέρας δὲ γενομένης, εἰ μὲν ὅσον περ ἑαυτοῦ παχύτερος ὁ ἄνθρωπος ἐγένετο, τοσούτῳ καὶ ὁ σφυγμὸς μικρότερος, εἴη ἂν οὕτω γε σύμμετρος μὲν ὅσον ἐφ’ ἑαυτῷ, διὰ δὲ παχύτητα τοῦ σώματος ἐλάττων τοῦ κατὰ φύσιν φαινόμενος· εἰ δὲ πλέονι παχύτερος ἤπερ ὁ σφυγμὸς μικρότερος, μείζων ἂν εἴη τοῦ κατὰ φύσιν ὁ τοιοῦτος σφυγμὸς ὅσον ἐφ’ ἑαυτῷ· εἰ δ’ ἔλαττον παχύτερος ἤπερ ὁ σφυγμὸς μικρότερος, ἐλάττων ἂν εἴη τοῦ κατὰ φύσιν ὁ τοιοῦτος ὅσον ἐφ’ ἑαυτῷ. λεπτοτέρου μέντοι τοῦ σώματος ὄντος ἤπερ ὁ σφυγμὸς φαίνοιτο μικρὸς, ἔσται μὲν καὶ οὗτος τῇ φύσει μικρὸς, ἀλλ’ ἔλαττον φαίνεται μικρὸς ἢ ὄντως ἐστίν. ἡ γὰρ ἰσχνότης τοῦ σώματος εἰς ὅσον ἐξέστη τοῦ κατὰ φύσιν εἰς τοσοῦτον μέγεθος αὐτῷ προσδίδωσι φαντασίαν. ἃ δ’ ἐπὶ τοῦ μικροῦ τε καὶ μεγάλου σφυγμοῦ διώρισται, ταῦτα κᾀπὶ τῶν ἄλλων ἁπάντων διορίζεσθαι χρὴ, γινώσκοντας ὡς κᾀκείνων ἕκαστος ἤτοι μικρὸς, ἢ μέγας, ἢ σύμμετρός ἐστιν ὅσον ἐφ’ ἑαυτῷ. καὶ τρεῖς οὗτοι σφυγμοὶ κατὰ τὸ ποσὸν τῆς διαστολῆς εἰσὶν ὡς πρὸς τὴν
241
φύσιν αὐτοῦ τοῦ πράγματος. φαίνονται δ’ ἑπτὰ καὶ κ΄ διὰ πάχος ἢ λεπτότητα τοῦ σώματος, ἢ ῥυσσοτέρου τοῦ δέρματος, ἢ στενοχωρίαν ἀνώμαλον τῶν περὶ ταῖς ἀρτηρίαις χωρίων, ἢ διαπλάσεως ἰδιότητα. χρὴ τοίνυν ἕκαστον ὅστις μὴ μέχρι λόγου ψιλοῦ μετέρχεται, ἀλλ’ ἐπ’ αὐτῶν τῶν ἔργων ἀσκεῖν προαιρεῖται, μεμνημένον ἁπάντων ὧν νῦν δὴ πέπαυμαι λόγων, ἐπειδὰν ἐπισκέπτηταί τινα τῶν κατὰ τὸ ποσὸν τῆς διαστολῆς συνισταμένων σφυγμῶν, πρῶτον μὲν ἐπισκοπεῖσθαι τίς ἐστι τῶν ἑπτὰ καὶ εἴκοσιν, εἶθ’ ἑξῆς αὐτοῦ χωρίσαντα τὰς διὰ τὰ παρακείμενα σώματα γινομένας ἀλλοιώσεις ἐξευρεῖν εἴτε σύμμετρός ἐστιν, εἴτε μέγας, εἴτε μικρὸς, εἶθ’ ἑξῆς τὰς διαθέσεις ὑφ’ ὧν τοιοῦτος ἐγένετο. διδάσκουσι γὰρ αὗται τά τε προγεγονότα καὶ τὰ μέλλοντα, οἷον εὐθέως ἐπὶ τοῦ μακροῦ καὶ στενοῦ καὶ ταπεινοῦ, παραδείγματος γὰρ ἕνεκα τὸν λόγον ἐπὶ τούτου διδάξομεν· ὅτι μέν ἐστιν ὅσον ἐφ’ ἑαυτῷ μικρὸς εὔδηλον ἐκ τοῦ τὴν μὲν κατὰ κύκλον αὐτοῦ μεμειῶσθαι διάστασιν, ηὐξῆσθαι δὲ τὴν κατὰ μῆκος. εἰ γὰρ ὑπὸ δυοῖν αἰτίων ὁ κύκλος τῆς διαστολῆς ἐλάττων φαίνεται, διά τε πολυσαρκίαν καὶ ὅτι μικρότερος ὄντως
242
ὁ σφυγμὸς ἐγένετο, νυνὶ δὲ οὔκ ἐστι πολυσαρκία, πάντως γὰρ ἂν μόνον οὐδὲν ηὔξητο τοῦ μήκους, ἀλλὰ καὶ ἐμεμείωτο, δῆλον ὡς κατὰ τὴν οἰκείαν οὐσίαν ὁ σφυγμὸς μικρὸς ἐγένετο. ὁπότ’ οὖν κεχώρισται τὸ παρὰ τὴν τοῦ σώματος σχέσιν ἐγγινόμενον αὐτῷ φάντασμα τοῦ μήκους, ἐκ τῶν μικρῶν ὑπάρχοντι κατὰ τὴν ἰδίαν οὐσίαν, ἑξῆς ἐπισκεψώμεθα διὰ τίνα ποτ’ αἰτίαν ἐγένετο μικρός. μέγιστον δ’ εἰς τοσοῦτον συντελεῖ τὸ διαγινώσκειν δύνασθαι τὸ ποσὸν τῆς τε μικρότητος καὶ τοῦ μήκους. ἤτοι γὰρ ὀλίγῳ τινὶ τοῦ κατὰ φύσιν ἐγένετο μικρότερος, ἢ πολλῷ, ἢ ὡς ἂν εἴποι τις μετρίῳ, καὶ δὴ καὶ κατὰ τὸ μῆκος ἢ ὀλίγον, ἢ μέτριον, ἢ πολὺ τῶν κατὰ φύσιν ὑπερβάλλει. ἔστω δὴ τὸ ἕτερον ἐπὶ πλεῖστον μὲν εἰς μῆκος ἐκτεταμένος, ἐπὶ πλεῖστον δὲ καὶ μικρότητος ἥκων, τουτέστι στενὸς καὶ ταπεινός· ὁ τοιοῦτος σφυγμός ἐστι μὲν τῇ φύσει πολὺ μικρότερος ἢ φαίνεται, ὑπάρχει δ’ αὐτῷ τὸ μὲν φαίνεσθαι τοιοῦτος δι’ ὑπερβάλλουσαν ἰσχνότητα, τὸ δὲ εἶναι φύσει μικρότερον διὰ τὰς μικροτέρας γεννώσας αἰτίας, ψύξιν, ἀτονίαν, ἰσχνότητα. τίς οὖν ἐκ τούτων ἐστὶν, ἢ τίνες ποιήσασαι τὸν νῦν φαινόμενον σφυγμὸν μακρὸν καὶ στενὸν καὶ
243
ταπεινόν; λέλεκται μὲν ἤδη καὶ πρόσθεν ὡς ἀχώριστόν ἐστι σημεῖον τῆς μὲν σκληρότητος τῶν ἀρτηριῶν ὁ σκληρὸς σφυγμὸς, τῆς δὲ ἀῤῥώστου δυνάμεως ὁ ἀμυδρὸς, ὅσπερ δὴ καὶ ἄτονός τε καὶ ἄῤῥωστος ὀνομάζεται, καθάπερ γε καὶ ὁ ἐναντίος αὐτῷ σφοδρὸς καὶ εὔτονος καὶ εὔρωστος. ἀλλ’ ἐπὶ τοῦ προκειμένου σφυγμοῦ κᾀκεῖνο χρὴ γινώσκειν, ὡς ἐξ ἀνάγκης ἐστὶν ἀμυδρός. οὐδέποτε γὰρ ἐσχάτως μικρὸς γίνεται σφυγμὸς εὐρωστούσης δυνάμεως· ἡ μέντοι σκληρότης οὐκ ἐξ ἀνάγκης σύνεστι. περὶ δὲ τῆς ψύξεως οὐχ ἁπλῶς εἰπεῖν ἐγχωρεῖ, ἀλλὰ χρὴ πρῶτον μὲν γινώσκειν ὡς ἕτερον μέν τί ἐστι τὸ ἐψῦχθαι τὴν καρδίαν ἅμα ταῖς ἀρτηρίαις, ἕτερον δὲ τὸ ψύχεσθαι, καὶ ὡς τὸ μὲν ἐψῦχθαι κεκακῶσθαι τὴν δύναμίν ἐστι, τὸ δὲ ψύχεσθαι τὴν χρείαν ἠλλοιῶσθαι. πάνυ δ’ ἀκριβῶς χρὴ προσέχειν τῷ λεγομένῳ τὸν νοῦν, εὖ εἰδότας ὡς οὐ μόνον εἰς τὰς διὰ τῶν σφυγμῶν προγνώσεις, ἀλλὰ καὶ τὰς ἄλλας σχεδὸν ἁπάσας οὐδέν ἐστιν αὐτοῦ χρησιμώτερον. εἴρηται δ’ ἅπας ὁ λόγος οὗτος ἐκ τοῦ γινώσκειν τὴν οὐσίαν τῆς δυνάμεως, ὑπὲρ ἧς ἐν μὲν τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων πραγματείᾳ διὰ τὸ μηδεμίαν ἀνάγκην εἶναι παρελίπομεν εἰπεῖν,
244
ἐνταυθοῖ δὲ, πρὸς γὰρ ἐπιστήμην ἀκριβῆ τῶν λεχθησομένων ἡ γνῶσις αὕτη συντελεῖ, καιρὸς εἶναί μοι δοκεῖ διελθεῖν, οὔτ’ ἐνταῦθα μετὰ τῶν οἰκείων ἀποδείξεων, ἑτέρωθι γὰρ εἴρηται μακρότερον, ἀλλ’ ὅσον ἐν κεφαλαίῳ ῥηθὲν εἰς τὰ ἐνεστῶτα νῦν χρηστόν.

Ἡ οὐσία τῆς δυνάμεως ἑκάστου τῶν μορίων ἐν τῇ καθ’ ἕκαστον αὐτῶν εὐκρασίᾳ τέτακται. τότε γὰρ ἐπιτελεῖ τὸ ἴδιον ἔργον εὐρώστως, ὅταν εὐκρατότατον ᾖ. καὶ μέντοι καὶ κακῶς ἐργάζεται δύσκρατον γενόμενον, καὶ εἰς τοσοῦτόν γε κακῶς εἰς ὅσον δύσκρατον. οὕτως οὖν καὶ αὐτὸ τὸ τῆς καρδίας σῶμα ψυχθὲν μὲν ἢ θερμανθεν, ἢ ὑγρανθὲν ἢ ξηρανθὲν ἀμέτρως εἰς ὅσον δύσκρατον ἐγένετο, καὶ τοὺς σφυγμοὺς εἰς τοσοῦτον ἀμυδροὺς ἀποτελεῖ. καὶ τοῦτο μέν ἐστιν αὐτῷ βεφλάφθαι τὴν δύναμιν· τὸ δὲ ὁμιλεῖν ἤτοι τῷ περιεχομένῳ κατὰ τὰς κοιλίας ἑαυτῆς αἵματι καὶ πνεύματι θερμοτέρῳ πολὺ τοῦ κατὰ φύσιν, ἢ τῷ κατὰ τὸ περικάρδιον σκέπασμα, ἢ τὸν πνεύμονα, ἢ καὶ αὐτῷ τῷ περικαρδίῳ καὶ τῷ πνεύμονι, τὴν χρείαν ἐστὶ μόνον ὑπηλλάχθαι χωρὶς τοῦ 

245
βεβλάφθαι τὴν δύναμιν. ὡσαύτως δὲ κᾀν τῷ κατεψῦχθαί τε καὶ ψύχεσθαι κατὰ μὲν αὐτὸ τὸ σῶμα τῆς καρδίας ἐπικρατοῦντος ἐν τῇ κράσει τοῦ ψυχροῦ ψυχροῦ στοιχείου βλάβη τῆς δυνάμεως, κατὰ δὲ τὸν περικάρδιον χιτῶνα καὶ τὸν πνεύμονα καὶ τὸ κατὰ τὰς κοιλίας αὐτῆς αἷμα καὶ τὸ πνεῦμα τῆς χρείας ἔκλυσις, αἱ δ’ ὑγρότητες καὶ ξηρότητες αἱ μὲν κατ’ αὐτὸ τῆς καρδίας τὸ σῶμα βλάβαι τῆς δυνάμεώς εἰσιν, αἱ δὲ κατά τι τῶν ὁμιλούντων οὐκ ἐξαλλάττουσι τὴν χρείαν. αἱ μὲν γὰρ εὐκρασίαι κατὰ τὰ τέτταρα γίνονται στοιχεῖα, αἱ δὲ τῆς χρείας ἐπιτάσεις τε καὶ ἀνέσεις ἐν τῷ θερμῷ καὶ ψυχρῷ μόνοις. ὅταν οὖν εἰς ἔσχατον ἐκλύσεως ἥκῃ τὰ τῆς χρείας, ἐψυγμένων ἰσχυρῶς τῶν ὁμιλούντων τῇ καρδίᾳ σωμάτων, ἀνάγκη πᾶσα καὶ αὐτὸ τὸ σῶμα τῆς καρδίας ἴσχειν δυσκράτως, ὅπερ ἐστὶν οὐδὲν ἄλλο τοῦ τὴν δύναμιν ἀῤῥωστοτέραν γίνεσθαι. καὶ διὰ τοῦτ’ ἔλεγον ἀδύνατον εἶναι τῆς ψύξεως ἁπλῶς εἰπεῖν. οὐ γὰρ ὥσπερ ἐπὶ μόνῃ καταπτώσει δυνάμεως, ἢ ὀργάνων σκληρότητι μόνῃ, γίνεταί ποτε μικρότερος ὁ σφυγμὸς, οὕτω καὶ διὰ κατάψυξιν μόνην, ὡς
246
εἴρηται νῦν, οὐ τῆς καταψύξεως ἀκουομένης ἐπὶ τῆς κατὰ τὴν χρείαν ἐκλύσεως· οὐ γὰρ ἐνδέχεταί ποτε τὴν καρδίαν εἰς τὸ καταψύχεσθαι μὲν σφοδρῶς ἀφῖχθαι, μὴ κατεψῦχθαι δὲ καὶ αὐτήν. ἐναργέστατα δ’ ἂν ὃ λέγω μάθοις, εἰ πειραθείης ποτὲ τῶν ἐν ὁδοιπορίαις ἀποθνησκόντων ἐπὶ κρύει καρτερῷ. πάντες μὲν γὰρ εὐθέως ἅμα τῷ ψυχρὸν ἐκπνεῖν τὸν ἀέρα καὶ τὸν σφυγμὸν ἴσχουσι μικρότερον, οὐ μὴν μικρότατόν γε οὐδεὶς αὐτῶν ἴσχει, πρὶν εἰς ἔσχατόν γε ἀφικέσθαι καταψύξεως, ἡνίκ’ οὐ μόνον ἡ χρεία τέτραπται τῆς τῶν σφυγμῶν γενέσεως, ὅπερ ἐξ ἀρχῆς ὑπῆρχεν αὐτοῖς, ἀλλὰ καὶ ἡ δύναμις ἀῤῥωστεῖ, μηκέτι φυλαττομένης ἐν τῇ καρδίᾳ τῆς φυσικῆς εὐκρασίας. καὶ ἀθρόως γε τοῦτ’ αὐτοῖς εἴωθεν ὡς τὸ πολὺ συμβαίνειν, οὐ κατὰ βραχὺ, καθάπερ ἐν ἄλλαις διαθέσεσιν, ὧν ἐστι μία καὶ ἡ νῦν προκειμένη, καθ’ ἣν ἅμα τε μικρὸς ὁ σφυγμὸς φαίνεται καὶ στενὸς καὶ ταπεινὸς ἐν νοσήμασι χρονίοις. οἱ γὰρ οὕτω διακείμενοι τὸν μὲν κίνδυνον οὐχ ἧττον ἐφεδρεύοντα τῶν ἐν ὁδοιπορίαις ἔχουσιν, οὐ μὴν ἐξαίφνης γε μικρὸς αὐτοῖς ὁ σφυγμὸς, ἀλλὰ κατὰ βραχὺ γίνεται μαραινομένοις· ἓν γὰρ
247
καὶ τοῦτ’ εἶδός ἐστι μαρασμοῦ τὸ πρὸς τοῦ Φιλίππου καλούμενον γῆρας ἐκ νόσου. ὡς ὅ γε περιφρυγὴς μαρασμὸς οὐ διὰ ψύξιν, ἀλλὰ δι’ ἀῤῥωστίαν μόνην δυνάμεως ἀσθενεῖς καὶ μικροὺς ἀποτελεῖ τοὺς σφυγμούς. διορίζεται δὲ τοῦ προτέρου τῷ τε τάχει τῆς κινήσεως καὶ τῇ πυκνότητι καὶ τῇ σκληρότητι καὶ τῷ πυρώδει τῆς θερμότητος. ἀλλὰ περὶ μὲν τούτων οὐ τοῦ νῦν ἐνεστῶτος λόγου διελθεῖν· ἐπὶ δὲ τὸ προκείμενον ἐπάνειμι. ὁ μικρὸς καὶ στενὸς καὶ ταπεινὸς σφυγμὸς ὁ ἐπὶ πλέον ἐξεστηκὼς τοῦ κατὰ φύσιν ἐν ταῖς τρισὶ διαστάσεσιν, ἐπειδὰν μὲν ἄνευ σκληρότητος φαίνηται τοιοῦτος, ὑπὸ τίνων γίνεται καὶ πόσων αἰτίων αὐτάρκως διήρηται· ἐπειδὰν δὲ μετὰ σκληρότητος, εὐθὺς μὲν καὶ ταύτῃ σύνεστιν ἤτοι γ’ ὁ ἀμυδρὸς σφυγμὸς ἢ ὁ μέσος ἀμυδροῦ καὶ σφοδροῦ, ὁ μήτ’ ἀνατρέπων τὴν ἁφὴν μήτ’ ἀνατρεπόμενος ὑπ’ αὐτῆς, μεμνημένων γε ἡμῶν ὡς καθ’ ἕτερον τρόπον οὐδείς ἐστι μέσος ἀμυδροῦ καὶ σφοδροῦ· δηλοῦται δ’ ἐπικροτεῖν ἐν τῷ σώματι διάθεσις ἡ σκληρὰν ἀποτελοῦσα τὴν ἀρτηρίαν. τοῦτο δ’ ἐστὶν ἤτοι ξηρότης, ἢ πῆξις ὑπὸ ψύξεως, ἢ τάσις· ξηρότης μὲν ἐν τοῖς καυσωδεστάτοις πυρετοῖς, ὅταν κακοήθως χρονίσωσιν,
248
καὶ μάλιστα τῷ περιφρυγεῖ μαρασμῷ καὶ τισιν εἴδεσι μελαγχολικῶν τε καὶ τεταρταίων πυρετῶν· πῆξις δ’ ἐκ ψύξεως ἐπί τε τοῦ ψυχροῦ πόσεσιν ἀκαίροις ἢ ἀμέτροις, ἢ λουτροῖς ὁμοίοις, ἐπί τε ταῖς ψυχούσαις ὀπώραις ἀκαίροις ἢ ἀμέτροις, ἢ ὅλως ὅσα τὸ ψυχρὸν φλέγμα γεννᾷν πέφυκεν ἱκανῶς, ὅν περ ὑαλώδη χυμὸν ὁ Πραξαγόρας ὀνομάζειν εἴωθεν· τάσις δὲ κατά γε τὰς σπασμώδεις διαθέσεις καὶ τὰς μεγάλας φλεγμονάς. ἐν δὲ τοῖς σκίῤῥοις καὶ πῆξις καὶ τάσις γίνεται τῶν ἀρτηριῶν. συμβαίνει δὲ τὸ τοιοῦτον ἐφ’ ἥπατι μάλιστα καὶ σπληνί. ἐπὶ τούτοις γὰρ τοῖς σπλάγχνοις οἱ σφυγμοὶ σαφέστατα καὶ συνεχέστατα σκληροὶ φαίνονται, μάλιστα μὲν σκιῤῥουμένοις, ἤδη δὲ κᾀν ταῖς μεγάλαις φλεγμοναῖς. ἀλλὰ τὰ μὲν τοιαῦτα πάθη καὶ διὰ τῆς ἁφῆς ἔστι γνωρίσαι καὶ δι’ οὔρων καὶ διαχωρημάτων καὶ τοῦ χρώματος, ὅλου τε τοῦ σώματος καὶ τῆς γλώττης, ἤδη δὲ καὶ διὰ τῆς ἰδέας τῶν πυρετῶν· ὅσαι δ’ ἄλλαι διαθέσεις τὸν σφυγμὸν σκληρὸν ἀποτελοῦσιν, αἱ μὲν ἐξ ἁμαρτημάτων προσφάτων ἐξαιφνίδιον ἴσχουσι τὴν γένεσιν, αἱ δ’ ἄλλαι πᾶσαι κατὰ βραχύ. τὰ δ’ ἁμαρτήματα τὰ τὰς τοιαύτας
249
ἐργαζόμενα διαθέσεις οἴνου πόσις ἄκαιρός ἐστι καὶ ψυχροῦ, πολλάκις δὲ καὶ ὀπῶραι ψύχουσαι καὶ ψυχρὸν λουτρόν. διαγνώσῃ δὲ τὴν μὲν ἀπ’ οἴνου βλάβην, ὅταν ἐξαιφνίδιον ὁ σφυγμὸς μὴ μόνον ᾖ σκληρὸς, ἀλλὰ καὶ μείζων καὶ θάττων γένηται καὶ σφοδρότερος, τὰς δὲ ἄλλας κοινῇ μὲν ἁπάσας οἴνου διακρινεῖς τῷ μήτε μέγεθος αὐταῖς προσγίνεσθαι μήτε σφοδρότητα μήτε τάχος, ἰδίᾳ δ’ ἑκάστην ἔστιν ὅτε μὲν ἐπιφανεστέρως, ἔστιν ὅτε δὲ ἀμαυροτέρως τε καὶ στοχαστικωτέρως· ἐπιφανεστέρως μὲν, ὅταν καὶ σύμπτωμά τι συμπαρέπηται τῶν ὀπώραις ἕπεσθαι πεφυκότων, λέγω δὲ ἐμφύσωσιν γαστρὸς, ἢ δῆξιν διαφθαρέντων, ἢ θλίψιν τινὰ κατὰ τὸν στόμαχον, ἢ παραφροσύνην, ὡς ἐπὶ ταῖς οἰνώδεσιν ὀπώραις, ἢ ἔμετον, ἢ διαχώρησιν ὑγροτέραν τε καὶ πλείονα. ταῦτα μέν γε οὐδὲ διὰ σημείων, ἀλλ’ ἄντικρυς αὐτὴν τὴν οὐσίαν τῶν ἐδηδεσμένων ἐνδείκνυται. ὅταν δὲ μήτε τούτων τι παρῇ μήτε τῶν ἀπ’ οἴνου σημείων, ὕδωρ ψυχρόν ἐστι τὸ τὴν βλάβην ἐργασάμενον ἤτοι ποθὲν ἢ οὐ προσηκόντως ἐν αὐτῷ λουσαμένοις. εἰς δὲ τὴν ἀσφαλεστέραν ἐπὶ τούτων ἁπάντων ἀπόφασιν οἱ τῶν φοβουμένων τε καὶ ἀγωνιώντων σφυγμοὶ μέγιστον γνώρισμα. 
250
καὶ εἰ τοῖς εἰρημένοις ἔμπροσθεν ὕστερον ἐπάγοις ἀεὶ τοῦτο, ὅτι ἠτάκτησεν ἡ νόσος, βεβαιοτέραν τε καὶ θαυμασιωτέραν ἐργάζεται τὴν πρόῤῥησιν, ὥστ’ ἐνίοτε τοὺς ἀκούοντας ἀπιστεῖν καὶ νομίζειν οὐκ ἐκ τῶν σφυγμῶν εἰρῆσθαί τι τῶν τοιούτων, ἀλλ’ ἐξαγγείλαντός τινος τῶν εἰδότων τὸ πλημμεληθὲν τῷ κάμνοντι. χρὴ δὲ προαψάμενον ἀκριβῶς τῶν σφυγμῶν, εἶτα τὸ φανὲν ὑπὸ τῶν σημείων ἀποφηνάμενον ἅπτεσθαι πάλιν ἐπισκοπούμενον εἰ τετάρακταί πως ὁ κάμνων. εἰ μὲν γὰρ ὅλως μὴ ταραχθείη, σκόπει μή τινα τῶν προειρημένων γνωρισμάτων ᾒ παρέλιπες, ἢ ὀρθῶς οὐκ ἐπεσκέψω· εἰ δὲ ταραχθείη καί σοι δόξειεν ἀγωνιᾷν, ἢ φοβεῖσθαι, μὴ παραχρῆμα πίστευε τῷ σημείῳ, πολλάκις γὰρ οὐχ ὑπὸ τοῦ συνειδέναι τοιοῦτόν τι πεποιηκόσιν ἑαυτοῖς οἱ κάμνοντες ἀγωνιῶσιν, ἀλλὰ φύσει πως ὄντες εὐπτόητοι. τούτοις μὲν ὀλίγον ὕστερον ὁ σφυγμὸς καθίσταται, τοῖς δὲ ὄντως ἐργασαμένοις εἰς ὅσον ἂν ἀποφαίνηταί τι περὶ αὐτοῦ, εἰς τοσοῦτον καὶ ὁ τοῦ φόβου σφυγμὸς ἴδιος ὑπάρχει. πάντα δὲ τὰ εἰρημένα νῦν ἁμαρτήματα τῶν καμνόντων ἤτοι τὰς φλεγμονὰς,
251
ἢ τοὺς σκίῤῥους, ἢ τὰς ξηρότητας, ἢ τὰς διὰ τὴν ψύξιν πήξεις τῶν σπλάγχνων ἐπιτείνοντα τὴν ἀλλοίωσιν οἵαν εἰρήκαμεν ἐργάζεται· κατὰ δὲ τὴν τῶν νεύρων ἀρχὴν εἴ τι τούτων ἀποτελεσθείη, τὴν σπασμώδη διάθεσιν ἐργάζεται. καλῶ δ’ ἐκείνας τὰς διαθέσεις ὅσαις ἐξ ἀνάγκης πρὸ τοῦ θανάτου σπασμῶδές τι γίνεται σύμπτωμα. καὶ ἀποθνήσκουσί γε οἱ τοιοῦτοι πάντες ἔτι θερμοὶ, ἔμπαλιν τοῖς συγκοπτομένοις. οὗτοι μὲν γὰρ ἱκανῶς ὄντες ἤδη ψυχροὶ ζῶσιν ἔτι· οἷς δ’ ἡ σπασμώδης διάθεσίς ἐστιν ἐν τῇ τῶν νεύρων ἀρχῇ, νεκροὶ κείμενοι παντάπασιν ἐπιπλεῖστον διαμένουσι θερμοί. εἰσὶ μὲν τῶν τοιούτων ἁπάντων οἱ σφυγμοὶ τῷ γεγυμνασμένῳ τὴν ἁφὴν εὐθὺς ἐν τῇ πρώτῃ προσβολῇ τήν τε τάσιν ἐνδεικνύμενοι καὶ τὴν οἷον σπασμώδη κίνησιν ἐμφαίνοντες. εἰ δέ τισι τῶν τὸν προειρημένον ἐχόντων σφυγμὸν αἱ διαχωρήσεις γένωνται πολλαὶ, συμβαίνει δὲ τοῦτο μάλιστα κατὰ τοὺς σκίῤῥους τοῦ ἥπατος, οὐκ ἔτι τούτοις ὁ σφυγμὸς μακρός ἐστιν, ἀλλ’ ἤτοι τῷ κατὰ φύσιν ἐν τῷ μήκει παραπλήσιος ἢ καὶ βραχύτερος ἔτι. καὶ μὴν καὶ τοῦτο περὶ ἁπάντων τῶν σκληρῶν τε ἅμα καὶ μικρῶν σφυγμῶν ἐπίστασθαι καλὸν, ὡς κλονώδεις
252
γίνονται τάχιστα, καὶ ὡς ὅσοι γ’ οὐκ εἰσὶ κλονώδεις, ἤτοι δι’ ἀῤῥωστίαν τῆς ζωτικῆς δυνάμεως, ἢ δι’ ἔκλυσιν τῆς χρείας, ἢ δι’ ἄμφω συνελθόντα τὴν τοιαύτην κίνησιν οὐ προλαμβάνουσιν. ὡς ὅταν γε καὶ ἡ χρεία δέηται μεγάλης διαστολῆς, καὶ ὁ τόνος ὁ ζωτικὸς ἐργάζεσθαι δύνηται, μόνον δ’ ἀντιλέγῃ τὸ σῶμα τῆς ἀρτηρίας, ὑπὸ σκληρότητος ἀδυνατοῦν εἰς μεγάλην ἐξαίρεσθαι διαστολὴν, ὁ κλόνος ἐν τῇ τοιαύτῃ καταστάσει γίνεται· ἄλλως δὲ ἀμήχανον γενέσθαι κλονώδη κίνησιν ἀρτηρίας. ὥστε καὶ ὁ προκείμενος σφυγμὸς ἄκλονος μὲν φαινόμενος ἢ ἄῤῥωστίαν ἐσχάτην τῆς δυνάμεως, ἢ τῆς χρείας μεγίστην ἔκλυσιν ἐνδείκνυται, κλονώδης δὲ γενόμενος εὐθὺς μὲν καὶ τόνου τι προειληφέναι δηλοῖ τὴν δύναμιν, εὐθὺς δὲ καὶ τὴν χρείαν τῆς τῶν σφυγμῶν γενέσεως οὐκ εἰς ἔσχατον ἐκλελύσθαι. καὶ μὲν δὴ καὶ μικρότητος οὐκ ἐπὶ πλεῖστον ἥκει, ὥσπερ ὁ προκείμενος σφυγμὸς ἥκειν ἐλέγετο. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἰ καὶ χωρὶς κλόνου μακρότερος μὲν εἴη τοῦ κατὰ φύσιν ὁ σφυγμὸς, στενώτερος δὲ καὶ ταπεινότερος, οὐ μὴν ἐπὶ πλεῖστόν γε καθ’ ἕκαστον αὐτῶν ἀποκεχωρηκὼς τοῦ κατὰ φύσιν, ἀλλ’ ἐπ’ ὀλίγον ἐπισκέπτεσθαι προσήκει, πότερα
253
σκληρὸς ὢν οὐκ ἔτι κλονώδης, ἢ ὅλως οὐ μετέχει σκληρότητος. εἰ μὲν γὰρ σκληρὸς ὢν ἄκλονος εἴη, ψύξιν, ἢ ἀῤῥωστίαν δυνάμεως, ἢ τὸ συναμφότερον ἐνδείκνυται, διορίζεσθαι δ’ ἐκ τῶν παρεπομένων· ὅτῳ μὲν γὰρ ἐπὶ καταψύξει μόνῃ τοιοῦτος ὁ σφυγμός ἐστιν, εὐθὺς καὶ βραδύτης αὐτῷ καὶ ἀραιότης συνυπάρχει· ὅτῳ δ’ ἐπ’ ἀσθενείᾳ δυνάμεως, ἡ ἀμυδρότης ἀχώριστος. ἀλλ’ εἰ μὲν τὰ τῆς χρείας ἄτρεπτα διεφυλάττετο, τοσούτῳ τοῦ κατὰ φύσιν ὁ σφυγμὸς ἔσται θάττων τε καὶ πυκνότερος ὅσον ἡ μικρότης ἐξετράπετο τοῦ συμμέτρου. εἰ δ’ ὅσῳ περ ἡ δύναμις ἀῤῥωστοτέρα, τοσούτῳ καὶ ἡ τῆς χρείας ἔκλυσις, ὅμοιος τῷ κατὰ φύσιν ὁ σφυγμὸς φανεῖται κατ’ ἀμφοτέρας τὰς διαφορὰς καὶ οὔτε θάττων οὔτε βραδύτερος, οὔτε πυκνότερος οὔτε ἀραιότερος· εἰ δὲ θάτερον ὑπερέχει, κατὰ τὴν τῆς ὑπεροχῆς ἀναλογίαν, ὡς ἔμπροσθεν εἴρηται. εἰ δὲ ἅμα τε σκληρὸς εἴη καὶ κλονώδης, τὰς μὲν αὐτὰς ἐνδείξεται διαθέσεις ὑφ’ ὧν ἔμπροσθεν ἐλέγομεν ἀποτελεῖσθαι τὸν σκληρὸν σφυγμὸν, οὐ μὴν οὔτε ἄτονον, ὡς ἐπ’ ἐκείνων τὴν δύναμιν, οὔτε ἐκλελύσθαι τὴν χρείαν· εἰς ὅσον δὲ ἑκάτερον αὐτῶν βεβλαμμένον, ἐπὶ μὲν τῆς δυνάμεως ἡ κατὰ
254
σφοδρότητά τε καὶ ἀμυδρότητα δηλώσει διαφορὰ σὺν τῷ ποσῷ τοῦ κλόνου, ἐπὶ δὲ τῆς χρείας ἡ κατὰ τάχος τε καὶ πυκνότητα, κᾀνταῦθα σὺν τῷ ποσῷ τοῦ κλόνου, τὰ δ’ ἄλλα ἐκ τῶν προειρημένων συντεκμαίρεσθαι· ὡσαύτως δὲ κᾂν μήτ’ ὀλίγῳ μήτε πολλῷ τοῦ κατὰ φύσιν ἐξίστηται κατὰ τὰς τρεῖς διαφορὰς, ἀλλὰ μετρίως πως καὶ μέσως, ἐκ τῶν εἰρημένων διαιρεῖσθαι. πολλάκις δ’ ἐπὶ τῶν τοιούτων σφυγμῶν, λέγω δὲ τῶν ὀλίγῳ τινὶ τοῦ κατὰ φύσιν εἰς μῆκός τε καὶ στενότητα καὶ ταπεινότητα τὴν μεταβολὴν ἐσχηκότων, οὐ μόνον οὐδέν τι φαίνεται σκληρότητος, ἀλλὰ καὶ μαλακότης αὐτοῖς σύνεστιν ἐπιφανής. καὶ γίνεται μὲν καὶ τῇδε διὰ τὰς αὐτὰς κατὰ γένος αἰτίας, ἐξαλλάττεται δὲ τῷ ποσῷ καθ’ ἑκάστην. εἴτε γὰρ διὰ τὴν τῆς δυνάμεως ἀσθένειαν ἐλάττων ὁ σφυγμὸς ἀποτελοῖτο τοῦ συμμέτρου, μείζων ἡ βλάβη δηλοῦται τῆς δυνάμεως, εἴτε διὰ τὴν τῆς χρείας ἔκλυσιν, ἐπιπλέον ἥκειν καὶ ταύτην κακώσεως. εἰς ὅσον γὰρ ἡ μαλακότης τοῦ χιτῶνος ἑτοιμοτέρα πρὸς τὸ μέγεθος τῆς διαστολῆς ἐστιν, εἰς τοσοῦτο τὴν μικρὸν ἐργαζομένην τὸν σφυγμὸν αἰτίαν ἐπιτετάσθαι δηλώσει. τῆς μὲν οὖν κατὰ τὴν δύναμιν ἀῤῥωστιᾶς τὸ ποσὸν 
255
αὐτάρκως ἐδηλοῦτο διὰ τοῦ ποσοῦ τῆς ἀμυδρότητος· ἐξ ἐπιμέτρου δ’ ἂν εἴη καὶ τὸ νῦν εἰρημένον. ἡ δὲ τῆς χρείας ἔκλυσις εἰς ὅσον ἥκει κακώσεως ἐκ μόνων τῶν εἰρημένων σημείων εὑρίσκεται, περὶ ὧν εἰρήσεταί τι καὶ διὰ τῶν ἐφεξῆς, ὅταν ἐπιπλέκωμεν ἀλλήλοις τὰ γένη τῶν σφυγμῶν. νυνὶ γὰρ οὐ τοῦθ’ ἡμῖν τὸ προκείμενον, ἀλλὰ περὶ τοῦ κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἐγχειρήσαντες λέγειν ἠναγκάσθημεν ἐφάψασθαι καὶ τῶν ἄλλων. αὖθις οὖν ἐπὶ τὸ προτεθὲν ἐξ ἀρχῆς ἐπανέλθωμεν, ἐπὶ τὰ λοιπὰ γένη μεταβαίνοντες. οὐδὲν γὰρ οἶμαι δεῖν ἔτι τοὺς ἄλλους ὁμοίως ἐπανέρχεσθαι σφυγμοὺς ἐκ τοῦ διαγράμματος, ἀλλὰ κατὰ τὴν αὐτὴν μέθοδον ἣν νῦν ἐπὶ τοῦ μακροῦ καὶ στενοῦ καὶ ταπεινοῦ πεποιήμεθα, καὶ περὶ τῶν ἄλλων ἑκάστου διορίζεσθαι, πρῶτον μὲν ἀποχωρίζοντας ὅσα διὰ τὴν τοῦ σώματος σχέσιν ἐξαλλάττονται κατὰ μῆκος, ἢ πλάτος, ἢ βάθος, ὡς μὴ μεγάλοι μόνον, ἢ μικροὶ φαίνεσθαι· δεύτερον δὲ τὰς αἰτίας ἐπισκεπτομένους δι’ ἃς ἤτοι μείζονες τοῦ κατὰ φύσιν ἢ μικρότεροι γίνονται. περὶ μὲν δὴ τοῦ
256
κατὰ τὸ ποσὸν τῆς διαστολῆς γένους τῶν σφυγμῶν αὐτάρκως εἴρηται πρός γε τὰ παρόντα.

Περὶ δὲ τῆς εἰς τάχος τε καὶ βραδύτητα μεταβολῆς αὐτῶν, ὅπερ ἰδιαίτατόν ἐστι γένος αὐτῆς τῆς κινήσεως τῶν ἀρτηριῶν, ἑξῆς ἂν εἴη ῥητέον. ἀρκτέον δὲ κᾀνταῦθα πάλιν ἀπὸ τοῦ διαστείλασθαι τὴν ὁμωνυμίαν. λέγεται δὴ ταχὺς σφυγμὸς ὁ μὲν ὡς πρὸς τὸν σύμμετρον, ὁ δὲ ὡς πρὸς ὁντιναοῦν τὸν ἐπιτυχόντα. καὶ μὲν δὴ καὶ αὐτὸς ὁ σύμμετρος ὁ μὲν ἁπλῶς ἐστιν ὁ κατὰ τὴν ἀρίστην δηλονότι φύσιν, ὁ δὲ καθ’ ἕκαστον ἄνθρωπον ἀμέμπτως ὑγιαίνοντα. κρίνεται δ’ οὗτος ἐν τῇ πρὸς τὸν ἁπλῶς σύμμετρον παραβολῇ, καὶ διδάσκει τὴν κρᾶσιν ὁποία τίς ἐστιν. ὁ μὲν οὖν θάττων θερμοτέραν, ὁ δὲ βραδύτερος ψυχροτέραν ἐνδείκνυται τὴν κρᾶσιν. οὐ μὴν εὑρεῖν γ’ ἀκριβῶς ἔστι μόνην εἰς τάχος καὶ βραδύτητα μεταβολὴν οὔτ’ ἐν τοῖς κατὰ φύσιν οὔτ’ ἐν τοῖς οὐ κατὰ φύσιν ἔχουσι σώμασιν. ὁ γὰρ θερμότερος τῆς ἁπλῶς συμμέτρου κράσεως εἰ θάττονα φαίνοιτο τὸν σφυγμὸν ἔχων, ἐξ ἀνάγκης αὐτὸν ἔχει μείζονα,

257
ὅ τε τοῦ κατὰ φύσιν ἑαυτοῦ σφυγμὸν κατά τινα καιρὸν ἔχων θάττονα καὶ μείζονα πάντως ἔχει. οὐ μὴν πυκνότερός γε οὐδέτερος αὐτῶν ἐξ ἀνάγκης. ἐν γὰρ τῷ παραύξεσθαι τὴν θερμασίαν ἐπὶ πλέον ἡ πυκνότης αὐτοῖς προσγίνεται. τῷ τάχει τοίνυν ἐνίοτε μὲν καὶ τὸ μέγεθος, ἔστι δ’ ὅτε καὶ ἡ πυκνότης σύνεστι, ὥσπερ αὖ πάλιν ἐνίοτε πυκνότης μόνον, ὅταν ἀπολιπόντες τινὰ τὴν ἐνδεχομένην ἐν ἐκείνῳ τῷ καιρῷ μεγίστην διαστολὴν ἔχοντα, μετὰ ταῦτ’ ἐπανελθόντες εὕρωμεν ἴσον μὲν τὸ μέγεθος, ἐπιτεταμένον δὲ τὸ τάχος. ἐξ ἀνάγκης γὰρ τῷ τοιούτῳ καὶ ἡ πυκνότης συνεπιτέταται. εἰ δὲ ἐκλελυμένην τὴν χρείαν τῶν σφυγμῶν ἔχοντά τινα καταλιπόντες ἐπανελθόντες εὕροιμεν εἰς τάχος ἐπιδεδωκότα τὸν σφυγμὸν, οὐδὲ τότε μόνον εἰς τάχος ἐπέδωκεν, ἀλλὰ καὶ εἰς πυκνότητα μὲν πάντως ἐγχωρεῖ καὶ εἰς μέγεθος, ἐπειδή περ ἡ τῆς χρείας ἔκλυσις εἰς ἀραιότητα μὲν ἐναργέστερον, ἐφεξῆς δὲ εἰς βραδύτητα, καὶ τρίτον εἰς μικρότητα τρέπει τὸν σφυγμόν. οὕτω δὲ καὶ αἱ εἰς βραδύτητα μεταβολαὶ τῶν σφυγμῶν αἱ μὲν ἐκ τοῦ κατὰ φύσιν εὐθὺς καὶ εἰς ἀραιότητα τρέπονται, πολλάκις δὲ καὶ εἰς μικρότητα, ὅταν ἐπιπλέον ἡ χρεία μεμείωται·
258
αἱ δ’ ἐκ τῶν οὐ κατὰ φύσιν καταστάσεων αἱ μὲν ἐπὶ παρηυξημένῃ τῇ χρείᾳ, πολλάκις μὲν μετὰ τῆς εἰς μικρότητα τροπῆς, ἔστι δ’ ὅτε μετὰ τῆς ἀραιότητος, καί ποτε μετὰ τῆς εἰς ἀμφότερα· αἱ δ’ ἐπὶ μεμειωμένῃ τῇ χρείᾳ μεταβολαὶ τῶν σφυγμῶν εἰς βραδύτητα μετὰ ἀραιότητός τε καὶ μικρότητος γίνονται. αὗται μὲν αἱ πρῶταί τε καὶ ἁπλούσταται τροπαὶ τῶν σφυγμῶν εἰς τάχος καὶ βραδύτητα, καὶ τούτων αἰτίαι προηγούμεναί τε καὶ προκατάρχουσαι κατὰ τὸν αὐτὸν τρόπον εὑρισκόμεναι ταῖς ἐπὶ μεγέθους τε καὶ μικρότητος εἰρημέναις. αἱ δ’ ἐπίμικτοί τε καὶ σύνθετοι τροπαὶ μετὰ σφοδρότητός τε καὶ ἀμυδρότητος ἢ μαλακότητος συνίστανται. περὶ ὧν καὶ αὐτῶν ἐπισκέπτεσθαί τε καὶ διορίζεσθαι προσήκει κατὰ τὴν αὐτὴν μέθοδον, ἣν ἐν τῷ περὶ τοῦ μακροῦ καὶ στενοῦ καὶ ταπεινοῦ λόγῳ διήλθομεν, ἕνεκα τοῦ γνῶναι διὰ τίνα τὴν αἰτίαν εἰς τάχος ἢ βραδύτητα τὴν ἀλλοίωσιν ὁ σφυγμὸς ἐποιήσατο. δυνατὸν μὲν γάρ ἐστιν, ὡς εἴρηται, διὰ τὴν χρείαν ἐπιταθεῖσαν εἰς τάχος ἐπιδοῦναι τὸν σφυγμὸν, οὐκ ἀδύνατον δὲ καὶ διὰ τὴν μαλακότητα τῆς ἀρτηρίας καὶ τὴν ἰσχὺν τῆς δυνάμεως. ἀλλ’ ὅταν
259
μὲν ἄτρεπτος ᾖ κατὰ μαλακότητα καὶ σκληρότητα καὶ σφοδρότητα καὶ ἀμυδρότητα, διὰ τὴν χρείαν μόνην ᾖ ἀλλοίωσις· ὅταν δὲ καὶ μετὰ τούτων τινὸς, ἐπισκέπτεσθαί τε καὶ διορίζεσθαι προσήκει τὸ ἐπικρατοῦν αἴτιον, ὡς ἔμπροσθεν ἐδείκνυμεν, οἷον εὐθέως εἰ μετὰ τοῦ θάττων εἶναι μαλακώτερος φαίνοιτο, προσήκει σκοπεῖσθαι πότερον τοσούτῳ θάττων ὅσῳ μαλακώτερος, ἢ πλέονι. εἰ μὲν γὰρ ὅσῳ περ μαλακώτερος τοσούτῳ καὶ θάττων, ἐπὶ τῇ μαλακότητι μόνῃ τὴν ἀλλοίωσιν ἔσχεν· εἰ δὲ πλέονι θάττων ἢ μαλακώτερος, οὐκ ἐπὶ τῇ μαλακότητι μόνον, ἀλλὰ καὶ διὰ τὴν χρείαν ἐπιταθεῖσαν. εἰ δ’ αὖ πλέονι μαλακώτερος ἤπερ θάττων, ὅσῳ πλέονι μαλακώτερος, τοῦτ’ ἐκ τῆς κατὰ μόνην τὴν χρείαν ἐκλύσεως ἀφῃρέθη. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἰ μετὰ τοῦ θάττων γενέσθαι καὶ σφοδρότερος γένοιτο, σκεπτέον εἰ τοσούτῳ θάττων ὅσῳ σφοδρότερος. οὕτω μὲν γὰρ ἂν ἡ ῥώμη μόνη τῆς δυνάμεως τοῦ τάχους αἰτία εἴη. εἰ δ’ ἔλαττον σφοδρότερος ἤπερ θάττων, ὅσῳ θάττων, τοῦτ’ ἐκ τῆς χρείας αὐξηθείσης προσῆλθεν. εἰ δὲ πλέονι σφοδρότερος ἤπερ θάττων, οὐχ ἡ ῥώμη τῆς δυνάμεως μόνον, ἀλλὰ καὶ ψύξις τις ἠλλοίωσε τοὺς 
260
σφυγμούς. εἰ δὲ θάττων τε ἅμα καὶ μαλακώτερος καὶ σφοδρότερος φαίνοιτο, ἱκανῶς γεγυμνασμένου δεῖται, γνωσομένου πότερον τοσούτῳ θάττων ἐστὶ τοῦ κατὰ φύσιν ὅσον ἐξ ἀμφοῖν τῶν αἰτίων ἐγένετο, τῆς τε μαλακότητος καὶ τῆς εὐτονίας, ἢ οὐ τοσούτῳ. εἰ μὲν γὰρ τοσούτῳ, δι’ ἐκεῖνα μόνα τὴν ἀλλοίωσιν ἔσχεν· εἰ δὲ πλέονι, καὶ διὰ τὴν τῆς χρείας ἐπίτασιν· εἰ δ’ ἐλάττονι, καὶ διὰ τὴν τῆς χρείας ἔκλυσιν. οὕτω δὲ κᾀπὶ τῆς εἰς βραδύτητα τροπῆς τῶν σφυγμῶν ἐπισκεπτέον εἴτε διὰ τὴν χρείαν μόνην ἐκλυθεῖσαν, εἴτε δι’ ἀῤῥωστίαν τῆς δυνάμεως, εἴτε διὰ σκληρότητα τῶν ὀργάνων ἡ ἀλλοίωσις ἐγένετο. διὰ μὲν οὖν τὴν χρείαν μόνην εὔλογον ἠλλοιῶσθαι τὸν σφυγμὸν, ὅταν μήτε σκληρότερος εὑρίσκηται μήτ’ ἀτονώτερος· διὰ δὲ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως, ὅταν ὅσῳ περ ἀμυδρότερος, τοσούτῳ καὶ βραδύτερος. οὕτῳ δὲ καὶ διὰ τὴν σκληρότητα τῶν ὀργάνων, ἐπειδὰν ὅσῳ σκληρότερος τοσούτῳ καὶ βραδύτερος. εἰ μέντοι φαίνοιτο πλέονι τοῦ συμμέτρου βραδύτερος, ἐλάττονι δ’ ἀμυδρότερος, ἐξ ἀτονίας τε καὶ καταψύξεως ἐγένετο τοιοῦτος. καὶ τό γε δυναστεῦον ἐν αὐτῷ τῶν αἰτίων εὑρήσεις ἐκ τῆς πρὸς τὸν
261
κατὰ φύσιν τε καὶ σύμμετρον παραβολῆς. εἰ μὲν γὰρ ἡ ἀμυδρότης ἀριθμοῖς εἰ τύχοι πέντε τοῦ κατὰ φύσιν ἐξίστασθαι φαίνοιτο, πέντε καὶ δέκα ἀριθμοῖς ἡ βραδύτης, ἐπικρατεῖν ἐν τῇ τοῦ τοιούτου σφυγμοῦ γενέσει τὸ ψυχρὸν αἴτιον, οὐ τὴν ἀτονίαν τῆς δυνάμεως αἰτίαν ὑποληπτέον· εἰ δὲ πεντεκαίδεκα μὲν ἀριθμοῖς ἡ βραδύτης φαίνοιτο, δέκα δ’ ἀριθμοῖς ἡ ἀμυδρότης, ἡ ἀτονία πλέον ἐν τῇ τοῦ σφυγμοῦ γενέσει δύναται τῆς ψυχρότητος· εἰ δ’ ἐλάττονι μὲν εἴη βραδύτερος, ἀμυδρότερος δὲ πλέονι, διά τε τὴν ἀτονίαν τῆς δυνάμεως καὶ προσέτι θερμότητα τοιοῦτος ἐγένετο. καὶ τό γε μέγεθος ἑκατέρου τῶν αἰτίων ἐκ τῆς κατὰ τὴν ἀναλογίαν ὑπεροχῆς εὑρήσεις, μεμνημένων ἡμῶν ὡς ἅπαντα ταῦτα λέγεται τῆς ἐπικτήτου κινήσεως ἀφωρισμένης. ὡσαύτως δὲ κᾀπειδὰν εἰς βραδύτητα τῆς τροπῆς γενομένης εὑρίσκηται τις σκληρότης, ἐπισκεπτέον εἴθ’ ὑπὸ μόνης τῆς σκληρότητος ἡ ἀλλοίωσις, εἴθ’ ὑπ’ ἀμφοῖν ἐγένετο. εἰ μὲν γὰρ ὅσῳ περ ὁ σφυγμὸς βραδύτερος ἐγένετο τοσούτῳ καὶ σκληρότερος φαίνοιτο, διὰ τὴν σκληρότητα μόνην ἡ ἀλλοίωσις, εἰ δὲ πλέονι βραδύτερος
262
ἤπερ σκληρότερος, οὐ διὰ τὴν σκληρότητα μόνην, ἀλλὰ καὶ διὰ τὴν ψύξιν. εὑρήσεις δὲ κᾀνταῦθα τὸ ἰσχυρότερον αἴτιον, ὡς ὀλίγον ἔμπροσθεν εἴρηται. εἰ δὲ πλέονι μὲν εἴη σκληρότερος, ἐλάττονι δὲ βραδύτερος, οὐ διὰ τὴν σκληρότητα μόνον, ἀλλὰ καὶ διὰ τὴν θερμότητα τοιοῦτος ἐγένετο. γνώσῃ δὲ κᾀνταῦθα τὸ μέγεθος ἑκατέρου τῶν αἰτίων ἐκ τῆς κατὰ τὴν ἀναλογίαν ὑπεροχῆς. εἰ δὲ βραδύτερός τε ἅμα καὶ σκληρότερος καὶ ἀμυδρότερος εἴη, γεγυμνασμένου κᾀνταῦθα χρεία τοῦ γνωσομένου, πότερον τοσούτῳ βραδύτερός ἐστι τοῦ κατὰ φύσιν ὅσον ἐξ ἀμφοῖν τῶν αἰτίων ἐγένετο, τῆς ἀτονίας τε καὶ σκληρότητος, ἢ οὐ τοσούτῳ. εἰ μὲν γὰρ τοσούτῳ, δι’ ἐκεῖνα μόνα τὴν ἀλλοίωσιν ἔσχεν· εἰ δὲ πλέονι, καὶ διὰ τὴν τῆς χρείας ἔκλυσιν· εἰ δ’ ἐλάττονι, καὶ διὰ τὴν τῆς χρείας ἐπίτασιν.

Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται πρός γε τὰ παρόντα, βραχύ τι τὸν λόγον ἐπιστήσαντες ἐνταῦθα πρὶν ἐπ’ ἄλλο τι μεταβῆναι γένος εἴπωμέν τινα πρός τε τὰ προειρημένα καὶ πρὸς τὰ μέλλοντα

263
λεχθήσεσθαι χρήσιμα. τεττάρων γὰρ οὐσῶν γενικῶν διαφορῶν ἐν τῷ διαστέλλεσθαι τὴν ἀρτηρίαν, πρώτης μὲν οἰκειοτάτης τοῖς σφυγμοῖς τῆς κατὰ τὸ ποιὸν τῆς κινήσεως, δευτέρας δὲ τῆς κατὰ τὸ ποσὸν τῆς διαστολῆς, ἡμεῖς καὶ νῦν κᾀν τῷ πρώτῳ περὶ τῆς διαφορᾶς τῶν σφυγμῶν οὐ τῆς κυριωτέρας διαφορᾶς ἐμνημονεύσαμεν, ὅτι χαλεπωτέραν ἔχει τὴν διάγνωσιν, ἀλλὰ τῆς τοῖς εἰσαγομένοις διαγνωσθῆναι σαφεστέρας καὶ διὰ τοῦτο καὶ δηλῶσαί τι χρησιμωτέρας. ὑπάρχει δ’ αὐτῇ καὶ τοῦτ’ ἴδιον ἐξαίρετον, ὅπερ οὐδεμιᾷ τῶν ἄλλων, τὸ φαίνεσθαι μὲν ἑπτὰ καὶ εἴκοσι διαφορὰς σφυγμῶν ἐν αὐτῇ, κατ’ ἀλήθειαν δ’ εἶναι τρεῖς. ἐν γὰρ τοῖς ἄλλοις ἅπασι γένεσιν ὅσαι πέρ εἰσιν αἱ διαφοραὶ φύσει, τοσαῦται καὶ φαίνονται. λοιπὰ δὲ ἄλλα δύο γένη σφυγμῶν ἐστι κατὰ τὴν διαστολὴν, τὸ μὲν ἕτερον ἐνδεικτικὸν τῆς δυνάμεως, τὸ δὲ ἕτερον τοῦ χιτῶνος τῆς ἀρτηρίας, ἔσχατόν τε καὶ ὡς ἂν φαίη τις οὐκ οἰκεῖον οὐδὲ συγγενὲς, ἀλλ’ ἐπίκτητον γένος σφυγμῶν. ὑπάρχει δὲ τοῖς μὲν δύο τούτοις γένεσιν ἀεὶ τὴν αἰτίαν ὑφ’ ἧς γίνεται
264
σαφῶς ἐνδείκνυσθαι, τοῖς δ’ ἄλλοις δύο τοῖς προειρημένοις οὐκ ἀκί. καὶ γὰρ καὶ συμβέβηκε τοῖς μὲν δύο τοῖς ὑστέροις γένεσιν ὑπὸ μιᾶς αἰτίας ἑκάτερον δημιουργεῖσθαι, τοῖς πρώτοις δὲ δύο πρὸς ἁπασῶν τῶν αἰτιῶν, ἃς τρεῖς εἶναι πολλάκις ἐδείξαμεν. ὅθεν καὶ χαλεπώτερος ἐπὶ τῶν πρώτων δύο γενῶν ὁ λόγος ἐστὶν καὶ διορισμῶν χρῄζων πλειόνων εἰς τὴν τῆς αἰτίας εὕρεσιν. ἐπὶ δὲ τῶν ὑπολοίπων δυοῖν τό τε γένος τῆς αἰτίας ἓν καθ’ ἑκάτερον ἥ τε τοῦ ποσοῦ διάγνωσις ἀφωρισμένη.