De locis affectis

Galen

Galen, De locis affectis

Ἵν’ οὖν τι πλέον ἔχωσι καὶ παρ’ ἡμῶν οἱ φιλομαθεῖς, αὐτὰς ῥήσεις αὐτοῦ παραθέμενοι, ὅσα μὲν ἀληθῆ τ’ ἐστὶν ἅμα καὶ σαφῆ, ταῦτ’ ἐκλέξας μόνα, πιστεύειν αὐτοῖς ἀξιώσω τοὺς ἀσκουμένους κατὰ τὴν τέχνην· ὅσα δ’ οὐ τοιαῦτα, παρέρχεσθαι συμβουλεύσω. μεμψάμενος οὖν ὁ Ἀρχιγένης τῷ Ἀσκληπιάδῃ τὸ μὲν πεπονθὸς νεῦρον ἐν ταῖς ἀρθρίτισιν ἀνώδυνον εἶναι λέγοντι, διότι μηδ’ ὅλως αἰσθάνεται, τὴν δ’ ἀπαθῆ σάρκα τῇ γειτνιάσει θλιβομένην ὀδυνᾶσθαι, μετὰ ταῦτα γράφει κατὰ λέξιν οὕτως· τὰ δ’ ἀγγεῖα στερεῶς ἐπιθλιβόμενα τὰς ἄνευ φλεγμονῆς κεφαλαλγίας ἐπέχει, ὥσπερ ἐμπτώσεώς τινος εἰς αὐτὰ κωλυομένης· καὶ ὁ βαρβαρικὸς διάδεσμός, τότε μάλιστα ἀνύει. τὰς δὲ σφακελώδεις ἑτεροκρανίας ἡ διακοπὴ αὐτῶν, καὶ μᾶλλον ἡ τῆς ἀρτηρίας, περιγράφει. ἥτις καὶ σφυγμώδη καθηγουμένη καὶ διαΐσσοντα τὸν πόνον ἐμβάλλει, καὶ στρογγύλλεται ὑποφρίσσουσα ἐπισήμως, ὥσπερ αἱ μὲν φλέβες οἷον ἀποκιρσοῦνται,

91
τὰ δὲ νεῦρα διατείνεταί τε καὶ σκληρύνεται συστρεφόμενα. καὶ ταῦτα μὲν ναρκώδεις ἐπιφέρει τοὺς πόνους, καὶ σκληρῶς διατείνοντας καὶ βυθίους καὶ ἐμπεπαρμένους καὶ στενοχωρίας πλήρεις καὶ ἥκιστα κεχυμένους· οἱ δ’ ὑμένες καὶ ἐπὶ πλάτος διήκοντας αὐτοὺς παρέχουσιν, καὶ ἀνωμάλους, ὥστε καὶ αἱμωδίᾳ τι προσεοικὸς ἔχειν, τὴν τῆς ἀναδόσεως τραχύτητα. πονεῖ δὲ πολλάκις οὕτω καὶ ἡ ἐπιφάνεια καὶ οἱ μεταξὺ τῆς σαρκὸς ὑμένες, οἳ καὶ τοὺς διασπῶντας πόνους ἐπιφέρουσι. τοὺς δὲ ἀπὸ τῶν περὶ τὰ ὀστέα προστυπεῖς εὑρήσεις, ὡς αὐτῶν δοκεῖν τῶν ὀστέων ὄντας. αἱ φλέβες δὲ βαρεῖς καὶ καθέλκοντας καὶ ὁμαλῶς ἐμπεπλασμένους ἐπιφέρουσιν αὐτοὺς, αἱ δὲ σάρκες κεχυμένους τε καὶ χαλαρωτέρους· διὸ φαίνονται μηδ’ ἐπὶ πολὺ ἐκτεινόμεναι, ὡς ἐμπλεούσης τραχύμασί τισι δοκεῖν τῆς αἰσθήσεως. οἱ μύες δὲ σαρκός τι καὶ νεύρου μίγμα τῶν ἰδιωμάτων, ἀμέλει καὶ τῆς ἀρτηρίας, ἐν τοῖς πόνοις ἀναφέρουσιν, σφριγῶντες, ὡς ἂν εἴποι τις, καὶ μετ’ εὐρυχωρίας διατεινόμενοι καὶ ναρκῶδες σφύζοντες. τῶν
92
δ’ ἄλλων ὁ μὲν ἑλκώδης πόνος καὶ ἐν ἕλκεσιν ὁ ἰσχνῶς ὀξὺς, καὶ οὐχ ἥκιστα ὁ γλυκύτερος καὶ κνησμοῦ προσαγωγὸς, ἐπιφανείας ἔοικεν ὤν· ὁ δὲ νυγματώδης τοῦ βάθους· ὁ δὲ ἐνερείδων κόλπου πλησιάζοντος· ὁ δὲ διακεντῶν τὰ μὲν πεπονθέναι τι τῶν ἐν τῷ τόπῳ διασαφεῖ, τὰ δὲ μὴ, οὐκ ἐν βάθει τὴν ὑπόστασιν ἔχων· σπαράσσων δέ ἐστιν ὁ ἐν κόλποις συνιστάμενος. αὕτη μὲν ἡ πρώτη ῥῆσίς ἐστιν Ἀρχιγένους ἐκ τοῦ πρώτου τῶν πεπονθότων τόπων, ἐπιχειροῦντος διδάσκειν, ὅπως ἄν τις εὑρίσκοι τὰ πεπονθότα μέρη, τῇ τῶν πόνων διαφορᾷ προσέχων τὸν νοῦν. ἐπισκεψώμεθα δ’ ἀπ’ ἀρχῆς αὐτὴν μὴ παρέργως. τὰς σφακελώδεις, φησὶν, ἑτεροκρανίας ἡ διακοπὴ τῶν ἀγγείων περιγράφει. τίνας μὲν οὖν λέγει τὰς σφακελώδεις, χαλεπὸν εὑρεῖν, οὐδὲ γὰρ ὡμολόγηται τῆς σφάκελος φωνῆς τὸ σημαινόμενον, ἐνίων μὲν ὀδύνην λεγόντων μεγάλην δηλοῦσθαι, τινῶν δὲ φλεγμονῆς ὑπερβολὴν τηλικαύτην, ὡς ἐπιφέρειν κίνδυνον φθορᾶς τοῦ μέρους, ὅπερ ἔνιοι γάγγραιναν ὀνομάζουσιν· ἐνίων δὲ τὴν φθορὰν αὐτὴν τοῦ πάσχοντος μορίου σφάκελον ὀνομάζεσθαι
93
φασκόντων· ἄλλων δὲ σπασμόν· ἄλλων τ’ οὐχ ἁπλῶς σπασμὸν, ἀλλὰ τὸν ἐπὶ φλεγμονῇ νευρωδῶν σωμάτων· ἐνίων τ’ οὐ τὸν ἤδη γινόμενον σπασμὸν, ἀλλὰ τὸν προσδοκώμενον ἐπὶ μεγέθει φλεγμονῆς· ἐνίων δ’ ἁπλῶς τάσιν ἰσχυράν· ἄλλων δὲ σηπεδόνα. τὸ μὲν δὴ σφακελῶδες ὄνομα, τὸ κατὰ τὴν προγεγραμμένην ῥῆσιν ὑπὸ Ἀρχιγένους εἰρημένον, εἰς τοσοῦτον ἀσαφείας ἥκει, ὡς μηδὲν δηλοῦν, μηδ’ ἐξήγησιν ὀνομάτων ἰατρικῶν ἐν ἑτέρᾳ πραγματείᾳ γράψαντος αὐτοῦ. τὸ δὲ περιγράφει τάχ’ ἄν τις ὑπονοήσειεν εἰρῆσθαι τὸ οἷον ταχέως ἢ παντελῶς ἰᾶται, καὶ κείσθω γ’ οὕτως εἰρῆσθαι. τί γὰρ ἄν τις πάθοι νοεῖν ὀρεγόμενος ἃ μηδ’ ὁ γράψας αὐτὸς ἐσπούδασε νοῆσαι; σφυγματώδη οὖν καὶ διαΐσσοντα τὸν πόνον ἐμβάλλειν φησὶν τὰς ἀρτηρίας, ὅταν αὗται δηλονότι πρωτοπαθῶσι κατὰ τὰς σφακελώδεις ἑτεροκρανίας. τὸν μὲν οὖν σφυγματώδη πόνον ἐξήγημαι πρόσθεν, ὁποῖός τίς ἐστιν, ὄντα καὶ πρὸ τῆς ἐμῆς ἐξηγήσεως ἅπασι τοῖς ἰατροῖς γνώριμον, οἵ γε καὶ σύμπτωμα αὐτὸν εἶναί φασι φλεγμονῶν μεγάλων. 
94
ὁ δὲ διαΐσσων πόνος ἐστὶν, ὅταν ὥσπερ ἀπὸ ῥίζης ἀρχόμενος τοῦ πρωτοπαθοῦντος μορίου φέρηται ταχέως εἰς τὰ παρακείμενα, καὶ συμβαίνει τοῦτο ταῖς σφοδροτάταις οὐχ ἑτεροκρανίαις μόνον, ὡς Ἀρχιγένης ἐμνημόνευσιν, ἀλλὰ καὶ ταῖς κεφαλαίαις ὀνομαζομέναις. καὶ γὰρ ἐπ’ ἐκείνων ἐνίοτε φανερῶς αἱ ἀρτηρίαι πρωτοπαθοῦσαι τοιοῦτον ἔχουσι τὸν πόνον, οἷον εἶπον ὁ Ἀρχιγένης, ὥσθ’ ὁμολογεῖν ἐνίους, αἰσθάνεσθαι τῶν ἀγγείων αὐτῶν ἀλγούντων, ὅπερ ἑρμηνεῦσαι βουλόμενος στρογγύλλεσθαι τὴν ἀρτηρίαν ὑποφρίσσουσαν ἔφη. πότερον οὖν ὥσπερ τὰς ἀρτηρίας ἐν ταῖς σφακελώδεσιν ἑτεροκρανίαις οὕτω πάσχειν ἔφη, κατὰ τὸν αὐτὸν τρόπον ἀκούσει τις αὐτοῦ καὶ περὶ τῶν φλεβῶν, ὡς κατὰ τοῦτο τὸ νόσημα μόνον οἷον ἀποκιρσουμένων; ἢ κοινὸν σύμπτωμά ἐστι φλεβῶν ὁπωσοῦν πασχουσῶν, ἢ φλεγμαινουσῶν μόνον; καθ’ ὅσον μὲν γὰρ συνάπτει τῷ περὶ τῶν ἀρτηριῶν λόγῳ τὸν περὶ τῶν φλεβῶν, ἐπὶ ταὐτοῦ πάθους εἰκὸς ὑπολαμβάνειν ἐστὶν γίγνεσθαι τοὺς λόγους αὐτῷ· καθ’ ὅσον δ’ ἐφεξῆς ὑπέρ τε τῶν νεύρων γράφει καθόλου καί τινων ἄλλων μορίων τοιούτων, μὴ
95
συνάπτων ἑνὶ νοσήματι τὸν ὑπὲρ αὐτῶν λόγον, κατὰ τοσοῦτον αὖ πάλιν ὡσαύτως καὶ αὐτῷ ὑπονοήσεις λελέχθαι περὶ τῶν φλεβῶν. ἄμεινον δ’ ὡς ἐν ἀδήλοις, ἐπὶ μὲν τῆς ἡμικρανίας ἡγεῖσθαι τῶν φλεβῶν αὐτῶν ἅμα ταῖς ἀρτηρίαις μνημονεύειν, ἁπλῶς δὲ τῶν ἄλλων ὀργάνων, ἄνευ πάθους τινὸς ἀφωρισμένου κατά τε τὰ νεῦρα καὶ τὰ τούτων ἐφεξῆς, ἐν οἷς πάλιν ἔφη τὰς φλέβας δὲ βαρεῖς καὶ καθέλκοντας καὶ ὁμαλῶς ἐμπεπλασμένους ἐπιφέρειν τοὺς πόνους. ταυτὶ μὲν οὖν ἀμφιβολίαν ἔχει τινά· τὸ δ’ ἐφεξῆς εἰρημένον, ἔνθα φησίν· τὰ δὲ νεῦρα διατείνεταί τε καὶ σκληρύνεται συστρεφόμενα· φανερῶς ἀποχωροῦντος μέν ἐστι τῆς τῶν ἑτεροκρανιῶν διαθέσεως, ἀποφαινομένου δὲ καθόλου περὶ νεύρων ὁπωσοῦν πασχόντων. ἔστι δὲ τοῦτο φανερῶς ψεῦδος· οὐ γὰρ ἅπαν πάθος νεύρων σκληρύνει καὶ συστρέφει τὴν οὐσίαν αὐτῶν, ἀλλ’ ἔστιν ἃ καὶ χαλαρὰ ποιεῖ τὰ νεῦρα, καθάπερ ἀτροφία σαφῶς· ἀλλὰ καὶ πολλάκις οὐδεμίαν αἰσθητὴν ἔχοντα διαφορὰν, ἀλλ’ ἀκριβῶς ἐοικότα τοῖς ὑγιαίνουσιν, οὔτ’ αἰσθήσεως
96
οὔτε κινήσεώς τι χορηγεῖ τοῖς ὑποτεταγμένοις σώμασιν. ἴσως οὖν ἐν μόναις ταῖς φλεγμοναῖς, ἢ τοῖς φλεγμονώδεσι νοσήμασιν, ἢ τοῖς παρὰ φύσιν ὄγκοις πᾶσιν, ἔφη σκληρύνεσθαί τε καὶ συστρέφεσθαι τὰ νεῦρα· καίτοι ἐν τούτοις ἐναργῶς φαινόμενόν ἐστι τὸ τείνεσθαι τὰ νεῦρα, καὶ γὰρ καὶ αὐτοῖς τοῖς κάμνουσι καὶ ἡμῖν τοῖς ὁρῶσιν αὐτὰ φαίνεται τεινόμενα, διὸ καὶ σπασμοὶ καὶ τέτανοι μὴ θεραπευθεῖσιν αὐτοῖς ἕπονται. καὶ κοινὸν ἔοικε τοῦτ’ εἶναι σύμπτωμα τῶν εἰς ὄγκον αἰρομένων ἁπάντων, τὸ τείνεσθαι· τεθεάμεθα γὰρ ἤδη καὶ ἀρτηρίας καὶ φλέβας φλεγμαινούσας ἐναργῶς τεταμένας· τὰς μὲν, ὅταν ἐν ἄκρῳ τῷ κώλῳ φλεγμονῆς γενομένης ἐπαρθῇ βουβὼν, οὐκ ὀλιγάκις γὰρ ἐναργῶς ὤφθη τεταμένον ὅλον τὸ ἀγγεῖον ἐρυθρότερόν τε καὶ θερμότερον, ὀδυνηρότερόν τε ψαυόντων γεγονὸς, ὡς εἶναι πρόδηλον, ὅτι φλεγμαίνει σύμπαν, ἀρξάμενον ἀπὸ τοῦ πρωτοπαθήσαντος μορίου μέχρι τῆς μασχάλης καὶ βουβῶνος. καὶ καλῶς ὑπὸ τῶν ἰατρῶν εἴρηται σχεδὸν ἁπάντων, ἔρευθος καὶ τάσις καὶ ἀντιτυπία καὶ ὄγκος καὶ ὀδύνη τοῖς φλεγμαίνουσι μέρεσι συμβαίνειν· ὁ σφυγμὸς δ’ οὐχ ἅπασιν, ὡς εἴπομεν,
97
ἀλλ’ ἐν οἷς ἀρτηρίαι τέ εἰσιν αἰσθηταὶ, καὶ τὸ μόριον εἰ αἰσθητικὸν ᾖ, ἀξιόλογός τε κατὰ τὸ μέγεθος ἡ φλεγμονή· τηνικαῦτα γὰρ οἱ κάμνοντες αἰσθάνονται σφυγμώδους ὀδύνης, κᾂν μηδὲν αἰσθητὸν ἀγγεῖον ᾖ κατ’ αὐτὸ πάσχον σῶμα. τάχ’ οὖν ἐοήσεταί τις με τὰ καθ’ ἕκαστον ὄργανον ἴδια συμπτώματα· λέλεκται δ’ ἤδη καὶ πρόσθεν καὶ οὐχ ἅπαξ, ὡς ἡ βλάβη τῆς οἰκείας ἐνεργείας ἴδιον ἑκάστου μορίου σύμπτωμά ἐστιν, ὁποία ποτ’ ἂν ᾖ κατ’ εἶδος· οὔτε δ’ ἄλλο τι σύμπτωμα ἐξ ἀνάγκης αὐτοῖς οὔθ’ αἱ διαφοραὶ τῆς βλάβης ὑπάρχουσιν, ἀλλὰ κατὰ τὴν ἰδέαν τε καὶ μέγεθος τοῦ πάθους αἱ διαφοραὶ μὲν ἐξαλλάττονται, τὸ δὲ εἶδος, ἢ τὸ γένος, ἢ ὅπως ἂν ἐθέλῃ τις ὀνομάζειν, ἀεὶ διαμένει τοῦ συμπτώματος, ὃ κατὰ τὴν βεβλαμμένην ἐνέργειάν ἐστι. καὶ πλεονάσαι γε κάλλιον ἦν Ἀρχιγένει κατὰ τοῦτο περιλαβόντι μεθόδῳ τὸ σύμπαν, ἐπειδὴ καὶ τοῖς ἄλλοις ἠμέληται· γέγραπται δ’ ὑφ’ ἡμῶν ἐν πολλαῖς ἄλλαις πραγματείαις οὐκ ὀλίγα τῶν τοιούτων, ὥσπερ ἀμέλει καὶ νῦν εἰρήσεται διὰ τῶν ἐφεξῆς, ὅσα μὲν ἑτέρωθι τελείως ἐξειργασάμεθα, συντομώτερον, ὅσα δὲ
98
διὰ βραχυτέρων ἐν ἄλλοις ἐῤῥέθη, μακρότερον ἐνταῦθα διερχομένων ἡμῶν αὐτά. νυνὶ δὲ τὰς ὑπολοίπους τῶν πόνων διαφορὰς ἐπέλθωμεν, ὅσων ἐμνημόνευσεν ὁ Ἀρχιγένης ἐν τῇ προγεγραμμένῃ ῥήσει. τὸ μὲν δὴ ναρκώδεις γίνεσθαι τοὺς πόνους τοῖς νεύροις, ὅπως ἡμάρτηται, καὶ ὡς οὐκ ἔστι μορίου τινὸς ἴδιον ἡ νάρκη πάθος, ἀλλ’ αἰτίας τε καὶ διαθέσεως, ἔμπροσθεν εἴρηται· τὸ δὲ σκληρῶς διατείνοντας ἐπ’ αὐτοῖς γίνεσθαι τοὺς πόνους, ὀρθῶς εἴρηται, καὶ κάλλιόν γ’ ἂν ἦν τὸ ἁπλῶς εἰρημένον, ἄνευ τοῦ σκληρῶς. διατείνοντες γάρ εἰσιν ἱκανῶς ἑκατέρωσε τῶν νεύρων οἱ πόνοι, διότι καὶ τείνεται πρὸς ἄμφω τὰ πέρατα, τό τε τῆς πρώτης ἀρχῆς καὶ τὸ τῆς ἐσχάτης τελευτῆς, ὥσπερ ἐν ταῖς κιθάραις αἱ χορδαὶ, καὶ ῥήγνυνταί γε πολλάκις ἐν αὐταῖς αἱ σφοδρῶς τεταμέναι, καὶ διὰ τοῦτ’ ἀποτιθέμενοι μετὰ τὸ χρήσασθαι τοῖς ὀργάνοις οἱ κιθαρισταὶ τὰς χορδὰς ἀνιᾶσι. καὶ μὲν δὴ καὶ ὅτι τείνονται σαφῶς ὑπὸ τῶν ἐναντίων αἰτίων τε καὶ διαθέσεων, οὐδεὶς ἀγνοεῖ, κᾂν ὑγρὸν ᾖ τὸ περιέχον, ὥστε καὶ διαβρέχειν αὐτὰς καὶ πληροῦν, κᾂν ξηρὸν ἱκανῶς· εἰς ἰσχάτην γὰρ 
99
ἀφικνούμεναι τάσιν ἐν ἑκατέρᾳ κράσει τοῦ περιέχοντος, εἰκότως ῥήγνυνται. καλῶς οὖν ὁ Ἱπποκράτης τοὺς σπασμοὺς τῶν νεύρων ἐπὶ πληρώσει τε καὶ κενώσει γίνεσθαί φησι, τάσεις ἀμέτρους οὔσας δηλονότι τῶν νεύρων. τὸ δὲ βυθίους εἷναι τοὺς πόνους αὐτῶν, ἀπὸ τῶν συμβεβηκότων εἴληπται τοῖς πλείστοις τῶν νεύρων. ἐπειδὴ γὰρ ἀεὶ πρῶται μὲν ἐπιπολῆς εἰσιν αἱ φλέβες, ἐφεξῆς δ’ αὐτῶν αἱ ἀρτηρίαι, καὶ μετὰ ταύτας τὰ νεῦρα, διὰ τοῦτ’ ἐν βάθει τῆς τάσεως αὐτῶν οἱ κάμνοντες αἰσθάνονται· τένοντές γε μὴν πολλοὶ, νευρώδη σώματ’ ὄντες, ὑπ’ ἐνίων ἄντικρυς ὀνομαζόμενοι νεῦρα, τοὺς πόνους οὐ βυθίους, ἀλλ’ ἐπιπολῆς ἔχουσιν, ὅταν καὶ αὐτοὶ τύχωσιν οὕτως τεταμένοι, καθάπερ οἱ τοὺς δακτύλους ἐκτείνοντες· εἰσὶ δ’ ἀμέλει καὶ οἱ κάμπτοντες αὐτοὺς ἐπιπολῆς μὲν, ἀλλ’ οὐχ ὁμοίως τοῖς ἐκτείνουσιν. ὁ δ’ Ἀρχιγένης τοὺς πόνους τῶν νεύρων ἐμπεπαρμένους εἶναί φησι, ὑπάρχοντος τοῦ τοιούτου τῆς ὀδύνης εἴδους τῷ κώλῳ μᾶλλον, ὡς ἔμπροσθεν εἶπον· ἐγγίγνεται δὲ καὶ ὠτὶ μετά τινος σφυγμοῦ, καὶ τῶν ὀδόντων ταῖς μύλαις, ἔστι δ’ ὅτε καὶ
100
τοῖς ὀφθαλμοῖς, ἥκιστα δὲ τοῖς νεύροις ἐμπεπαρμένος ὑπάρχει πόνος· ἐκτείνεται γὰρ ἐπὶ πλεῖστον ἑκατέρωσε μέχρι τῶν ἄνω τε καὶ κάτω τοῦ ζώου μορίων. τὸ δ’ ἐφεξῆς εἰρημένον ὑπὸ τοῦ Ἀρχιγένους, ὅτι καὶ στενοχωρίας πλήρεις ἔχει τὰ νεῦρα τοὺς πόνους, κακοζήλως μὲν εἴρηται τῇ λέξει· δηλοῖ δ’ οὐδὲν πλέον τοῦ μετ’ αὐτὸ, καθ’ ὅ φησι, καὶ ἥκιστα κεχυμένους· τῷ γὰρ ὄντι, κεχυμένους ἥκιστα, τοῦτ’ ἔστιν εἰς πλάτος ἐκτεταμένους οὐκ ἔχει τοὺς πόνους τὰ νεῦρα, ἀλλὰ κατὰ περιγραφήν τινα μᾶλλον, ἄνω τε καὶ κάτω τῆς τάσεως αὐτῶν διηκούσης, καὶ μᾶλλόν γ’ ἄνω μέχρι τῆς κεφαλῆς· καὶ τότε πρῶτον αὐτοῖς καὶ σπασμοὶ καὶ τέτανοι τοῦ παντὸς ἕπονται σώματος, οὐδενὸς τοιούτου συμβαίνοντος οὐδεμιᾷ τάσει νεύρου, πρὶν ἅψασθαι τῆς κεφαλῆς αὐτῆς. ἐφεξῆς δὲ τοῖς εἰρημένοις ὁ Ἀρχιγένης ἔγραψεν περὶ τῶν ὑμένων, ὅτι μὲν ἐπὶ πλάτος αὐτοῖς διήκουσιν οἱ πόνοι, πασχόντων αὐτῶν, ἀληθεύων· ὅτι δ’ αἱμωδίᾳ τι προσεοικὸς ἔχουσιν, οὐκ ἔτι ἀληθεύων, ὡς ἔμπροσθεν εἴρηται. τό γε μὴν ἀνωμάλους εἶναι τοὺς πόνους τῶν ὑμένων, οὐ διὰ παντὸς ἀληθὲς, ὅπου γε
101
τοὐναντίον ἀληθὲς μᾶλλόν ἐστιν· ἐοίκασι γὰρ κατὰ μὲν τὸν αὐτῶν λόγον ὁμαλοὺς ἐπιφέρειν τοὺς πόνους, ἐπειδὴ καὶ τὸ σῶμα πᾶν αὐτῶν ὁμαλόν· ἐκ δὲ τῆς πρὸς τὰ πλησιάζοντα κοινωνίας ἀνωμαλίαν τινὰ ἐπιφέρει ἔστιν ὅτε κατά τι συμβεβηκός. ὅταν γὰρ ἐπὶ τὸ πεπονθὸς αὐτῶν μέρος ἄγηται καὶ τείνηται τὰ πέριξ, ἀνομοίαν ἀναγκαῖόν ἐστιν γίγνεσθαι τὴν ὀδύνην· ἔνθα μὲν αἰσθητικώτερόν ἐστι τὸ τεινόμενον μόριον, ἐνταῦθα ὀδυνωμένων μᾶλλον, ἔνθα δὲ ἧττον αἰσθητικὸν, ἔλαττον ἀλγούντων. καὶ μὴν κᾀκ τοῦ ψαύειν ἢ μὴ ψαύειν ὀστοῦ τὸ τεινόμενον ἡ διαφορὰ τῶν πόνων εἰκότως γίνεται. κατὰ τοῦτον γοῦν τὸν λόγον ἀλγοῦσι κατὰ τὴν κλεῖν ἔνιοι τῶν πλευριτικῶν, ἀνατεινομένου πρὸς τοῦτο τὸ χωρίον τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος· ἐνίοτε δ’ οὐκ εἰς τὴν κλεῖν, ἀλλ’ εἰς τὸ ὑποχόνδριον ὁ πόνος αὐτῶν διήκει, τῆς αἰσθήσεως γινομένης κατὰ τὸ διάφραγμα κινούμενον ἐξ ἀνάγκης, ὅταν ἀναπνέωσιν οἱ πλευριτικοὶ, μᾶλλον τῶν ἄλλων τοῦ θώρακος μορίων. ἡ γὰρ οἷον ῥῖζα τῆς ὀδύνης ὅτ’ ἂν ἐν τῇ πλευρᾷ γένηται, τοῖς ἐνταῦθα μυσὶν ἀναπνεῖν ὀκνοῦσιν οἱ
102
κάμνοντες, ὥστε μόνῳ τῷ διαφράγματι τὸ τῆς ἀναπνοῆς ἔργον ἡ φύσις ἐπιτρέπει τηνικαῦτα, καθάπερ ἐν ταῖς ἀβιάστοις ἀναπνοαῖς ἐπὶ τῶν ὑγιαινόντων. ὅτ’ ἂν μὲν οὖν ἐν τοῖς κάτω μέρεσιν τῶν πλευρῶν ἡ φλεγμονὴ γένηται, τὸ διάφραγμα τεινόμενον ὀδυνᾶται μᾶλλον· ὅτ’ ἂν δ’ ἐν τοῖς ἄνω, κατὰ τὴν κλεῖν ἡ ὀδύνη διασημαίνει, τῷ μὲν τῆς κινήσεως λόγῳ, τὸ διάφραγμα, τῷ δὲ τῆς σκληρότητος, ἡ κλεῖς ἐργαζομένη τὴν ἀνίαν. ἥπατος δὲ μεγάλως φλεγμαίνοντος ἢ σκιῤῥωθέντος, ἡ κατὰ τὴν δεξιὰν κλεῖν ὀδύνη γινομένη τῇ τάσει τῆς κοίλης φλεβὸς ἕπεται μᾶλλον ἤ τῇ τῶν ὑμένων. ὅτ’ ἂν δ’ εἴπῃ, πονεῖν πολλάκις οὕτω καὶ τὴν ἐπιφάνειαν, ὅπερ ἐστιν, τὰ τῶν πασχόντων ὑμένων ἔχειν ἴδια, δηλοῖ σαφῶς ὁπόθεν ὁρμηθεὶς αἱμωδίᾳ τι παραπλήσιον ἔφησεν τὰς ὀδύνας ἔχειν αὐτῶν. ἐπειδὴ γὰρ ἅμα τῇ τῆς αἱμωδίας ἰδιότητι καὶ ἡ ναρκώδης ἐστὶν αἴσθησις, ὡς ἂν ὑπὸ μιᾶς αἰτίας ἀμφοτέρων γινομένων, ὁ δ’ ἐπιπολῆς ὑμὴν ὁ ὑποτεταμένος τῷ δέρματι πάσχει πολλάκις ὀδύνας ναρκώδεις, ὑπὸ τῶν ἔξωθεν αἰτίων τῶν ψυχρῶν ἑτοιμότερον βλαπτόμενος, διὰ
103
τοῦτο τῇ κοινωνίᾳ τῆς διαθέσεως ἀπατηθεὶς ὁ Ἀρχιγένης, αἱμωδίᾳ τι παραπλήσιον ἔφησεν τοὺς ἄλλους ὑμένας, καὶ τὴν ἐπιφάνειαν πολλάκις, οὐ κατὰ τὴν οὐσίαν αὐτοῦ τοῦ πάσχοντος μορίου γινομένης τῆς ὀδύνης, ἀλλὰ διὰ μὲν τὴν οὐσίαν αὐτῶν, ἄναιμόν τε καὶ ψυχρὰν οὖσαν, εὐκόλως ἁλισκομένων πάθεσιν ψυχροῖς, ἑπομένης δὲ τῆς τοιαύτης ὀδύνης τοῖς πάθεσι· διὸ καὶ πολλάκις ἔφη γίνεσθαι τοὺς τοιούτους πόνους, ὡς ἂν οὐ κατὰ τὴν οὐσίαν αὐτοῦ τοῦ πάσχοντος μέρους, ἀχώριστοι γὰρ ἂν οὕτως γε ἦσαν, ἀλλὰ κατά τι συμβεβηκὸς ἐπιγινομένους. ὁ μὲν οὖν ὑπὸ τῷ δέρματι τεταμένος ὑμὴν, ὁ καὶ συναποδερόμενος αὐτῷ, τονώδεις τε καὶ ναρκώδεις ἐπιφέρει τοὺς πόνους· οἱ δὲ μεταξὺ τῆς σαρκὸς οἷον διασπῶντας, εἰσὶ γὰρ πολλοὶ καὶ ἀνωμάλως ἐμφυόμενοί τε καὶ περιλαμβάνοντες αὐτήν. ὅτ’ ἂν οὖν ποτε ἐξ ἐναντίων καταφύσεων τείνεσθαι συμβῇ τὴν σάρκα, τοιαύτας ἀναγκαῖόν ἐστιν γίγνεσθαι τὰς ὀδύνας. ἐπί γε μὴν τοῖς πολλοῖς γυμνασίοις ἤτοι τονώδεις ἤ ἑλκώδεις οἱ πόνοι γίνονται, συνιστάμενοι καθ’ ὅλους τοὺς μῦς, ὧν μέρος εἰσὶ καὶ αἱ σάρκες· 
104
εἴρηται δὲ περὶ τῶν τοιούτων ἀλγημάτων ἱκανῶς ἐν τοῖς ὑγιεινοῖς. ὅτι δ’ οἱ τῶν περικειμένων τοῖς ὀστοῖς ὑμένων πόνοι βύθιοί τ’ εἰσὶν, τοῦτ’ ἔστιν διὰ βάθους τοῦ σώματος ἐπιφέροντες αἴσθησιν, αὐτῶν τε τῶν ὀστῶν ἐπάγουσιν φαντασίαν ὡς ὀδυνωμένων, οὐδὲν θαυμαστόν. ὀνομάζουσι γοῦν αὐτοὺς ὀστοκόπους οἱ πλεῖστοι, καὶ γίνονται τὰ πολλὰ μὲν ἐπὶ γυμνασίοις, ἔστιν ὅτε δὲ καὶ διὰ ψύξιν, ἢ πλῆθος. τὰς δὲ φλέβας φησὶ βαρεῖς καὶ καθέλκοντας καὶ ὁμαλῶς ἐμπεπλασμένους ἐπιφέρειν τοὺς πόνους· ἐν ἀρχῇ δὲ ὁπότε τῆς ἡμικρανίας ἐμνημόνευσεν, ἀποκιρσοῦσθαι τὰς φλέβας ἔφη. τάχ’ οὖν ἐν ἐκείνῳ μόνῳ χρὴ δέξασθαι λέγειν αὐτὸν τοῦτο, γιγνώσκειν γε μέντοι δεῖ τὸν ἴδιον πόνον ἀρτηρίας καὶ φλεβὸς κατὰ μῆκος ἐκτεινομένου σώματος, οἷον χορδῆς τινος, ἔμφασιν ἔχειν, οὐ μὴν συνεμφαίνει γέ τι βάρος. τὸ δ’ ὁμαλῶς ἐμπεπλάσθαι τὸν πόνον τῶν φλεβῶν, οὐδὲ σαφὲς ὅλως ἐστὶν, ἐπ’ οὐδενὶ τῶν συμβεβηκότων αὐταῖς ἀνενεχθῆναι δυναμένου τοῦ ἐμπεπλάσθαι. περὶ δὲ τῶν σαρκῶν ἐφεξῆς φησιν, ὡς κεχυμένους τε καὶ χαλαρωτέρους ἐπιφέρουσιν τοὺς πόνους. ὅλως μὲν οὖν
105
πόνος οὐδείς ἐστι χαλαρὸς, ἀλλὰ τοὺς ἧττον τεταμένους ἴσως εἴρηκεν χαλαρωτέρους, ἐπειδὴ τεταμένοι μᾶλλόν εἰσιν οἵ τε τῶν ἀγγείων καὶ οἱ τῶν ὑμένων· τοῦτο γὰρ ὁμολογεῖ καὶ τὸ μηδ’ ἐπὶ πλέον ἐκτεταμένους αὐτοὺς φαίνεσθαι, διὰ τὸ κατὰ περιγραφὰς βραχείας συγκεῖσθαι τὰ σαρκώδη μόρια τῶν μυῶν. εἰ δὲ καὶ τὸ τούτῳ γεγραμμένον ἐφεξῆς, ὡς ἐπιπλεούσης τραχύμασί τισι δοκεῖν τῆς ἁφῆς, ἴδιόν ἐστιν τῶν ἐν σαρξὶ πόνων, ἐπισκεπτέον. ὅτι μὲν γὰρ ἐνίοτε τοιοῦτόν τι συμβαίνει κατὰ τοὺς πόνους αὐτῶν, ἀληθὲς ἔστιν· ἐκ δὲ τοῦ μὴ διὰ παντὸς φαίνεσθαι, διαθέσεως μᾶλλον ἐν αὐταῖς γινομένης ὡς τὸ πολὺ μιᾶς τινος, οὐ τῆς οὐσίας αὐτῶν ἴδιον εἶναι δόξει. τὴν διάθεσιν δὲ οὐχ ἁπλῶς ὑποληπτέον εἶναι πάθος φλεγμονῶδες, ἀλλὰ καὶ μετὰ χυμοῦ τραχύνειν πεφυκότος. ἐφεξῆς δὲ περὶ τῶν μυῶν Ἀρχιγένης γράφων, σαρκὸς καὶ νεύρων μίγμα τῶν ἰδιωμάτων ἀναφέρειν αὐτούς φησιν, ὡς ἂν ἐκ τούτων συγκειμένης τῆς οἰκείας οὐσίας αὐτῶν· τὸ δὲ καὶ ἀρτηρίας, ὅτι διαπεφύκασιν αὐτῶν· ἀλλ’ οὕτως καὶ τὰς
106
φλέβας ἐχρῆν εἰρῆσθαι καὶ τοὺς ὑμένας. τὸ δὲ σφριγῶντες ὄνομα παρὰ μὲν τοῖς Ἕλλησιν ἐπὶ τῶν εὐεκτικῶς πεπληρωμένων λέγεται, διὸ καὶ κατὰ τῶν νέων αὐτὸ μόνον εἰρήκασι, γέροντος δ’ οὐδενὸς, ὡς ἂν μηδὲ δυναμένου τοῦ σώματος αὐτῶν εὐεκτικὴν δέξασθαι πλήρωσιν· ὅ γε μὲν οὖν Ἀρχιγένης ἐπὶ τίνος φέρει τὴν φωνὴν ταύτην, οὐ πάνυ τι ῥᾴδιον εὑρεῖν, μάλισθ’ ὅτι συγχεῖ καὶ διαφθείρει πολλαχόθι τὰ σημαινόμενα τῶν Ἑλληνικῶν ὀνομάτων· εἰ δ’, ὡς ἄν τις ὑπονοήσειεν, ἐπὶ τῶν διὰ πλήρωσιν τεταμένων λέγοι τὸ σφριγῶντες, κοινὸν ἂν εἴη πάντων τοῦτο τῶν πεπληρωμένων σωμάτων, οὐκ ἴδιον τῶν μυῶν· τό γε μὴν μετ’ εὐρυχωρίας αὐτοὺς διατείνεσθαι, λελέχθαι νομίζω πρὸς αὐτοῦ τῆς ἐν τοῖς νεύροις πληρώσεως ἀφορίζοντος. ὅτι δὲ τὸ σφύζειν ναρκῶδες, οὐκ ὀρθῶς εἴρηται, δεδήλωται πρόσθεν. τῶν δ’ ἄλλων, φησὶ, πόνων ὁ μὲν ἑλκώδης ἰσχνῶς ὀξύς ἐστιν· ἀσαφὴς δ’ ἡ λέξις ἥδε καὶ καθ’ ἑαυτὴν ἀδύνατος διδάξαι τι, ταῖς ἄλλαις ὁμοίως ταῖς ἀσαφέσιν, ἅς γε οὐδ’ ἐξηγήσασθαι δυνατόν ἐστιν, εἰ μή τις αὐτὸς
107
ἐπιστάμενος τὸ πρᾶγμα, προσαρμόσαι πειραθείη τῇ λέξει. καὶ νῦν γοῦν ἐπιστάμενός τις, ἑλκώδεις κόπους ὀνομάζεσθαι πρός τε τῶν ἰατρῶν καὶ τῶν γυμναστῶν, ὅτ’ ἂν ἐν τῷ κινεῖσθαί τις ἢ ψαύειν τῶν κεκοπωμένων μορίων αἴσθησιν ἴσχῃ τοῖς ἡλκωμένοις μέρεσιν ὁμοίαν, ἐπινοῆσαι δυνήσεται τὸν ἰσχνῶς ὀξὺν πόνον εἰρῆσθαι τοιοῦτόν τινα τὸ εἶδος, οἷον κεντούσης βελόνης ὀξείας γίνεται. δῆλον οὖν ὅτι μηδὲ συνεχής ἐστιν οὗτος, ὥσπερ γε μηδὲ ὁμαλῶς ἐκτεταμένος ἁπάντῃ. τοῦτον οὖν αὐτόν φησι γλυκύτερον εἶναι, δέον ἀσθενέστερον εἰπεῖν, ἢ ἀμβλύτερον, ἢ οὐ σφοδρὸν, ἢ ἀνιαρὸν ἧττον, ἤ τι τοιοῦτον· τὸ γὰρ γλυκύτερον οὐδ’ ἐφ’ ἑνὸς τῶν ἀνιαρῶν λέγεται κυρίως. τὸ δὲ κνησμοῦ προσαγωγὸς, ἀδιαρθρώτως εἴρηται· διαφέρει γὰρ ἐναργῶς ἡ κνησμώδης αἴσθησίς τε καὶ διάθεσις τῆς ἑλκώδους· ἀλλ’ ἐπεὶ καὶ προηγεῖται πολλάκις ἡ κνησμώδης τῆς ἑλκώδους, ἐκλυομένης τε καὶ παυομένης τῆς ἑλκώδους, εἰς τὴν κνησμώδη μετάπτωσις γίνεται, διὰ τοῦτο συγκεχυμένως τε καὶ ἀδιορίστως ὑπὲρ αὐτῶν ὁ Ἀρχιγένης
108
ἔγραψεν, ὡς ἂν μηδὲ τὰς αἰτίας τῶν διαθέσεων ἀμφοτέρων ἀκριβῶς που διωρικώς. ἀλλ’ ἡμεῖς γε τελέως ἐξειργασάμεθα τὸν περὶ τούτων λόγον ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ. ὁ μὲν οὖν ἑλκώδης πόνος οὐκ ἐν μόνῳ τῷ δέρματι φαίνεται συνιστάμενος, ἀλλὰ καὶ διὰ τοῦ βάθους ἐκτεταμένος ἄχρι τῶν ὀστῶν· ὁ δὲ κνησμώδης ὄντως τῆς ἐπιφανείας μόνης ἐστὶν, οὐ πρώτως κατὰ τὸν ἴδιον αὐτῆς λόγον, ἀλλὰ κατὰ συμβεβηκὸς, ὅτι πυκνότερον τῶν ὑποκειμένων αὐτῷ τὸ δέρμα ἐστίν. διαθέσεως οὖν ἰδίας ἑκάτερος τῶν πόνων ἐστὶ σύμπτωμα, διὰ δριμύτητας μέν τινας γινόμενοι χυμῶν, ἀλλήλων δὲ διαφέροντες εἰς ὅσον κᾀκεῖναι· διώρισται δ’, ὡς ἔφην, ὑπὲρ αὐτῶν ἐν τοῖς ὑγιεινοῖς. ὁ δὲ νυγματώδης, φησὶ, πόνος τοῦ βάθους ἐστίν· οὐκ ὀρθῶς· ὑμένος γάρ ἐστιν, οὐ βάθους ἴδιος. ὁ δ’ ἐνερείδων, ὥς φησι, κόλπου πλησιάζοντος, ἀλόγως πάνυ τοῦτο γράψας· κοιλότης γάρ τίς ἐστιν ὁ κόλπος, ἐκ τοῦ διαστῆναι τὰ πλησιάζοντα πρότερον ἀλλήλοις γεγενημένη· καὶ τοίνυν ὅταν μὲν πληρωθῇ ῥεύματος, ὡς ἂν διατεινομένων τῶν περικειμένων σωμάτων, ὀδύνης 
109
αἰσθάνονται τονώδους οἱ κάμνοντες, οὐ κατὰ μῆκος ἐκτεταμένης ἐπὶ πλέον, ἀλλ’ ἰδίαν ἐχούσης περιγραφήν. ὅτ’ ἂν γὰρ ἐκκριθῇ πως ἐκ τοῦ κόλπου τὸ ὑγρὸν, ἀνώδυνοι παραχρῆμα γίνονται, πλὴν εἴ τινι τὰ περιέχοντα σώματα τὸν κόλπον ἐπὶ πλέον ἐκταθέντα τε καὶ διαταθέντα φλεγμονώδη διάθεσιν ἔσχεν. ταῦτα μὲν οὖν τὰ τῶν κόλπων ἴδια· τὸ δέ ὑπ’ Ἀρχιγένους εἰρημένον ἕτερον μέν τι τούτων ἐστὶν, ὁποῖον δέ τι νοήσας ἔγραψεν αὐτὸ, χαλεπὸν εὑρεῖν. καὶ μέν γε καὶ τὸ γεγραμμένον ἐφεξῆς ἴσην ἔχει τῷδε τὴν ἀπορίαν. ὁ διακεντῶν γὰρ, φησι, πόνος οὐκ ἐν βάθει τὴν ὑπόστασιν ἔχει· τοῦτο δὲ μάχεται καὶ αὐτῷ τῷ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως εἰρημένῳ τόνδε τὸν τρόπον· ὁ δὲ διακεντῶν τὰ μὲν πεπονθέναι τῶν ἐν τῷ τόπῳ διασαφεῖ, τὰ δὲ μή· τοῦτο γὰρ ἐγχωρεῖ καὶ διὰ βάθους ἐγγυτάτω γενέσθαι τῶν ὀστῶν καὶ κατὰ τὸ δέρμα κᾀν τῷ μεταξὺ, πάντως τοῦ τοιούτου πόνου διὰ δακνώδη χυμὸν γινομένου, διαβιβρώσκοντα τῶν αἰσθητικῶν τι σωμάτων. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως γεγραμμένον ὡδὶ, σπαράσσων δ’ ἐστὶν ὁ ἐν κόλποις συνιστάμενος,
110
εἰ μὲν τὸ σπαράσσων τὸ οἷον διασπῶν σημαίνει, ψεῦδός ἐστιν, ἥκιστα γὰρ ὑπάρχει τοῦτο τῷ κατὰ τοὺς κόλπους· εἰ δ’ ἄλλο τι καὶ μὴ τοῦτο, πόθεν ἄν τις εὑρεῖν αὐτὸ δυνηθείη; τὰ μὲν δὴ τῆς προγεγραμμένης ῥήσεως Ἀρχιγένους τοιαῦτα.

Μεταβῶμεν δ’ ἐφ’ ἑτέραν, διδάσκουσαν καὶ αὐτὴν ἐκ τῆς τῶν πόνων διαφορᾶς διάγνωσιν τῶν πεπονθότων μορίων· ἔστι δ’ ἡ ῥῆσις ἥδε· ὁ δὲ τοῦ ἥπατος ὅλκιμος, ἐμπεφυκὼς καὶ ναρκώδης ἐστὶ καὶ ἀτειρότερον ἐγκείμενος· ὁ δὲ τοῦ σπληνὸς οὐκ ὀξὺς, βάρος δ’ ἅμα καὶ διάτασιν ἔχει, ἀντεντεινομένῳ πρὸς ἔνθλιψιν καὶ ἀποπίεσίν τινα ἔξωθεν ἐπικειμένην ἐοικώς. νεφροὶ δὲ αὐστηρούς τε τοὺς πόνους ἐπιφέρουσι καὶ μετ’ ἐμμόνου σφίγξεως ἐπινύσσοντας. κύστις δὲ στύφουσι σφόδρα χρῆται τοῖς ἀλγήμασι καὶ σὺν διατάσεσιν νυγματώδεσιν· ὑστέρα δὲ ὀξέσι, διαΐσσουσι, νυγματώδεσι, διατείνουσιν, ἐμπίπτουσι στροφωδῶς· τοιούτῳ μίγματι πέφυκε πονεῖν, καθ’ ὃ καὶ ἀπορίαν τοῦ ἰδιώματος ἐμποιεῖ. ἐν ταύτῃ τῇ ῥήσει πάλιν ὁ

111
Ἀρχιγένης εὐθέως κατὰ τὴν ἀρχὴν ὅλκιμον εἶναί φησι τὸν πόνον τοῦ ἥπατος. ἔστι μὲν οὖν ἄηθες τοὔνομα τοῖς Ἕλλησιν τὸ ὅλκιμον, ὥστ’ οὐδὲ τί σημαίνει ῥᾴδιον εὑρεῖν· ἐκ γὰρ πολλῆς χρήσεως ἡ τῶν σημαινομένων εὕρεσις γίνεται· τοὺς δ’ οὖν χρησαμένους αὐτῷ τὸ γλίσχρον οἶδα δηλοῦντας, ὃ ὥσπερ ὁ ἰξός ἐστιν, ὥστε μέρους λαβόμενον ἕλκειν δι’ αὐτοῦ δύνασθαι τὸ συνεχές. οὕτω δὲ καὶ τὸ σταὶς ὅλκιμον εἴρηται τὸ τῶν πυρῶν, καὶ μάλιστα τὸ κάλλιστα πεφυραμένον· οὐχ ὅλκιμον δὲ τὸ τῶν κριθῶν καὶ τὸ τῆς κέγχρου. τό γε μὴν τοῦ ἥπατος ἄλγημα κατὰ τοῦτο τὸ σημαινόμενον οὔκ ἄν ποτε γένοιθ’ ὅλκιμον, ὥστ’ ἄλλό τι ζητητέον ἡμῖν ἐστιν. εἷς μὲν δή τις τῶν πρεσβευόντων τὴν Ἀρχιγένους αἵρεσιν ὅλκιμον ἔφησεν πόνον εἰρῆσθαι τὸν τοῦ ἥπατος, ἐπειδὴ καθέλκει φλεγμαῖνόν τε καὶ σκληρούμενον τὴν κλεῖν· ἕτερος δὲ τὸ χρονίζον· ἄλλος δὲ τὸ μέτριον· εἰσὶ δ’ οἳ τὸ βραδὺ, τοῦτο δ’ εἶναι τὸ ἀντικείμενον τῷ ὀξεῖ, καί φασι τὸ μὲν κατεπεῖγον καὶ σφοδρὸν, ὡς μηδεμίαν ἀνάπαυλαν ποιεῖσθαι, καλεῖν αὐτὸν ὀξὺ, τὸ δ’ ἐναντίον, ὅπερ ἐστι
112
τὸ βραδὺ, ὅλκιμον εἰρηκέναι· τινὲς δὲ τὸν βάρους ἔμφασιν ἔχοντα φασὶν εἰρῆσθαι ὅλκιμον ἤτοι βαρὺν πόνον· ὀνομάζεσθαι γὰρ ἐν τῇ συνηθείᾳ κατὰ τοῦ βάρους τὴν ὁλκήν. πολλὰ δὲ καὶ ἄλλα διαφόρως ἐξηγούμενοι λέγουσιν οἱ θαυμάζοντες ἃ μηδεὶς νοεῖ. τὸ μὲν οὖν ὅλκιμον ὄνομα, τὸ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως εἰρημένον, ὅτι μηδὲν ἡμᾶς διδάσκει, πρόδηλον ἤδη γέγονεν· ἐπισκεψώμεθα δ’ ἐφεξῆς, τί ποτ’ ἐστὶν ὁ ἐμπεφυκὼς πόνος, ἥπατος ἴδιος εἶναι καὶ αὐτὸς εἰρημένος. ἐμοὶ μὲν δὴ πιθανώτερον εἶναι δοκεῖ, τῷ διαΐσσοντι τὸν ἐμπεφυκότα κατ’ ἐναντίωσιν εἰρῆσθαι πρὸς αὐτοῦ· τί γὰρ ἂν ἄλλο τις ὑπολάβοι; καὶ μὴν εἴ τις ἄλλος πόνος εἰς συμπάθειαν ἄγει πολλὰ τῶν πέριξ σωμάτων, οὕτω καὶ ὁ τοῦ ἥπατος, ὅς γε καὶ μέχρι τῆς κλειδὸς ἐκτείνεται, καὶ δύσπνοιαν ἐπιφέρει πολλάκις, ἐνίοτε δὲ καὶ βῆχα καὶ δυσεντερίαν, εἴς γε μὴν τὰς νόθας πλευρὰς οὐκ ὀλιγάκις ἐναργῶς διικνεῖται· πῶς ἂν οὖν ἀληθῶς λέγοιτο κατὰ χώραν μένειν; ἆρ’ οὖν ἄμεινόν ἐστιν τὸν ἐμπεφυκότα πόνον εἰρῆσθαι δοκεῖν, τὸν οἷον ἐμπεπαρμένον; καὶ μὴν ἥκιστα τοιοῦτός ἐστιν ὁ τοῦ ἥπατος,
113
ὡς ἀρτίως ἐπιδέδεικται. ἐδείχθη δ’ ἔμπροσθεν, ὅτι μηδ’ ὁ ναρκώδης πόνος ἴδιός ἐστι μορίου τινὸς, ἀλλὰ διαθέσεως μᾶλλον· εἰ δὲ δὴ καὶ μορίου τινὸς, οὐδαμῶς ἥπατος, ἀλλ’, εἴπερ ἄρα, τῶν νευρωδῶν σωμάτων. ὁ δ’ ἀτειρῶς ἐγκείμενος μάχεται τῷ ναρκώδει, βίαιός τις ὢν καὶ συνεχής· ἔστι δ’ οὐ τοιοῦτος ὁ τοῦ ἥπατος, ἀλλὰ μᾶλλον βαρύς· οὐ μὴν οὐδὲ ὁ βαρὺς ἴδιος ἥπατος ἐξαιρέτως, ἀλλὰ κοινὸς σπληνὶ καὶ νεφροῖς φλεγμαίνουσιν. ὁ δ’ Ἀρχιγένης οὐκ οἶδα πῶς ἐπὶ μόνου τοῦ σπληνὸς ἐμνημόνευσεν τῆς τοιαύτης ἰδέας τοῦ πόνου, μηδ’ Ἱπποκράτους ἀκούσας εἰπόντος, καὶ ἐς νεφρὸν ὀδύνη βαρεῖα. τοῦτο μὲν οὖν ἔλαττον ἁμάρτημα, μέγιστον δὲ, ὅπερ εἴωθε ποιεῖν, ὀνόματα γράφων ἑτέρων αἰσθήσεων οἰκεῖα, καθάπερ καὶ νῦν ἐπὶ νεφρῶν μὲν τοὺς αὐστηροὺς πόνους, ἐπὶ κύστεως δὲ τοὺς στύφοντας· ἔστι γὰρ ταῦτα χυμῶν ὀνόματα, δι’ ὀργάνου μὲν τῆς γλώττης, αἰσθήσεως δὲ τῆς γευστικῆς διαγινωσκόμενα. γενικώτερον μὲν οὖν τι πρᾶγμα δηλοῦται πρὸς τῆς στῦφον φωνῆς, εἰδικώτερον δὲ 
114
πρός τε τῆς αὐστηρὸν καὶ στρυφνόν· ἄμφω μὲν γὰρ στύφει, μᾶλλον δὲ τὸ στρυφνὸν, οἷόν πέρ ἐστιν ἡ ὀμφακῖτις ὀνομαζομένη κηκίς· αὐστηραὶ δ’ εἰσὶ καὶ ῥοαὶ πολλαὶ καὶ τὰ κυδώνια μῆλα καὶ ἄλλα πάμπολλα τῶν ἐδωδίμων, ἀηδῆ γε μὴν τὰ στρυφνὰ, μὴ ὅτι τὰ φάρμακα μόνον, καθάπερ ὑποκιστὶς καὶ βαλαύστιον καὶ κηκὶς καὶ ῥοῦς, ἀλλὰ καὶ τῶν ἐδωδίμων ὅσα τοιαῦτα. διόπερ οὐδὲ νοῆσαι δυνατόν ἐστιν, ὁποῖόν τινα βούλεται τὸν αὐστηρὸν ἢ τὸν στρυφνὸν εἶναι πόνον ὁ Ἀρχιγένης, οὐ μᾶλλον ἢ τὸν κυανοῦν, ἢ τὸν ἐρυθρὸν, ἢ φαιὸν, ἤ τινα ἄλλον ἀπὸ τῶν χρωμάτων ὀνομαζόμενον. ὅπερ δέ τις ἔλεγεν τῶν Ἀρχιγενείων διδασκάλων, ἐπισκέψασθαι καιρός· ἐδόκει γὰρ αὐτῷ τὰς ἰδιότητας τῶν πόνων ἑρμηνεύειν ὁ Ἀρχιγένης φιλοτιμούμενος, ἀῤῥήτους κατά γε τἀληθὲς οὔσας, εἰς τὴν τοιαύτην ἀτοπίαν ἀφικνεῖσθαι τῶν ὀνομάτων· οὐκ εἰδὼς ὅτι μία μὲν ἑκάστη τῶν ποιοτήτων ἐστὶ ῥητὴ κατά τε τὴν ἁφὴν καὶ τὴν γεῦσιν, ἔνθα δ’ ἅμα πολλαὶ ποιότητες ἐμφαίνονται κατὰ μίαν οὐσίαν, ἐνταῦθα καὶ γενέσθαι συμβαίνει τὴν ἰδιότητα, καὶ μάλιστ’ ἐπὶ τῆς γεύσεως,
115
ὁπόταν, εἰ τύχοι, καὶ πικρότητός τε καὶ γλυκύτητος αὐστηρότητός τε καὶ δριμύτητος ἐμφαίνηταί τι κατὰ μίαν οὐσίαν· ἰδιότης γάρ τις οὕτως γίνεται περὶ τὴν γεῦσιν, ἄῤῥητος μὲν, εἴ τις ἐθέλοι δι’ ἑνὸς ὀνόματος αὐτὴν δηλῶσαι, ῥητὴ δ’, εἰ καθ’ ἑκάστην τῶν ποιοτήτων διέρχοιτο μετὰ τοῦ καὶ τὸ μᾶλλόν τε καὶ ἧττον οὐκ ἀδύνατον εἶναι προσδηλοῦν. οὕτω δὲ καὶ τὰς βοτάνας ἁπάσας τε καὶ τὴν ἄλλην ὕλην ἐδήλωσαν οὐκ ὀλίγοι τῶν ἰατρῶν, ἐξηγούμενοι τῶν ποιοτήτων ἑκάστην, ὅσαι ταῖς ἑρμηνευομέναις οὐσίαις ὑπάρχουσιν. ὥστε καὶ ὁ Ἀρχιγένης, εἰ μὲν ἑνὶ περιλαβεῖν ὀνόματι τὴν ὅλην ἰδιότητα τῆς οὐσίας ἐπεχείρει, παντάπασιν ἀμαθὴς ὑπῆρχεν, ὅπερ οὐ προσήκει λέγειν ἐπ’ Ἀρχιγένους· εἰ δὲ τὰς ἁπλᾶς ποιότητας, αὗται μὲν οὐκ εἰσὶν ἄῤῥητοι, τὸ δὲ ποσὸν ἐν αὐταῖς ἄῤῥητον μὲν ἀκριβεῖ μέτρῳ, ῥητὸν δ’ ὡς ἐν πλάτει. οὔκουν ἔτι χρὴ μηκύνειν, πεφηνυίας σαφῶς τῆς ἰδέας τῶν λόγων ᾗ χρῆσθαι δεῖ τὸν ἑρμηνεύειν ἐπιχειροῦντα τῶν αἰσθητῶν πραγμάτων ὁτιοῦν. ἴδια μὲν γὰρ ἔχομεν ἁπασῶν τῶν ἁπτῶν ποιοτήτων ὀνόματα, καθάπερ γε καὶ τῶν γευστῶν· ἴδια δὲ τῶν
116
ὁρατῶν, ὥσπερ καὶ τῶν ἀκουστῶν, καὶ χρῆσθαι προσήκει πᾶσιν αὐτοῖς, ὡς ἔθος ἐστὶν τοῖς Ἕλλησι, μήτε στύφοντα μήτ’ αὐστηρὸν ὀνομάζοντα πόνον, ἴδιαι γὰρ αὗται χυμῶν προσηγορίαι. καὶ πάμπολλοι πρὸ Ἀρχιγένους ἰατροὶ τὰς διαφορὰς τῶν πόνων γράψαντες οὐκ ἐτόλμησαν ἑτέροις ὀνόμασι χρήσασθαι τῶν συνηθῶν, ἃ καὶ παρ’ αὐτῶν τῶν καμνόντων ἐστὶν ἀκοῦσαι· καὶ γὰρ οὕτως ἀλγεῖν ποτε λέγουσιν, ὡς ὑπὸ βελόνης νύττεσθαι δοκεῖν· οὕτως αὖ πάλιν, ὡς ὑπὸ τρυπάνου τιτρᾶσθαι καὶ θλᾶσθαι δοκεῖν καὶ διασπᾶσθαι καὶ τείνεσθαι καὶ ἀνασπᾶσθαι καὶ κατασπᾶσθαι, καὶ βάρους τινὸς αἴσθησιν ἔχειν, ἐνίοτε μὲν ἐκκρεμαμένου τῶν ὑπερκειμένων, ἐνίοτε δ’ ἐγκειμένου τοῖς περιέχουσιν. τὰ μὲν οὖν τοιαῦτα πάντα συνετὰ, στύφοντες δὲ καὶ στρυφνοὶ καὶ αὐστηροὶ πόνοι τῶν ἀσυνέτων τε ἅμα καὶ ἀχρήστων εἰσίν· ὅπερ ἐχρῆν ἐννενοηκέναι τὸν Ἀρχιγένην, διδάσκειν γε βουλόμενον ἡμᾶς διαγνωστικοὺς γίνεσθαι τῶν πεπονθότων τόπων. εἰ μὴ γὰρ ἐξ ὧν οἱ κάμνοντες αὐτοὶ λέγουσι διαγνωσόμεθα, λῆρος ἂν εἴη μακρὸς ὁ περὶ τῶν ἀλγημάτων λόγος· εἰ δὲ παρ’ ἐκείνων
117
χρὴ πυνθάνεσθαι, τίνα τρόπον ἀλγοῦσι, λέγουσι δ’ οὐδέποτε στρυφνὸν ἢ αὐστηρὸν ἢ ἀτειρὸν ἢ ὅλκιμον πόνον, πάλιν ἄχρηστος τοιαύτη διδασκαλία. καὶ μὲν δὴ καὶ κατ’ ἐκεῖνον τὸν λόγον, ἐν ᾧ φασι τὰς ἰδιότητας τῶν πόνων ἐπιχειρεῖν ἑρμηνεύειν τὸν Ἀρχιγένην, τὸ τῆς τοιαύτης διδασκαλίας ἀδύνατόν τε ἅμα καὶ ἄχρηστον ἐμφαίνεται. πρῶτον μὲν ἄῤῥητός ἐστιν ἡ ἰδιότης πᾶσα κατ’ αὐτούς· εἰ δὲ τοῦτο, πάντως δήπου καὶ ἀδύνατον εἰς διδασκαλίαν ἐλθεῖν, ὡς ἂν μόνοις γινωσκομένην τοῖς αἰσθητῶς αὐτὴν ἐγνωκόσιν. ἔπειτα δὲ καὶ ἄγνωστος ἡμῖν τοῖς μὴ πεπονθόσιν ἐστὶν, εἰ μὴ ἄρα πάντ’ ἔπαθεν ὁ Ἀρχιγένης τὰ τοῦ σώματος μόρια· κᾂν συγχωρηθῇ δὲ τοῦτο, τίς ἂν πιστεύσειεν ὅτι καὶ πάντα τὰ κάθ’ ἕκαστον μόριον ἔπαθεν εἷς ἄνθρωπος; ὑποκείσθω δ’, εἰ βούλει, καὶ τοῦτο, καίτοι γ’ ἀδύνατόν ἐστιν· ἀλλ’ ὅτι κατὰ τὴν μήτραν οὐκ ἔπαθεν ὁ Ἀρχιγένης ἄντικρυς δῆλον· καὶ μὴν καὶ τὰς κατ’ αὐτὴν ἰδιότητας γράφει, μόναις ταῖς πεπονθυίαις γυναιξὶν γιγνωσκομένας· ὥστε με νὴ τοὺς θεοὺς, ἀπορεῖν πολλάκις, ἐκ τίνος ποτὲ λογισμοῦ τὴν ἀλλόκοτον
118
ταύτην ἐπετήδευσεν διδασκαλίαν, ἣν εἰ καὶ ἀληθεύειν τις ὑπόθοιτο, τό γε χρήσιμον οὐχ οἷόν τε συνυποθέσθαι, μηδενὸς τῶν νοσούντων ἑρμηνεύοντος ἃ πάσχει διὰ τῶν Ἀρχιγενείων ὀνομάτων· ἀσᾶσθαι μὲν γὰρ λέγουσι τὸν στόμαχον ἔνιοι τῶν νοσούντων, ὅπερ ἐστιν ἡμῖν διὰ τὸ πεπονθέναι σαφῶς δῆλον· ὥσπέρ γε καὶ τὸ ἀλύειν, καὶ γὰρ καὶ τοῦτο τῷ πεπονθέναι δῆλον· αὐστηρὸν δὲ πόνον, οὐδ’ εἰ πεπονθώς τις εἴη, νοῆσαι δύναται λεγόμενον ὑπ’ Ἀρχιγένους, ὡς ἂν οὐκ εἰδὼς καθ’ ὅτου ποτε πράγματος ἐπιφέρει τοὔνομα. τὸν μὲν γὰρ νυγματώδη καὶ διατείνοντα καὶ τοὺς ὁμοειδῶς αὐτοῖς λεγομένους, ἔτι δὲ μᾶλλον τὸν σφοδρὸν καὶ τὸν ἰσχυρὸν καὶ τὸν βίαιον καὶ τὸν συνεχῆ καὶ τὸν διαλείποντα νοοῦμεν ἅπαντες, ὡς ἂν ὑπὸ συνηθῶν τε τῶν ὀνομάτων ἑρμηνευομένους αὐτούς τε γινομένους ὁσημέραι παμπόλλοις· αὐστηρὸν δὲ καὶ στύφοντα καὶ ἀτειρὸν καὶ ὅλκιμον οὔτε λέγει τις οὔτ’ ἀκούων ἑτέρου λέγοντος νοεῖ. χρὴ δὲ καὶ τὸ πάθος εἶναι κοινὸν καὶ τὴν δηλωτικὴν αὐτοῦ προσηγορίαν συνήθη τοῖς ἀκούουσιν, ὥσπερ ἐπὶ τοῦ θλίβεσθαι τὸν στόμαχον, 
119
ὃ δὴ λέγουσιν πάμπολλοι τῶν ἀνθρώπων. οὕτως γὰρ οἷον ἔξωθέν τινος ἐπικειμένου βαρέος ἡ αἴσθησις ἡμῖν γίνεται πολλάκις ἔν τισι διαθέσεσιν τοῦ στόματος τῆς κοιλίας, ὃ δὴ καταχρώμενοι προσαγορεύουσι στόμαχον οὐχ οἱ πολλοὶ τῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ τῶν ἰατρῶν οἱ δοκιμώτατοι. καὶ μὴν καὶ κατὰ δεξιὸν ὑποχόνδριον ἐν τῷ σφοδρότερον ἀναπνεῖν αἴσθησίς ποθ’ ἡμῖν βάρους γίνεται, κᾀπειδὰν χωρὶς πυρετοῦ συμβῇ τοῦτο, δυοῖν θάτερον, ἢ ἔμφραξίν τινα κατὰ τὸ ἧπαρ ἢ σκιῤῥώδη διάθεσιν, ἢ γένεσιν ἀποστήματος εἶναι λογιζόμεθα, καθάπερ ὅτ’ ἂν φλεγμονὴ ᾖ, πυρετὸν ἐξ ἀνάγκης ἕπεσθαι. πάντα μὲν οὖν τὰ τοιαῦτα καὶ ῥητὰ καὶ σαφῆ καὶ γνώριμα πᾶσι τοῖς πρὸ Ἀρχιγένους ἰατροῖς ἐστιν, ἄνευ τῶν ἀλλοκότων ὀνομάτων διδασκόμενα· τῆς δ’ Ἀρχιγένους διδασκαλίας ἴδιον ἐξαίρετόν ἐστιν οὐ πραγμάτων ὑφήγησις καινῶν, ἀλλ’ ὀνομάτων οὐδὲν πρᾶγμα δηλούντων. τοιούτων ὀνομάτων καὶ τὴν περὶ τῶν σφυγμῶν ἐπλήρωσε πραγματείαν, οὐδ’ αὐτὴν δεομένην μεταφορᾶς
120
ὀνομάτων ἀκύρων, ὡς ἐπεδείξαμεν ἐν τοῖς περὶ σφυγμῶν ὑπομνήμασιν.