De locis affectis

Galen

Galen, De locis affectis

Οὐ μὴν αἱμωδίᾳ τι προσεοικὸς ὁ πόνος ἔχει τῶν ὑμενωδῶν σωμάτων, ὡς Ἀρχιγένης ἔγραψεν· ἴσμεν γὰρ ὅτι κατὰ τὸ στόμα μόνον, οὐδὲ τοῦτο σύμπαν, ἀλλὰ τοὺς ὀδόντας τε καὶ τὰ οὖλα γίνεταί τι πάθος, ὃ καλοῦμεν αἱμωδίαν, ὃ μηδὲ ἑρμηνεῦσαι λόγῳ δυνατόν ἐστι, ἀλλ’ ἐκ τοῦ προηγήσασθαι μὲν ἐδωδὴν ἐδεσμάτων αὐστηρῶν τε καὶ ὀξέων, ἀκολουθῆσαι δέ τι πάθος ἐν τοῖς ὀδοῦσι καὶ τοῖς

87
οὔλοις, ἐπιστεύσαμεν ἅπασι γίνεσθαι ταὐτὸν, ὁρῶντες ἐν τοῖς πλείστοις ὁμοιοπαθεῖς ἡμᾶς ὑπάρχοντας, ὡς ἀπὸ τῶν αὐτῶν αἰτίων πάσχειν τὰ αὐτά. τὸν μὲν οὖν τοιοῦτον πόνον ἐν τῷ στόματι μόνον ἴσμεν γινόμενον, ἄλλους δέ τινας ὧν Ἀρχιγένης ἔγραψεν μὴ ὅτι γνωρίσαι γινομένους δυνατὸν, ἀλλὰ μηδὲ νοῆσαι λεγομένους, οἷον τὸν ὅλκιμον, ἢ τὸν αὐστηρὸν, ἢ τὸν γλυκὺν, ἢ τὸν ἰσχνῶς ὀξὺν, ἢ τὸν ἁλυκὸν, ἢ τὸν γλίσχρον, ἢ ἀτειρὸν, ἢ τὸν στύφοντα. τοιαῦτα γὰρ ὀνόματα καὶ κατὰ τὴν περὶ τῶν σφυγμῶν πραγματείαν ἔγραψεν, οὐδὲν διδάξαι δυνάμενα τὸν ἀκούοντα, διὰ τὸ πᾶσαν ἐπιστημονικὴν διδασκαλίαν ὀνομάτων δεῖσθαι κυρίων· εἰ μὲν περὶ χυμῶν διαλεγοίμεθα, καὶ ὅλως περὶ τῶν τῆς γλώττης ἰδίων αἰσθητῶν, αὐστηρὸν ἡμῶν λεγόντων καὶ στρυφνὸν καὶ στύφοντα καὶ δακνώδη καὶ ἁλμυρὸν καὶ γλυκὺν καὶ πικρόν· εἰ δὲ περὶ τῶν ἁπτῶν, ὑγρὸν σῶμα καὶ ξηρὸν καὶ θερμὸν καὶ ψυχρὸν καὶ τραχὺ καὶ λεῖον καὶ μαλακὸν καὶ σκληρὸν, ὀξύ τε καὶ ἀμβλύ· καθάπερ γε καὶ εἰ περὶ τῶν ὁρατῶν, ἐρυθρὸν καὶ ξανθὸν καὶ μέλαν καὶ λευκὸν καὶ φαιὸν
88
ἤ τι τοιοῦτον ἕτερον. εἰ δ’ ὑπαλλάττοι τις αὐτῶν τὰς προσηγορίας, ἀσύνετα τοῖς ἀκούουσιν ἐρεῖ, καθάπερ ἐπὶ τοῦ στύφοντος ἢ αὐστηροῦ πόνου. τὸν μὲν γὰρ γλυκὺν οὐδ’ ἐπινοῆσαι δυνατὸν, ἀνιῶντος μὲν ἀεὶ τοῦ πόνου τὸν πάσχοντα, πάντων δὲ τῶν γλυκέων ἡδέων ὄντων. ὅτι μὲν οὖν φιλόπονος εἰς τὰ τῆς ἰατρικῆς ἔργα γέγονεν ὁ Ἀρχιγένης, ἀληθέστατόν ἐστιν· ὅπως δὲ εἰς τὰ τοιαῦτα τῶν ὀνομάτων ἐκφέρεται, πολλάκις μὲν ἐσκεψάμην, εὑρεῖν δ’ οὐκ ἠδυνήθην.

Ὅσον οὖν ἐν αὐτοῖς ἐστι σαφὲς, ἐπισκεψώμεθα, καθάπερ ὀλίγον ἔμπροσθεν ἐπὶ τοῦ ναρκώδους πόνου. δίκαιον γάρ ἐστι τὰ μὲν ἀσαφῆ τῶν ὀνομάτων ἐν ἀδήλῳ καταλιπεῖν, ἄχρηστα νομίζοντας, καθάπερ εἰ μηδ’ ὅλως ἐγέγραπτο· τὰ δὲ σαφῆ κρίνειν οὐ τῷ λόγῳ μόνον, ἀλλὰ πολὺ πρότερον ἔτι τῇ πείρᾳ. χαλεπὸν δὲ τὸ τοιοῦτον κριτήριον, ὡς ἂν ἑτέροις πολλάκις ἀναγκαζομένων ἡ μῶν πιστεύειν, οὔτε παρακολουθοῦσιν σαφῶς οἷς πάσχουσιν διὰ μαλακίαν ψυχῆς, οὔτ’, εἰ καὶ παρακολουθοῖεν, ἑρμηνεῦσαι δυναμένοις, 

89
ἢ τῷ μηδ’ ὅλως οἵους τ’ εἶναι λόγῳ δηλῶσαι περὶ ὧν πάσχουσιν, οὐ γὰρ μικρᾶς δυνάμεως τὸ τοιοῦτον, ἢ τῷ μηδ’ εἶναι ῥητὸν αὐτό. καταλείπεται τοίνυν αὐτὸν πεπονθέναι τὸν μέλλοντα γράψειν ἑκάστου τῶν ἀλγημάτων τὴν ἰδέαν, ἰατρόν τε ὄντα καὶ ἄλλοις ἑρμηνεῦσαι δυνατὸν, ἑαυτῷ τε παρηκολουθηκότα μετὰ φρονήσεως, ἡνίκ’ ἔπασχεν, ἄνευ μαλακίας ψυχῆς. οὐ μὴν ἅπαντά γε τὰ πάθη καθ’ ὅλον ἑαυτοῦ τὸν βίον ἔπαθέν τις, εἰ καὶ νοσωδέστατος εἴη· διὸ καὶ θαυμάζω, τὰς ἰδιότητας αὐτῶν ἀναγιγνώσκων, ὅσας ἔγραψεν ὁ Ἀρχιγένης· ὡς γὰρ αὐτὸς ἅπαντα πεπονθὼς διηγεῖται, καίτοι γ’ οὐ πάνυ τι νοσώδης γενόμενος· εἰ δὲ καὶ καθ’ ἕν τι μόριον τοῦ σώματος ἀσθενὴς καὶ νοσώδης ἦν, ἀλλ’ οὔπω γε πάντα, καθάπερ οὐδ’ ἄλλος τις οὐδεὶς ἀνθρώπων. οὐδὲ γὰρ ἂν εὕροις τὸν αὐτὸν ἄνθρωπον ἅμα τε κεφαλὴν ἀσθενῆ καὶ θώρακα καὶ πνεύμονα καὶ ἧπαρ καὶ σπλῆνα καὶ γαστέρα καὶ νῆστιν καὶ κῶλον καὶ κύστιν, ἕκαστόν τε τῶν ἄλλων. ἔοικεν οὖν ἐπινοίαις τισὶν ἰδίαις λογικαῖς, ἢ τῇ πείρᾳ τῶν πεπονθότων, ὁ Ἀρχιγένης
90
ἀποπιστεῦσαι, διηγουμένων ὡς ἠδύναντο τὰς διαφορὰς τῶν ἀλγημάτων.

Ἵν’ οὖν τι πλέον ἔχωσι καὶ παρ’ ἡμῶν οἱ φιλομαθεῖς, αὐτὰς ῥήσεις αὐτοῦ παραθέμενοι, ὅσα μὲν ἀληθῆ τ’ ἐστὶν ἅμα καὶ σαφῆ, ταῦτ’ ἐκλέξας μόνα, πιστεύειν αὐτοῖς ἀξιώσω τοὺς ἀσκουμένους κατὰ τὴν τέχνην· ὅσα δ’ οὐ τοιαῦτα, παρέρχεσθαι συμβουλεύσω. μεμψάμενος οὖν ὁ Ἀρχιγένης τῷ Ἀσκληπιάδῃ τὸ μὲν πεπονθὸς νεῦρον ἐν ταῖς ἀρθρίτισιν ἀνώδυνον εἶναι λέγοντι, διότι μηδ’ ὅλως αἰσθάνεται, τὴν δ’ ἀπαθῆ σάρκα τῇ γειτνιάσει θλιβομένην ὀδυνᾶσθαι, μετὰ ταῦτα γράφει κατὰ λέξιν οὕτως· τὰ δ’ ἀγγεῖα στερεῶς ἐπιθλιβόμενα τὰς ἄνευ φλεγμονῆς κεφαλαλγίας ἐπέχει, ὥσπερ ἐμπτώσεώς τινος εἰς αὐτὰ κωλυομένης· καὶ ὁ βαρβαρικὸς διάδεσμός, τότε μάλιστα ἀνύει. τὰς δὲ σφακελώδεις ἑτεροκρανίας ἡ διακοπὴ αὐτῶν, καὶ μᾶλλον ἡ τῆς ἀρτηρίας, περιγράφει. ἥτις καὶ σφυγμώδη καθηγουμένη καὶ διαΐσσοντα τὸν πόνον ἐμβάλλει, καὶ στρογγύλλεται ὑποφρίσσουσα ἐπισήμως, ὥσπερ αἱ μὲν φλέβες οἷον ἀποκιρσοῦνται,

91
τὰ δὲ νεῦρα διατείνεταί τε καὶ σκληρύνεται συστρεφόμενα. καὶ ταῦτα μὲν ναρκώδεις ἐπιφέρει τοὺς πόνους, καὶ σκληρῶς διατείνοντας καὶ βυθίους καὶ ἐμπεπαρμένους καὶ στενοχωρίας πλήρεις καὶ ἥκιστα κεχυμένους· οἱ δ’ ὑμένες καὶ ἐπὶ πλάτος διήκοντας αὐτοὺς παρέχουσιν, καὶ ἀνωμάλους, ὥστε καὶ αἱμωδίᾳ τι προσεοικὸς ἔχειν, τὴν τῆς ἀναδόσεως τραχύτητα. πονεῖ δὲ πολλάκις οὕτω καὶ ἡ ἐπιφάνεια καὶ οἱ μεταξὺ τῆς σαρκὸς ὑμένες, οἳ καὶ τοὺς διασπῶντας πόνους ἐπιφέρουσι. τοὺς δὲ ἀπὸ τῶν περὶ τὰ ὀστέα προστυπεῖς εὑρήσεις, ὡς αὐτῶν δοκεῖν τῶν ὀστέων ὄντας. αἱ φλέβες δὲ βαρεῖς καὶ καθέλκοντας καὶ ὁμαλῶς ἐμπεπλασμένους ἐπιφέρουσιν αὐτοὺς, αἱ δὲ σάρκες κεχυμένους τε καὶ χαλαρωτέρους· διὸ φαίνονται μηδ’ ἐπὶ πολὺ ἐκτεινόμεναι, ὡς ἐμπλεούσης τραχύμασί τισι δοκεῖν τῆς αἰσθήσεως. οἱ μύες δὲ σαρκός τι καὶ νεύρου μίγμα τῶν ἰδιωμάτων, ἀμέλει καὶ τῆς ἀρτηρίας, ἐν τοῖς πόνοις ἀναφέρουσιν, σφριγῶντες, ὡς ἂν εἴποι τις, καὶ μετ’ εὐρυχωρίας διατεινόμενοι καὶ ναρκῶδες σφύζοντες. τῶν
92
δ’ ἄλλων ὁ μὲν ἑλκώδης πόνος καὶ ἐν ἕλκεσιν ὁ ἰσχνῶς ὀξὺς, καὶ οὐχ ἥκιστα ὁ γλυκύτερος καὶ κνησμοῦ προσαγωγὸς, ἐπιφανείας ἔοικεν ὤν· ὁ δὲ νυγματώδης τοῦ βάθους· ὁ δὲ ἐνερείδων κόλπου πλησιάζοντος· ὁ δὲ διακεντῶν τὰ μὲν πεπονθέναι τι τῶν ἐν τῷ τόπῳ διασαφεῖ, τὰ δὲ μὴ, οὐκ ἐν βάθει τὴν ὑπόστασιν ἔχων· σπαράσσων δέ ἐστιν ὁ ἐν κόλποις συνιστάμενος. αὕτη μὲν ἡ πρώτη ῥῆσίς ἐστιν Ἀρχιγένους ἐκ τοῦ πρώτου τῶν πεπονθότων τόπων, ἐπιχειροῦντος διδάσκειν, ὅπως ἄν τις εὑρίσκοι τὰ πεπονθότα μέρη, τῇ τῶν πόνων διαφορᾷ προσέχων τὸν νοῦν. ἐπισκεψώμεθα δ’ ἀπ’ ἀρχῆς αὐτὴν μὴ παρέργως. τὰς σφακελώδεις, φησὶν, ἑτεροκρανίας ἡ διακοπὴ τῶν ἀγγείων περιγράφει. τίνας μὲν οὖν λέγει τὰς σφακελώδεις, χαλεπὸν εὑρεῖν, οὐδὲ γὰρ ὡμολόγηται τῆς σφάκελος φωνῆς τὸ σημαινόμενον, ἐνίων μὲν ὀδύνην λεγόντων μεγάλην δηλοῦσθαι, τινῶν δὲ φλεγμονῆς ὑπερβολὴν τηλικαύτην, ὡς ἐπιφέρειν κίνδυνον φθορᾶς τοῦ μέρους, ὅπερ ἔνιοι γάγγραιναν ὀνομάζουσιν· ἐνίων δὲ τὴν φθορὰν αὐτὴν τοῦ πάσχοντος μορίου σφάκελον ὀνομάζεσθαι
93
φασκόντων· ἄλλων δὲ σπασμόν· ἄλλων τ’ οὐχ ἁπλῶς σπασμὸν, ἀλλὰ τὸν ἐπὶ φλεγμονῇ νευρωδῶν σωμάτων· ἐνίων τ’ οὐ τὸν ἤδη γινόμενον σπασμὸν, ἀλλὰ τὸν προσδοκώμενον ἐπὶ μεγέθει φλεγμονῆς· ἐνίων δ’ ἁπλῶς τάσιν ἰσχυράν· ἄλλων δὲ σηπεδόνα. τὸ μὲν δὴ σφακελῶδες ὄνομα, τὸ κατὰ τὴν προγεγραμμένην ῥῆσιν ὑπὸ Ἀρχιγένους εἰρημένον, εἰς τοσοῦτον ἀσαφείας ἥκει, ὡς μηδὲν δηλοῦν, μηδ’ ἐξήγησιν ὀνομάτων ἰατρικῶν ἐν ἑτέρᾳ πραγματείᾳ γράψαντος αὐτοῦ. τὸ δὲ περιγράφει τάχ’ ἄν τις ὑπονοήσειεν εἰρῆσθαι τὸ οἷον ταχέως ἢ παντελῶς ἰᾶται, καὶ κείσθω γ’ οὕτως εἰρῆσθαι. τί γὰρ ἄν τις πάθοι νοεῖν ὀρεγόμενος ἃ μηδ’ ὁ γράψας αὐτὸς ἐσπούδασε νοῆσαι; σφυγματώδη οὖν καὶ διαΐσσοντα τὸν πόνον ἐμβάλλειν φησὶν τὰς ἀρτηρίας, ὅταν αὗται δηλονότι πρωτοπαθῶσι κατὰ τὰς σφακελώδεις ἑτεροκρανίας. τὸν μὲν οὖν σφυγματώδη πόνον ἐξήγημαι πρόσθεν, ὁποῖός τίς ἐστιν, ὄντα καὶ πρὸ τῆς ἐμῆς ἐξηγήσεως ἅπασι τοῖς ἰατροῖς γνώριμον, οἵ γε καὶ σύμπτωμα αὐτὸν εἶναί φασι φλεγμονῶν μεγάλων. 
94
ὁ δὲ διαΐσσων πόνος ἐστὶν, ὅταν ὥσπερ ἀπὸ ῥίζης ἀρχόμενος τοῦ πρωτοπαθοῦντος μορίου φέρηται ταχέως εἰς τὰ παρακείμενα, καὶ συμβαίνει τοῦτο ταῖς σφοδροτάταις οὐχ ἑτεροκρανίαις μόνον, ὡς Ἀρχιγένης ἐμνημόνευσιν, ἀλλὰ καὶ ταῖς κεφαλαίαις ὀνομαζομέναις. καὶ γὰρ ἐπ’ ἐκείνων ἐνίοτε φανερῶς αἱ ἀρτηρίαι πρωτοπαθοῦσαι τοιοῦτον ἔχουσι τὸν πόνον, οἷον εἶπον ὁ Ἀρχιγένης, ὥσθ’ ὁμολογεῖν ἐνίους, αἰσθάνεσθαι τῶν ἀγγείων αὐτῶν ἀλγούντων, ὅπερ ἑρμηνεῦσαι βουλόμενος στρογγύλλεσθαι τὴν ἀρτηρίαν ὑποφρίσσουσαν ἔφη. πότερον οὖν ὥσπερ τὰς ἀρτηρίας ἐν ταῖς σφακελώδεσιν ἑτεροκρανίαις οὕτω πάσχειν ἔφη, κατὰ τὸν αὐτὸν τρόπον ἀκούσει τις αὐτοῦ καὶ περὶ τῶν φλεβῶν, ὡς κατὰ τοῦτο τὸ νόσημα μόνον οἷον ἀποκιρσουμένων; ἢ κοινὸν σύμπτωμά ἐστι φλεβῶν ὁπωσοῦν πασχουσῶν, ἢ φλεγμαινουσῶν μόνον; καθ’ ὅσον μὲν γὰρ συνάπτει τῷ περὶ τῶν ἀρτηριῶν λόγῳ τὸν περὶ τῶν φλεβῶν, ἐπὶ ταὐτοῦ πάθους εἰκὸς ὑπολαμβάνειν ἐστὶν γίγνεσθαι τοὺς λόγους αὐτῷ· καθ’ ὅσον δ’ ἐφεξῆς ὑπέρ τε τῶν νεύρων γράφει καθόλου καί τινων ἄλλων μορίων τοιούτων, μὴ
95
συνάπτων ἑνὶ νοσήματι τὸν ὑπὲρ αὐτῶν λόγον, κατὰ τοσοῦτον αὖ πάλιν ὡσαύτως καὶ αὐτῷ ὑπονοήσεις λελέχθαι περὶ τῶν φλεβῶν. ἄμεινον δ’ ὡς ἐν ἀδήλοις, ἐπὶ μὲν τῆς ἡμικρανίας ἡγεῖσθαι τῶν φλεβῶν αὐτῶν ἅμα ταῖς ἀρτηρίαις μνημονεύειν, ἁπλῶς δὲ τῶν ἄλλων ὀργάνων, ἄνευ πάθους τινὸς ἀφωρισμένου κατά τε τὰ νεῦρα καὶ τὰ τούτων ἐφεξῆς, ἐν οἷς πάλιν ἔφη τὰς φλέβας δὲ βαρεῖς καὶ καθέλκοντας καὶ ὁμαλῶς ἐμπεπλασμένους ἐπιφέρειν τοὺς πόνους. ταυτὶ μὲν οὖν ἀμφιβολίαν ἔχει τινά· τὸ δ’ ἐφεξῆς εἰρημένον, ἔνθα φησίν· τὰ δὲ νεῦρα διατείνεταί τε καὶ σκληρύνεται συστρεφόμενα· φανερῶς ἀποχωροῦντος μέν ἐστι τῆς τῶν ἑτεροκρανιῶν διαθέσεως, ἀποφαινομένου δὲ καθόλου περὶ νεύρων ὁπωσοῦν πασχόντων. ἔστι δὲ τοῦτο φανερῶς ψεῦδος· οὐ γὰρ ἅπαν πάθος νεύρων σκληρύνει καὶ συστρέφει τὴν οὐσίαν αὐτῶν, ἀλλ’ ἔστιν ἃ καὶ χαλαρὰ ποιεῖ τὰ νεῦρα, καθάπερ ἀτροφία σαφῶς· ἀλλὰ καὶ πολλάκις οὐδεμίαν αἰσθητὴν ἔχοντα διαφορὰν, ἀλλ’ ἀκριβῶς ἐοικότα τοῖς ὑγιαίνουσιν, οὔτ’ αἰσθήσεως
96
οὔτε κινήσεώς τι χορηγεῖ τοῖς ὑποτεταγμένοις σώμασιν. ἴσως οὖν ἐν μόναις ταῖς φλεγμοναῖς, ἢ τοῖς φλεγμονώδεσι νοσήμασιν, ἢ τοῖς παρὰ φύσιν ὄγκοις πᾶσιν, ἔφη σκληρύνεσθαί τε καὶ συστρέφεσθαι τὰ νεῦρα· καίτοι ἐν τούτοις ἐναργῶς φαινόμενόν ἐστι τὸ τείνεσθαι τὰ νεῦρα, καὶ γὰρ καὶ αὐτοῖς τοῖς κάμνουσι καὶ ἡμῖν τοῖς ὁρῶσιν αὐτὰ φαίνεται τεινόμενα, διὸ καὶ σπασμοὶ καὶ τέτανοι μὴ θεραπευθεῖσιν αὐτοῖς ἕπονται. καὶ κοινὸν ἔοικε τοῦτ’ εἶναι σύμπτωμα τῶν εἰς ὄγκον αἰρομένων ἁπάντων, τὸ τείνεσθαι· τεθεάμεθα γὰρ ἤδη καὶ ἀρτηρίας καὶ φλέβας φλεγμαινούσας ἐναργῶς τεταμένας· τὰς μὲν, ὅταν ἐν ἄκρῳ τῷ κώλῳ φλεγμονῆς γενομένης ἐπαρθῇ βουβὼν, οὐκ ὀλιγάκις γὰρ ἐναργῶς ὤφθη τεταμένον ὅλον τὸ ἀγγεῖον ἐρυθρότερόν τε καὶ θερμότερον, ὀδυνηρότερόν τε ψαυόντων γεγονὸς, ὡς εἶναι πρόδηλον, ὅτι φλεγμαίνει σύμπαν, ἀρξάμενον ἀπὸ τοῦ πρωτοπαθήσαντος μορίου μέχρι τῆς μασχάλης καὶ βουβῶνος. καὶ καλῶς ὑπὸ τῶν ἰατρῶν εἴρηται σχεδὸν ἁπάντων, ἔρευθος καὶ τάσις καὶ ἀντιτυπία καὶ ὄγκος καὶ ὀδύνη τοῖς φλεγμαίνουσι μέρεσι συμβαίνειν· ὁ σφυγμὸς δ’ οὐχ ἅπασιν, ὡς εἴπομεν,
97
ἀλλ’ ἐν οἷς ἀρτηρίαι τέ εἰσιν αἰσθηταὶ, καὶ τὸ μόριον εἰ αἰσθητικὸν ᾖ, ἀξιόλογός τε κατὰ τὸ μέγεθος ἡ φλεγμονή· τηνικαῦτα γὰρ οἱ κάμνοντες αἰσθάνονται σφυγμώδους ὀδύνης, κᾂν μηδὲν αἰσθητὸν ἀγγεῖον ᾖ κατ’ αὐτὸ πάσχον σῶμα. τάχ’ οὖν ἐοήσεταί τις με τὰ καθ’ ἕκαστον ὄργανον ἴδια συμπτώματα· λέλεκται δ’ ἤδη καὶ πρόσθεν καὶ οὐχ ἅπαξ, ὡς ἡ βλάβη τῆς οἰκείας ἐνεργείας ἴδιον ἑκάστου μορίου σύμπτωμά ἐστιν, ὁποία ποτ’ ἂν ᾖ κατ’ εἶδος· οὔτε δ’ ἄλλο τι σύμπτωμα ἐξ ἀνάγκης αὐτοῖς οὔθ’ αἱ διαφοραὶ τῆς βλάβης ὑπάρχουσιν, ἀλλὰ κατὰ τὴν ἰδέαν τε καὶ μέγεθος τοῦ πάθους αἱ διαφοραὶ μὲν ἐξαλλάττονται, τὸ δὲ εἶδος, ἢ τὸ γένος, ἢ ὅπως ἂν ἐθέλῃ τις ὀνομάζειν, ἀεὶ διαμένει τοῦ συμπτώματος, ὃ κατὰ τὴν βεβλαμμένην ἐνέργειάν ἐστι. καὶ πλεονάσαι γε κάλλιον ἦν Ἀρχιγένει κατὰ τοῦτο περιλαβόντι μεθόδῳ τὸ σύμπαν, ἐπειδὴ καὶ τοῖς ἄλλοις ἠμέληται· γέγραπται δ’ ὑφ’ ἡμῶν ἐν πολλαῖς ἄλλαις πραγματείαις οὐκ ὀλίγα τῶν τοιούτων, ὥσπερ ἀμέλει καὶ νῦν εἰρήσεται διὰ τῶν ἐφεξῆς, ὅσα μὲν ἑτέρωθι τελείως ἐξειργασάμεθα, συντομώτερον, ὅσα δὲ
98
διὰ βραχυτέρων ἐν ἄλλοις ἐῤῥέθη, μακρότερον ἐνταῦθα διερχομένων ἡμῶν αὐτά. νυνὶ δὲ τὰς ὑπολοίπους τῶν πόνων διαφορὰς ἐπέλθωμεν, ὅσων ἐμνημόνευσεν ὁ Ἀρχιγένης ἐν τῇ προγεγραμμένῃ ῥήσει. τὸ μὲν δὴ ναρκώδεις γίνεσθαι τοὺς πόνους τοῖς νεύροις, ὅπως ἡμάρτηται, καὶ ὡς οὐκ ἔστι μορίου τινὸς ἴδιον ἡ νάρκη πάθος, ἀλλ’ αἰτίας τε καὶ διαθέσεως, ἔμπροσθεν εἴρηται· τὸ δὲ σκληρῶς διατείνοντας ἐπ’ αὐτοῖς γίνεσθαι τοὺς πόνους, ὀρθῶς εἴρηται, καὶ κάλλιόν γ’ ἂν ἦν τὸ ἁπλῶς εἰρημένον, ἄνευ τοῦ σκληρῶς. διατείνοντες γάρ εἰσιν ἱκανῶς ἑκατέρωσε τῶν νεύρων οἱ πόνοι, διότι καὶ τείνεται πρὸς ἄμφω τὰ πέρατα, τό τε τῆς πρώτης ἀρχῆς καὶ τὸ τῆς ἐσχάτης τελευτῆς, ὥσπερ ἐν ταῖς κιθάραις αἱ χορδαὶ, καὶ ῥήγνυνταί γε πολλάκις ἐν αὐταῖς αἱ σφοδρῶς τεταμέναι, καὶ διὰ τοῦτ’ ἀποτιθέμενοι μετὰ τὸ χρήσασθαι τοῖς ὀργάνοις οἱ κιθαρισταὶ τὰς χορδὰς ἀνιᾶσι. καὶ μὲν δὴ καὶ ὅτι τείνονται σαφῶς ὑπὸ τῶν ἐναντίων αἰτίων τε καὶ διαθέσεων, οὐδεὶς ἀγνοεῖ, κᾂν ὑγρὸν ᾖ τὸ περιέχον, ὥστε καὶ διαβρέχειν αὐτὰς καὶ πληροῦν, κᾂν ξηρὸν ἱκανῶς· εἰς ἰσχάτην γὰρ 
99
ἀφικνούμεναι τάσιν ἐν ἑκατέρᾳ κράσει τοῦ περιέχοντος, εἰκότως ῥήγνυνται. καλῶς οὖν ὁ Ἱπποκράτης τοὺς σπασμοὺς τῶν νεύρων ἐπὶ πληρώσει τε καὶ κενώσει γίνεσθαί φησι, τάσεις ἀμέτρους οὔσας δηλονότι τῶν νεύρων. τὸ δὲ βυθίους εἷναι τοὺς πόνους αὐτῶν, ἀπὸ τῶν συμβεβηκότων εἴληπται τοῖς πλείστοις τῶν νεύρων. ἐπειδὴ γὰρ ἀεὶ πρῶται μὲν ἐπιπολῆς εἰσιν αἱ φλέβες, ἐφεξῆς δ’ αὐτῶν αἱ ἀρτηρίαι, καὶ μετὰ ταύτας τὰ νεῦρα, διὰ τοῦτ’ ἐν βάθει τῆς τάσεως αὐτῶν οἱ κάμνοντες αἰσθάνονται· τένοντές γε μὴν πολλοὶ, νευρώδη σώματ’ ὄντες, ὑπ’ ἐνίων ἄντικρυς ὀνομαζόμενοι νεῦρα, τοὺς πόνους οὐ βυθίους, ἀλλ’ ἐπιπολῆς ἔχουσιν, ὅταν καὶ αὐτοὶ τύχωσιν οὕτως τεταμένοι, καθάπερ οἱ τοὺς δακτύλους ἐκτείνοντες· εἰσὶ δ’ ἀμέλει καὶ οἱ κάμπτοντες αὐτοὺς ἐπιπολῆς μὲν, ἀλλ’ οὐχ ὁμοίως τοῖς ἐκτείνουσιν. ὁ δ’ Ἀρχιγένης τοὺς πόνους τῶν νεύρων ἐμπεπαρμένους εἶναί φησι, ὑπάρχοντος τοῦ τοιούτου τῆς ὀδύνης εἴδους τῷ κώλῳ μᾶλλον, ὡς ἔμπροσθεν εἶπον· ἐγγίγνεται δὲ καὶ ὠτὶ μετά τινος σφυγμοῦ, καὶ τῶν ὀδόντων ταῖς μύλαις, ἔστι δ’ ὅτε καὶ
100
τοῖς ὀφθαλμοῖς, ἥκιστα δὲ τοῖς νεύροις ἐμπεπαρμένος ὑπάρχει πόνος· ἐκτείνεται γὰρ ἐπὶ πλεῖστον ἑκατέρωσε μέχρι τῶν ἄνω τε καὶ κάτω τοῦ ζώου μορίων. τὸ δ’ ἐφεξῆς εἰρημένον ὑπὸ τοῦ Ἀρχιγένους, ὅτι καὶ στενοχωρίας πλήρεις ἔχει τὰ νεῦρα τοὺς πόνους, κακοζήλως μὲν εἴρηται τῇ λέξει· δηλοῖ δ’ οὐδὲν πλέον τοῦ μετ’ αὐτὸ, καθ’ ὅ φησι, καὶ ἥκιστα κεχυμένους· τῷ γὰρ ὄντι, κεχυμένους ἥκιστα, τοῦτ’ ἔστιν εἰς πλάτος ἐκτεταμένους οὐκ ἔχει τοὺς πόνους τὰ νεῦρα, ἀλλὰ κατὰ περιγραφήν τινα μᾶλλον, ἄνω τε καὶ κάτω τῆς τάσεως αὐτῶν διηκούσης, καὶ μᾶλλόν γ’ ἄνω μέχρι τῆς κεφαλῆς· καὶ τότε πρῶτον αὐτοῖς καὶ σπασμοὶ καὶ τέτανοι τοῦ παντὸς ἕπονται σώματος, οὐδενὸς τοιούτου συμβαίνοντος οὐδεμιᾷ τάσει νεύρου, πρὶν ἅψασθαι τῆς κεφαλῆς αὐτῆς. ἐφεξῆς δὲ τοῖς εἰρημένοις ὁ Ἀρχιγένης ἔγραψεν περὶ τῶν ὑμένων, ὅτι μὲν ἐπὶ πλάτος αὐτοῖς διήκουσιν οἱ πόνοι, πασχόντων αὐτῶν, ἀληθεύων· ὅτι δ’ αἱμωδίᾳ τι προσεοικὸς ἔχουσιν, οὐκ ἔτι ἀληθεύων, ὡς ἔμπροσθεν εἴρηται. τό γε μὴν ἀνωμάλους εἶναι τοὺς πόνους τῶν ὑμένων, οὐ διὰ παντὸς ἀληθὲς, ὅπου γε
101
τοὐναντίον ἀληθὲς μᾶλλόν ἐστιν· ἐοίκασι γὰρ κατὰ μὲν τὸν αὐτῶν λόγον ὁμαλοὺς ἐπιφέρειν τοὺς πόνους, ἐπειδὴ καὶ τὸ σῶμα πᾶν αὐτῶν ὁμαλόν· ἐκ δὲ τῆς πρὸς τὰ πλησιάζοντα κοινωνίας ἀνωμαλίαν τινὰ ἐπιφέρει ἔστιν ὅτε κατά τι συμβεβηκός. ὅταν γὰρ ἐπὶ τὸ πεπονθὸς αὐτῶν μέρος ἄγηται καὶ τείνηται τὰ πέριξ, ἀνομοίαν ἀναγκαῖόν ἐστιν γίγνεσθαι τὴν ὀδύνην· ἔνθα μὲν αἰσθητικώτερόν ἐστι τὸ τεινόμενον μόριον, ἐνταῦθα ὀδυνωμένων μᾶλλον, ἔνθα δὲ ἧττον αἰσθητικὸν, ἔλαττον ἀλγούντων. καὶ μὴν κᾀκ τοῦ ψαύειν ἢ μὴ ψαύειν ὀστοῦ τὸ τεινόμενον ἡ διαφορὰ τῶν πόνων εἰκότως γίνεται. κατὰ τοῦτον γοῦν τὸν λόγον ἀλγοῦσι κατὰ τὴν κλεῖν ἔνιοι τῶν πλευριτικῶν, ἀνατεινομένου πρὸς τοῦτο τὸ χωρίον τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος· ἐνίοτε δ’ οὐκ εἰς τὴν κλεῖν, ἀλλ’ εἰς τὸ ὑποχόνδριον ὁ πόνος αὐτῶν διήκει, τῆς αἰσθήσεως γινομένης κατὰ τὸ διάφραγμα κινούμενον ἐξ ἀνάγκης, ὅταν ἀναπνέωσιν οἱ πλευριτικοὶ, μᾶλλον τῶν ἄλλων τοῦ θώρακος μορίων. ἡ γὰρ οἷον ῥῖζα τῆς ὀδύνης ὅτ’ ἂν ἐν τῇ πλευρᾷ γένηται, τοῖς ἐνταῦθα μυσὶν ἀναπνεῖν ὀκνοῦσιν οἱ
102
κάμνοντες, ὥστε μόνῳ τῷ διαφράγματι τὸ τῆς ἀναπνοῆς ἔργον ἡ φύσις ἐπιτρέπει τηνικαῦτα, καθάπερ ἐν ταῖς ἀβιάστοις ἀναπνοαῖς ἐπὶ τῶν ὑγιαινόντων. ὅτ’ ἂν μὲν οὖν ἐν τοῖς κάτω μέρεσιν τῶν πλευρῶν ἡ φλεγμονὴ γένηται, τὸ διάφραγμα τεινόμενον ὀδυνᾶται μᾶλλον· ὅτ’ ἂν δ’ ἐν τοῖς ἄνω, κατὰ τὴν κλεῖν ἡ ὀδύνη διασημαίνει, τῷ μὲν τῆς κινήσεως λόγῳ, τὸ διάφραγμα, τῷ δὲ τῆς σκληρότητος, ἡ κλεῖς ἐργαζομένη τὴν ἀνίαν. ἥπατος δὲ μεγάλως φλεγμαίνοντος ἢ σκιῤῥωθέντος, ἡ κατὰ τὴν δεξιὰν κλεῖν ὀδύνη γινομένη τῇ τάσει τῆς κοίλης φλεβὸς ἕπεται μᾶλλον ἤ τῇ τῶν ὑμένων. ὅτ’ ἂν δ’ εἴπῃ, πονεῖν πολλάκις οὕτω καὶ τὴν ἐπιφάνειαν, ὅπερ ἐστιν, τὰ τῶν πασχόντων ὑμένων ἔχειν ἴδια, δηλοῖ σαφῶς ὁπόθεν ὁρμηθεὶς αἱμωδίᾳ τι παραπλήσιον ἔφησεν τὰς ὀδύνας ἔχειν αὐτῶν. ἐπειδὴ γὰρ ἅμα τῇ τῆς αἱμωδίας ἰδιότητι καὶ ἡ ναρκώδης ἐστὶν αἴσθησις, ὡς ἂν ὑπὸ μιᾶς αἰτίας ἀμφοτέρων γινομένων, ὁ δ’ ἐπιπολῆς ὑμὴν ὁ ὑποτεταμένος τῷ δέρματι πάσχει πολλάκις ὀδύνας ναρκώδεις, ὑπὸ τῶν ἔξωθεν αἰτίων τῶν ψυχρῶν ἑτοιμότερον βλαπτόμενος, διὰ
103
τοῦτο τῇ κοινωνίᾳ τῆς διαθέσεως ἀπατηθεὶς ὁ Ἀρχιγένης, αἱμωδίᾳ τι παραπλήσιον ἔφησεν τοὺς ἄλλους ὑμένας, καὶ τὴν ἐπιφάνειαν πολλάκις, οὐ κατὰ τὴν οὐσίαν αὐτοῦ τοῦ πάσχοντος μορίου γινομένης τῆς ὀδύνης, ἀλλὰ διὰ μὲν τὴν οὐσίαν αὐτῶν, ἄναιμόν τε καὶ ψυχρὰν οὖσαν, εὐκόλως ἁλισκομένων πάθεσιν ψυχροῖς, ἑπομένης δὲ τῆς τοιαύτης ὀδύνης τοῖς πάθεσι· διὸ καὶ πολλάκις ἔφη γίνεσθαι τοὺς τοιούτους πόνους, ὡς ἂν οὐ κατὰ τὴν οὐσίαν αὐτοῦ τοῦ πάσχοντος μέρους, ἀχώριστοι γὰρ ἂν οὕτως γε ἦσαν, ἀλλὰ κατά τι συμβεβηκὸς ἐπιγινομένους. ὁ μὲν οὖν ὑπὸ τῷ δέρματι τεταμένος ὑμὴν, ὁ καὶ συναποδερόμενος αὐτῷ, τονώδεις τε καὶ ναρκώδεις ἐπιφέρει τοὺς πόνους· οἱ δὲ μεταξὺ τῆς σαρκὸς οἷον διασπῶντας, εἰσὶ γὰρ πολλοὶ καὶ ἀνωμάλως ἐμφυόμενοί τε καὶ περιλαμβάνοντες αὐτήν. ὅτ’ ἂν οὖν ποτε ἐξ ἐναντίων καταφύσεων τείνεσθαι συμβῇ τὴν σάρκα, τοιαύτας ἀναγκαῖόν ἐστιν γίγνεσθαι τὰς ὀδύνας. ἐπί γε μὴν τοῖς πολλοῖς γυμνασίοις ἤτοι τονώδεις ἤ ἑλκώδεις οἱ πόνοι γίνονται, συνιστάμενοι καθ’ ὅλους τοὺς μῦς, ὧν μέρος εἰσὶ καὶ αἱ σάρκες· 
104
εἴρηται δὲ περὶ τῶν τοιούτων ἀλγημάτων ἱκανῶς ἐν τοῖς ὑγιεινοῖς. ὅτι δ’ οἱ τῶν περικειμένων τοῖς ὀστοῖς ὑμένων πόνοι βύθιοί τ’ εἰσὶν, τοῦτ’ ἔστιν διὰ βάθους τοῦ σώματος ἐπιφέροντες αἴσθησιν, αὐτῶν τε τῶν ὀστῶν ἐπάγουσιν φαντασίαν ὡς ὀδυνωμένων, οὐδὲν θαυμαστόν. ὀνομάζουσι γοῦν αὐτοὺς ὀστοκόπους οἱ πλεῖστοι, καὶ γίνονται τὰ πολλὰ μὲν ἐπὶ γυμνασίοις, ἔστιν ὅτε δὲ καὶ διὰ ψύξιν, ἢ πλῆθος. τὰς δὲ φλέβας φησὶ βαρεῖς καὶ καθέλκοντας καὶ ὁμαλῶς ἐμπεπλασμένους ἐπιφέρειν τοὺς πόνους· ἐν ἀρχῇ δὲ ὁπότε τῆς ἡμικρανίας ἐμνημόνευσεν, ἀποκιρσοῦσθαι τὰς φλέβας ἔφη. τάχ’ οὖν ἐν ἐκείνῳ μόνῳ χρὴ δέξασθαι λέγειν αὐτὸν τοῦτο, γιγνώσκειν γε μέντοι δεῖ τὸν ἴδιον πόνον ἀρτηρίας καὶ φλεβὸς κατὰ μῆκος ἐκτεινομένου σώματος, οἷον χορδῆς τινος, ἔμφασιν ἔχειν, οὐ μὴν συνεμφαίνει γέ τι βάρος. τὸ δ’ ὁμαλῶς ἐμπεπλάσθαι τὸν πόνον τῶν φλεβῶν, οὐδὲ σαφὲς ὅλως ἐστὶν, ἐπ’ οὐδενὶ τῶν συμβεβηκότων αὐταῖς ἀνενεχθῆναι δυναμένου τοῦ ἐμπεπλάσθαι. περὶ δὲ τῶν σαρκῶν ἐφεξῆς φησιν, ὡς κεχυμένους τε καὶ χαλαρωτέρους ἐπιφέρουσιν τοὺς πόνους. ὅλως μὲν οὖν
105
πόνος οὐδείς ἐστι χαλαρὸς, ἀλλὰ τοὺς ἧττον τεταμένους ἴσως εἴρηκεν χαλαρωτέρους, ἐπειδὴ τεταμένοι μᾶλλόν εἰσιν οἵ τε τῶν ἀγγείων καὶ οἱ τῶν ὑμένων· τοῦτο γὰρ ὁμολογεῖ καὶ τὸ μηδ’ ἐπὶ πλέον ἐκτεταμένους αὐτοὺς φαίνεσθαι, διὰ τὸ κατὰ περιγραφὰς βραχείας συγκεῖσθαι τὰ σαρκώδη μόρια τῶν μυῶν. εἰ δὲ καὶ τὸ τούτῳ γεγραμμένον ἐφεξῆς, ὡς ἐπιπλεούσης τραχύμασί τισι δοκεῖν τῆς ἁφῆς, ἴδιόν ἐστιν τῶν ἐν σαρξὶ πόνων, ἐπισκεπτέον. ὅτι μὲν γὰρ ἐνίοτε τοιοῦτόν τι συμβαίνει κατὰ τοὺς πόνους αὐτῶν, ἀληθὲς ἔστιν· ἐκ δὲ τοῦ μὴ διὰ παντὸς φαίνεσθαι, διαθέσεως μᾶλλον ἐν αὐταῖς γινομένης ὡς τὸ πολὺ μιᾶς τινος, οὐ τῆς οὐσίας αὐτῶν ἴδιον εἶναι δόξει. τὴν διάθεσιν δὲ οὐχ ἁπλῶς ὑποληπτέον εἶναι πάθος φλεγμονῶδες, ἀλλὰ καὶ μετὰ χυμοῦ τραχύνειν πεφυκότος. ἐφεξῆς δὲ περὶ τῶν μυῶν Ἀρχιγένης γράφων, σαρκὸς καὶ νεύρων μίγμα τῶν ἰδιωμάτων ἀναφέρειν αὐτούς φησιν, ὡς ἂν ἐκ τούτων συγκειμένης τῆς οἰκείας οὐσίας αὐτῶν· τὸ δὲ καὶ ἀρτηρίας, ὅτι διαπεφύκασιν αὐτῶν· ἀλλ’ οὕτως καὶ τὰς
106
φλέβας ἐχρῆν εἰρῆσθαι καὶ τοὺς ὑμένας. τὸ δὲ σφριγῶντες ὄνομα παρὰ μὲν τοῖς Ἕλλησιν ἐπὶ τῶν εὐεκτικῶς πεπληρωμένων λέγεται, διὸ καὶ κατὰ τῶν νέων αὐτὸ μόνον εἰρήκασι, γέροντος δ’ οὐδενὸς, ὡς ἂν μηδὲ δυναμένου τοῦ σώματος αὐτῶν εὐεκτικὴν δέξασθαι πλήρωσιν· ὅ γε μὲν οὖν Ἀρχιγένης ἐπὶ τίνος φέρει τὴν φωνὴν ταύτην, οὐ πάνυ τι ῥᾴδιον εὑρεῖν, μάλισθ’ ὅτι συγχεῖ καὶ διαφθείρει πολλαχόθι τὰ σημαινόμενα τῶν Ἑλληνικῶν ὀνομάτων· εἰ δ’, ὡς ἄν τις ὑπονοήσειεν, ἐπὶ τῶν διὰ πλήρωσιν τεταμένων λέγοι τὸ σφριγῶντες, κοινὸν ἂν εἴη πάντων τοῦτο τῶν πεπληρωμένων σωμάτων, οὐκ ἴδιον τῶν μυῶν· τό γε μὴν μετ’ εὐρυχωρίας αὐτοὺς διατείνεσθαι, λελέχθαι νομίζω πρὸς αὐτοῦ τῆς ἐν τοῖς νεύροις πληρώσεως ἀφορίζοντος. ὅτι δὲ τὸ σφύζειν ναρκῶδες, οὐκ ὀρθῶς εἴρηται, δεδήλωται πρόσθεν. τῶν δ’ ἄλλων, φησὶ, πόνων ὁ μὲν ἑλκώδης ἰσχνῶς ὀξύς ἐστιν· ἀσαφὴς δ’ ἡ λέξις ἥδε καὶ καθ’ ἑαυτὴν ἀδύνατος διδάξαι τι, ταῖς ἄλλαις ὁμοίως ταῖς ἀσαφέσιν, ἅς γε οὐδ’ ἐξηγήσασθαι δυνατόν ἐστιν, εἰ μή τις αὐτὸς
107
ἐπιστάμενος τὸ πρᾶγμα, προσαρμόσαι πειραθείη τῇ λέξει. καὶ νῦν γοῦν ἐπιστάμενός τις, ἑλκώδεις κόπους ὀνομάζεσθαι πρός τε τῶν ἰατρῶν καὶ τῶν γυμναστῶν, ὅτ’ ἂν ἐν τῷ κινεῖσθαί τις ἢ ψαύειν τῶν κεκοπωμένων μορίων αἴσθησιν ἴσχῃ τοῖς ἡλκωμένοις μέρεσιν ὁμοίαν, ἐπινοῆσαι δυνήσεται τὸν ἰσχνῶς ὀξὺν πόνον εἰρῆσθαι τοιοῦτόν τινα τὸ εἶδος, οἷον κεντούσης βελόνης ὀξείας γίνεται. δῆλον οὖν ὅτι μηδὲ συνεχής ἐστιν οὗτος, ὥσπερ γε μηδὲ ὁμαλῶς ἐκτεταμένος ἁπάντῃ. τοῦτον οὖν αὐτόν φησι γλυκύτερον εἶναι, δέον ἀσθενέστερον εἰπεῖν, ἢ ἀμβλύτερον, ἢ οὐ σφοδρὸν, ἢ ἀνιαρὸν ἧττον, ἤ τι τοιοῦτον· τὸ γὰρ γλυκύτερον οὐδ’ ἐφ’ ἑνὸς τῶν ἀνιαρῶν λέγεται κυρίως. τὸ δὲ κνησμοῦ προσαγωγὸς, ἀδιαρθρώτως εἴρηται· διαφέρει γὰρ ἐναργῶς ἡ κνησμώδης αἴσθησίς τε καὶ διάθεσις τῆς ἑλκώδους· ἀλλ’ ἐπεὶ καὶ προηγεῖται πολλάκις ἡ κνησμώδης τῆς ἑλκώδους, ἐκλυομένης τε καὶ παυομένης τῆς ἑλκώδους, εἰς τὴν κνησμώδη μετάπτωσις γίνεται, διὰ τοῦτο συγκεχυμένως τε καὶ ἀδιορίστως ὑπὲρ αὐτῶν ὁ Ἀρχιγένης
108
ἔγραψεν, ὡς ἂν μηδὲ τὰς αἰτίας τῶν διαθέσεων ἀμφοτέρων ἀκριβῶς που διωρικώς. ἀλλ’ ἡμεῖς γε τελέως ἐξειργασάμεθα τὸν περὶ τούτων λόγον ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ. ὁ μὲν οὖν ἑλκώδης πόνος οὐκ ἐν μόνῳ τῷ δέρματι φαίνεται συνιστάμενος, ἀλλὰ καὶ διὰ τοῦ βάθους ἐκτεταμένος ἄχρι τῶν ὀστῶν· ὁ δὲ κνησμώδης ὄντως τῆς ἐπιφανείας μόνης ἐστὶν, οὐ πρώτως κατὰ τὸν ἴδιον αὐτῆς λόγον, ἀλλὰ κατὰ συμβεβηκὸς, ὅτι πυκνότερον τῶν ὑποκειμένων αὐτῷ τὸ δέρμα ἐστίν. διαθέσεως οὖν ἰδίας ἑκάτερος τῶν πόνων ἐστὶ σύμπτωμα, διὰ δριμύτητας μέν τινας γινόμενοι χυμῶν, ἀλλήλων δὲ διαφέροντες εἰς ὅσον κᾀκεῖναι· διώρισται δ’, ὡς ἔφην, ὑπὲρ αὐτῶν ἐν τοῖς ὑγιεινοῖς. ὁ δὲ νυγματώδης, φησὶ, πόνος τοῦ βάθους ἐστίν· οὐκ ὀρθῶς· ὑμένος γάρ ἐστιν, οὐ βάθους ἴδιος. ὁ δ’ ἐνερείδων, ὥς φησι, κόλπου πλησιάζοντος, ἀλόγως πάνυ τοῦτο γράψας· κοιλότης γάρ τίς ἐστιν ὁ κόλπος, ἐκ τοῦ διαστῆναι τὰ πλησιάζοντα πρότερον ἀλλήλοις γεγενημένη· καὶ τοίνυν ὅταν μὲν πληρωθῇ ῥεύματος, ὡς ἂν διατεινομένων τῶν περικειμένων σωμάτων, ὀδύνης 
109
αἰσθάνονται τονώδους οἱ κάμνοντες, οὐ κατὰ μῆκος ἐκτεταμένης ἐπὶ πλέον, ἀλλ’ ἰδίαν ἐχούσης περιγραφήν. ὅτ’ ἂν γὰρ ἐκκριθῇ πως ἐκ τοῦ κόλπου τὸ ὑγρὸν, ἀνώδυνοι παραχρῆμα γίνονται, πλὴν εἴ τινι τὰ περιέχοντα σώματα τὸν κόλπον ἐπὶ πλέον ἐκταθέντα τε καὶ διαταθέντα φλεγμονώδη διάθεσιν ἔσχεν. ταῦτα μὲν οὖν τὰ τῶν κόλπων ἴδια· τὸ δέ ὑπ’ Ἀρχιγένους εἰρημένον ἕτερον μέν τι τούτων ἐστὶν, ὁποῖον δέ τι νοήσας ἔγραψεν αὐτὸ, χαλεπὸν εὑρεῖν. καὶ μέν γε καὶ τὸ γεγραμμένον ἐφεξῆς ἴσην ἔχει τῷδε τὴν ἀπορίαν. ὁ διακεντῶν γὰρ, φησι, πόνος οὐκ ἐν βάθει τὴν ὑπόστασιν ἔχει· τοῦτο δὲ μάχεται καὶ αὐτῷ τῷ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως εἰρημένῳ τόνδε τὸν τρόπον· ὁ δὲ διακεντῶν τὰ μὲν πεπονθέναι τῶν ἐν τῷ τόπῳ διασαφεῖ, τὰ δὲ μή· τοῦτο γὰρ ἐγχωρεῖ καὶ διὰ βάθους ἐγγυτάτω γενέσθαι τῶν ὀστῶν καὶ κατὰ τὸ δέρμα κᾀν τῷ μεταξὺ, πάντως τοῦ τοιούτου πόνου διὰ δακνώδη χυμὸν γινομένου, διαβιβρώσκοντα τῶν αἰσθητικῶν τι σωμάτων. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως γεγραμμένον ὡδὶ, σπαράσσων δ’ ἐστὶν ὁ ἐν κόλποις συνιστάμενος,
110
εἰ μὲν τὸ σπαράσσων τὸ οἷον διασπῶν σημαίνει, ψεῦδός ἐστιν, ἥκιστα γὰρ ὑπάρχει τοῦτο τῷ κατὰ τοὺς κόλπους· εἰ δ’ ἄλλο τι καὶ μὴ τοῦτο, πόθεν ἄν τις εὑρεῖν αὐτὸ δυνηθείη; τὰ μὲν δὴ τῆς προγεγραμμένης ῥήσεως Ἀρχιγένους τοιαῦτα.