De pulsibus ad tirones

Galen

Galen, De pulsibus ad tirones

Ὅσα τοῖς εἰσαγομένοις, φίλτατε Τεῦθρα, χρήσιμον ἐπίστασθαι περὶ σφυγμῶν, ἐνταῦθα λεχθήσεται. τὴν δ’ ὅλην ὑπὲρ αὐτῶν τέχνην ἑτέρωθι γεγραμμένην ἔχεις. πᾶσαι μὲν οὖν αἱ ἀρτηρίαι τὸν αὐτὸν τρόπον σφύζουσιν ἀλλήλαις τε καὶ τῇ καρδίᾳ, ὥστ’ ἐκ μιᾶς αὐτῶν δύνασθαι περὶ πασῶν συλλογίζεσθαι, οὐ μὴν αἰσθέσθαι γε τῆς κινήσεως ὁμοίως ἁπασῶν δυνατὸν, ἀλλὰ τῶν μὲν ἐν τοῖς ἀσάρκοις μέρεσι προφανέστερον, τῶν δ’ ἐν τοῖς σαρκώδεσιν ἀμυδρότερον. ὅσαι δ’ ὑπὸ παχείας σαρκὸς καλύπτονται, ἢ ὀστῶν ἔνδον

454
εἰσὶν, ἢ ἐπίπροσθεν αὐτῶν ἐστιν ἄλλα σώματα, τούτων οὐκ ἂν αἴσθοιο τῆς κινήσεως, ἔν γε τῷ κατὰ φύσιν ἔχειν τὸ ζῶον. ἐκτακέντος δὲ τοῦ σώματος σφοδρῶς, ἥ τε κατὰ τὴν ῥάχιν ἀρτηρία πολλάκις τοῖς ἁπτομένοις τοῦ ἐπιγαστρίου τὴν κίνησιν διασημαίνει καί τινες τῶν ἐν τοῖς κώλοις ᾔσθησαν, ἀφανῶς πρότερον οὐσῶν. διαπαντὸς δ’ αἵ τε κατὰ τοὺς κροτάφους καὶ τῶν ποδῶν αἱ ἐπὶ τοῖς ταρσοῖς καὶ τῶν χειρῶν αἱ κατὰ τοὺς καρποὺς ἐντὸς αἰσθητὴν ἔχουσι τὴν κίνησιν. τούτων δ’ ἔλαττον μὲν, οὐ μὴν ἀφανῶς οὐδ’ αὐταὶ σφύζουσιν αἵ τε τῶν ὤτων ὄπισθεν ἐν τῇ κεφαλῇ καὶ τῶν βραχιόνων ἐντός. καὶ ἤδη τινὲς ἄλλαι, αἳ μὴ πάνυ τῇ πολλῇ σαρκὶ καλύπτονται, ἀλλ’ οὔτε ἑτοιμότερον οὔτε εὐσχημονέστερον οὔτε τῇ χρείᾳ συμφερώτερον ἄλλης ἂν ἅπτοι, τὰς ἐν τοῖς καρποῖς παρείς· αὗται γὰρ ἐπιφανεῖς μάλιστα ὑπάρχουσι τῷ τ’ ἀσάρκῳ τοῦ χωρίου καὶ οὐδὲν δι’ αὐτὰς, γυμνοῦν τοῦ σώματος ἀναγκαῖον, ὥσπερ δι’ ἄλλας πολλὰς, καὶ ὅτι κατ’ εὐθὺ τεταγμέναι εἰσίν· οὐ μικρὸν δὲ τοῦτο εἰς ἀκρίβειαν διαγνώσεως.

455

Ἁπτομένῳ δέ σοι φανεῖται διαστελλομένη κατὰ πᾶσαν διάστασιν ἡ ἀρτηρία. τρεῖς δ’ εἰσὶ διαστάσεις παντὸς τοῦ σώματος, εἰς μῆκος, βάθος καὶ πλάτος. ἀλλ’ ἐν τῷ κατὰ φύσιν ἔχειν τὸ ζῶον συμμέτρως πάνυ διαστελλομένην εὑρήσεις τὴν ἀρτηρίαν· ἐν δὲ τῷ παρὰ φύσιν ἔχειν ἔστιν ὅπη τὸ μὲν ἐλλείπει, τὸ δ’ ὑπερβάλλει, καθ’ ἡντιναοῦν διάστασιν. ἐν τούτῳ χρὴ μεμνημένον σε, οἷος ἦν ὁ κατὰ φύσιν σφυγμὸς, καὶ εἰ μὲν τῷ πλάτει μείζων ὁ παρὰ φύσιν εὑρίσκοιτο, πλατὴν καλεῖν, εἰ δὲ τῷ μήκει, μακρὸν, εἰ δὲ τῶ βάθει, ὑψηλὸν, καὶ τοὺς ἐναντίους αὐτοῖς τοὺς ἐλάττους τοῦ κατὰ φύσιν ὀνομάζειν ἀνάλογον, στενὸν καὶ βραχὺν καὶ ταπεινόν. τῶν δὲ ἐν πάσαις ταῖς διαστάσεσιν ὁμοίως εἰς τὸ παρὰ φύσιν τρεπομένων ὁ μὲν πάντη μειωθεὶς μικρὸς, ὁ δὲ πάντη αὐξηθεὶς μέγας ὀνομάζεται. αὗται μὲν αἱ κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἐν σφυγμῷ διαφοραί.

Τῶν δὲ τῆς κινήσεως ἰδίων ἥ τε ταχύτης ἐστὶ καὶ ἡ βραδύτης, ἡ μὲν ἠπειγμένη τις οὖσα κίνησις, ἡ δὲ

456
ἐκλελυμένη. κριτέον δὲ καὶ ταύτας τῷ κατὰ φύσιν παραβάλλοντας. ἐν δὲ τῷ ποιῷ τῆς προσβολῆς ἥ τε σφοδρότης καὶ ἀμυδρότης συνίστανται, βιαίως μὲν ὠθουμένης τῆς ἁφῆς ἡ σφοδρότης, ἀῤῥώστως δὲ ἡ ἀμυδρότης. μαλακότης δὲ καὶ σκληρότης αὐτοῦ τοῦ χιτῶνος τῆς ἀρτηρίας ποιότητές εἰσιν· ἡ μὲν μαλακότης, ὅταν οἷον σαρκωδεστέρα καὶ κατὰ τὴν προσβολὴν ἡ ἀρτηρία φαίνηται· ἡ δὲ σκληρότης, ὅταν οἷον ξηροτέρα τε καὶ βυρσωδεστέρα. συνδιαγινώσκεται μὲν οὖν εὐθὺς τῇ κινήσει τῆς ἀρτηρίας καὶ ἡ τοιαύτη τῶν σφυγμῶν διαφορά. οὐκ ἔστι δὲ αὐτῆς ἰδία, καθάπερ αἱ προειρημέναι τρεῖς. ἐκείνων γὰρ ἡ μὲν τοῦ τάχους καὶ τῆς βραδύτητος κατὰ τὸ ποιὸν ἦν τῆς κινήσεως, ἡ δὲ τῆς σφοδρότητος καὶ τῆς ἀμυδρότητος κατὰ τὸ τῆς πληγῆς ποιὸν, ἡ δὲ τοῦ μεγέθους καὶ τῆς μικρότητος κατὰ τὸ ποσὸν τῆς διαστολῆς. ἡ διαστολὴ δὲ οὐκ ἄνευ κινήσεως. τὸ δὲ μαλακὸν σῶμα καὶ σκληρὸν οὐ προσδεῖται κινήσεως εἰς τὸ τοιοῦτον εἶναι. τέσσαρας οὖν ταύτας τὰς διαφορὰς τῶν σφυγμῶν κατὰ τὴν πληγὴν εὑρήσεις.

Πέμπτην δὲ ἄλλην κατὰ τὸ τῶν πληγῶν

457
διάλειμμα. καλεῖν γὰρ ἔθος οὕτω τοῖς ἰατροῖς τὸν μεταξὺ δύο πληγῶν χρόνον, ἐν ᾧ διαστέλλεται ἡ ἀρτηρία καὶ συστέλλεται. καὶ προσήκειν ἡγοῦμαι τοῖς εἰσαγομένος γυμνάσασθαι, πρῶτον μὲν, ὡς ἐπ’ ἀναισθήτου τῆς συστολῆς. καλείσθω μοι τὸ μέν τι πληγὴ, τὸ δὲ διάλειμμα· πληγὴ μὲν ἡ ἀπὸ τῆς ἀρτηρίας κινουμένης προσβολὴ τῇ ἁφῇ γιγνομένη· διάλειμμα δὲ ἡ μεταξὺ δυοῖν πληγῶν ἡσυχία, καθ’ ἣν ὁ πυκνὸς καὶ ἀραιὸς καὶ μέσος ἀμφοῖν, ἐφ’ ᾧπερ οἱ κατὰ φύσιν συνίστανται σφυγμοί. γνωριεῖς δὲ καὶ τούτους τῷ ποσῷ τοῦ χρόνου. πυκνὸς μὲν γάρ ἐστιν, ὅταν βραχὺς ὁ τῆς ἡσυχίας ᾖ χρόνος· ἀραιὸς δὲ, ὅταν πολύς. ἡσυχίαν δὲ λέγειν, ἢ διάλειμμα πληγῶν, ἢ συστολὴν, οὐ διοίσει.

Ὁμαλότης δὲ καὶ ἀνωμαλία γίνεται κατὰ πάσας τὰς εἰρημένας διαφοράς. ἡ γὰρ ἐφεξῆς ἰσότης τούτων ὁμαλότης ἐστί· οἷον ὅταν τὸ μέγεθος τῶν ἐφεξῆς ἴσον ᾖ, λέγοιτ’ ἂν ὁμαλὸς εἶναι κατὰ τὸ μέγεθος ὁ σφυγμός· καὶ εἰ τὸ τάχος ἴσον, ὁμαλὸς κατὰ τὸ τάχος. ὡσαύτως δὲ καὶ εἰ κατὰ σφοδρότητα καὶ πυκνότητα καὶ ἀμυδρότητα. ἡ δὲ ἀνωμαλία 

458
διαφθορὰ τῆς ἰσότητός ἐστι, καθ’ ἣν ἂν τύχῃ διαφορὰν τῶν σφυγμῶν συνισταμένη. ἔσται γὰρ ὁ μέν τις κατὰ τὸ μέγεθος ἀνώμαλος, ὁ δέ τις κατὰ τὸ τάχος, ὁ δὲ κατὰ σφοδρότητα καὶ ἀμυδρότητα καὶ πυκνότητα, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.

Ἔστι δὲ ὅτε καὶ διά τινος τάξεως ἀριθμοῦ πληγῶν ὡρισμένου τοῖς ἴσοις σφυγμοῖς εἷς ἄνισος παρεμπίπτει· καὶ τοῦτο γίνεται πολυειδῶς. καὶ γὰρ τρισὶν ἴσοις ὁ τέταρτος ἄνισος ἕπεται, καὶ τοῦτο ἐφεξῆς ἀεὶ, ἢ τέτρασιν ὁ πέμπτος. καὶ κατὰ πᾶν ἄλλο πλῆθος ὡσαύτως. καὶ γὰρ πέντε πολλάκις ἴσοις ὁ ἕκτος ἄνισος ἕπεται, καὶ πάλιν ἓξ ἴσοις ὁ ἕβδομος οὐκ ἴσος. ἡ μὲν οὖν ἰσότης ἐν τοῖς τοιούτοις οὐκέτι σώζεται· καὶ διὰ τοῦτο ἀνώμαλος ὁ σφυγμὸς γίνεται, τάξις μέντοι τις σώζεται, καὶ διὰ τοῦτο τεταγμένος ἐστί. δι’ ἴσου γὰρ ἀεὶ πλήθους τοῖς ἴσοις σφυγμοῖς εἷς ἄνισος παρεμπίπτων τὴν ἰσότητα διαφθείρει· ἥ γ’ οὖν κατὰ τὰς περιόδους ἀναλογία φυλάττει τινὰ τάξιν. ἂν δ’ ὅλως μηδεμία σώζηται περίοδος, ἄτακτος ὁ τοιοῦτος καλεῖται.

459

Γίνεται δὲ καὶ καθ’ ἕνα σφυγμὸν ἀνωμαλία, περί τε τὰ μέρη τῆς ἀρτηρίας διαφερόντως ἔχοντα πρὸς ἄλληλα, θέσει τε καὶ κινήσει, καὶ παρὰ τὴν ἑνὸς ἑκάστου σφυγμοῦ καθ’ αὑτὸ κίνησιν. ἡ μὲν οὖν ἐν τῇ θέσει τῶν μορίων ἀνωμαλία συνίσταται παρὰ τὸ ἄνω καὶ κάτω, καὶ πρόσω καὶ ὀπίσω, καὶ δεξιὰ καὶ ἀριστερὰ μετῆχθαι δοκεῖν τὴν ἀρτηρίαν· ἐν δὲ τῇ κινήσει θᾶττον, ἢ βραδύτερον, ἢ πρωϊαίτερον, ἢ ὀψιαίτερον, ἢ σφοδρότερον, ἢ ἀμυδρότερον, ἢ ἐπὶ πλείονα χρόνον, ἢ ἐλάσσονα, ἢ ἀεὶ, ἢ οὐδ’ ὅλως κινουμένων. καθ’ ἕκαστον δὲ μέρος ἐν μὲν τῷ διακεκόφθαι σαφῶς, ἐξ ὧν ἐστι καὶ ὁ δορκαδίζων· ὡσαύτως δὲ καὶ ἐν τῷ παλινδρομεῖν, ἐξ ὧν ἐστι καὶ ὁ δίκροτος. ἐν δὲ τῷ τῆς κινήσεως οὐκ ἰσοταχεῖ, ὅταν ἀρχομένη μὲν ὠκυτέρα, τελευτῶσα δὲ βραδυτέρα, καὶ ἀνάπαλιν ἀρχομένη μὲν βραδυτέρα, τελευτῶσα δὲ ὠκυτέρα, καὶ κατὰ σφοδρότητα καὶ ἀμυδρότητα καὶ μικρότητα καὶ μέγεθος ὡσαύτως, οὐκ εἰς δύο μόνους χρόνους τῆς κινήσεως μεριζομένης, ἀλλὰ καὶ εἰς πλείονας, ἐφ’ ὅσον ἂν αἰσθήσει διαγνωστόν. αὗται μὲν οὖν αἱ ἁπλαῖ καὶ καθ’ ἕνα σφυγμὸν ἀνωμαλίαι.

460

Σύνθετοι δὲ καθ’ ὅσον ἂν δυνατὸν ᾖ ἄλλην ἄλλῃ, καὶ μίαν μιᾷ, καὶ μίαν πλείοσι, καὶ πολλὰς πολλαῖς μίγνυσθαι. καί τινες αὐτῶν ἰδίου τετυχήκασιν ὀνόματος. ὥσπερ καὶ ὁ σκωληκίζων καὶ ὁ μυρμηκίζων καὶ ὁ ἑκτικός· ὁ μὲν σκωληκίζων, ὅταν οἱονεὶ ἕρποντος τὴν ἀρτηρίαν σκώληκος ἔμφασις γίγνηται κυματωδῶς ἐγειρομένου, καὶ μὴ καθ’ ἕνα χρόνον ὅλης διαστελλομένης τῆς ἀρτηρίας εἰ μὲν οὖν σὺν μικρότητι διαστολῆς τοῦτο γίγνοιτο, σκωληκίζων καλεῖται· εἰ δὲ σὺν μεγέθει, κυματώδης ἁπλῶς. δῆλον δὲ ὅτι καὶ ἀμυδρὸς καὶ πυκνός ἐστιν ὁ σκωληκίζων. ὁ δ’ εἰς ἐσχάτην καταπεπτωκὼς ἀμυδρότητα καὶ πυκνότητα καὶ μικρότητα μυρμηκίζων καλεῖται, ταχὺς μὲν εἶναι δοκῶν, οὐκ ὢν δὲ ταχύς. ἑκτικὸς δὲ, ὥσπερ πυρετὸς, οὕτως καὶ σφυγμὸς καλεῖται, ὁ μηδεμίαν τροπὴν μεγάλην ποιούμενος, ἀλλ’ ἀεὶ παραπλήσιος μένων, συμπλεκόμενός τε καὶ μηδέποτε λυόμενος ὅλης τῆς ἕξεως τετραμμένης νοσωδῶς, ἐν τοῖς τοιούτοις πυρετοῖς τε καὶ σφυγμοῖς. ταῦτά μοι ἀρκεῖν δοκεῖ περὶ τῆς τῶν σφυγμῶν διαφορᾶς τοῖς εἰσαγομένοις εἰρῆσθαι. εἰ γάρ τις ἐπὶ τὸ

461
ἀκριβέστερον αὐτὸ ἔρχεσθαι βούλοιτο, βιβλίον ὅλον ἔχει περὶ τῆς τῶν σφυγμῶν διαφορᾶς ὑφ’ ἡμῶν γεγραμμένον. οὔκουν οὔτε περὶ πλήρους καὶ κενοῦ σφυγμοῦ νῦν λέγειν ἀναγκαῖον, οὔτε περὶ ῥυθμῶν, ἐν ἐκείνῳ γὰρ εἴρηται ἀκριβῶς περὶ αὐτῶν, καὶ ἔστιν ἀσαφέστερος ὁ λόγος τοῖς εἰσαγομένοις. ἀναλαβόντες οὖν ἐν κεφαλαίῳ τὰ προειρημένα, τῶν ἐφεξῆς ἐχώμεθα. μέγας τοίνυν ἐστὶ σφυγμὸς ὁ κατὰ μῆκος καὶ πλάτος καὶ βάθος τῆς ἀρτηρίας ἐπὶ πολὺ διϊσταμένης γινόμενος, μακρὸς δὲ ὁ κατὰ μῆκος μόνον, πλατὺς ὁ κατὰ πλάτος, καὶ ὑψηλὸς ὁ κατὰ βάθος. σφοδρὸς δὲ σφυγμός ἐστιν ὁ πλήττων εὐρώστως τὴν ἁφήν· μαλακὸς δὲ, ἐφ’ οὗ ὁ χιτὼν τῆς ἀρτηρίας ἁπαλὸς ᾖ· καὶ ταχὺς μὲν ὁ ἐν ὀλίγῳ χρόνῳ διαστελλομένης τῆς ἀρτηρίας γινόμενος· πυκνὸς δὲ ὁ δι’ ὀλίγου· καὶ ὁμαλὸς μὲν ὁ ἐφεξῆς ἴσος· τεταγμένος δὲ ὁ κατὰ περίοδον ἴσος· ὁ δὲ κατὰ μίαν πληγὴν ἄνισος ἀνώμαλος λέγεται κατὰ μίαν πληγήν. εἶεν δ’ ἂν σαφεῖς καὶ οἱ ἐναντίοι αὐτῶν μικρὸς καὶ βραχὺς καὶ στενὸς καὶ ταπεινὸς καὶ ἀμυδρὸς καὶ σκληρὸς καὶ βραδὺς καὶ ἀραιὸς καὶ ἀνώμαλος καὶ ἄτακτος. οὐκ ἄδηλον δὲ καὶ ὅτι τῶν μὲν ἄλλων ἐναντίων ἐστὶν
462
ἑκάστου μέσος· ὁμαλοῦ δὲ καὶ ἀνωμάλου μέσος οὐδείς ἐστιν, οὐδὲ τεταγμένου καὶ ἀτάκτου. καὶ ὅτι τῶν μὲν ἄλλων ἁπάντων οἱ μέσοι κατὰ φύσιν, ἐν τούτοις δὲ ὁ μὲν ὁμαλὸς κατὰ φύσιν μόνος, οἱ ἄλλοι οὐ κατὰ φύσιν, ὅ τε ἀνώμαλος καὶ ἄτακτος.

Ἐπεὶ δὲ πολυειδῶς οἱ σφυγμοὶ τρέπεσθαι πεφύκασιν, οὐδὲν γὰρ εὕροις, ὡς ἔπος εἰπεῖν, αἴτιον, ὃ μὴ καὶ τούτους τρέπει, δοκεῖ μοι τριττὴν αὐτῶν τῆς τροπῆς τὴν ἀνωτάτω διαφορὰν ποιησάμενον οὕτως ὑπὲρ ἑκάστης ἰδίᾳ κατὰ μέρος εἰπεῖν. πρώτη μὲν οὖν ἡ κατὰ φύσιν αὐτῶν ἐστι τροπή. δευτέρα δὲ ἡ οὐ κατὰ φύσιν μὲν, οὐ μὴν ἤδη παρὰ φύσιν. τρίτη δὲ ἡ παρὰ φύσιν. ἐπιγίνονται δ’ αὗται πᾶσαι ταῖς φυσικαῖς διαφοραῖς· ἄλλῳ γὰρ ἄλλως αἱ ἀρτηρίαι φύσει κινοῦνται· καὶ χρὴ πρώτας ταύτας ἐπίστασθαι τὸν μέλλοντα γνωρίζειν ὑπὸ τίνος αἰτίου καὶ μέχρι πόσου τετράφθαι συμβέβηκε τὸν σφυγμόν· ἀλλὰ τὸ μὲν ἴδιον ἑκάστου ἀκριβῶς ἄν τις πειραθεὶς μάθοι. καὶ δεῖ πολλάκις ἧφθαι τῆς ἀρτηρίας, μάλιστα μὲν ὑγιαίνοντος ἀμέμπτως καὶ ἐν ἡσυχίᾳ 

463
πάσης σφοδρᾶς κινήσεως, ἤδη δὲ καὶ ἐν ταῖς ἄλλαις διαθέσεσιν. ἐπειδὴ δὲ πάντων οὐκ ἐνδέχεται δι’ ἐμπειρίας ἐληλυθέναι, πολλοὶ γὰρ ἤδη πολλάκις ἐδεήθησαν ἰατρῶν οἷς ὑγιαίνοντες οὐκ ἐνέτυχον, ἄριστον δὴ κᾀνταῦθα πλεῖον ἰδιώτου τὸν τεχνίτην ἔχειν. ἔχοι δ’ ἂν πλέον, ἐπιστήμην πορισάμενος τῶν τοῖς πολλοῖς ὁμοίως ὑπαρχόντων. ἔστι δέ τις, ὡς τύπῳ φάναι, κοινὴ φύσις ἀνδρῶν, καὶ ἄλλη γυναικῶν, καὶ ὅσοι θερμότερόν εἰσι κεκραμένοι καὶ ὅσοι ψυχρότερον. καὶ τούτων ἑκατέρων κοινὴ φύσις, καὶ τῶν ἰσχνῶν πάντων κοινὴ καὶ τῶν παχέων ὡσαύτως κοινή. καὶ σπάνιον ἐν ἑκάστῃ τῶν προειρημένων κοινοτήτων τὸ μὴ τοῖς πολλοῖς ἐοικός. ὥστε καὶ τὸ ἁμαρτάνειν τοῦ ἀληθοῦς ἐστι σπάνιον τῷ τὸ κοινὸν ἀκριβῶς ἐπισταμένῳ.

Ἄνδρες μὲν γυναικῶν ὡς ἐπίπαν μείζονα πολλῷ καὶ σφοδρότερον ὡσαύτως πολλῷ καὶ βραδύτερον ὀλίγῳ καὶ ἀραιότερον ἱκανῶς ἔχουσι τὸν σφυγμόν.

Οἱ δὲ φύσει θερμότεροι μείζονα μὲν καὶ ὠκύτερον καὶ πυκνότερον πολλῷ, σφοδρότερον δὲ οὐ πολλῷ.

464

Οἱ δ’ ἰσχνότεροι φύσει μείζονα μὲν, καὶ ἀραιότερον πολλῷ, σφοδρότερον δὲ οὐ πολλῷ. φύσει μὲν οὖν οὕτως διαφέρουσι.

Τρέπονται δὲ κατὰ μὲν τὰς ἡλικίας ὡδί πως. ὁ μὲν τοῦ νεογενοῦς παιδίου σφυγμὸς πυκνότερος· ὁ δὲ τοῦ γέροντος ἀραιότερος· οἱ δ’ ἐν τῷ μεταξὺ πάντες ἀνάλογον, ἐφ’ ὅσον ἂν ἢ παιδίου ἢ γέροντος ἐγγύτεροι τυγχάνωσιν ὄντες. ὡσαύτως ταχύτατος μὲν ὁ τοῦ παιδίου, βραδύτερος δὲ ὁ τοῦ γέροντος· οἱ δὲ τῶν ἄλλων ἡλικιῶν μεταξύ. πολλῷ δὲ μείζων ἡ κατὰ τὴν ἀραιότητα διαφορὰ γέροντος πρὸς παιδίον τῆς κατὰ τὸ τάχος. ἐν δὲ τῇ κατὰ μέγεθος καὶ σφοδρότητα διαφορᾷ μέγιστος μὲν ἐν ἡλικίαις ὁ τῶν ἀκμαζόντων, μικρότατος δὲ ὁ τῶν γερόντων, μέσος δὲ αὐτῶν βραχὺ μείζων ὁ τῶν παιδίων. καὶ σφοδρότατος μὲν ὁ τῶν ἀκμαζόντων, ἀμυδρότατος δὲ ὁ τῶν γερόντων, μέσος δὲ αὐτῶν ὁ τῶν παιδίων. οὕτως μὲν ἐν ταῖς ἡλικίαις οἱ σφυγμοί.

Κατὰ δὲ τὰς ὥρας τοῦ μὲν ἦρος τὰ μέσα μεγίστους καὶ σφοδροτάτους, ὡς ἐν ὥραις, τάχει δὲ καὶ πυκνότητι

465
συμμέτρους. ὡσαύτως δὲ καὶ τοῦ φθινοπώρου τὰ μέσα. προϊὸν δὲ τὸ ἔαρ ἀφαιρεῖται τοῦ μεγέθους καὶ τῆς σφοδρότητος, προστίθησι δὲ τῷ τάχει καὶ τῇ πυκνότητι. καὶ τέλος ἡνίκα ἂν ἐπιλάβῃ τὸ θέρος, ἀμυδροὶ καὶ μικροὶ καὶ ταχεῖς καὶ πυκνοὶ γίνονται. τὸ δὲ φθινόπωρον προϊὸν ἁπάντων ἀφαιρεῖ, μεγέθους, σφοδρότητος, τάχους, πυκνότητος, ὥστε καὶ τοῦ χειμῶνος ἐπελθόντος, εἰς μικρότητα καὶ ἀμυδρότητα καὶ βραδύτητα καὶ ἀραιότητα τετράφθαι. ἔοικε δὲ τὰ μὲν πρῶτα τοῦ ἦρος τοῖς ὑστάτοις τοῦ φθινοπώρου, τὰ δὲ ὕστατα τοῖς πρώτοις, καὶ τὰ μὲν πρῶτα τοῦ θέρους τοῖς ὑστάτοις τοῦ θέρους, καὶ τὰ πρῶτα τοῦ χειμῶνος τοῖς ὑστάτοις τοῦ χειμῶνος. ὥστε ὅσα θέρους μέσου καὶ μέσου χειμῶνος ἶσον ἐφ’ ἑκάτερα ἀφέστηκεν, ὁμοίως τρέπει. μέσον δὲ θέρους πῂ μὲν ὡσαύτως ἐστὶ, πῂ δὲ ἐναντίως ἔχει μέσῳ χειμῶνι, μικροὶ μὲν γὰρ καὶ ἀμυδροὶ καθ’ ἑκάτερον. ὠκεῖς δὲ καὶ πυκνοὶ θέρους καὶ βραδεῖς καὶ ἀραιοὶ χειμῶνος, οὐ μὴν οὕτω μικροὶ θέρους, ὡς χειμῶνος, ἀλλ’ ἧττον θέρους, οὐδ’ οὕτως ἀμυδροὶ χειμῶνος, ὡς θέρους,
466
ἀλλ’ ἧττον χειμῶνος. αὗται μὲν οὖν αἱ κατὰ τὰς ὥρας τῶν σφυγμῶν τροπαί.

Περὶ δὲ τὰς χώρας ὡσαύτως ταῖς ὥραις. ἐν μὲν ταῖς ἄγαν θερμαῖς οἷοι μέσου θέρους. ἐν δὲ ταῖς ἄγαν ψυχραῖς οἷοι μέσου χειμῶνος. ἐν δὲ ταῖς εὐκράτοις οἷοι μέσου τοῦ ἦρος. ἀνάλογον δὲ κᾀν ταῖς μεταξύ. καὶ τῶν ἄλλων δὲ καταστάσεων τοῦ περιέχοντος ἡμᾶς ἀέρος αἱ μὲν θερμαὶ ταῖς θερμαῖς ὥραις, αἱ δὲ ψυχραὶ ταῖς ψυχραῖς, αἱ δὲ μέσαι ταῖς μέσαις τοῦ ἦρος ἐοίκασιν.

Ἐν δὲ τῷ κύειν οἱ σφυγμοὶ μείζονες καὶ πυκνότεροι καὶ ὠκύτεροι γίνονται· τὰ δὲ ἄλλα κατὰ φύσιν φυλάττουσιν.

Εἶεν δ’ ἂν, εἴπερ τι καὶ ἄλλο, καὶ ὕπνοι κατὰ φύσιν. τρέπουσι δὲ καὶ οὗτοι τοὺς σφυγμοὺς, ἀρχόμενοι μὲν μικροτέρους καὶ βραδυτέρους καὶ ἀραιοτέρους καὶ ἀμυδροτέρους ἀπεργαζόμενοι, προϊόντες δὲ βραδύτητα μὲν ἐπιτείνουσι καὶ ἀραιότητα, καὶ μάλιστα κατὰ τροφήν. μείζους δὲ γίνονται καὶ σφοδρότεροι. χρονίσαντες δὲ πάλιν τρέπονται εἰς ἀμυδρότητα καὶ μικρότητα· φυλάττουσι δὲ βραδύτητα καὶ ἀραιότητα.

467

Τῶν δ’ ἐξ ὕπνου μεταπεπτωκώτων εἰς ἐγρήγορσιν ἐν μὲν τῷ παραχρῆμα μεγάλοι καὶ σφοδροὶ καὶ ταχεῖς καὶ πυκνοὶ καί τινα κλόνον ἔχοντες. μετ’ ὀλίγον δὲ εἰς συμμετρίαν ἔρχονται.

Αἱ δ’ ἐπίκτητοι σχέσεις τοῦ σώματος ὁμοίως ταῖς φυσικαῖς τρέπουσι τοὺς σφυγμούς. ὁ μὲν γὰρ ἰσχνὸς φύσει, γενόμενος εὔσαρκος, ἀναλόγου τῷ τοιούτῳ φύσει τὸν σφυγμὸν ἔχει. ὁ δὲ εὔσαρκος, ἰσχνὸς γενόμενος, τοῖς ἰσχνοῖς φύσει παραπλήσιον ἔχει τὸν σφυγμόν. δῆλον δὲ ὅτι χωρὶς τοῦ τὴν δύναμιν ὑπαλλάττεσθαι, τὴν κατ’ ἰσχνότητα καὶ εὐσαρκίαν διαφορὰν ἐξετάζειν χρή· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, ὥστε καθ’ ἓν μόνον, ὑπὲρ οὗ τὸν λόγον ἑκάστοτε ποιούμεθα, τὴν τροπὴν γεγονέναι. ἅπερ δ’ ἐπὶ τῶν εὐσάρκων εἴρηται, ταῦτα καὶ ἐπὶ τῶν παχέων εἰρῆσθαι δοκεῖν χρὴ, ἐπιτεταμένα μᾶλλον.

Καὶ αἱ κράσεις δὲ τοῦ σώματος αἱ ἐπίκτητοι ταῖς φυσικαῖς κράσεσιν ἀνάλογον τρέπουσι τοὺς σφυγμούς.

Ἑξῆς δὲ καιρὸς ἂν εἴη λέγειν τὰς ἄλλας τροπὰς τὰς ἐπὶ τοῖς οὐ φύσει γινομένας αἰτίοις. γυμνάσιν κατ’ 

468
ἀρχὰς μὲν, καὶ μέχρι τοῦ μετρίου, σφοδροτέρους τε καὶ μεγάλους καὶ ταχεῖς καὶ πυκνοὺς τοὺς σφυγμοὺς ἀπεργάζονται. πολλὰ δὲ καὶ ὑπὲρ τὴν δύναμιν τοῦ πονοῦντος, μικροὺς καὶ ἀμυδροὺς καὶ ταχεῖς καὶ πυκνοτάτους ἐσχάτως. ὑπερβαλλόντως δ’ ἄμετρα, ὥστε μόλις ἔτι κινεῖσθαι δύνασθαι, καὶ διὰ μακρῶν ἀναπαύσεων, ἢ μηδόλως· ἀλλ’ ἱκανῶς ἐκλύεσθαι, πάνυ μικροὺς καὶ ἀμυδροὺς καὶ βραδεῖς καὶ ἀραιοὺς ἐργάζεται τοὺς σφυγμούς. εἰ δὲ εἰς διάλυσιν τῆς δυνάμεως καταστρέφοι, τοὺς ἐκείνης ἰδίους. εἰρήσεται δὲ μικρὸν ὕστερον, ὁποίους διαλυομένη δύναμις ἐργάζεται σφυγμούς.

Λουτρὰ δὲ θερμὰ μὲν μεγάλους καὶ ταχεῖς καὶ πυκνοὺς καὶ σφοδροὺς, ἔστ’ ἂν εἴη σύμμετρα. τὰ δὲ ἄμετρα, μικροὺς καὶ ἀμυδροὺς, ὠκεῖς δ’ ἔτι, καὶ πυκνούς. εἰ δ’ ἐν τούτῳ μὴ παύσαιντο, μικροὺς καὶ βραδεῖς καὶ ἀραιοὺς καὶ ἀμυδρούς.

Λουτρὰ δὲ ψυχρὰ παραχρῆμα μὲν μικροὺς καὶ βραδεῖς καὶ ἀραιοὺς καὶ ἀραιοτέρους. εἰς ὕστερον δὲ οἷον ἄν τι καὶ τύχῃ ἐργασάμενα. πάντως γὰρ ἢ νάρκωσιν, ἢ ῥῶσιν.

469
ναρκώσαντα μὲν οὖν καὶ καταψύξαντα μικροὺς καὶ ἀμυδροὺς καὶ βραδεῖς καὶ ἀραιοὺς, ἐκθερμήναντα δὲ καὶ ῥώσαντα μεγάλους μὲν καὶ σφοδροὺς, τάχει δὲ καὶ πυκνότητι συμμέτρους.

Σιτία πολλὰ μὲν, ὥστε βαρῦναι τὴν δύναμιν, ἀνωμάλους τε καὶ ἀτάκτους τοὺς σφυγμοὺς ἐργάζεται. Ἀρχιγένης δέ φησιν, ὠκυτέρους πλέον καὶ πυκνοτέρους. τὰ δὲ σύμμετρα μεγάλους καὶ σφοδροὺς καὶ ταχεῖς καὶ πυκνούς. τὰ δὲ ἐλάττονα, ὥστε μὴ τρέφειν αὐτάρκως, οὐχ ὁμοίως τοῖς συμμέτροις, ἀλλ’ ἐλάττονα τὴν τροπὴν ἐργάζεται, καὶ μέχρι χρόνου βραχέος.

Οἶνος τὰ μὲν ἄλλα παραπλησίως σιτίοις τρέπει τοὺς σφυγμοὺς, διαφέρει δὲ τῷ παραχρῆμα τὴν τροπὴν ἐργάζεσθαι καὶ τῷ προτέραν παύεσθαι τὴν ἀπὸ οἴνου τῆς ἀπὸ τῶν σιτίων, καὶ τῷ τὸ τάχος πλέον αὔξειν, καὶ τὸ μέγεθος, ἤπερ τὴν σφοδρότητα καὶ τὴν πυκνότητα. σχεδὸν γὰρ ὅσῳ σφοδροτέραν τε καὶ διαρκεστέραν τὴν ἰσχὺν τοῦ σώματος ἡ σύμμετρος τροφὴ παρέχει, τοσούτῳ τὸ μέγεθος ὁ οἶνος ἐξαίρει.

470

Ὕδωρ ἁπάντων τῶν προσφερομένων βραχυτάτην τροπὴν ἐργάζεται, πλὴν ἀνάλογον σιτίοις, καὶ τοῦτο τρέπει.

Τὰ δὲ ἄλλα πάντα, καθ’ ὅσον ἂν ἢ τρέφειν, ἢ θερμαίνειν, ἢ ψύχειν δύνηται, κατὰ τοσοῦτον καὶ τὴν τῶν ἀρτηριῶν κίνησιν μεταβάλλει. οὕτω μὲν ἐπὶ τοῖς οὐ φύσει καλουμένοις αἰτίοις οἱ σφυγμοὶ τρέπονται.

Τὰς δὲ ἐπὶ τοῖς παρὰ φύσιν αἰτίοις τροπὰς ἐφεξῆς λέγωμεν, ὑπομνήσαντες πρότερον ὅσα τῇ τοῦ λόγου κοινωνίᾳ συνεγράφη τῶν παρὰ φύσιν. καταστάσεις οὖν ἀέρος καὶ πλῆθος σιτίων, ὥστε βαρῦναι τὴν δύναμιν καὶ γυμνασίων καὶ λουτρῶν καὶ ὕπνων ἀμετρίαι παρὰ φύσιν, αἱ γὰρ κατὰ ποσὸν ὑπερβολαὶ τῶν κατὰ φύσιν καὶ τῶν οὐ φύσει λεγομένων αἰτίων εἰς τὸ παρὰ φύσιν μεθίστανται. τῶν δὲ οὐ μόνον τῷ ποσῷ παρὰ φύσιν, ἀλλὰ καὶ τῷ γένει, τὸ μὲν πλῆθος ἄπειρον, καὶ διὰ τοῦτο ἀπερίληπτον. ἡ δὲ τέχνη κᾀν τούτοις συνίσταται καθ’ ὅσον ἐνδέχεται γένεσί τε καὶ εἴδεσιν ὡρισμένοις μετροῦσα τὸ ἄπειρον. ἕκαστον γὰρ τῶν παρὰ φύσιν αἰτίων οὐκ ἄν τις ἄπο τρόπου φαίη τὸ μὲν

471
οἷον λύειν τε καὶ σκεδαννύειν τὴν ζωτικὴν δύναμιν, τὸ δὲ οἷον θλίβειν τε καὶ βαρύνειν. λύεται μὲν οὖν ἡ δύναμις τροφῆς ἀπορίᾳ, καὶ νοσημάτων κακοηθείᾳ, καὶ ψυχικῶν παθῶν ἰσχύϊ, καὶ ἀλγημάτων σφοδρότησιν, ἢ μήκεσι, καὶ κενώσεσιν ἀμέτροις. βαρύνεται δὲ ὑπό τε πλήθους ὕλης καὶ ὑπὸ τῶν ἐν τοῖς ὀργάνοις παθῶν, οἷον φλεγμονῶν καὶ σκίῤῥων καὶ ὄγκων καὶ ἀποστάσεων καὶ φθορῶν πολυειδῶν. ἡ μὲν οὖν λυομένη δύναμις μικρὸν καὶ ἀμυδρὸν καὶ πυκνὸν ἄγαν ἐργάζεται τὸν σφυγμὸν, ἡ δὲ θλιβομένη τε καὶ οἷον βαρυνομένη εἰς ἀνωμαλίαν τε καὶ ἀταξίαν τρέπει τοὺς σφυγμοὺς τήν τε ἄλλην ἅπασαν καὶ τὴν κατὰ σφοδρότητα καὶ μέγεθος. αὗται γὰρ ἴδιαι μάλιστα θλιβομένης δυνάμεως ἀνωμαλίαι, καὶ τῆς μὲν μεγάλως βαρυνομένης ἐπὶ πλείοσι διαφοραῖς, τῆς δ’ ἐπ’ ὀλίγον ἐν ὀλίγαις, καὶ πλείονες μὲν οἱ μεγάλοι σφυγμοὶ τῶν σμικρῶν καὶ οἱ σφοδροὶ τῶν ἀμυδρῶν ἐπὶ μικρᾷ τῇ βλάβῃ. τὸ δ’ ἐναντίον ἐν τῇ μεγάλῃ. καὶ ἀπόλλυνται δέ τινες ὅλαι κινήσεις, καὶ παρεμπίπτουσιν ἐν ταῖς τοιαύταις διαθέσεσιν. ἀλλ’ αἱ μὲν παρεμπίπτουσαι μικροτέραν
472
τὴν βλάβην, αἱ δὲ ἀπολλύμεναι μείζονα δηλοῦσιν. αὗται μὲν αἱ κοιναὶ τροπαὶ πάσης λύσεώς τε καὶ θλίψεως· τὸ δὲ ἴδιον ἑκάστῃ προσλαμβάνει παρὰ τὴν ποιήσασαν αἰτίαν. τῆς μὲν οὖν ὑπ’ ἐνδείας λυομένης δυνάμεως ἡ τροπὴ τῶν σφυγμῶν, κατ’ ἀρχὰς μὲν εἰς ἀμυδρότητα καὶ μικρότητα καὶ τάχος καὶ πυκνότητα γίγνεται, μεσούσης δὲ εἰς ἀμυδρότητα καὶ μικρότητα καὶ βραδύτητα καὶ ἀραιότητα, τελευτώσης δὲ εἰς ἐσχάτην μικρότητα καὶ ἀμυδρότητα καὶ πυκνότητα καὶ τάχους ψευδῆ φαντασίαν. οὗτός ἐστιν ὁ μυρμηκίζων καλούμενος. ὁ δὲ σκωληκίζων σφυγμὸς γίνεται μὲν καὶ αὐτὸς λυομένης ἤδη τῆς δυνάμεως, ἀλλ’ ἐπ’ ὀλίγον ἀντεχούσης ἔτι. καὶ διαφέρει τοῦ μυρμηκίζοντος τῷ μηκέθ’ ὁμοίως εἰς ἐσχάτην ἀμυδρότητα καὶ μικρότητα συνεστάλθαι, καὶ φανερὸν ἔχειν τὴν κατὰ μίαν πληγὴν ἀνωμαλίαν, τὴν περὶ τὸ πρωϊαίτερον, ἢ ὀψιαίτερον τῶν μερῶν ἀρχομένων κινεῖσθαι γιγνομένην. ὅθεν ἧττον βραδὺς, ἢ μικρός ἐστι. ἔσθ’ ὅτε δὲ οὐδ’ ὅλως βραδύς. διόπερ καὶ ἥκιστα μοχθηρός ἐστι. αἱ μὲν οὖν ὑπὸ τῶν ὀλεθρίων καὶ ὀξέων πυρετῶν γιγνόμεναι συγκοπαὶ τὸν σκωληκίζοντα σφυγμὸν οὐκ ἴσχουσι, ταῖς δὲ 
473
ἄλλαις λύσεσι τῆς δυνάμεως ὡς ἐπὶ τὸ πολὺ μὲν οἱ σκωληκίζοντες ἕπονται, καὶ τούτων μάλιστα ταῖς χωρὶς πυρετῶν γινομέναις, ἢ μετὰ μικρῶν πάνυ. ταῦτ’ ἄρα καρδιακαῖς μὲν συγκοπαῖς οἱ μυρμηκίζοντες, χολέραις δὲ καὶ ἰσχυροῖς ῥεύμασι κοιλίας, καὶ αἱμοῤῥαγίαις, καὶ γυναικείῳ ῥῷ, καὶ πᾶσι τοῖς ὀξέως κενωτικοῖς πάθεσιν ἐπιπλεῖστον μὲν οἱ σκωληκίζοντες, ἐν ἐσχάτοις δὲ οἱ μυρμηκίζοντες ἕπονται. ὅταν δὲ χωρὶς πυρετῶν ταῦτα συμπίπτῃ, τότε δὴ καὶ μᾶλλον εὑρήσεις τὸν σκωληκίζοντα σφυγμὸν, σαφῆ τε ἅμα καὶ μέχρι πλείστου παραμένοντα. τοιαῦται μὲν αἱ κοινόταται τῶν παρὰ φύσιν αἰτίων τροπαί.

Καὶ κατ’ εἶδος δὲ αὐτὰς ἑξῆς ἐροῦμεν.

Θυμοῦ μὲν ὑψηλός ἐστιν ὁ σφυγμὸς καὶ μέγας καὶ σφοδρὸς καὶ ταχὺς καὶ πυκνός

Ἡδονῆς δὲ μέγας καὶ ἀραιὸς, οὐ μὴν σφοδρότητί γε διάφορος.

Λύπης δὲ σμικρὸς καὶ βραδὺς καὶ ἀμυδρὸς καὶ ἀραιός.

Φόβου δὲ τοῦ μὲν ὑπογυίου καὶ σφοδροῦ ταχὺς καὶ κλονώδης καὶ ἄτακτος καὶ ἀνώμαλος, τοῦ δὲ ἤδη κεχρονισμένου

474
οἷος ὁ τῆς λύπης. ἅπασι δὲ τούτοις εἰς μακρὸν χρονίζουσιν, ἢ σφοδροῖς ἄγαν γενομένοις, οἷοι διαλυομένης δυνάμεως ἕπονται σφυγμοί. καὶ γὰρ καὶ λύει τὴν δύναμιν ἅπαντα ταῦτα, συντόμως μὲν ὅσα ἰσχυρὰ, χρονίως δὲ ὅσα ἐναντία.

Ἄλγημα δὲ τὸ τρέπον τοὺς σφυγμοὺς, τρέπει δὲ ἢ τὸ ἰσχυρὸν, ἢ τὸ ἐν μορίοις κυρίοις, ὥσπερ καὶ ἡ φλεγμονὴ, μικρὸν μὲν ὂν ἔτι καὶ ἀρχόμενον μείζονα καὶ σφοδρότερον καὶ ὠκύτερον καὶ πυκνότερον τὸν σφυγμὸν ἐργάζεται, αὐξηθὲν δὲ καὶ ἰσχυρὸν πάνυ γενόμενον, ὡς ἀδικεῖν ἤδη τὸν ζωτικὸν τόνον, μικρότερον καὶ ἀμυδρότερον καὶ ταχὺν καὶ πυκνόν. καὶ ὅσῳ ἂν ἐγχρονίζῃ μᾶλλον ἢ σφοδρότερον γίνηται, τῶν εἰρημένων ἕκαστον ἐπιτείνεται. τὸ δὲ ἤδη διαλῦον τὴν δύναμιν εἰς ἀμυδρότητα καὶ μικρότητα καὶ τάχους ψευδῆ φαντασίαν, καὶ ὑπερβάλλουσαν πυκνότητα τὴν τροπὴν ἐργάζεται.

Φλεγμονῆς σφυγμὸς ὁ μὲν κοινὸς ἁπάσης οἷον ἐμπρίων ἐστὶν, ὡς δοκεῖν τὸ μέν τι διεστάλθαι τῆς ἀρτηρίας, τὸ δὲ μὴ, σκληροτέρας δηλονότι φαινομένης αὐτῆς. ἔχει δέ τι καὶ

475
κλονῶδες ὁ σφυγμὸς οὗτος. καὶ ταχύς ἐστι καὶ πυκνὸς, οὐκ ἀεὶ δὲ μέγας. ὁ δὲ ἴδιος ἑκάστης ὁ μὲν τῆς ἀρχομένης μείζων τοῦ κατὰ φύσιν καὶ σφοδρότερος καὶ ὠκύτερος καὶ πυκνότερος. ὁ δὲ αὐξανομένης ἔτι ταῦτά τε προσαυξάνει πάντα καὶ σαφῶς τε ἤδη σκληρότερός ἐστι καὶ κλονωδέστερος. τῆς δὲ ἀκμαζούσης σαφέστερος μέν ἐστι καὶ σκληρότερος καὶ κλονωδέστερος, μικρότερος δὲ ἢ πρόσθεν, οὐ μὴν ἀμυδρότερός γε, πλὴν εἰ μὴ ὑπὲρ τὴν δύναμιν εἴη τὸ πάθος. ἀλλὰ καὶ πυκνότερος γίνεται καὶ ταχύς. εἰ δ’ ἱκανῶς χρονίζοι, καὶ ἤδη σκληρύνοιτο σκιῤῥωδῶς, τοῖς εἰρημένοις ἰσχνότης σφυγμοῦ καὶ σκληρότης προσγίνεται. ταῦτα ἐπὶ τῆς τὸν ἐν ὅλῳ τῷ ζώῳ σφυγμὸν τρεπούσης φλεγμονῆς ἢ διὰ τὸ μέγεθος, ἢ διὰ τὸ κύριον τοῦ μέρους ἐν ᾧ συνέστη. τῆς δὲ μὴ συγκινούσης τὸ πᾶν ὅ γε ἐν τῷ φλεγμαίνοντι μορίῳ σφυγμὸς οἷος εἴρηται. ἐπιτείνεται δὲ καὶ ἀνίεται τῶν εἰρημένων ἕκαστον ἢ παρὰ τὸ ποσὸν τῆς φλεγμονῆς, ἢ παρὰ τὴν αὐτοῦ τοῦ φλεγμαίνοντος ὀργάνου φύσιν. τὰ μὲν γὰρ νευρωδέστερα μέρη σκληροτέρους καὶ μᾶλλον ἐμπρίοντας καὶ μικροτέρους
476
τοὺς σφυγμοὺς ἐργάζεται. τὰ δὲ φλεβωδέστερα καὶ ἀρτηριωδέστερα τοὺς ἐναντίους. αὐτῶν δὲ τούτων μείζων ὁ ἐν τοῖς ἀρτηριώδεσι· καὶ ῥᾳδίως ἀνώμαλος καὶ ἄτακτος γινόμενος. δῆλος οὖν ἤδη καὶ ὁ τῶν τὸ ἧπαρ φλεγμαινόντων σφυγμὸς, οἷος ἂν εἴη, καὶ ὁ τῶν τὸν σπλῆνα, καὶ ὁ τῶν τοὺς νεφροὺς, ἢ τὴν κύστιν, ἢ τὴν γαστέρα, ἢ τὸ κῶλον, καὶ πλευριτικῶν καὶ περιπνευμονικῶν καὶ πάντων ἁπλῶς εἰπεῖν ὧν τῇ τοῦ μέρους φλεγμονῇ πυρετὸς ἕπεται. πλὴν ὅσα διὰ μὲν τῶν συμπτωμάτων φύσιν τῶν τε ἐξ ἀνάγκης ἑπομένων αὐταῖς καὶ τῶν κατὰ τύχην συνδραμόντων, ὡς ἂν ἕκαστον τρέπειν δύνηται, καὶ τὸν σφυγμὸν ἐπὶ τοσοῦτον ἀλλοιοῦσθαι συμβήσεται, μικτῆς ἐν αὐτῇ τροπῆς γενομένης, τῆς δὲ κατὰ τὸν λόγον φλεγμονῆς, καὶ ἣν ἡ τοῦ τόπου φύσις, καὶ ἡ τοῦ παρόντος συμπτώματος ἐργάζεται. σπασθῆναι μὲν γὰρ τοῖς τὰς φρένας φλεγμαίνουσιν ἕτοιμον. πνιγῆναι δὲ τοῖς τὸν πνεύμονα. συγκοπῆναι δὲ τοῖς τὸ στόμα τῆς γαστρός. ἀτροφῆσαι δὲ τοῖς τὸ ἧπαρ. ἀπεπτῆσαι δὲ τοῖς τὴν γαστέρα. ἐπισχεθῆναι δὲ τὰ οὖρα τοῖς τοὺς νεφρούς. καὶ τὰ μὲν αἰσθητικώτερα μέρη διὰ τὰς ὀδύνας τρέπει τοὺς σφυγμούς·
477
τὰ δὲ ἀναισθητότερα κατὰ τὴν διάθεσιν μόνον. ἐκ τούτων οὖν ἁπάντων πολυειδεῖς αἱ ἀλλοιώσεις γίνονται τῶν ἐπὶ ταῖς φλεγμοναῖς σφυγμῶν, καὶ ὡς χρὴ διορίζειν αὐτὰς, εἴρηται μὲν ἐν ἑτέραις τελείως, εἰρήσεται δὲ καὶ νῦν, εἰς ὅσον τοῖς εἰσαγομένοις χρήσιμόν ἐστι.

Τῶν μὲν οὖν πλευριτικῶν ταχὺς καὶ πυκνὸς καὶ οὐ λίαν μέγας. δόξει δὲ εἶναι καὶ σφοδρός. ὁ δέ ἐστιν οὐκ ἀμυδρὸς μὲν, οὐ μὴν ἤδη καὶ σφοδρὸς, ὅσον ἐπὶ τῷ πάθει. τούτου γὰρ ἐπὶ πάντων μεμνῆσθαι χρὴ, τοῦ δεῖν ἐφ’ ἑκάστῳ τῶν πραγμάτων, ὅσον ἐπ’ ἐκείνῳ, τὴν τροπὴν ἐξετάζειν, διορίζοντας τὸ διά τι ἄλλο, καὶ μὴ δι’ ἐκεῖνο συμβεβηκός. ὁ τοίνυν τῶν πλευριτικῶν σφυγμὸς νευρωδεστέραν πως καὶ σκληροτέραν ἐργαζόμενος τὴν ἀρτηρίαν, ὡς ἂν εἰς σφοδρότητα τρέπων, ἀπατᾷ τοὺς ἀγυμνάστους, οὐ δυναμένους διακρίνειν σκληρὰν πληγὴν σφοδρᾶς. οὕτω δὲ καὶ ἄλλας πολλὰς διαφορὰς σφυγμῶν ἀδυνατοῦντες διακρίνειν οἱ πολλοὶ τῶν ἰατρῶν τάχα ἂν μέμψονται τοῖς ἐνταῦθα γεγραμμένοις, ἐξ ὧν αὐτοὶ μὴ συνίασι τῶν ὀρθῶς λεγομένων καταγιγνώσκοντες. ἀλλ’ 

478
οὐ χρὴ μηκύνειν ἐν τῷ νῦν λόγῳ περὶ αὐτῶν. γέγραπται γὰρ ἡμῖν ἰδίᾳ περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως. ἀσκεῖν οὖν παρακελεύομαι τόν τε λογισμὸν ἅμα καὶ τὴν ἁφὴν, ὡς ἐπ’ αὐτῶν τῶν ἔργων γνωρίζειν δύνασθαι τοὺς σφυγμοὺς, οὐ λόγῳ διακρίνειν μόνον. ἀρχὴ δὲ τῆς ἐπὶ τῶν ἔργων τριβῆς ἡ διὰ τοῦ λόγου διδασκαλία. καὶ γάρ τοι καὶ τῆς πυκνότητος οὐχ οἷόν τε τὸ ποσὸν λόγῳ ἑρμηνεῦσαι, καί τοι μεγάλην ἔχει διαφορὰν, ἢ ὑπερβαίνουσα τὸ εἰθισμένον μέτρον τῆς πλευρίτιδος, ἢ ἐλλείπουσα. τὰς μὲν γὰρ ὑπερβολὰς εἰς περιπνευμονίαν μεθισταμένης, ἢ συγκοπὴν ἀπειλούσης ἀνάγκη γίνεσθαι. τὰς δὲ ἐνδείας, εἰς καταφορὰν, ἢ νεύρων βλάβην τελευτᾷν. οὕτως δὲ καὶ τὸ τῆς ἀνωμαλίας εἶδος, τὸ μὲν οἷον ἐμπριστικὸν, ἴδιον οὐχ ἥκιστα πλευριτικῶν ὑπάρχον, ἀνιέμενον μὲν μαλακῆς καὶ ῥᾳδίως πεφθησομένης. ἐπιτεινόμενον δὲ χαλεπῆς καὶ δυσπέπτου γνώρισμα πλευρίτιδος. αἱ δὲ τοιαῦται σὺν ἀσθενεῖ τῇ δυνάμει κινδυνώδεις ὀξέως· σὺν ἰσχυρᾷ δὲ ἢ χρονίως ἐπέφθησαν, ἢ εἰς ἐμπύημα μετέπεσον, ἢ φθινώδης αὐτὰς μαρασμὸς διεδέξατο. τῆς μὲν οὖν
479
πεπτομένης ὁ σφυγμὸς πᾶσαν ἀποτίθεται καταβραχὺ τὴν παρὰ φύσιν τροπήν. τῆς δὲ εἰς ἐμπύημα μεταπιπτούσης οἱ τῶν ἐμπυημάτων ἴδιοι γίνονται. κατὰ ταὐτὰ δὲ καὶ τοῖς φθινωδῶς μαρανθησομένοις οἱ ἐπὶ τῶν μαρασμῶν.

Ἔστι δὲ τῶν ἐμπύων ὁ σφυγμὸς, ἄρτι μὲν ἀρχομένων οἷος ὁ τῆς ἀκμαζούσης φλεγμονῆς. αὕτη γὰρ καὶ αὐτῶν τῶν ἐμπυημάτων ἐστὶν ἀρχή. ἔσθ’ ὅτε δὲ καὶ ἀνώμαλος καὶ ἄτακτος, ἑκτικὸς δὲ πᾶσιν. ἤδη δὲ τοῦ πύου παρακειμένους τὰ μὲν ἄλλα παραπλήσιος, ἀλλ’ ὁμαλώτερος. ἐπὶ δὲ ταῖς ῥήξεσιν ἀμυδρότερος καὶ πλατύτερος καὶ βραδύτερος καὶ ἀραιότερος.

Ὁ δὲ τῶν μαραινομένων οὐ καθ’ ἕν εἶδος τρέπεται σφυγμός. χρὴ δὲ ἐφ’ ὅσον ἐνδέχεται, διαφοραῖς εὐδήλοις διορίσασθαι περὶ αὐτῶν. οἱ μὲν δὴ ταῖς μὴ λυθείσαις φλεγμοναῖς κατὰ βραχὺ συναπομαρανθέντες ἀμυδροὺς καὶ θάττονας καὶ πυκνοὺς ἄγαν καὶ μυούρους κατὰ μέγεθος ἐν μιᾷ πληγῇ τοὺς σφυγμοὺς ἴσχουσιν. οὓς Ἀρχιγένης ἐπινενευκότας τε καὶ περινενευκότας καλεῖ, σαφῶς δηλοῦν βουλόμενος τὸ κατὰ τὴν διαστολὴν βραχὺ, μετὰ τῆς τῶν ἑκατέρωθεν περάτων

480
οἷον ἐπινεύσεως, οὐ γὰρ ὡς ἀποκεκομμένων ἀθρόως, ἀλλ’ ὡς ἐπικεκαμμένων τῶν ἑκατέρωθεν μερῶν εἰς βραχὺ συνέσταλται, μύουρος ὢν τῷ μεγέθει καθ’ ἑκάτερα τὰ μέρη. τοῦτο μὲν οὖν οὐ τούτοις μόνοις, ἀλλὰ καὶ τοῖς πλείστοις τῶν ὁπωσοῦν μαραινομένων ὑπάρχει. τοῖς μὲν οὖν διὰ φλεγμονὰς πᾶσιν, ἤδη δὲ καὶ τῶν ἄλλων τοῖς πολλοῖς, εἰ μή τι ἄρα καὶ ἐκεῖνοι διά τινας φλεγμονὰς λανθανούσας μαραίνονται. καὶ εἴη ἂν οὗτος τῶν ἐπὶ φλεγμοναῖς μαραινομένων ἴδιος, οὐδενὶ τῶν ἄλλως μαρανθέντων ὑπάρχων. ἑκτικὸς δὲ ἅπασι τοῖς μαραινομένοις σφυγμός ἐστι, καὶ τοῦτο αὐτοῖς κοινότατον. ἐν δευτέρῳ δὲ ἡ κατὰ τὸ μέγεθος τῆς διαστολῆς ἀνωμαλία μυουρίζουσα. καὶ γὰρ καὶ τοῦτο τοῖς πλείστοις ὑπάρχει. τρίτον δὲ τὸ τῆς πυκνότητος. ὑπάρχει γὰρ καὶ τοῦτο πᾶσι μὲν τοῖς ἐπὶ φλεγμοναῖς μαρανθεῖσιν ἀχώριστον. ἀλλὰ καὶ τοῖς ἐπὶ καρδιακαῖς διαθέσεσιν, ἢ στομαχικαῖς συγκοπαῖς ὀξέως κινδυνεύουσιν, εἶτ’ ἀπὸ οἴνου πόσεως διαφυγοῦσι μὲν τὴν ὀξύτητα, μαρανθεῖσι δὲ τῷ χρόνῳ, εἰ μή τις ἄρα καὶ τούτους φαίη τις ἐπὶ μικραῖς φλεγμοναῖς ἀδήλοις ἡμῖν ἀπόλλυσθαι.
481
καὶ γάρ τινες αὐτῶν τὸν ἐπινενευκότα σφυγμὸν ἔχουσι, εἰ μή τι ἄρα πάλιν τούτους μὲν ἐπὶ φλεγμοναῖς, τοὺς δὲ ἄλλους ἄνευ φλεγμονῆς μαραίνεσθαι φήσει τις. τοῦτο μὲν οὖν ἄπορον. ἔχουσι δὲ οὗτοι σφυγμὸν ἑκτικὸν ἤτοι ἀμυδρὸν, πυκνὸν ἄγαν, καί τινες αὐτῶν τὸν ἐπινενευκότα. δευτέρα μὲν δὴ αὕτη διαφορὰ σφυγμοῖς τοῖς μαραινομένοις. ἄλλη δὲ τρίτη τῶν ἀραιὸν ἰσχόντων. ἀλλὰ καὶ τούτοις πάντως ὅ τε προηγησάμενος πυρετὸς ἐπύκνωσεν αὐτὸν, καὶ ἡ ἐσχάτη λύσις τῆς δυνάμεως ἱκανῶς πυκνοῖ. τοὐμμέσῳ δὲ πάντων μὲν πυρετῶν ὑποψυχθέντων, μηδέπω δὲ ἀπολλυμένων αὐτῶν τὴν εἰς ἀραιότητα τροπὴν εἰργάσατο. τοῦτο δὲ τὸ εἶδος τῶν μαρασμῶν πρεσβυτικῆς ἡλικίας ἴδιον, ἡνίκα ἂν μάλιστα τῶν κατὰ θώρακα καὶ πνεύμονα πεπονθός τι τύχῃ. οὗτοι τὴν πυρεκτικὴν σκληρότητα τοῦ σφυγμοῦ φυλάττουσι, κᾂν ἀραιὸς ᾖ. παντελῶς δὲ ὀλίγοις τῶν μαραινομένων εἰς ἄλλην ἀνωμαλίαν ὁ σφυγμὸς τρέπεται, πλὴν τῆς εἰρημένης κατὰ τὸ μέγεθος.

Ὁ δὲ τῶν φθισικῶν ὀνομαζομένων σφυγμὸς μικρὸς καὶ ἀμυδρός ἐστι καὶ μαλακὸς καὶ ταχὺς συμμέτρως καὶ ἑκτικός.

482

Ὁ δὲ τῶν περιπνευμονικῶν μέγας ἐστὶ, καὶ κυματῶδές τι ἔχων, καὶ ἀμυδρὸς καὶ μαλακὸς, ὁμοίως τῷ τῶν ληθαργικῶν, πλὴν ὅσα πλεονάζει τῇ ἀνωμαλίᾳ, τῇ τε κατὰ μίαν πληγὴν καὶ τῇ συστηματικῇ καλουμένῃ· κατὰ μὲν τὴν μίαν πληγὴν οἷον διακεκομμένος τε καὶ κυματιζόμενος καὶ δίκροτος ἔσθ’ ὅτε γινόμενος· ἐν δὲ τῇ συστηματικῇ τάς τε ἄλλας διαφορὰς ἔχει, καί ποτε μὲν διαλείπει, ποτὲ δὲ παρεμπίπτει. πυρεττόντων δ’ ἁπάντων τῶν περιπνευμονικῶν ὀξέως, καί τι καὶ κωματῶδες ἐχόντων, ὁπότερον ἂν αὐτῶν ἐπικρατῇ, κατ’ ἐκεῖνο μάλιστα τὸ ποσὸν τῆς πυκνότητος εὑρίσκεται. πυρωδεστέρας μὲν ὑπαρχούσης τῆς περιπνευμονίας, ἱκανῶς ὁ σφυγμὸς πυκνός ἐστι· κωματωδεστέρας δὲ ἧττον πυκνός ἐστι.

Ὁ δὲ τῶν ληθαργικῶν σφυγμὸς ὅμοιος ὢν τῷ τῶν περιπνευμονικῶν κατά τε μέγεθος καὶ ἀμυδρότητα καὶ μαλακότητα καὶ βραδύτερος αὐτοῦ ἐστι καὶ ἀμυδρότερος καὶ ἧττον ἀνώμαλος καὶ διαλείπων μᾶλλον ἢ παρεμπίπτων. γίγνεται δὲ ἔσθ’ ὅτε καὶ δίκροτος. ἀεὶ μέντοι κωματώδης ἐστὶ, ἔν γε ταῖς βαθείαις καταφοραῖς, ἐφ’ ὧν ταῦτα λέγεται. τῶν γὰρ συμπεπληρωμένων ἅπασι τοῖς ἑαυτῶν γνωρίσμασι νοσημάτων 

483
τοὺς σφυγμοὺς διέξιμεν, ἵνα καὶ τῶν ἐλλειπόντων κατά τι καὶ μηδέπω τελείων ἱκανῶς γνωρίζειν δυνηθῶμεν τὸ μέγεθος, ὅσον τε ἤδη ἔχουσι καὶ ὅσον οἷόν τέ ἐστι προσγενέσθαι αὐτοῖς. ἐπειδὴ δὲ πολλάκις μὲν ἀνωμαλίας ἐμνημονεύσαμεν, ὀλιγάκις δὲ ἀταξίας, εἰδέναι χρὴ τοῦτο καθόλου, ταῖς ἀνωμαλίαις ὡς τὸ πολὺ τὴν ἀταξίαν ἑπομένην. σπανίως δὲ ἔστιν εὑρεῖν ἀνώμαλον σφυγμὸν τεταγμένον. αἱ μὲν οὖν μικρότεραι βλάβαι τοὺς ἀνωμάλους καὶ τεταγμένους, αἱ δὲ μείζονες τοὺς ἀνωμάλους καὶ ἀτάκτους σφυγμοὺς ἐργάζονται.

Ὁ δὲ τῶν φρενιτικῶν σφυγμὸς μικρός ἐστι· σπανιώτατα δὲ ὤφθη ποτὲ μέγας καὶ τόνου μετρίως ἔχει. καὶ σκληρὸς καὶ νευρώδης ἐστὶ καὶ πυκνὸς καὶ ἄγαν ταχύς. ἔχει δέ τι καὶ κυματῶδες. ἐνίοτε δὲ καὶ ὑποτρέμειν σοι δόξειε· ποτὲ δὲ καὶ ἀποκεκόφθαι σπασμωδῶς. τὸ γὰρ τῶν πυρετῶν ἴδιον ἐν τῷ τάχει σύμπτωμα μάλιστα οὗτος ἐναργῶς ἐκτήσατο κατ’ ἀμφότερα τῆς διαστολῆς τὰ πέρατα, καὶ μᾶλλον τὸ ἔξω. ἔστι δὲ καὶ τὸ τῆς κατὰ τὴν θέσιν ἀνωμαλίας εἶδος εὑρεῖν ἐν αὐτοῖς σφοδρῶς γενόμενόν ποτε. ἀλλὰ καὶ ὅλη σοι

484
δόξει πολλάκις ἡ ἀρτηρία καταλιποῦσα τὸν ἑαυτῆς τόπον, ἄνω φέρεσθαι κλονωδῶς, ἀναβρασσομένη μᾶλλον, οὐ σφυγματωδῶς διαστελλομένη. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ κάτω χωρεῖ κατασπωμένη μᾶλλον ἢ συστελλομένη. τὸ δὲ ἄγαν πυκνὸν αὐτῆς ἐφεδρεύουσαν ἀπειλεῖ συγκοπήν.

Ἔστι δέ τι καὶ ἄλλο πάθος ὃ εἴτε μέσον ληθάργου καὶ φρενίτιδος χρὴ ὀνομάζειν, ὡς οὐδετέρῳ ταὐτὸν ὂν, εἴτε κοινὸν ἀμφοῖν, ὡς μικτὸν ἔκ τε τῶν φρενίτιδος εἰδῶν ἔκ τε τῶν ληθάργου. τοῦτο μὲν ἰδίᾳ σκεψώμεθα. περὶ δὲ τῶν σφυγμῶν αὐτοῦ νῦν ἐροῦμεν. καὶ ἵνα μὴ ὥσπερ αἴνιγμά τι προβεβλημένον εἴη, τοῖς συνεδρεύουσιν αὐτῷ δηλώσω. τὰ μὲν πολλὰ μύουσι τοὺς ὀφθαλμοὺς καὶ ὑπνώδεις εἰσὶ καὶ ῥέγχουσιν. αὖθις δ’ ἐπὶ πλεῖστον ἀτενὲς ὁρῶντες, διετέλεσαν ἀσκαρδαμυκτὶ παραπλησίως τοῖς κατόχοις. καὶ εἰ πυνθάνοιτό τις, καὶ εἰ διαλέγεσθαι βιάζοιτο, δυσχερεῖς ἀποκρίνεσθαι καὶ ἀργοί. τὰ πολλὰ δὲ καὶ παραφόρως φθεγγόμενοι, καὶ οὐκ ὀρθῶς ἀποκρινόμενοι, καὶ ληροῦντες εἰκῆ. τοιοῦτον μέν ἐστι τὸ πάθος, ὃ καὶ νῦν βούλομαι δηλοῦν τοῖς συνεδρεύουσι γνωρισθὲν, ἀπορίᾳ οἰκείου ὀνόματος. οἱ σφυγμοὶ

485
δὲ αὐτοῦ ταχεῖς, καὶ πυκνοὶ παραπλησίως τοῖς φρενιτικοῖς, ἀλλ’ ἧττον. οὕτω δὲ καὶ ἰσχύος ἧττον ἐκείνων ἔχουσι. πλατεῖς δὲ καὶ βραχεῖς, καὶ τὸ κατὰ τὴν ἔξω κίνησιν ἀθρόως ἀποκεκομμένον οὐκ ἔχοντες, ἀλλ’ ἑτέρῳ μὲν τρόπῳ, καθάπερ εἴσω σπεύδοντες ὑποφεύγουσιν, ἐπιταχύνοντες μὲν τὴν συστολὴν, ὑποκλέπτοντες δὲ τὴν διαστολήν. οὐ μὴν ὁμοίως γε κατ’ αὐτὴν τοῖς φρενιτικοῖς. τὸ γὰρ οἷον ἀποκεκομμένον οὐκ ἔχουσιν.

Οἱ δὲ τῶν κατόχων σφυγμοὶ, κατόχους γὰρ καὶ κατεχομένους ἐκάλουν αὐτοὺς οἱ παλαιοὶ, κατοχὴν δὲ καὶ κατάληψιν οἱ νεώτεροι τὸ πάθος ὀνομάζουσιν, ἐοίκασι μὲν τὰ ἄλλα τοῖς ληθαργικοῖς, μεγέθους τε καὶ βραδύτητος καὶ ἀραιότητος, ὥσπερ καὶ ὅλον τὸ πάθος τοῦ πάθους οὐ πόῤῥω τὴν ἰδέαν ἐστίν. οὐ μὴν ἀσθενὴς ὁ τῶν κατόχων σφυγμὸς, οὐδὲ μαλακός. ἀλλ’ ἐν τούτοις δὴ καὶ πάνυ διαφέρουσιν, ὥσπερ καὶ ἐν τῷ λύεσθαι μὲν καὶ οἰδίσκεσθαι τὴν ὅλην ἕξιν τοῖς ληθαργικοῖς, ἐσφίχθαι δὲ καὶ συνέχεσθαι τοῖς κατόχοις. οὕτω δὲ καὶ ἀνωμαλίᾳ καὶ ὁμαλότητι διαφέρουσιν ἀλλήλων. ὁμαλὸς γὰρ ὁ τῶν κατόχων σφυγμὸς,

486
ἀνώμαλος δὲ ὁ τῶν ληθαργικῶν. Ἀρχιγένης δέ φησι τὸν τῆς ἀρτηρίας τόπον ἰδίως ἐπ’ αὐτῶν θερμότερον εὑρίσκεσθαι, καθάπερ τοῖς σπασθησομένοις μετὰ καταφορᾶς.

Τῶν σπωμένων αὐτὸ μὲν τὸ σῶμα τῆς ἀρτηρίας συνῆχθαι δοκεῖ, καὶ πανταχόθεν ἐσφηνῶσθαι, οὐχ ὡς τεθλιμμένον ὑπό τινος, ἢ στενοχωρούμενον. οὐ μὴν οὐδ’ ὅλως πεφρικὸς οἷον τὸ πυρεκτικὸν, καὶ μάλιστα, ὡς ἐν ἐπισημασίαις. οὐδὲ ὡς διὰ σκληρότητα δυσεπέκτατον, οἷον τὸ ἐπὶ χρόνου μήκεσι. καὶ μάλιστα σὺν ἁμαρτήμασί τισιν, ἢ σπλάγχνων κακώσεσιν, ἀλλ’ ὡς ἂν εἰ σῶμα νευρῶδες κοῖλον, οἷον ἔντερον, ἤ τι παραπλήσιον ἐξ ἀμφοτέρων τῶν περάτων τεταμένον. οὕτω δὲ καὶ ἡ κίνησις ἀνώμαλος, ἄνω καὶ κάτω μεθισταμένης τῆς ἀρτηρίας, ὥσπερ χορδῆς. οὐδὲ γὰρ διαστολῆς, ἢ συστολῆς ἔμφασίς ἐστιν, ἀλλὰ κλόνῳ μᾶλλον ἔοικεν, οἷον ἐκπηδώσης ἄνω, πάλιν δὲ εἴσω σπωμένης, καὶ οὔτε διακεκριμένως τοῦτο πασχούσης. ἀλλ’ ἑνὶ χρόνῳ πολλάκις τὸ μέν τι μέρος αὐτῆς ἄνω φέρεσθαι δοκεῖ, καθάπερ ἐκτοξευόμενον, τὸ δὲ εἴσω φέρεσθαι, καθάπερ ὑπό τινος ἑλκόμενον, καὶ τὸ

487
μὲν ταχέως κινεῖσθαι, τὸ δὲ βραδέως. δοκεῖ δὲ καὶ σφοδρὸς εἶναι καὶ μέγας ὁ τῶν σπωμένων σφυγμός. ὁ δὲ ἔστι μὲν οὔτε ἀμυδρὸς, οὔτε μικρὸς, οὐ μὴν ἐφ’ ὅσον φαντάζεται σφοδρὸς, ἢ μέγας. ἐξαπατᾷ γὰρ ἡ πληγὴ, διὰ μὲν τὴν τάσιν εὔρωστος φαινομένη, διὰ δὲ τὸν κλόνον ἐκπηδητική. ὅθεν καὶ ὑψηλότερος ἔσθ’ ὅτε φαίνεται, καὶ οἷον ψόφον τινὰ τραχὺν ἀποτελεῖ πρὸς τὴν ἁφήν. καὶ οὐκ ἄν τινα λάθοι τῶν ἠσκημένων ὁ σφυγμὸς οὗτος. οὐδενὶ γὰρ ἔοικεν, οὔτε τὴν ἐφ’ ἑκάτερα τάσιν οὔτε τὸ σπασμῶδες τῆς κινήσεως. μιγνυμένου δὲ αὐτοῦ τῷ τῆς καταφορᾶς δυσφώρατος ἡ κίνησις, καὶ μόνῳ τῷ καθ’ ἑαυτὸν ἑκάτερον γνωρίζειν ἀκριβῶς ἠσκημένῳ, δυνατὸν καὶ τὴν μίξιν ἐπιγνῶναι.

Παραλύσεως σφυγμὸς μικρὸς καὶ ἀμυδρὸς καὶ βραδύς. καί τισι μὲν αὐτῶν ἀραιὸς, τισὶ δὲ πυκνὸς μὲν, ἀλλ’ ὑποδιαλείπων ἀτάκτως.

Ἐπιληπτικῶν δὲ καὶ ἀποπληκτικῶν οἱ σφυγμοὶ παραπλήσιοι. ὅσα οὖν περὶ τῶν ἐπιληπτικῶν ῥηθήσεται, ταῦτα καὶ περὶ τῶν ἀποπληκτικῶν εἰρῆσθαι δοκεῖν χρὴ, 

488
ἐπιτεταμένα δὲ μᾶλλον. ἐν μὲν δὴ τῷ μετρίως ἐνοχλεῖσθαι, καὶ μηδέπω τῆς φύσεως ἱκανῶς ἰσχυρότερον εἶναι τὸ πάθος, οὐδεμίαν εὔδηλόν ἐστιν εὑρεῖν τροπὴν ἐν μεγέθει καὶ σφοδρότητι καὶ τάχει καὶ πυκνότητι καὶ σκληρότητι. μόνον δ’ ὥσπερ τεταμένη καθ’ ἑκάτερόν ἐστιν ἡ ἀρτηρία τοῖς σπωμένοις εἰκότως. εἰ δ’ ἰσχυρὸν εἴη τὸ πάθος, ὡς βαρύνειν τὴν δύναμιν, ἀνωμαλίαν τέ τινα λαμβάνει καὶ τάσιν ἰσχυρὰν καὶ μικρότερος γίνεται καὶ ἀμυδρότερος καὶ ἀραιότερος. μεγάλως δὲ θλίψαν, καὶ καταβαλὸν τὴν δύναμιν, ἀμυδροὺς καὶ πυκνοὺς καὶ ταχεῖς ἐργάζεται.

Ὁ δὲ τῶν συναγχικῶν σφυγμὸς τάσιν μέν τινα παραπλησίαν ἔχει τῷ σπασμῷ, μέγας δέ ἐστι καὶ κυματώδης, ὡς τῶν περιπνευμονικῶν. καὶ ὁπότερον ἂν ἐπ’ αὐτῷ μεγάλως ἐπικρατῇ, κατ’ ἐκεῖνο χρὴ προσδοκᾷν τὴν μετάπτωσιν. εἰ μὲν γὰρ τὸ περιπνευμονικὸν εἶδος ἐπικρατήσειεν, εἰς περιπνευμονίας, εἰ δὲ τὸ σπασμῶδες, εἰς σπασμὸν ἡ συνάγχη τελήσει· ὅσοι δ’ ἂν ἐξ αὐτῶν ἰσχυρῶς πνίγονται, μικρὸς τούτοις καὶ ἀραιὸς ὁ σφυγμὸς γίνεται· τελευτώντων δ’ ἤδη πυκνὸς καὶ ἀνώμαλος.

489

Ὀρθοπνοίας ὀξείας σφυγμὸς ἀνώμαλος καὶ ἄτακτος καὶ ὑπεκλείπων. καὶ τῆς μὲν μέσης τῇ κακίᾳ πυκνὸς, τῆς δ’ ἐσχάτως βιαίας βραδὺς καὶ ἐκλείπων· τῆς δ’ ἀναιρούσης ἤδη, πυκνὸς καὶ ἀμυδρός.

Ὑστερικῆς δὲ πνίξεως ἀποτεταμένος σπασμωδῶς καὶ ἀραιός. τῆς δ’ ὀλεθρίας πυκνὸς καὶ ἄτακτος καὶ ὑπεκλείπων.

Στόμαχος πεπονθὼς, οὕτως γὰρ καλείσθω καὶ ὑφ’ ἡμῶν ἐν τῷ παρόντι τὸ στόμα τῆς κοιλίας διὰ τὴν τῶν πολλῶν συνήθειαν, οὐ καθ’ ἓν εἶδος τρέπει τὸν σφυγμόν. ἀλλ’ ὁ μὲν φλεγμαίνων μόνον, οἵαν ἐπὶ φλεγμονῆς νευρώδους σώματος εἴπομεν γίνεσθαι, τὴν τροπὴν τοιαύτην ἐργάζεται. ὁ δὲ θλιβόμενος, ἢ δακνόμενος, ἢ ἐκλύων, ἢ ἐμετικὸς, ἢ ναυτιώδης, ἢ ἀνόρεκτος, ἢ ὀδυνώδης κατὰ τὸ τοῦ συμπτώματος εἶδος. αἱ μὲν γὰρ δήξεις καὶ οἱ ἔμετοι καὶ ναυτίαι καὶ οἱ λυγμοὶ καὶ οἱ ἀλυσμοὶ καὶ ἐκλύσεις ἰσχυρῶς πυκνοῦσι τὸν σφυγμὸν, σὺν τῷ μικρὸν καὶ ἀμυδρὸν ἐργάζεσθαι.

490
καί τισι μετρίως θάττονα. θλίψις δὲ μόνη χωρὶς τούτων τινὸς ἀραιὸν καὶ βραδὺν καὶ μικρὸν καὶ ἀμυδρόν. ἡ δὲ τοιαύτη θλίψις ἐπὶ τροφαῖς βαρυνούσαις γίνεται, μηδεμίαν ἐχούσαις ἰσχυρὰν δύναμιν, ἀλλὰ τῷ ποσῷ μόνῳ διοχλούσαις, καί τισι ὑγροῖς συῤῥυεῖσιν εἰς αὐτὸν ἀδήκτοις. εἰ δὲ καὶ ψύχοιτο πρὸς αὐτῶν, τότε δὴ καὶ μάλιστα τοιοῦτος ὁ σφυγμὸς ἔσται. καὶ ὁ τῶν βουλιμιώντων δὲ τοιοῦτός ἐστιν. αἱ μὲν οὖν εἰς πυκνότητα τρέπουσαι διαθέσεις, ἅπασαι χρονίζουσαι, ἢ καὶ σφοδρότεραι γινόμεναι, τὸν σκωληκίζοντα σφυγμὸν ἐργάζονται. αἱ δὲ εἰς ἀραιότητα πρὸς τῷ τὰς εἰρημένας διαφορὰς ἐπιτείνειν τοιοῦτόν τι σὺν αὐτοῖς εἶδος ἐν τῇ καθ’ ἕνα σφυγμὸν ἀνωμαλίᾳ γεννῶσιν, ὡς εἰς πολλὰ δοκεῖν τετρῆσθαι τὸ σῶμα τῆς ἀρτηρίας, ὡς μηδὲν συνεχὲς δοκεῖν εἶναι, ἀλλ’ οἷον ψάμμου προσπεσούσης αἴσθησιν γίνεσθαι τῇ ἁφῇ κατὰ τὴν διαστολήν.

Ὑδέρων ὁ σφυγμὸς τοῦ μὲν ἀσκίτου μακρὸς καὶ πυκνὸς καὶ ὑπόσκληρος σύν τινι τάσει· τοῦ δὲ τυμπανίτου μακρότερος,

491
οὐκ ἄῤῥωστος, θάττων, πυκνὸς, ὑπόσκληρος, σύν τινι τάσει· τοῦ δὲ ἀνὰ σάρκα κυματώδης πλατύτερος καὶ μαλακός.

Ἐλεφαντιώντων σφυγμὸς μικρὸς καὶ ἄῤῥωστος καὶ βραδὺς καὶ πυκνός.

Ἰκτεριώντων σφυγμὸς ἄνευ πυρετοῦ μικρότερος, πυκνότερος, σκληρότερος, οὐκ ἀμυδρὸς, οὐ τάχυς.

Τῶν δὲ ἐλλέβορον εἰληφότων, ὀλίγον μὲν πρὸ τῶν ἐμέτων, ἡνίκα ἂν θλίβωνται, πλατὺς, ἀραιὸς, ἀμυδρότερος καὶ βραδύτερος· ἐμούντων δὲ καὶ σπαραττομένων ἀνώμαλος καὶ ἄτακτος. ἤδη δὲ καὶ βελτιόνων γινομένων τεταγμένος μὲν, ἀλλὰ καὶ ἔτι ἀνώμαλος, ἧττον δὲ ἢ πρόσθεν. ἐγγὺς δὲ τοῦ κατὰ φύσιν ἐλθόντων ὁμαλὸς καὶ μείζων τοῦ πρόσθεν καὶ σφοδρότερος. ὅσοι δὲ ἐξ αὐτῶν συγκόπτονται καὶ σπῶνται καὶ λύζουσι, μικρὸς τούτοις καὶ ἀμυδρὸς καὶ ἄτακτος ὁ σφυγμὸς καὶ θάττων καὶ πυκνὸς ἄγαν. τοῖς δὲ πνιγομένοις αὐτῶν μικρὸς καὶ ἀμυδρὸς

492
καὶ ἄτακτος καὶ ἀνώμαλος, οὐ μὴν πυκνὸς, οὐδὲ ταχὺς, ἀλλ’ ἐπιβραδύνων μᾶλλον. ἐμφαίνει δέ τι καὶ κυματῶδες καὶ πλατὺ καί ποτε καὶ τάσιν τινὰ τῆς ἀρτηρίας βραχεῖαν.