De locis affectis

Galen

Galen, De locis affectis

Ἐγὼ δ’ ἠξίουν Ἀρχιγένη μετὰ τοσούτους ἰατροὺς γεγονότα προσθεῖναί τι τῇ σαφηνείᾳ τῆς διδασκαλίας, οὐκ ἀφελεῖν τοσοῦτον, ὡς μηδ’ ἡμᾶς αὐτοὺς νοεῖν ἃ λέγει, γεγηρακότας ἐν τοῖς ἔργοις τῆς τέχνης. ὅπερ οὖν ἐκεῖνον ἐχρῆν πεποιηκέναι, τοῦτ’ ἐγὼ πειράσομαι πρᾶξαι, καὶ δεῖξαι μὲν πρῶτον ἐν τῷ καθόλου τὴν μέθοδον ᾗ προσήκει χρώμενον αὐτόν θ’ εὑρίσκειν τοὺς πεπονθότας τόπους, ἑτέροις δὲ τὴν ὁδὸν ὑφηγεῖσθαι. μέθοδος μὲν οὖν ἐστιν, ὡς κᾀν τῷ πρὸ τούτου λέλεκται βιβλίῳ, τοιάδε. πρῶτον ζητῆσαι χρὴ, πότερον ἴδια σημεῖα καθ’ ἕκαστον τόπον, ὅπως ἂν πάσχῃ, δυνατὸν εὑρεῖν ἐστιν, ἢ καθ’ ἕκαστον τῶν παθῶν ἀλλοιοῦται. δεύτερον ἐπὶ τῷδε, πότερον ἑκάστου τῶν παθῶν ἴδια σημεῖά ἐστιν, ἢ καθ’ ἕκαστον μόριον ὑπαλλάττεται, καὶ χρὴ τόπου τε ἅμα καὶ πάθους μνημονεύσαντας λέγειν ἐφεξῆς τὰ σημεῖα· καθάπερ, εἰ τύχοι, φλεγμονῆς τοῦ πνεύμονος, ὅτι δύσπνοια μετὰ στενοχωρήσεως, ὡς πνίγεσθαι δοκεῖν,

121
ἀνακαθίζειν τε διὰ τοῦτ’ ἐπιχειρεῖν, ὅπερ ὀρθόπνοιαν ὀνομάζουσιν· ἀλλὰ καὶ ὅτι θερμῆς αἰσθάνονται τῆς ἐκπνοῆς, καὶ μᾶλλον ὅτ’ ἂν ἐρυσιπελατώδης ἡ φλεγμονὴ συστῇ, διόπερ ἐπὶ πλέον ἐκφυσῶντες παρηγοροῦνται, καὶ πλεῖστον ἀέρα ψυχρὸν εἰσπνεῖν ἐπιθυμοῦσιν, ἀναπτύουσί τε μετὰ βηχὸς κεχρωσμένον τὸ πτύελον ἄλλοτ’ ἄλλῳ χρώματι· καὶ γὰρ ἐρυθρὸν ἐνίοτε καὶ ξανθὸν καὶ πυῤῥὸν ἀφρῶδές τε καὶ μέλαν καὶ πελιδνὸν φαίνεται· καὶ μέντοι καὶ βάρους τινὸς ἐγκειμένου τῷ θώρακι πολλάκις αἰσθάνονται, καὶ διήκει εἰς αὐτὸν ἐκ τοῦ βάθους ἄλγημα κατά τε τὸ στέρνον καὶ τὴν ῥάχιν· ἔτι τε πρὸς τούτοις ὀξέως μὲν πυρέττουσι, σφυγμὸν δὲ ἔχουσιν ὁποῖον ἐν τοῖς περὶ σφυγμῶν εἴπομεν. οὕτω δὲ κᾀπὶ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ἐπειδὰν φλεγμαίνῃ, πυρετὸς μὲν ὀξὺς ἅμα τῷ ἰδιώματι τῶν λελεγμένων σφυγμῶν κατὰ τὴν περὶ τῶν σφυγμῶν πραγματείαν, ἄλγημα δὲ νυγματῶδες ἅμα δυσπνοίᾳ καὶ πτυέλῳ κεχρωσμένῳ παραπλησίως τοῖς περιπνευμονικοῖς ἐπιφαίνεται τὰ πολλά. τὸ μὲν οὖν δυσπνοεῖν ἀμφοτέροις τοῖς πάθεσιν, διὰ τὸ πεπονθὸς μόριον
122
ἀναπνευστικὸν ὑπάρχειν, ἐξ ἀνάγκης ἕπεται· τὸ δὲ πυρέττειν διά τε τὸ πάθος γίνεται καὶ τὴν θέσιν· ἐγγὺς μὲν τῆς καρδίας ὅ τε ὑπεζωκὼς καὶ ὁ πνεύμων, θερμὸν δὲ πάθος ἡ φλεγμονή. οὕτω δὲ καὶ τὸ βήττειν μὲν ὡς ἀναπνευστικοῖς ὑπάρχει, τὸ δὲ ἀναπτύειν τι διὰ τὸ πάθος γίνεται· δέδεικται γὰρ ἐξ ἐπιῤῥοῆς αἵματος φλεγμονὴ πᾶσα γινομένη, διόπερ ἐὰν μὲν χολωδέστερον ᾖ τὸ αἷμα, ξανθὸν, ἢ ὠχρόν ἐστι τὸ πτυόμενον· ἐὰν δὲ φλεγματικώτερον, ἀφρῶδές τε καὶ λευκόν· ἐὰν δὲ μελαγχολικώτερον, ἤτοι μέλαν, ἢ πελιδνόν· ἐὰν δὲ μηδὲν τούτων, ἐρυθρόν. ἔτι δὲ τῇ μὲν πλευρίτιδι πλεονάκις τὸ χολωδέστερον, τῇ δὲ περιπνευμονίᾳ τὸ φλεγματικώτερον πτύσμα συνέπεται· δέδεικται γὰρ ἡμῖν καὶ περὶ τούτου. τὸ δὲ διὰ τῆς τραχείας ἀρτηρίας ἀναφέρεσθαι τὰ περιττώματα τῶν φλεγμαινόντων μορίων διά τε τὴν θέσιν αὐτῶν γίνεται καὶ διάπλασιν· ἐκροὴν γὰρ ἔχουσι ταύτην μόνην. γαστρὶ δὲ διττοὶ μὲν πόροι, μᾶλλον δ’ ἐπιπολάζει τε καὶ ἀνεμεῖται τὰ κατ’ αὐτὴν μοχθηρὰ, τὰ δ’ ἐκ τῶν ἐντέρων διαχωρεῖται· καθάπερ γε τὰ μὲν ἐκ νεφρῶν καὶ κύστεως οὐρεῖται,
123
τὰ δ’ ἐξ ἐγκεφάλου διὰ ῥινῶν μὲν μάλιστα, ποτὲ δὲ καὶ διὰ οὐρανίσκου καὶ ὑπερῴας καὶ ὤτων ἐκκενοῦται. τὰ γνωρίσματα οὖν τῶν πεπονθότων τόπων ἀπὸ συμπτωμάτων εἰσὶν, ἀπό τε τῆς βεβλαμμένης ἐνεργείας καὶ τῆς τῶν ἐκκρινομένων ποιότητος, ἔτι δὲ τῶν παρὰ φύσιν ὄγκων, ἢ ἀλγημάτων, ἢ ἀχροίας τινὸς ἑπομένης, ἤτοι δι’ ὅλου τοῦ σώματος, ἢ καθ’ ἕν τι μόριον, ἢ δύο, μάλιστ’ ὀφθαλμούς τε καὶ γλῶτταν· ἔξωθεν δὲ τούτων ἐστὶ τὰ κατὰ τὴν ἰδίως ἂν ὀνομασθεῖσαν, εἴ τις βούλοιτο, συμπάθειαν, ὡς ἐν τῷ πρώτῳ λέλεκται γράμματι. νυνὶ δέ μοι καιρὸς εἶναι δοκεῖ γυμνάσαι τοὺς ἑταίρους, ὧν ἀξιωσάντων γράφεται ταῦτα. γυμνάσιον δ’ ἅπαν γίνεται διὰ τῶν κατὰ μέρος ὑπὸ τὴν αὐτὴν μέθοδον ἀγομένων. ἔστι δὲ χρησιμώτατον, ὡς πολλάκις ἐπιδέδεικταί μοι, τὸ τοιοῦτο τῆς διδασκαλίας εἶδος, ὡς αἵ γε μέθοδοι μόναι γνωσθεῖσαι χωρὶς τοῦ πολυειδῶς γυμνάσασθαι κατ’ αὐτὰς ἀδυνατοῦσι τελείους ἐργάσασθαι τοὺς μανθάνοντας. ἄνωθεν μὲν οὖν εἰπόντες τὴν μέθοδον, ἐπὶ τὸ γυμνάσιον ἴωμεν. ἐπισκέπτεσθαι χρὴ πρῶτον μὲν, εἴ τις 
124
ἐνέργεια βέβλαπται, σὺν αὐτῇ γὰρ ἀνάγκη πεπονθέναι τὸ τῆς ἐνεργείας ἴδιον ὄργανον. εἶθ’ ἑξῆς εἴπερ εὕροις βεβλαμμένην τὴν ἐνέργειαν, ἐπὶ τὸν τρόπον τῆς βλάβης ἀφικόμενος ἐπισκέπτου, τίνος ἐστὶ πάθους ἴδιον. ἐπὶ τοῖσδε σκόπει τὸ πεπονθὸς μόριον, εἴ τιν’ ὄγκον ἢ ἄλγημα διασημαίνει, μὴ παρέργως, ἀλλὰ μετὰ τοῦ συνεπισκοπεῖσθαι τὸ καθ’ ἕκαστον αὐτῶν εἶδος· ἔμαθες γὰρ οὐ μόνον ὄγκων ἰδέας πλέονας, ἀλλὰ καὶ τῶν ἀλγημάτων. εἶτ’ ἐπισκόπει τὰ περιττώματα τοῦ πεπονθότος μορίου, διὰ τίνος ἐκκενοῦται πόρου, θεώρει τε μή τι τῆς οὐσίας τοῦ πεπονθότος ἐκκρίνεται μορίου· καὶ μετὰ ταῦτα, πότερον ἄπεπτά ἐστι παντελῶς, ἢ μετρίως πέττεται τὰ περιττώματα αὐτοῦ· κᾄπειτα τίνων μὲν ἐξ αὐτοῦ συναπολαύει τὸ πᾶν σῶμα, τίνων δ’ ἐξαιρέτως μόρια ἄττα, τὰ μέν τι κατὰ τὴν ἐνέργειαν αὐτῶν, τὰ δὲ κατὰ τὴν χρόαν ἢ σχῆμα. φέρε γάρ τινα καθ’ ὃν ἀναπνεῖ καιρὸν ἀλγεῖν ἐν τῷ κατὰ τὰς νόθας πλευρὰς τόπῳ· μὴ προπετῶς ὑπολάβῃς τοῦτον εἶναι πλευριτικὸν, ἀλλὰ πρῶτον μὲν, εἰ ἀναπτύει τι βήττων, ἄθρει· κεχρωσμένον γὰρ, ὡς εἴρηται, θεασάμενος,
125
ἐρεῖς εἶναι πλευριτικόν· εἰ δὲ μηδ’ ὅλως ἀναπτύει βήττων, δύναται μὲν εἶναι καὶ οὗτος πλευριτικὸς, ἄπεπτον δὲ καὶ στεγνὴν ἱκανῶς ἔχων τὴν φλεγμονὴν, ὡς μηδὲν ἔξω χαλᾷν· ἐγχωρεῖ δὲ καὶ δι’ ἥπατος φλεγμονὴν ἀλγεῖν αὐτὸν ἐν τῷ λεγομένῳ χωρίῳ· τεινομένων γὰρ εἴσω τῶν ἀρτημάτων, οἷς ἤρτηται πρὸς τὰς πλευρὰς ἐπ’ ἐνίων τὸ ἧπαρ, εἰς τὸν ὑπεζωκότα συμβαίνει τὴν ὀδύνην ἐξήκειν. ἀλλά γε σφυγμὸς οὐδὲν ὅμοιον ἔχων ἐστὶν ἐπὶ φλεγμοναῖς ἥπατός τε καὶ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, οὐ μὴν οὐδὲ τὰ διὰ τῆς γαστρὸς ἐκκρινόμενα παραπλήσια· πλὴν οὐκ ἀεὶ ταῦτα συνυπάρχει φλεγμοναῖς ἥπατος, ἀλλ’ ἐν τοῖς καλουμένοις ἰδίως ἡπατικοῖς πάθεσιν. οὐδὲν οὖν χεῖρον ἐφ’ ὧν μηδὲν ἐκκρίνεται γνώρισμα, διὰ τῆς ἁφῆς ἐπισκοπεῖσθαι τὸ δεξιὸν ὑποχόνδριον, κᾂν μηδεὶς ὄγκος εὑρίσκοιτο, μηδ’ οὕτως ἀφίστασθαι· δύναται γὰρ ἐν τοῖς σιμοῖς ἡ φλεγμονὴ μόνοις εἶναι, δύναται δὲ καὶ κατὰ τὰ κυρτὰ μὲν, ἀλλ’ οὐ πάντα, μόνα δ’ ὅσα κατακρύπτουσιν αἱ νόθαι πλευραί. μέγιστον οὖν ἀναπνεῖν ἐν τῷδε κελεύειν τὸν κάμνοντα, καὶ πυνθάνεσθαι μή τινος
126
αἰσθάνεται βάρους, ἤτοι γ’ ἐκκρεμαμένου τῶν ὑπερκειμένων, ἢ ἐγκειμένου τοῖς περιέχουσιν· ἔστιν ὅτε γε μὴν οἷς ἐνταῦθά ἐστιν ὁ παρὰ φύσιν ὄγκος, οὗτοι δυσπνοοῦσι τῇ στενοχωρίᾳ τῶν φρενῶν, ἐρεθίζονταί γε καὶ πρὸς βραχείας βῆχας. βέβαιον οὖν ἐπὶ τῶν τοιούτων ἐστὶ σημεῖον εἰς διάγνωσιν ὁ σφυγμὸς μὲν ἐν ἅπαντι τῷ χρόνῳ τοῦ νοσήματος, ἐπὶ προήκοντι δ’ αὐτῷ καὶ τἄλλα συμπτώματα. καὶ γὰρ ἡ τῆς γλώττης ἀλλοιοῦται χρόα καὶ ἡ παντὸς τοῦ σώματος ἐπὶ ταῖς τοῦ ἥπατος κακοπραγίαις· ὥσπερ αὖ πάλιν αἱ βῆχες αὐξάνονται, τῶν κατὰ θώρακα πασχόντων, ἐπιφαίνεταί τε πάντως ἐν τῷ χρόνῳ τὰ μετὰ τῆς βηχὸς ἀναπτυόμενα. καθάπερ οὖν ἡ δύσπνοια χωρὶς μὲν τοῦ πάσχειν τι τῶν ἀναπνευστικῶν μορίων ἢ ὀργάνων ὁπωσοῦν οὐ δύναται γενέσθαι, συμβαίνει δ’ ἐνίοτε νόσημα μηδὲν ἴδιον ἐν αὐτοῖς ὑπάρχειν, ἀλλ’ ἤτοι κατασπωμένου τοῦ διαφράγματος ἤ θλιβομένου δυσπνοεῖν τὸν ἄνθρωπον, οὕτως ἔχει κᾀπὶ τοῦ τὸ τῆς ψυχῆς ἡγεμονικὸν ἐν ἑαυτῷ περιέχοντος τόπου· κατὰ τοῦτον γὰρ ἐπιστήμης τε καὶ δόξης ἁπάσης τε διανοήσεως συνισταμένης,
127
ὅταν φαίνηταί τι τούτων βεβλαμμένον, εὐθέως ὑπολαμβάνομεν ἔν τινι πάθει κᾀκεῖνο ὑπάρχειν, ὅπου γε κᾂν ἐν πλευρίτιδι, κᾂν ἐν περιπνευμονίᾳ παραφρονήσῃ τις, οὐδείς φησι διὰ τὴν πλευρὰν ἢ τὸν πνεύμονα γεγονέναι τὸ σύμπτωμα, πάντες δ’ ἡγοῦνται συμπεπονθέναι τὸ μόριον ἐκεῖνο, καθ’ ὃ τῆς ψυχῆς ἐστι τὸ ἡγεμονικὸν, καὶ ζητοῦσί γε τὸν τρόπον τῆς συμπαθείας ὁμολογοῦντα δεῖξαι τοῖς ἰδίοις δόγμασιν· ἐπ’ ἄλλων δὲ παθῶν οὐ συμπαθεῖν, ἀλλὰ πρωτοπαθεῖν φασιν αὐτὸν, ὥσπερ ἐν ληθάργῳ καὶ φρενίτιδι· πανταχόθεν μέν τοι πάσχειν, ἔνθα τῶν ἰδίων τις ἐνεργειῶν αὐτοῦ βέβλαπται λέγω δ’ ἰδίας ἐνεργείας, ἃς δι’ οὐδενὸς ἄλλου μορίου ποιεῖται, καθάπερ δι’ ὀργάνου· κατὰ μὲν γὰρ τὸν ἀληθῆ λόγον καὶ βλέπειν αὐτὸ τοῦτο καὶ ἀκούειν ὑποληπτέον, ἀλλὰ δι’ ὀφθαλμῶν μὲν βλέπειν, δι’ ὠτῶν δ’ ἀκούειν· ἐννοεῖν μέντοι καὶ μεμνῆσθαι καὶ λογίζεσθαι καὶ προαιρεῖσθαι, μήτ’ ὀφθαλμοῖς ἔτι μήτ’ ὠσὶ μήτε γλώττῃ μήτ’ ἄλλῳ τινὶ προσχρώμενον· ἀλλ’ εἰ μὲν οὕτως ἐστὶ τὸ μόριον τοῦτο τῆς ψυχῆς ἐν τῷ περιέχοντι σώματι, καθάπερ ἡμεῖς ἐν οἴκῳ τινὶ, τὴν μὲν ἀρχὴν ἂν ἴσως
128
οὐδ’ ὑπονοήσαιμεν αὐτὸ βλάπτεσθαί τι πρὸς τοῦ χωρίου· θεασάμενοι δὲ βλαπτόμενον ἐζητήσαμεν ἂν ὅπως βλάπτεται· εἰ δ’ ὡς εἶδός τι τοῦ σώματός ἐστιν ἀχώριστον αὐτοῦ, συνεχωρήσαμεν ὑπὸ τῆς τοῦ δεδεγμένου σώματος ἀλλοιώσεως βλάπτεσθαι· διαστάντων δὲ τῶν φιλοσόφων περὶ αὐτοῦ, καὶ τῶν μὲν ὡς ἐν οἰκήματι περιέχεσθαι φασκόντων αὐτὸ, τῶν δ’ ὡς εἶδος, ὅπως μὲν βλάπτεται, χαλεπὸν εὑρεῖν, ὅτι δὲ βλάπτεται, τῇ πείρᾳ μαθεῖν ἔστι. ἐπί τε γὰρ τῶν ἀνατιτραμένων τὸ κατεαγὸς ὀστοῦν τῆς κεφαλῆς, εἴ τις βιαιότερον ἐπιθλίψειεν, ἀναίσθητοί τε παραχρῆμα καὶ ἀκίνητοι γίνονται, καὶ εἰ φλεγμονή τις ἐπιγένοιτο, καὶ ταῦτα μὲν ἔστιν ὅτε συμβαίνει· ἡ τῆς διανοίας οὖν βλάβη γίνεται διὰ παντός. ἐγκαυθέντες δὲ σφοδρῶς τὴν κεφαλὴν οὐκ ὀλίγοι παρεφρόνησαν· ἰσχυραῖς τε πληγαῖς εἰς αὐτὴν γενομέναις ἐν τῷ παραχρῆμα πολλάκις ἠκολούθησε κάρος· ἕτερά τε πολλὰ τοιαῦτα παθήματα περὶ τὴν κεφαλὴν συνιστάμενα σαφῶς φαίνεται βλάπτοντα τὴν διάνοιαν, ὥστε καὶ τοὺς ἰδιώτας, ὅτ’ ἂν παραφρονῇ τις, ἢ ὅλως ὁτιοῦν πάσχῃ κατὰ τὴν διάνοιαν,
129
ἀξιοῦν προνοεῖσθαι τῆς κεφαλῆς. ὅτι μὲν οὖν ἀληθέστατόν ἐστι, τὸ κατάρχον αἰσθήσεώς τε καὶ κινήσεως τῆς καθ’ ὁρμὴν ἐν ἐγκεφάλῳ καθιδρῦσθαι, καὶ ὅτι τούτου σκεπάσματ’ εἰσὶν αἱ μήνιγγες, ἐν ἑτέροις ἐπιδέδεικται· νυνὶ δ’ ὅπως ἄν τις χωρίσειε τὰ κατὰ πρωτοπάθειαν αὐτῷ συμβεβηκότα τῶν κατὰ συμπάθειαν, ἐπισκεπτέον· ἴδιόν τε γὰρ τοῦτο τῆς προκειμένης πραγματείας, ἥ τε χρεία πρόδηλος, εἴ γε πρῶτον ἁπάντων ἐστὶν ὡς πρὸς τὰς ἰάσεις ἐπίστασθαι, τίνι χρὴ μορίῳ προσφέρειν τὰ βοηθήματα. πρὶν μὲν γὰρ ἰδίαν τινὰ διάθεσιν ἐν ἐγκεφάλῳ γενέσθαι, κατὰ τὸ συμπάσχειν μόνον αὐτοῦ βλαπτομένου, θεραπευθέντος τοῦ πρωτοπαθοῦντος, οὐδὲν ἂν ἔτι καταλείποιτο τούτῳ σύμπτωμα· γενομένης δέ τινος ἐν αὐτῷ μονίμου διαθέσεως ἐκ τῆς συμπαθείας, οὐ τῷ πρωτοπαθήσαντι μόνῳ τὰ βοηθήματα χρὴ προσφέρειν, ἀλλὰ καὶ τῇ κεφαλῇ· δι’ αὐτὸ δὲ τοῦτο καὶ τὸ διορίζειν ἀκριβῶς, εἴτ’ ἐγκέφαλός ἐστιν ὁ πρωτοπαθῶν, εἴτε μήνιγγες, οὐ μεγάλην ἔχει τὴν χρείαν, ἑκατέρως τῇ κεφαλῇ προσφερομένων τῶν βοηθημάτων. οὔκουν τοῦτο χρὴ μάλιστα σπουδάζειν, ἀλλὰ 
130
τὴν οὐσίαν τοῦ νοσήματος εὑρίσκειν, ὁποία τίς ἐστιν. εἰ μὲν γὰρ ὑγρὸν εἴη, ξηραίνειν αὐτὸ προσῆκεν· εἰ δὲ ξηρὸν, ὑγραίνειν· οὕτω δὲ καὶ τὸ μὲν ψυχρὸν θερμαίνειν, τὸ δὲ θερμὸν ψύχειν. ἔτι δὲ καὶ εἰ κατά τινα συζυγίαν πεπόνθοι, διὰ τῆς ἐναντίας συζυγίας αὐτὸ θεραπεύειν προσήκει, τὸ μὲν ξηρὸν καὶ θερμὸν ὑγραίνοντα καὶ ψύχονται, τὸ δ’ ὑγρὸν καὶ ψυχρὸν ξηραίνοντα καὶ θερμαίνοντα, κᾀπὶ τῶν λοιπῶν δυοῖν συζυγιῶν ἀνάλογον· οὕτω δὲ κᾀπὶ τῶν ἄλλων ἁπάντων νοσημάτων πράττειν, ὧν ἑκάστου τὴν ἰδέαν ἐν τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς ἐδήλωσα γράμματι. παραπλησίας οὖν τῆς θεραπείας γενομένης ἐπὶ τοῖς αὐτοῖς νοσήμασιν ἐγκεφάλῳ τε καὶ μήνιγξι, λογικὴ μᾶλλον ἡ ζήτησίς ἐστιν ἤπερ εἰς τὰς ἰάσεις χρήσιμος, ἐν ὁποτέρῳ τὸ ἡγεμονικόν· οὐ μὴν εἴ γε κατὰ τὴν καρδίαν ἐστὶν, ἀλλ’ ὅλῳ τῷ πράγματι διαφέρουσα. φέρε γὰρ ὑπὸ χολῆς ξανθῆς γίνεσθαι τὴν φρενῖτιν ἐν τῷ σώματι τῆς καρδίας ἀθροισθείσης τε καὶ διασαπείσης, ἆρ’ οὐ ληρεῖν ἂν δόξειεν ὁ καταντλεῖν κελεύων ὀξυῤῥοδίνῳ τὴν κεφαλὴν, ἐνὸν, εἴπερ ἴαμα τὸ φάρμακον τοῦτο τῆς τὴν φρενῖτιν
131
ἐργαζομένης αἰτίας ἐστὶ, μὴ κεφαλῆς, ἀλλὰ θώρακος αὐτὸ καταχεῖν, μηδὲ τούτου παντὸς, ἀλλὰ κατ’ ἐκείνου μόνου τοῦ μέρους, ἔνθαπερ ἡ καρδία τέτακται; ταῦτα μὲν οὖν καλῶς ἡμῖν προδιώρισται, καὶ τὸ μὴ μόνον ἐπισκοπεῖσθαι τὸν πεπονθότα τόπον, ἀλλὰ καὶ τὴν βλάπτουσαν αἰτίαν αὐτόν. οἷον εὐθέως, ἔστι μὲν δή που καὶ ἡ παραφροσύνη σύμπτωμα τῆς κατὰ τὸν παραφρονοῦντα τόπον ἐνεργείας· ἔστι δὲ καὶ τὸ κῶμα καὶ ὁ κάρος, ἀλλ’ ὑπὸ τῆς ἐναντίας αἰτίας γίνεται. τὰς μὲν γὰρ ἀγρυπνίας τε καὶ παραφροσύνας θερμὸν τὴν δύναμιν αἴτιον ἐργάζεται· τὰ δ’ ὑπνώδη τε καὶ κωματώδη καὶ καρώδη πάθη πάντα ψυχρᾶς αἰτίας ἐστὶν ἔγγονα. καὶ τοῦτ’ ἔνεστί σοι καταμαθεῖν ἐναργῶς ἀπὸ τῶν φαρμάκων πρῶτον. ὅσα μὲν γὰρ αὐτῶν ἐστιν ψυχρὰ, ναρκοῖ καὶ καροῖ, τὰ θερμὰ δ’ ἔμπαλιν ἀγρύπνους τε καὶ πολυκινήτους ἐργάζεται. καὶ τί δεῖ μνημονεύειν ἰσχυρῶν φαρμάκων, ὁρῶντας ὁσημέραι τὰς μὲν θριδακίνας καὶ τὰ τῶν ποτίμων τε καὶ θερμῶν ὑδάτων λουτρὰ καὶ οἴνου πόσιν ὕδατι μετρίως κραθέντος ὕπνον ἐργαζόμενα, καθάπερ γε καὶ τἄλλ’ ὅσα
132
πέφυκεν ὑγραίνειν τε καὶ ψύχειν, τὰ δ’ ἐναντία πάντα τὰς ἀγρυπνίας; κατὰ τοῦτό γέ τοι καὶ ἡ λεπτὴ δίαιτα καὶ ὁ ἄκρατος οἶνος ἀγρυπνητικά· πολὺ δὲ δὴ μᾶλλον, ὅταν ὁ ἄκρατος οἶνος ᾖ φύσει θερμὸς, ἢ παλαιὸς ἱκανῶς, οἷόν τι συνέβη καὶ παρ’ ἡμῖν ποτε ἐν Περγάμῳ, καὶ κάλλιόν γ’ αὐτὸ διηγήσασθαι δέ. γραμματικοῦ μὲν ἦν τὸ παιδάριον ἐκεῖνο· καθ’ ἑκάστην δ’ ἡμέραν εἰς τὸ βαλανεῖον ἀπιὼν ὁ γραμματικὸς ἅμ’ ἑτέρῳ παιδὶ, κατέλειπεν ἔνδον ἐγκλείων αὐτὸ, χάριν τοῦ φυλάττεσθαί τε τὰ κατὰ τὴν οἰκίαν καὶ εὐτρεπίζεσθαι τὰ πρὸς τὴν ἐδωδήν. ἀλλὰ διψῆσάν γέ ποτε σφοδρῶς, εἶτ’ ἔνδον οὐκ ἔχον ὕδωρ, ἐξέπιεν οἴνου παλαιοῦ δαψιλές· ἐντεῦθέν τε τοῦ λοιποῦ χρόνου παντὸς ἄγρυπνον ἦν, ὕστερον δὲ καὶ πυρέξαν ὑπό τε τῶν ἀγρυπνιῶν καὶ τῆς ἐπιγενομένης ἐν αὐτῷ παραφροσύνης διεφθάρη. καὶ τὰ ψυχρότερα δὲ τῶν ζώων ἐν τῷ χειμῶνι φωλεύει διὰ τὴν ψύξιν, ὅμοια νεκροῖς κείμενα· καὶ τὰς ἐχίδνας ἔστιν ἰδεῖν τηνικαῦτα μηδ’ εἰ ταῖς χερσὶν ἀνελόμενος βαστάζοις, δακνούσας, ὡς ἔν γε τῷ θέρει καὶ τοῦτο τὸ ζῶον καὶ οἱ ἄλλοι πάντες ὄφεις, μάλιστ’
133
ἐν τοῖς ὑπὸ κύνα καύμασιν, ὅταν ἐγκαυθῶσι σφοδρῶς, ἐοίκασιν μαινομένοις, ἡσυχάζειν οὐδ’ ἐπὶ βραχὺ δυνάμενοι. τοῦτο γοῦν αὐτὸ θεασάμενος αὐτῶν καὶ ὁ Νίκανδρος ἔγραψεν περὶ τοῦ κεγχρίνου,

  • Μὴ σύ γε, θαρσαλέος περ ἐὼν, θέλε βήμεναι ἄντην
  • Μαινομένου κεγχρίνου.
  • περὶ μὲν δὴ τούτων ἐν ἄλλοις ἐπὶ πλέον εἴρηταί τε καὶ δέδεικται τὸ μὲν θερμὸν αἴτιον εἰς τὰς κινήσεις ἐπεγεῖρον, ἀγρυπνίας τε διὰ τοῦτο παρέχον, τὸ δὲ ψυχρὸν ἀργὸν μὲν εἰς τὰς κινήσεις, ὕπνου δὲ καὶ κώματος ἐργαστικόν. ἀλλ’ ὅ γε ταῦτα γινώσκων, ὅταν ἄνθρωπον ἴδῃ, κατὰ μὲν τὰς ἀκμὰς τῶν διακαῶν πυρετῶν ἀγρυπνοῦντά τε καὶ παραφρονοῦντα, κατὰ δὲ τὰς παρακμὰς κοιμώμενόν τε καὶ κατανοοῦντα, λογιεῖται τῆς κεφαλῆς μὲν αὐτῆς οὐδεμίαν εἶναι διάθεσιν ἰδίαν, ὑπό τε τῆς κατὰ τὸν πυρετὸν θέρμης ἐκπυρούσης αὐτὴν παραφροσύνην ἐργάζεσθαι. οὕτω δὲ καὶ τὰ κατὰ περιπνευμονίαν καὶ πλευρῖτιν, ὅταν ἐν τοῖς πυρετοῖς αὐτῶν εἰς ἀκμὴν ἥκουσιν ἕπηται παραφροσύνη, τῆς κεφαλῆς

    134
    αὐτῆς ἴδιον οὐκ ἔστι πάθημα· τῷ μονίμῳ γὰρ ἐχρῆν τεκμαίρεσθαι τὸ τοῦ μέρους ἴδιον πάθος, ὅθεν εἰ καὶ πλευριτικῷ τινι μόνιμος ἐπιγένηται παραφροσύνη, νοσεῖν ἤδη λογίζου τὴν κεφαλὴν αὐτῷ νόσον ἰδίαν, ὥστε κᾂν καταστῇ τὸ τῆς πλευρᾶς πάθος, ἐνδέχεσθαι μεῖναι τὸ τῆς κεφαλῆς· καὶ γὰρ τὸν ἐφ’ ἕλκει βουβῶνα πολλάκις εἴδομεν ἐπιμένοντα ἔτι, θεραπευθέντος τοῦ ἕλκους. ὅταν οὖν ἕτερον ἑτέρῳ τῷ πρώτῳ πάσχοντι παροξυνομένῳ μὲν σφοδρῶς ἐπιγένηται, παύηται δὲ μειουμένῳ, κατὰ συμπάθειαν αὐτὸ τεκμαίρου πεπονθέναι. κοινὸν μὲν τοῦτο τεκμήριον ἕν· ἴδιον δ’ ἐπὶ τῶν κατὰ τὸν ἐγκέφαλον, ὡς εἴρηται, τὸ μὴ παραμένειν ἀεὶ τὴν παραφροσύνην, ἀλλὰ τῷ μεγέθει τῶν πυρετῶν ἕπεσθαι. κατὰ δὲ τὸν αὐτὸν λόγον ἐν εἰσβολαῖς παροξυσμῶν πυρετοῦ καρώδεις τινὲς ἢ κωματώδεις γίνονται, ψυχομένου σφοδρῶς ἐν ἐκείνῳ τῷ καιρῷ τοῦ ἐγκεφάλου, διὰ τὸ προπαρεσκευάσθαι πως αὐτὸν εἰς ἑτοιμότητα βλάβης τοιαύτης, ἤτοι δυσκρασίαν μὲν ἔχοντα ψυχρὰν, οὐ μὴν τοσαύτην γε, ὡς ἡ τῶν εἰρημένων συμπτωμάτων αἰτία δύναται γενέσθαι μόνη· προσελθούσης
    135
    δὲ κατὰ τὴν ἀρχὴν τοῦ παροξυσμοῦ, μέγεθος ἕξει τηλικοῦτον, ὡς καταφορὰν ἢ κάρον ἐργάζεσθαι· γίνεται μὲν οὖν, ὡς ἔφην, τοῦτο κατὰ δυσκρασίαν ψυχράν· γίνεται δέ καὶ διὰ φλεγματικὸν χυμὸν ἀθροισθέντα κατὰ τὸν ἐγκέφαλον.

    136

    Περὶ τῶν πεπονθότων τόπων, οὕτω γὰρ ὀνομάζουσι τὰ μόρια τοῦ σώματος, ὀλίγοι τε τῶν ἰατρῶν ἐπραγματεύσαντο πλέον τε παρέλιπον ἀνεξέργαστον ἢ μετεχειρίσαντο· καταλιπὼν οὖν ἐγὼ τοὺς ἄλλους, Ἀρχιγένους ἐμνημόνευσα μόνου δικαίως ὑπὲρ ἐκείνους ἅπαντας ἐπῃνημένου· λέγοντος δ’ αὐτοῦ βλάπτεσθαί τινας ἐνεργείας, ἄνευ τοῦ βλάπτεσθαι τὸ μόριον τοῦ σώματος ἐν ᾧ γίνονται, διορισμοῦ τὸν λόγον ἔφην δεῖσθαι· δύνασθαι γάρ τινα λέγειν ὀρθῶς, εἰ καὶ μὴ μόνιμον ἤδη διάθεσιν ἔχοι τὸ κατὰ συμπάθειαν

    137
    ἑτέρου βλαπτόμενον, ἀλλ’ ὡς αὐτὸς ἔφη, καθάπερ τινα σκιὰν αὐτὸ τοῦτο τὸ πάθος ὑπάρχειν αὐτοῦ. πυρὶ γοῦν οὕτω πλησιάσαντες, ὡς ἐγγὺς μὲν ἥκειν τοῦ καίεσθαι, μὴ μέντοι γε καίεσθαι, σφοδρῶς ἀλγοῦμεν, οὐ δήπου μηδὲν πάσχοντος τοῦ θερμαινομένου μέρους. οὕτω δὲ καὶ κρύος ἰσχυρὸν ἐν τῷ περιέχοντι γενόμενον, ἢ ψυχρὸν ὕδωρ ἀκραιφνὲς, ἢ χιὼν προσπεσοῦσα, σφοδρὰν ὀδύνην ἐργάζεται· κᾂν ἀποστήσῃς τὸ λυποῦν, εὐθέως σὺν αὐτῷ παύεται τὸ πάθημα. βέλτιον οὖν ἐδόκει λέγειν, ὥσπερ καὶ αὐτὸ τοὔνομα ἐνδείκνυται, τὸ πάσχειν ἀμηγέπη τὸ συμπάσχον· οὐ γὰρ τὸ μηδόλως πάσχον, ἀλλὰ τὸ σὺν ἑτέρῳ πάσχον ὑπὸ τῆς συμπάσχον ἑρμηνεύεται φωνῆς. ὥσθ’ ὅταν ἐπὶ στομαχικαῖς διαθέσεσιν ὅμοια τοῖς τῶν ὑποχεομένων κατὰ τοὺς ὀφθαλμοὺς γίνηται συμπτώματα, πάσχειν μὲν αὐτοὺς λεκτέον, ἀναφερομένης ἐπὶ τὴν κεφαλὴν ἀναθυμιάσεώς τινος καπνώδους τῶν ἐν τῇ γαστρὶ περιεχομένων χυμῶν, οὐ μὴν ἤδη γέ πω διάθεσιν ἔχειν τοιαύτην, ὡς ἀπελθόντος τοῦ λυποῦντος ἰδίας ἐπιμελείας δεῖσθαι.
    138
    τὰ μὲν οὖν τοιαῦτα λογικώτερά πως ἔφην εἶναι· λογικὰ γὰρ ὄντως ἐστὶν ὅσα τῆς χρείας ἐπέκεινα προερχόμενα τὴν φύσιν ἀθρεῖ τῶν πραγμάτων, ὁποία τις ὑπάρχει κατὰ τὴν οἰκείαν οὐσίαν. οὕτως γοῦν καὶ Χρύσιππος ὁ φιλόσοφος ἔγραψεν περὶ τῶν τῆς ψυχῆς παθῶν ἓν μὲν τὸ θεραπευτικὸν βιβλίον, οὗ μάλιστα χρῄζομεν εἰς τὴν ἴασιν αὐτῶν, ἕτερα δὲ τρία λογικὰς ἔχοντα ζητήσεις.

    Ὅπερ δ’ ἦν ἄμεινόν τε καὶ πολὺ χρησιμώτερον εἰς τὴν προκειμένην πραγματείαν, οὐκ ἀκριβῶς διήρθρωσεν ὁ Ἀρχιγένης, ὁπόσοι τρόποι τῶν βλαπτομένων ἐνεργειῶν εἰσιν· οὕτω γὰρ οἵ τε πρωτοπαθοῦντες, ἢ ἰδιοπαθοῦντες, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, τόποι τοῦ σώματος εὑρεθήσονται, καὶ τῆς ἰάσεως αὐτῶν εὐπορήσομεν. ἐγὼ δ’ ἐπί τε τῶν φωνητικῶν ὀργάνων ἐδείκνυον τοῦτο καὶ τοῦ βλαβέντος εἰς αἴσθησιν τοὺς δακτύλους τῆς χειρὸς, οὐδὲν αὐτοὺς πεπονθότας, ἐφ’ οὗ τὸ πρῶτον πάσχον εὑρεθὲν ἐν ἀρχῇ τοῦ μεταφρένου τὴν προσήκουσαν ἐνεδείξατο θεραπείαν.

    139

    Ἄλλῳ μὲν γὰρ τρόπῳ τῆς γαστρὸς πασχούσης ὑποχύσεως φαίνεται συμπτώματα· καθ’ ἕτερον δὲ τρόπον οὐδὲν τῶν φωνητικῶν ὀργάνων πεπονθότων ὁ καταπεσὼν ἐξ ὑψηλοῦ τὴν φωνὴν ἐβλάβη, καὶ τούτων γ’ ἀμφοτέρων κατ’ ἄλλο συμπαθείας εἶδος ὁ τοὺς δακτύλους ἀναισθήτους ἔχων. ἐπὶ μὲν γὰρ τῶν ὀφθαλμῶν, ἀναφερομένου τινὸς ἐπ’ αὐτούς· ἐπὶ δὲ τῆς ἀφωνίας τῷ τὴν ὕλην τῆς φωνῆς βεβλάφθαι· τὸ δὲ κατὰ τοὺς δακτύλους σύμπτωμα μηκέτ’ εἰς αὐτοὺς ἀφικνουμένης τῆς αἰσθητικῆς δυνάμεως ἐγένετο. καὶ βέλτιον ἦν, εἴπερ ἄρα, μηδὲν ὅλως ἡγεῖσθαι πεπονθέναι τὰ φωνητικὰ μόρια καὶ τοὺς δακτύλους ἤπερ τοὺς ὀφθαλμούς· ἐπ’ ἐκείνων μὲν γὰρ αὐτὸ δὴ τοῦτο πάθος ἐστὶν τὸ πληροῦσθαί τινος ἀναθυμιάσεως καπνώδους· ἐπὶ δὲ τῶν φωνητικῶν τε καὶ τῶν δακτύλων οὐ τῷ παραγίνεσθαί τι παρὰ φύσιν εἰς αὐτοὺς, ἀλλὰ τῷ μὴ παραγίνεσθαι τὸ κατὰ φύσιν ἀφικνούμενον, ἐνέργειά τις βλάπτεται. δύναμις μὲν οὖν αἰσθητικὴ τοῖς δακτύλοις οὐκέτ’ ἐπιῤῥεῖ, βλαβείσης τῆς κατὰ τὸν νωτιαῖον ἐκφύσεως τοῦ νεύρου· πνεῦμα δ’ ἐκφυσώμενον ὁ λάρυγξ οὐκέτι δέχεται, τῶν μεσοπλευρίων μυῶν παραλυθέντων·

    140
    ἀλλ’ ὅμως κᾀπὶ τούτων ἐγχωρεῖ λέγειν αὐτὸ τοῦτο πάθος εἶναι τὸ μὴ παραγίνεσθαι πρὸς τὰ μόρια τὰ πρότερον, ἡνίκ’ εἶχε κατὰ φύσιν, ἥκοντα· καὶ γὰρ τῶν κρηνῶν οὐκ ἄν τις ἀλόγως πάθος εἶναι νομίζοι τὸ μηκέθ’ ἥκειν ἐπ’ αὐτὰς τὸ ὕδωρ, καὶ τῶν ἐκ τῆς γῆς φυομένων δημητρίων φυτῶν τὸν ἄμετρον αὐχμὸν, καὶ τῶν ζώων ἀπορίαν τροφῆς ἢ ποτοῦ· τὸ γὰρ ἐλλεῖπον ὁπωσοῦν ἑκάστῳ πρὸς τὴν κατὰ φύσιν αὐτοῦ διοίκησιν εἰκότως ἄν τις πάθος ἐκείνου νομίζοι. ἀλλὰ ταῦτα μὲν, ὡς ἔφην, λογικωτέραν ἔχει τὴν ζήτησιν· ἐπὶ δὲ τῶν βεβλαμμένων τε καὶ ἀπολωλυιῶν ἐνεργειῶν ἡ ἀναγκαία σκέψις ἠμέληται τοῖς πλείστοις τῶν ἰατρῶν. δυοῖν γὰρ ἢ καὶ τριῶν ἐνεργειῶν ἔσθ’ ὅτε τούτων οὐσῶν, ἐνίοτε μὲν ἑνὸς μορίου πεπονθότος τἄλλα συμπάσχοντα συμβλάπτεται τὰς ἐνεργείας, ἐνίοτε δὲ πάνθ’ ὡσαύτως πέπονθεν· ἔστι δ’ ὅτε τὰ μὲν αὐτῶν ἔχει διάθεσιν ἑκτικὴν, ὡς ἂν εἴποι τις, τὰ δὲ λοιπὰ τὴν, ὡς ἂν φαίη τις, κατὰ σχέσιν· ὑπὲρ ὧν εἴρηται μὲν ἤδη κᾀν τῷ δευτέρῳ περὶ τῆς τῶν ζώντων ἀνατομῆς, εἴρηται δ’ 
    141
    ἔτι καὶ κατὰ τὸν πρὸ τούτου λόγον, εἰρήσεται δὲ καὶ αὖθις, ὡς ἂν καὶ τοῦ μέλλοντος ἡμῖν περαίνεσθαι λόγου χρῄζοντος ἐξ ἀνάγκης τοιούτων διορισμῶν. ὃ δέ ἐστι χρήσιμον οὐδὲν ἧττον ἐν τῷδε τῷ τόπῳ προειρῆσθαι, διὰ τοὺς λόγῳ μὲν ἐπιχειροῦντας ἀποδεικνύειν ἀναγκαίαν τοῖς ἰατροῖς τὴν τῶν πεπονθότων ζήτησιν, ἔργῳ δ’ ἀνατρέποντας, ἤδη σοι δίειμι, προχειρισάμενος ἕν τι πάθος ἕνεκα παραδείγματος. ἔστω δὴ τοῦτο πλευρῖτις· ἐφ’ ἧς ὅτι μὲν ἡ πλευρὰ πέπονθεν, ἔνδειξις ἐκ τοῦ κατ’ αὐτὴν ἀλγήματος γίνεται· πότερον δ’ ὁ ὑπεζωκὼς ὀνομαζόμενος εἴθ’ ὑμὴν εἴτε χιτὼν, οὐδὲν γὰρ διαφέρει, φλεγμαίνει τοῖς πλευριτικοῖς, ἢ καί τι μόριον ἄλλο κατὰ τὰς πλευρὰς, καὶ πότερον ὁ πνεύμων ἐξ ἀνάγκης καὶ αὐτὸς πέπονθεν κατὰ τοὺς λοβοὺς, ἢ παντάπασιν ἀπαθής ἐστιν, οὐκ ἀναγκαῖον ἐπίστασθαί φασιν οἱ τὴν ἐμπειρίαν πρεσβεύοντες· ἑωρακέναι γὰρ ἤδη παμπόλλους πλευριτικοὺς, τοὺς μὲν ἅμα τοῖς διδασκάλοις, τοὺς δ’ ὑφ’ ἑαυτῶν μόνων θεραπευθέντας, ὡς Ἱπποκράτης ἔγραψεν ἐν τῷ περὶ διαίτης ὀξέων νοσημάτων, ἀκριβῶς τε γιγνώσκειν ἤδη, τίνα μὲν αὐτοὺς
    142
    ὠφελεῖ, τίνα δὲ βλάπτει, καὶ διορισμοὺς ἔχειν ἀναμιμνήσκοντας ἐπὶ σημείων ἐναργῶς φαινομένων, ὧν δεῖ φλέβα τέμνειν, ὧν δὲ μή· καὶ περὶ πυριάσεως δ’ αὐτῶν, ἔτι τε καταπλασμάτων, καὶ διαιτημάτων, ὑπαγωγῆς τε γαστρὸς, αὐτάρκη γνῶσιν ἔχειν ἐκ μακρᾶς πείρας. ὅθεν μὲν οὖν Ἱπποκράτης κινηθεὶς, ἤ τις ἄλλος πρὸ αὐτοῦ, τὴν εὕρεσιν ἐποιήσατο τῶν βοηθημάτων, ἀγνοεῖν ὁμολογοῦσιν· ἑαυτοῖς δ’ ἀρκεῖν φασιν τοῖς εὑρημένοις χρῆσθαι προσηκόντως, ὡς καὶ τοὺς ἄλλους τεχνίτας ὁρῶμεν· οὔτε γὰρ ὁ χαλκεὺς, οὔθ’ ὁ τέκτων, οὔθ’ ὁ σκυτοτόμος, ὅπως εὑρέθησαν αὐτῶν αἱ τέχναι ζητοῦσιν, ἀλλ’ ἅ γε παρὰ τῶν διδασκάλων ἔμαθον, αὐτοί τε χρώμενοι τῇ πείρᾳ δοκιμάσαντες ἐβεβαιώσαντο, ταῦτα πράττοντες εὐδοκιμοῦσιν. ἐγὼ μὲν οὖν, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὅταν ἀκούσω λεγόντων ταῦτα τῶν ἐμπειρικῶν ἰατρῶν, ἡγοῦμαι πάνυ πιθανοὺς εἶναι τοὺς λόγους αὐτῶν, εὑρίσκω τε τὰς πρὸς αὐτοὺς ὑπὸ τῶν δογματικῶν εἰρημένας ἀντιλογίας οὐ πάνυ τι γενναίας· ὥσπερ δ’ ἐν ἅπασι τοῖς ἄλλοις καθ’ ὅλον τὸν βίον ἐμαυτὸν ἀεὶ προπετοῦς συγκαταθέσεως ἐπέσχον, οὕτω καὶ
    143
    περὶ τούτων ἐζήτησα πολλῷ χρόνῳ κατ’ αὐτὴν τὴν ἐπὶ τῶν νοσούντων εὕρεσιν τῶν βοηθημάτων, εἴτε προσδέομαί τινος ἐνδείξεως λογικῆς, εἴτ’ ἀρκεῖ μοι τὰ διὰ τῆς πείρας ἐγνωσμένα παρά τε τοῖς διδασκάλοις καὶ κατ’ ἐμαυτόν. ἅπερ οὖν ἔκρινα βέλτιστα, πολλῷ χρόνῳ ζητήσας, ἐπικαλεσάμενος θεοὺς μάρτυρας, ἀγορεύσω τοῖς ἀληθείας ἐρῶσιν. οὐδὲ γὰρ αἰτίαν ἔχω τοῦ ψεύδεσθαι, καθάπερ οἱ μανθάνοντες αἵρεσιν μίαν, εἶτα πάντῃ τε καὶ πάντως ἔνδοξοι κατ’ αὐτὴν γενέσθαι προῃρημένοι· τούτοις γὰρ ἀναγκαῖόν ἐστι φιλονείκως ἀγωνίζεσθαι περὶ τῆς κατὰ τὴν αἵρεσιν ἀληθείας, ἣν μόνην γινώσκουσιν, ὡς ἂν ἐξ ἄλλης ἀγωγῆς λόγων ἀδυνατοῦσιν πορίζεσθαι δόξαν· ἐγὼ δ’ ἔργῳ διεδειξάμην ἐν ἐπιδείξεσίν τε δημοσίαις καὶ ταῖς τῶν βουληθέντων ἡντιναοῦν αἵρεσιν ἐκδιδαχθῆναι παρ’ ἐμοῦ, μηδενὸς ἧττον, ἵνα μή τι μεῖζον εἴπω, γινώσκων ἁπάσας αὐτάς. οὐ μὴν οὐδὲ λόγων αὐτοσχεδίων ἀπορίᾳ, συναγορεύειν ἑλόμενος αἱρέσει μιᾷ, ῥᾳδίως ἂν ὑπό τινος ἐξηλέγχθην· ἔμαθον γὰρ οὐκ ἐξ ὑπομνημάτων αὐτὰς, ὥς τινες, ἀλλὰ παρὰ τοῖς πρωτεύουσι διδασκάλοις
    144
    καθ’ ἑκάστην αἵρεσιν. οὔτ’ οὖν πρὸς ἐμπειρικούς ἐστί μοί τι μῖσος, ὧν γε τοῖς λόγοις ἐνετράφην, οὔτε πρὸς δογματικῶν τινας· ὁμοτίμως τε γὰρ ἐσπούδασα τὰ πάντων ἐκμαθεῖν, ἐφοίτησά τε τοῖς ἐνδοξοτάτοις διδασκάλοις καθ’ ἑκάστην αἵρεσιν· ἀπό τε τῶν ἔργων τῆς τέχνης ἐγνώσθην, οὐκ ἀπὸ λόγων σοφιστικῶν, τοῖς τ’ ἄλλοις τῶν ἐν Ῥώμῃ πρώτων ἀνδρῶν καὶ πᾶσιν ἐφεξῆς τοῖς αὐτοκράτορσιν· ὥστ’ οὐδὲν ἄν μοι λείποι πρὸς τὸ μὴ οὐ λέγειν ἀληθῶς ἃ φρονῶ καθ’ ἑκάστην αἵρεσιν. εὗρον οὖν ἐπὶ τῶν ἔργων τὴν διὰ τῆς ἀληθοῦς ἐνδείξεως εὕρεσιν τῶν βοηθημάτων ἐν τοῖς σπανίως ἀποβαίνουσιν πλεονεκτοῦσαν τῆς ἐμπειρικῆς γνώσεως· καὶ διὰ τοῦτο τοῖς ἐναντιωτάτοις βοηθήμασιν ἐνίοτε τῶν ἐκ τῆς ἐμπειρίας ἐγνωσμένων ἐθεράπευσα πολλὰ τῶν παθῶν, ἅπερ ἐπὶ πλέον ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ διέρχομαι.

    Νυνὶ δ’ εἰρήσεται μόνα τὰ πρὸς τὴν ἐνεστῶσαν ὑπόθεσιν χρήσιμα. τὰς γάρ τοι τῶν ἐνεργειῶν βλάβας εὗρον οὐ μόνον ἐπὶ τοῖς ὁμοιομερέσιν, ὑφ’ ὧν γίγνονται,

    145
    νοσοῦσιν βλαπτομένας, ἀλλὰ κᾀπὶ τοῖς ἄλλοις μορίοις, ὧν χρεία μέν τίς ἐστιν, ἐνέργεια δ’ οὐκ ἔστιν· εὗρον δὲ καὶ τὰ τῶν ὀργανικῶν μορίων νοσήματα βλάπτοντα τὰς ἐνεργείας. ἐπὶ τούτοις προεγνωσμένοις ἑξῆς εὗρον ἔνια μὲν νοσήματα συνεχῶς γινόμενα τοῖς πολλοῖς τῶν ἀνθρώπων, ἔνια δὲ σπανίως· τὴν δ’ ἐμπειρικὴν ἰατρείαν ἑώρων οὐ τὸ σπάνιον, ἀλλὰ τὸ πολλάκις ἀποβαῖνον ἐν μνήμῃ τε καὶ μιμήσει τιθεμένην, καὶ διὰ τοῦτ’ ἠμελημένας τῶν σπανίων διαθέσεων οὐ μόνον τὰς θεραπείας, ἀλλὰ καὶ τὰς προηγουμένας αὐτῶν διαγνώσεις. ὅπως οὖν χρὴ διαγιγνώσκειν αὐτὰς πρῶτον ἐζήτησα, καὶ τούτων τινὰς μὲν ἐπιστημονικὴν διάγνωσιν ἐχούσας εὗρον, ἐνίας δ’ ὑποπεπτωκυίας τῷ καλουμένῳ τεχνικῷ στοχασμῷ, καὶ διὰ τοῦτο καὶ αὐτὰς ὡς τὸ πολὺ κατορθουμένας, ἡ γὰρ τοῦ τεχνικοῦ στοχασμοῦ δύναμις τοιαύτη τίς ἐστιν· ἀλλὰ καὶ ταύτας καὶ πρὸ τούτων ὅσαι τῶν σπανίων διαθέσεων ἐπιστημονικὴν διάγνωσιν ἔχουσιν, εὗρον ἀεὶ δεομένας τῆς τῶν πεπονθότων μορίων διαγνώσεως. ἐγὼ μὲν οὕτως ἰατρεύων ἄχρι γήρως οὐδαμόθι μέχρι σήμερον ἠσχημόνησα 
    146
    κατὰ θεραπείαν, ἢ πρόγνωσιν, ὡς ἄλλους πολλοὺς εἶδον ἐνδοξοτάτους ἰατρούς· εἰ δέ τις ἐθέλει καὶ αὐτὸς ἀπὸ τῶν ἔργων τῆς τέχνης, οὐκ ἀπὸ λόγων σοφιστικῶν ἔνδοξος γενέσθαι, πάρεστι τούτῳ χωρὶς ταλαιπωρίας ἀναλέγεσθαι τὰ πρὸς ἡμῶν ηὑρημένα μετὰ πολλῆς ζητήσεως ἐν ὅλῳ τῷ βίῳ. γινωσκέτω τοιγαροῦν οὗτος ἐν τοῖς σπανίοις πάθεσιν, ἐν οἷς οὔτε διδάσκαλον εἶδον ἰασάμενόν τινα τῶν πασχόντων οὔτ’ αὐτός ποτε ἐπειράθην βοηθήματος, ὁδῷ τοιαύτῃ με χρησάμενον εἰς τὴν τῶν ἰαμάτων εὕρεσιν. ἔστωσαν οὖν μοι καὶ νῦν θεοὶ τοῦ λόγου μάρτυρες· ἐζήτησα γὰρ ἀεὶ, τίνος τόπου πεπονθότος, ἢ τίνος αὐτῷ συμπάσχοντος ἡ τῆς ἐνεργείας ἐγένετο βλάβη, καὶ πείσας ἐμαυτὸν εὑρηκέναι τὸ μόριον, ἐφεξῆς ἐζήτησα τὴν διάθεσιν αὐτοῦ, κᾀκ τούτων εὐθὺς ἀμφοτέρων ἔλαβον ἔνδειξιν ὅλου τοῦ τῆς θεραπείας γένους, εἴς τε τὸ ποσὸν καὶ τὸ ποιὸν τῶν βοηθημάτων, καὶ τὴν τῶν ἐπιτηδείων ὑλῶν εὕρεσιν, ἐπισκοπούμενος ἅμα τοῖσδε τὴν ἡλικίαν τε καὶ φύσιν τοῦ κάμνοντος, ὥραν τε καὶ χώραν, καὶ τἄλλα ὅσα πολλάκις ἤδη λέλεκται κατὰ
    147
    τὴν Ἱπποκρατείων βιβλίων ἐξήγησιν. ἀλλ’ ὁ πεπονθὼς τόπος, εἴ τι μεμνήμεθα τῶν ἐν τοῖς πρὸ τοῦδε δύο βιβλίοις, ἔκ τε τῶν ἐκκρινομένων ἐγνωρίζετο καὶ τῶν ἐπιτρεφομένων τοῖς πάσχουσι μέρεσι καὶ τῶν ἐνεργειῶν τῆς βλάβης, ἐν οἷς περιέχεται καὶ τὰ παρὰ φύσιν χρώματά τε καὶ σχήματα· ὄντων τε τῶν ἐκκρινομένων καὶ αὐτῶν τῷ γένει τριττῶν· ἤτοι γὰρ τῶν πεπονθότων τόπων ἐκκρίνεται μέρη, διαλυομένης αὐτῶν ἢ ἀποθρυπτομένης τῆς οὐσίας, ἤ τι τῶν περιεχομένων ἐν αὐτοῖς, ἤ τι τῶν ταῖς νοσώδεσι διαθέσεσιν ἑπομένων ἢ μόναις, ἢ διὰ παντὸς, ἢ ὡς ἐπὶ τὸ πολύ· τῶν μὲν ἄλλων οὐδὲν εὕρισκον ἐπί τινων παθῶν, μόνη δέ μοι τηνικαῦτα τῆς εὑρέσεως τῶν πεπονθότων μορίων ὁδὸς ὑπελείπετο ἡ διὰ τῆς βεβλαμμένης ἐνεργείας.

    Εἰς ἀνάγκην οὖν ποτε καταστὰς ἀνακτήσασθαί τινος ἀπολωλυῖαν μνήμην, ἔτι νεώτερος ὢν, οὔτε τῶν διδασκάλων ἑωρακώς τινα θεραπεύοντα τοῦτο τὸ πάθος οὔτ’ ἀνεγνωκὼς παρά τινι τῶν ἀρχαίων τὴν ἴασιν, ἐζήτουν κατ’ ἐμαυτὸν πρῶτον μὲν εὑρεῖν, τίς ἂν εἴη ὁ πεπονθὼς τόπος,

    148
    ᾧ προσάξω τὰ καλούμενα τοπικὰ βοηθήματα, μετὰ τὴν τοῦ παντὸς σώματος ἐπιμέλειαν δηλονότι, κοινὸν γὰρ τοῦτο ἐπὶ πάντων ἐστὶ τῶν παθῶν· εἶθ’ ἑξῆς, ἐκ τίνος ὁδοῦ τῶν ἰαμάτων ἕκαστον εὑρήσω. τὸν μὲν δὴ πεπονθότα τόπον ἡγούμην εἶναι τὸν αὐτὸν τῷ τὸ καλούμενον ἡγεμονικὸν ἐν ἑαυτῷ περιέχοντι, τὰ δ’ ἰάματα τῇ κατ’ αὐτὸν ἐναντία διαθέσει. παυσαμένους τοίνυν ἀξιῶ πάντας, ὅσοι τοῖσδε τοῖς γράμμασιν ὁμιλοῦσι, τῆς ψώρας, ἢ λύττης, ἢ μανίας ἧς ἔχουσι περὶ τὰς αἱρέσεις, ὡς ἀνθρώπους σώφρονας ἐπισκέψασθαι τὴν ἀκολουθίαν τῶν ἐφεξῆς εἰρησομένων. ἐν ᾧ γὰρ ἐσκοπούμην ἃ εἴρηκα, πυθόμενος τῷ Ἀρχιγένει τι γεγράφθαι βιβλίον, ἔνθα διδάσκει μνήμης βεβλαμμένης ἀνάκτησιν, εὐθέως περιῆλθον ἁπάσας μὲν τὰς βιβλιοθήκας, ἅπαντας δὲ τοὺς βιβλιοπώλας, ἅπαντας δ’ οὓς ᾔδειν ἰατροὺς ἐσπουδακότας περὶ τὰ συγγράμματα τἀνδρὸς, εὐπορῆσαι τοῦ βιβλίου προῃρημένος, ὅπως μοί τι συντελέσειεν πρὸς τὴν τῶν βοηθημάτων εὕρεσιν, οὐ τοῦ τόπου τοῦ πεπονθότος· ἄντικρυς γὰρ ἡγούμην ὑπ’ αὐτοῦ λελέχθαι τὸν τόπον τοῦτον, οὐκ
    149
    ἄλλον τινὰ παρὰ τὴν καρδίαν, ἐπειδὴ κατὰ ταύτην ἡ αἵρεσις αὐτοῦ τὸ τῆς ψυχῆς ἡγεμονικὸν εἶναι πεπίστευκεν· ἐζήτουν δ’ ἐγνωκέναι, τίνα δυσκρασίαν αὐτῆς αἰτίαν ἡγεῖται εἶναι τοῦ πάθους. οὐδὲ γὰρ ὅτι δυσκρασίαν τινὰ εἶναι νενόμικεν, ἠμφίβαλλον, εἰδὼς τὴν αἵρεσιν τοῦ ἀνδρός· ἀλλ’ ἐπειδὴ δυσκρασίας ᾔδειν ὀκτὼ καθ’ ἕκαστον μόριον συνισταμένας, τέτταρας μὲν ἁπλᾶς, τέτταρας δὲ συνθέτους, ἐπεθύμουν γνῶναι, τίνα τούτων ὁ Ἀρχιγένης ἀπεφήνατο τῆς βεβλαμμένης ἐνεργείας αἰτίαν εἶναι, πότερα ψύξιν ἢ ὑγρότητα τοῦ κατὰ τὴν καρδίαν πνεύματος, ἢ σύνθετον ἐκ ψύξεώς τε καὶ ὑγρότητος, ἢ ξηρότητα μετὰ ψύξεως ὑπολαμβάνει δύνασθαι τὸ πάθος ἐργάσασθαι τοῦτο· πρόδηλον γὰρ ἦν, ὅτι τῆς θερμότητος ἀποστήσεται. τί ποτ’ οὖν μοι συνέβη, τοῖς, ὡς ἔφην, ἀποτιθεμένοις τὴν τῆς αἱρέσεως μανίαν, ἐφεξῆς φράσω, παραγράψας αὐτὰς τὰς πρώτας ῥήσεις τοῦ βιβλίου, καθ’ ὃ θεραπείαν ὁ Ἀρχιγένης ἔγραψεν τῆς ἐπιλησμοσύνης, ἢ λήθης, ἢ μνήμης ἀπωλείας, ἢ βλάβης, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ τὸ προκείμενον ἐν τῷ λόγῳ πάθος, ἢ εἰ μὴ πάθος, ἀλλὰ
    150
    νόσον, ἢ σύμπτωμα, ἢ ἀῤῥώστημα· ταῦτα γὰρ οἱ σοφισταὶ ζητοῦσιν, μὴ ὅτι μικρὸν, ἀλλὰ μηδὲ τοὐλάχιστον εἰς τὴν θεραπείαν συντελοῦντα. σαφηνείας δὲ ἕνεκα τῶν μελλόντων εἰρήσεσθαι τοσοῦτον προειπεῖν ἀναγκαῖόν ἐστιν, ὅτι βιβλίων Ἀρχιγένει γεγραμμένων ἐπιστολικῶν ἕνδεκα τὸν ἀριθμὸν, ἐν τῷ πρώτῳ γέγραπται πρὸς Μάρσον ἐπιστολὴ, δι’ ἧς αὐτῷ συμβουλεύει περὶ τοῦ πατρὸς, ὅπως ἀνακτήσηται τὴν μνήμην αὐτῷ· ἐν ἀρχῇ μὲν οὖν αὐτῆς μετὰ τὸ προοίμιον, ὁπότε τῆς θεραπείας ἄρχεσθαι μέλλει, γέγραπται ταῦτα κατὰ λέξιν· ἀφαίρεσιν μὲν οὖν αἵματος σύμμετρον καὶ ἐπαφαίρεσιν πεποιῆσθαι ἡμᾶς ἀρχομένης τῆς ἀποθλίψεως πέπεισμαι, εἰ μή τις ἀσθένεια γέγονεν ἐμποδών. εἶτ’ ἐφεξῆς πάλιν· οἶμαι δὲ ὅτι καὶ ἐμβρέγμασί τε κατὰ καιρὸν χρήσασθαι καὶ θάλψεσι μὲν ὅλου τοῦ σώματος, ψιλώσει τε τῆς κεφαλῆς, καὶ σικυῶν προσβολῇ. ταῦτ’ ἀναγνοὺς ἐσκοτοδινίασα, χρὴ γὰρ ἴσως εἰπεῖν με τἀληθῆ· πῶς δ’ οὐκ ἔμελλον, ἁμαρτὼν τῆς ἐλπίδος ἣν ἤλπισα παρ’ ἀνδρὸς ἔσεσθαί μοι, μυριάκις ἐν πολλοῖς συγγράμμασιν τήν τε τῶν πεπονθότων τόπων ἐπιστήμην 
    151
    καὶ τὴν τῆς διαθέσεως αὐτῶν ἀναγκαίαν εἶναι φάσκοντος εἰς τὸ καλῶς ἰᾶσθαι τὰς νόσους; πῶς γὰρ ἂν ἔτι χρήσιμοι πρὸς τοῦτο εἶεν, εἰ μὴ τὴν ἀπ’ αὐτῶν τις ἔνδειξιν ἐπιδείξειεν ἡγεῖσθαι τῆς τῶν βοηθημάτων εὑρέσεως; ἐκ τίνος, Ἀρχίγενες, λόγου πιθανοῦ πεισθέντες ἐπὶ τὴν κεφαλὴν ἀφιξόμεθα τὴν καρδίαν ἀφέντες, ἧς ἓν μέν τι τῶν συμφύτων ἔργων ἐστὶν τὸ μεμνῆσθαι, τὸ πάθος δὲ τῆς ἐνεργείας ἐστὶν ἡ ταύτης ἀπώλεια; τίνα δὲ διάθεσιν ἡ τῇ κεφαλῇ προσφερομένη σικύα θεραπεύουσα τὴν μνήμην ἀνακαλέσεται; τίνι λόγῳ τὰ βοηθήματα ταῦτα συνεβούλευσας; ὡς ἔγωγε καὶ νῦν θεῶμαι κατὰ τὰς τῶν νοσούντων ἐπισκέψεις τοὺς ἰατροὺς ἐν τῇ κοινολογίᾳ πυνθανομένους ἀλλήλων, κατὰ τίνα λόγον τόδε βοήθημα πρὸ τοῦδε συνεβούλευσεν, ἄχρι καὶ τῶν σμικροτάτων τοῦτο δρῶντας, οὐ τῶν οὕτω μεγάλων ὁποῖόν ἐστι σικύα προσφερομένη τῇ κεφαλῇ. ἐγὼ μὲν οὖν οὐδ’ εἰ τῷ θώρακι προσήγετο, καθ’ ὃ μέρος ἡ καρδία τέτακται, λόγον εἰπεῖν εὑρίσκω δι’ ὃν ὤνησεν ἄν τι τὸν τοῦ Μάρσου πατέρα, μετὰ τοῦ μηδὲ εἰ τῷ θώρακι προσῆγε, πότερον μετ’ ἀμυχῶν τὰς σικύας, ἢ χωρὶς τούτων ἐβούλετο προσβεβλῆσθαι, δεδηλῶσθαι διὰ
    152
    τῆς ἀρτίως εἰρημένης ῥήσεως. δυναμένης γὰρ, εἰ οὕτως ἔτυχεν, τῆς διαθέσεως ψυχρᾶς καὶ ξηρᾶς εἶναι, τὸ μὲν αἵματος ἀφελεῖν ἔσχατον κακόν ἐστιν· τὸ δὲ σικύαις μόναις κεχρῆσθαι χάριν μὲν τοῦ θερμῆναι χρήσιμον, ἄλλως δ’ οὐδαμῶς· ἐπισπῶνται γὰρ ἐκ τοῦ βάθους εἰς αὐτὰ αἱ σικύαι τὴν ὑγρότητα, τοῦτο δ’ ἐναντιώτατόν ἐστι διαθέσει ξηρᾷ. μὴ γινωσκόντων οὖν ἡμῶν μηδέπω, τίς ἦν ἡ διάθεσις ἐν τοῖς κατὰ τὸν ἐγκέφαλον καὶ τὰς μήνιγγας χωρίοις, οὐκ ἀσφαλὲς ἦν ἔξω τοῦ κρανίου ποιεῖσθαι τὴν ἀντίσπασιν, προειρηκέναι τοιγαροῦν ἐχρῆν αὐτὸν ὡδί πως· ἐπειδὴ ψυχρόν ἐστιν καὶ ὑγρὸν τὸ πάθος ἐν τῇ κεφαλῇ, τοιαύτης γενομένης διαθέσεως, εἴη μὲν ἂν ἐν τῷ θερμαίνειν καὶ ξηραίνειν τὸ τῆς θεραπείας κεφάλαιον, ὕλαις δ’ ἄν τις εἰς τοῦτο βοηθημάτων χρήσαιτο τοιαῖσδε. μόγις γοῦν ἐπεγείρας ἐμαυτὸν ἐκ τῆς σκοτοδινίας ἐπὶ τὴν τῶν ἐφεξῆς γεγραμμένων ἀνάγνωσιν ἧκον, ἐνδέχεσθαι νομίζων, εἰ καὶ μὴ κατὰ τάξιν, ἀλλ’ οὖν γε παρὰ τάξιν εἰρῆσθαί τινα τοιοῦτον λόγον, οἷον ἄρτι διῆλθον ἐπὶ τοῦ παραδείγματος. καὶ τοίνυν εὗρον ἅπαντα τῶν βοηθημάτων τὸν κατάλογον
    153
    ἱκανῶς θερμαίνοντά τε καὶ ξηραίνοντα, μέχρι τοῦ καὶ τῷ καλουμένῳ πρὸς αὐτοῦ σιναπισμῷ καὶ ὅλην κεφαλὴν ἐκθερμαίνειν, καὶ τούτῳ γ’ αὐτῷ σφοδροτάτῳ· κελεύει γὰρ, ἀρθέντος τοῦ νάπυος, νίτρῳ καταπάσαντας τὴν κεφαλὴν, ἔπειθ’ ὕδατι καταντλεῖν θερμῷ, οὗ βοήθημα βιαιότερον οὐδὲν ἂν εὕροις ἄλλο τῶν κατ’ ἰατρικήν· ὁμοίαν γὰρ ἔχει τὴν ὀδύνην καυτηρίῳ, πολυχρονιωτέραν δὲ τὴν ἐνέργειαν. ἀμέλει καὶ αὐτὸς ὁ Ἀρχιγένης ἐπιφέρων ἔφη· δυσυπομόνητον μὲν οὖν ἔχει τὴν ὀδύνην, ἀλλ’ οὐδενὸς χεῖρόν ἐστι τοῦτο τῶν μεγίστων βοηθημάτων. καὶ μὴν διὰ νάπυος, καὶ καρδάμου, καὶ κόκκου κνιδίου, καὶ σταφίδος ἀγρίας, ἀποφλεγματισμοὺς ποιεῖσθαι συμβουλεύει, καὶ πταρμικοῖς χρῆσθαι κελεύει, καὶ προποτισμοῖς, διὰ τῶν ἱκανῶς θερμαινόντων τε καὶ ξηραινόντων φαρμάκων ἀμφότερα τὰ βοηθήματα ποιούμενος, ὡς εἶναι δῆλον αὐτὸν ὑγρότητα καὶ ψύξιν ἡγούμενον εἶναι τὴν διάθεσιν, ἤτοι κατὰ τὸν ἐγκέφαλον, ἢ τὰς μήνιγγας· οὐ γὰρ δὴ κατά γε τὸ κρανίον ἡ τοιαύτη διάθεσις γενομένη τῆς μνήμης ἀφαιρήσεται τὸν ἄνθρωπον. ἀλλὰ ταῦτα μὲν εἰρήσθω κατὰ τὸ πάρεργον,
    154
    ὡς οὐδαμόθι δείξας ὑγρότητι καὶ ψύξει γίνεσθαι τὴν ἐπιλησμοσύνην, ἔπειτα ξηραίνοντα καὶ θερμαίνοντα βοηθήματα παρέχει· τὸ δὲ τῇ κεφαλῇ τοσαῦτα πράγματα παρέχειν, ἑτέρου πεπονθότος μορίου, πῶς οὐκ ἄν τις ἀγανακτήσειεν; περὶ γοῦν τῶν σικυῶν τῇ κεφαλῇ προσβολῆς, ὧν ἀδιορίστως ἐμνημόνευσεν ἐν ἀρχῇ τοῦ λόγου, μετὰ ταῦτα προελθὼν ἔγραψε σαφέστατα τήνδε τὴν λέξιν· ἐρεθισμούς τε διὰ νάπυος καὶ σικυῶν κούφων, τὰ πολλὰ μὲν ἠπίων, ὁτὲ δὲ καὶ πάνυ εὐτόνων· ἀνυστικώτεραι δ’ εἰσὶν αἱ μετ’ ἀμύξεως. ἀλλὰ πάντα τε ταῦτα κατ’ οὐδένα λόγον, Ἀρχίγενες γενναιότατε, τῇ κεφαλῇ προσφέρεις, ἐν καρδίᾳ τοῦ πάθους ὄντος. οὐδὲ γὰρ ἐκ πείρας, ἵνα τι καὶ πρὸς τοὺς ἐμπειρικοὺς εἴπω, τῶν τοιούτων εὑρῆσθαί τι δύναται· καυσούμενος μὲν γὰρ ἄνθρωπος ἐν πυρετῷ διακαεῖ ψυχρὸν ὕδωρ ὑπ’ ἀκρασίας προσενεγκάμενος ὤνητο μὲν αὐτός ποτε, μιμήσεως δ’ ἀρχὴν ἰατροῖς παρέσχεν ἄνευ λογικῆς ἐνδείξεως· ἡ δὲ τῆς σικύας πρόσθεσις οὐδεμίαν ἔχει περίπτωσιν ἡγουμένην, ἀλλ’ ἐκ λογικῆς ἐνδείξεως ἅπασα γέγονεν, μήτ’ αὐτῆς ποτε δυναμένης τῆς σικύας αὐτομάτως
    155
    γεννηθῆναι μήτ’, εἰ κᾂν τοῦτό τις συγχωρήσειε, κολληθῆναί ποτε τῇ κεφαλῇ κατὰ περίπτωσιν, καὶ μάλιστ’ ἐπὶ πάθους σπανίου. τῶν γοῦν καθ’ ἡμᾶς ἰατρῶν, ὅσοι γέροντές εἰσι καὶ τριβακοὶ, πυνθανόμενος, εἴ τινος ἐθεράπευσάν ποτε τοιοῦτο πάθος, ὀλίγου δεῖν ἁπάντων ἤκουσα μηδ’ ἐπικεχειρηκέναι λεγόντων, μόνος δ’ εἷς ἔφη τολμῆσαι μὲν ἐπὶ τὴν θεραπείαν ἐλθεῖν, ἀνύσαι δὲ μηδὲν ἐπ’ αὐτῇ. πῶς οὖν ἐκ πείρας μιμητικῆς τῶν κατὰ περίπτωσιν ὀφθέντων ἡ τοῦ βοηθήματος ἐγένετο γνῶσις, αὐτοῦ γε τοῦ πάθους σπανίως τινὶ συμβαίνοντος, αὐτομάτως τε τῆς σικύας τῆ κεφαλῇ κολληθῆναι κατὰ περίπτωσιν οὐδέποτε δυναμένης; ψυχροῦ μὲν γὰρ πόσις, ἕκαστόν τε τῶν τοιούτων βοηθημάτων, ὧν ὁσημέραι πεῖραν ἔχομεν ἐπὶ πολλῶν πολλάκις, ἐκ πείρας εὑρῆσθαι δύναται μιμητικῶς· ἡ δὲ τῆς σικύας προσβολὴ μετ’ ἀμυχῶν, ἢ ἄνευ τούτων, οὐδεμίαν ἐκ πείρας ἀφορμὴν ἐσχηκέναι δύναται. οὐδὲ γὰρ ὥσπερ ἐπ’ ἄλλων παθῶν πολλῶν ὁ πεπονθὼς τόπος, εἰ καὶ μὴ πρὸς ἀκρίβειαν, ἀλλὰ πρός γε τὴν τῶν βοηθημάτων αὐτῷ προσφορὰν, αὐτάρκως 
    156
    φαίνεται δι’ αἰσθήσεως, οὕτω κᾀπὶ τῆς μνήμης· ἄλλων δὲ λέγω παθῶν τῶν τοιῶνδε, πλευρίτιδος, περιπνευμονίας, νεφρίτιδος, κωλικῆς διαθέσεως, ἡπατικῆς, σπληνικῆς, ἢ κατ’ ἔντερον, ἢ κατὰ κύστιν, ἢ μήτραν, ἤ τι τοιοῦτον μόριον ἕτερον, ἐφ’ ὧν ἁπάντων αἵ τ’ ὀδύναι καὶ τὰ διὰ τῶν πόρων ἐκκρινόμενα τὸν πεπονθότα τόπον, εἰ καὶ μὴ κατὰ τὸ ἀκριβέστατον, ἀλλ’ ἐν πλάτει γε διασημαίνουσι. κατά τε γὰρ τῆς πλευρᾶς ὅλης ἐν πλευριτικοῖς ἐπιθεῖναι ῥᾷστόν ἐστιν ὅ τι περ ἂν βουληθῇς, ἐπί τε τῆς κοιλίας ἐν κωλικοῖς, ὥσπερ καὶ κατὰ τῶν ὑποχονδρίων ἐφ’ ἥπατός τε καὶ σπληνὸς φλεγμοναῖς, ὡσαύτως δὲ καὶ τῶν ἄλλων μορίων· ἔνθα δὲ ἀπόλωλεν ἡ μνήμη, σημεῖον οὐδέν ἐστι τόπου πεπονθότος, οὐκ ὄγκος παρὰ φύσιν, οὐκ ὀδύνη τις, οὐκ ἔκκρισις, οὐκ ἄλλο. οὐδέν· ὥσπέρ γε καὶ ἐπὶ μελαγχολίας καὶ φρενίτιδος καὶ μανίας, ἐπιληψίας τε καὶ ληθάργου καὶ κάρου καὶ τῆς ὀνομαζομένης ὑπὸ τῶν νεωτέρων ἰατρῶν κατοχῆς τε καὶ καταλήψεως· ἀλλ’ οὐδὲ τῶν ὅλου τοῦ σώματος σπασμῶν, ἢ παλμῶν, ἢ τῆς ἐξ ἡμίσεος αὐτοῦ μέρους παραλύσεως, ἡ οἷον ῥῖζα προβάλλει
    157
    τι σημεῖον, οὔτε δι’ ὄγκου παρὰ φύσιν, οὔτε δι’ ὀδύνης, οὔτε διὰ χρώματος ἐξηλλαγμένου παρὰ τὸ πρόσθεν, ἢ διά τινος τῶν ἐκκρινομένων· ὥστ’ οὐδ’ ἐπὶ τούτων ἡ Ἀρχιγενικὴ τῶν βοηθημάτων εὕρεσις δύναται γενέσθαι, ληρώδους μὲν οὔσης τῆς τῶν ἐμπειρικῶν περιπτώσεως, τοῦ δ’ Ἀρχιγενείου λόγου πρὸς τὴν καρδίαν ἡμᾶς ὁδηγοῦντος. ἀλλὰ δῆτα συγκεχωρήσθω τὴν πεῖραν εὑρηκέναι τὰ βοηθήματα τῶν εἰρημένων παθῶν, ἆρ’ οὐ φανερὸς ἔλεγχός ἐστι τῆς ψευδοῦς ἀλαζονείας τῶν δογματικῶν ἀνδρῶν, οὐδ’ οὗτος αὐτὸς ἁπλοῦς, ἀλλὰ διττὸς, καὶ ἰσχυρὸς ἑκάτερος; ἐκ γὰρ τοῦ τὴν πεῖραν οὕτως εἶναι χρήσιμον, ὡς μὴ μόνον εὑρίσκειν ἄνευ λόγου τὰς ἰάσεις, ἀλλὰ καὶ διελέγχειν αὐτὸν, ὡς ἔστι προφανῶς ψευδὴς, οὐ μόνον ἄχρηστος ὁ λόγος, ἀλλὰ καὶ πρὸς κακοῦ φαίνεται τοῖς δογματικοῖς ἰατροῖς ἐπιτηδευόμενος. ἤρκει μὲν οὖν, ὥς φασι, καὶ ὁ περὶ τῆς ἀχρηστίας ἔλεγχος· ὁπότε δὲ καὶ βλάπτων ὁ λόγος φαίνεται, τί ἂν ἔτι μεῖζον ἔχοι τις εἰπεῖν εἰς τὴν μοχθηρίαν αὐτοῦ; οἱ πολλοὶ γοῦν λόγοι περὶ ψυχῆς ἡγεμονικοῦ διαλεκτικῶς ἐρωτηθέντες, ἅμα τοῖς περὶ τῆς τῶν πεπονθότων
    158
    τόπων εὐχρηστίας, ἐνδεικνύμενοι τῇ καρδίᾳ προσφέρειν ἐπὶ τῶν ψυχικῶν παθῶν τὰ βοηθήματα, κατεφρονήθησαν ἐξαίφνης ὑπὸ τοῦ τριβακωτάτου περὶ τὰς θεραπείας Ἀρχιγένους, ὡς ἐᾶσαι μὲν ὅλως τὰ κατὰ τὸν θώρακα μόρια, τὴν κεφαλὴν δὲ σικυάζειν καὶ κατατέμνειν καὶ κατακαίειν οὐδὲν πεπονθυῖαν. ἆρ’ οὖν, ὦ πρὸς Διὸς, ἐψευσάμην, ὀλίγον ἔμπροσθεν εἰπὼν, ἐσχάτην προδοσίαν γίνεσθαι τῆς λογικῆς ὁδοῦ πρὸς τὴν τῶν βοηθημάτων εὕρεσιν ὑπὸ τῶν τὴν πατρίδα μᾶλλον ἢ δόγμα προδοῦναι πεπεισμένων; προδοσία γὰρ αὐτοῖς εἶναι δοκεῖ τἀληθῆ λέγειν, ὅταν μέλλωσι διαφωνεῖν τοῖς ἀπὸ τῆς τοιαύτης αἱρέσεως. ὥσπερ δ’ ἐνταῦθα φιλονεικίαν αἰσχρὰν ἐπιδείκνυνται προφανῶς, οὕτως ἄνοιαν, ὅταν οἴωνται πάνθ’ ἑαυτῶν σαλεύεσθαι τὰ δόγματα, κᾂν ἓν ὁτιοῦν ἐλεγχθῇ· τινὰ μὲν γὰρ ἀλλήλοις ἀκολουθεῖ, καθάπερ γε πάλιν ἕτερα μάχεται, τινὰ δὲ οὔτ’ ἀκολουθίαν οὔτε μάχην ἀναγκαίαν ἔχει, καθάπερ αὐτὸ τοῦτο τὸ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ. ἐάν τε γὰρ ἐν καρδίᾳ τις ἐάν τ’ ἐν ἐγκεφάλῳ περιέχεσθαι τοῦτό φησι, δυνατόν ἐστιν αὐτῷ καὶ περὶ τῶν φυσικῶν στοιχείων
    159
    ἣν ἂν ἐθελήσῃ δόξαν ἑλομένῳ μήτε μάχεσθαι τούτῳ μήτ’ ἀκολουθεῖν· καὶ περὶ γενέσεως καὶ φθορᾶς ὁμοίως, ὥσπέρ γε καὶ περὶ ψυχῆς οὐσίας καὶ περὶ θεῶν καὶ προνοίας καὶ εἰμαρμένης καὶ τοῦ γεννητὸν εἶναι τὸν κόσμον, ἢ ἀγέννητον, ἄπειρόν τε τὸ πᾶν ἢ πεπερασμένον, ἢ πολλοὺς εἶναι κόσμους ἢ ἀπεριλήπτους κατὰ τὸν ἀριθμὸν, ἢ ἕνα μόνον τοῦτον. οὐδενὶ γὰρ ὧν εἴρηκα δογμάτων οὔτ’ ἀκολουθία τίς ἐστιν οὔτε μάχη πρὸς τὸ τῆς ψυχῆς ἡγεμονικὸν, ἐάν τε ἐν καρδίᾳ τις ἐάν τε ἐν ἐγκεφάλῳ φησὶ περιέχεσθαι. προδιδόασιν οὖν ὅλην τὴν δογματικὴν αἵρεσιν οἱ τοιαύτας γράφοντες θεραπείας· περὶ γὰρ ἡγεμονικοῦ ψυχῆς ἀποδείξεων οὐσῶν ἐναργῶν, ὡς ἅπασιν ἀνθρώποις πεπιστεῦσθαι τὸ μόριον ἐν ᾧ κατῴκισται, μόνοις ἰατρῶν τε καὶ φιλοσόφων τοῖς ἀρίστοις οὐ φαίνεται, τοῖς ἐν καρδίᾳ τιθεμένοις αὐτό. τὰς μὲν οὖν ἀποδείξεις ἐν τοῖς ὑπομνήμασιν εἶπον ἐν οἷς ἔγραψα περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων· ὅτι δὲ καὶ πᾶσιν ἀνθρώποις πεπίστευται, τὸ μὲν λογιζόμενον ἐν ἐγκεφάλῳ
    160
    καθιδρύσθαι, τὸ δ’ ἀνδρεῖόν τε καὶ θυμοειδὲς ἐν καρδίᾳ, τὸ δ’ ἐπιθυμητικὸν ἐν ἥπατι, μαθεῖν ἔστιν ὁσημέραι λεγόντων αὐτῶν ἀκούοντα, πρὸς μὲν τὸν ἀνόητον, ὡς ἐγκέφαλον οὐκ ἔχει· πρὸς δὲ τὸν ἄτολμον καὶ δειλὸν, ὡς ἀκάρδιος εἴη· τοῦ Τιτυοῦ δ’ ὑπ’ ἀετοῦ τὸ ἧπαρ ἐσθιόμενον, οὐ μόνον ἐν ποιήμασι λεγόντων, ἀλλὰ καὶ πλαττόντων τε καὶ γραφόντων.