De locis affectis

Galen

Galen, De locis affectis

Καὶ διαφέρει πάμπολυ κατὰ τοῦτο τὰ φυσικὰ τῶν ψυχικῶν ὀργάνων, εἴγε τοῖς μὲν φυσικοῖς ἐδείχθη σύμφυτος ἡ τῆς ἐνεργείας δύναμις οὖσα, τοῖς ψυχικοῖς δὲ ἀπὸ τῆς ἀρχῆς ἐπιῤῥεῖν ὁμοίως ἡλιακῷ φωτί. καθάπερ οὖν ἡ μαγνῆτις λίθος ἐν ἑαυτῇ δύναμιν ἔχει, καθ’ ἣν ἕλκει τὸν σίδηρον, οὕτω καὶ τῶν φυσικῶν ὀργάνων ἕκαστον, ὥστε εἴπερ ἦν μόνιμος αὐτῶν ἡ οὐσία, μηδὲν δεῖσθαι μήτ’ ἀρτηριῶν μήτε φλεβῶν· ἐπεὶ δὲ καὶ τρέφεσθαι δεῖται, καὶ τὴν συμμετρίαν φυλάττειν τῆς ἐμφύτου θερμασίας, διὰ τοῦτ’ αὐτοῖς ἐδέησε φλεβῶν καὶ ἀρτηριῶν.

67
οἱ δὲ μύες ἕνεκα μὲν τοῦ φυλάττεσθαι τὴν οὐσίαν αὑτῶν, ὡσαύτως δέονται φυσικοῖς τοῖς ὀργάνοις ἀρτηριῶν καὶ φλεβῶν· ὅτι δ’ οὐκ ἔχουσι σύμφυτον αἰσθήσεώς τε καὶ κινήσεως ἀρχὴν, διὰ τοῦτο τῶν νεύρων ἀεὶ χρῄζουσι, χορηγούντων αὐτοῖς ταῦτα, καθάπερ ὁ ἥλιος τὴν αὐγὴν ἅπασιν οἷς φωτίζει. καὶ διὰ τοῦτό γε μόνον τοῖς αἰσθανομένοις τε καὶ κινουμένοις μορίοις συμβαίνει, μηδὲν ἐνίοτε βεβλαμμένοις αὐτοῖς, ὅμως ἀπολλύναι τὴν ἐνέργειαν· οὐ μὴν τοῖς φυσικοῖς ὀργάνοις τοῦτό γε συμπίπτειν εἴωθεν, ἀλλ’ ἀεὶ τῆς κατὰ τὴν ἐνέργειαν βλάβης αὐτὰ πάσχει πρότερα. καὶ μέντοι καὶ τοῖς ψυχικοῖς ὀργάνοις ἅπασιν ἡ φυσικὴ διοίκησις ὑπάρχει, καὶ χρῄζουσί γε καὶ αὐτὰ τῆς τῶν ἀρτηριῶν καὶ φλεβῶν ἐπικουρίας φυλάττειν τὴν οὐσίαν αὐτῶν· καὶ χρὴ σκοπεῖσθαί σε μάλιστα καὶ διορίζεσθαι, τίνα μὲν ὡς ψυχικοῖς, τίνα δὲ ὡς φυσικοῖς συμβαίνει τοῖς ὀργάνοις· οἷον ὅτι τὸ μὲν ἀλλοιοῦσθαι, φέρε εἰπεῖν, ὑπὸ τῶν ὁμιλούντων αὐτοῖς, ὡς φυσικοῖς· τὸ δ’ αἰσθάνεσθαι τῆς ἀλλοιώσεως, ὡς ψυχικοῖς· οὕτω γοῦν καὶ κατὰ τοὺς ὀφθαλμοὺς
68
γίνεται πολλάκις. οἱ γὰρ ἀπὸ τῆς γαστρὸς ἀτμοὶ πάντως ἀλλοιοῦσιν αὐτοὺς, οὐ μὴν αἰσθάνονταί γε τῆς οὕτω μικρᾶς ἀλλοιώσεως ἅπαντες, εἰ μὴ καὶ τὴν αἰσθητικὴν δύναμιν ἔχοιεν ἀκριβῆ· λέγω δὲ ἀκριβῆ τὴν καὶ τὰ σμικρότατα βλέπουσαν.

69

Πρόκειται μὲν, ὡς Ἐρασίστρατος ἀεὶ παρακελεύεται, γυμνάζειν τὸν λογισμὸν εἴς τε τἄλλα τῆς τέχνης ἔργα καὶ τὰ νῦν ἡμῖν προκείμενα περὶ τὰς διαγνώσεις τῶν πεπονθότων τόπων. εἰσὶ δὲ τρεῖς τρόποι γυμνασίου κατ’ αὐτά· πρῶτος μὲν ὁ καθ’ ἕκαστον τῶν μορίων τοῦ σώματος, ἃ τόπους ὀνομάζουσι· δεύτερος δὲ ὁ κατὰ τὰς αἰτίας τε καὶ διαθέσεις· καὶ τρίτος ὁ κατὰ τὰς τῶν συμπτωμάτων διαφοράς. ὁ μὲν οὖν κατὰ τοὺς τόπους ἐστὶ τοιόσδε τις· ἐγκεφάλου πάσχοντος ἴδια συμπτώματα ταυτὶ, γαστρὸς πασχούσης

70
ἴδια ταυτὶ, κώλου πάσχοντος ἴδια ταυτὶ, καθ’ ἕκαστόν τε τῶν ἄλλων ὁμοίως. ὁ δ’ ἀπὸ τῶν διαθέσεών τε καὶ τῶν αἰτίων· φλεγμονῆς μὲν ἴδια ταῦτ’ ἐστὶ συμπτώματα· σκίῤῥου δὲ ταῦτα· καὶ ψύξεως μὲν ταῦτα· πλήθους δὲ ταῦτα, καὶ διαφθορᾶς ταυτί. κατὰ δὲ τὰ συμπτώματα· τὸ μὲν ἄλγημα τόδε τῶνδε τῶν διαθέσεών ἐστι δηλωτικὸν ἢ τῶνδε τῶν τόπων, ἡ δὲ βὴξ τῶνδε· καὶ κατὰ τὸν αὐτὸν τρόπον ἔμετος, αἱμοῤῥαγία, διάῤῥοια, σπασμὸς, ῥῖγος, φρίκη, παραφροσύνη. διοριζομένων γὰρ οὕτως ἀπ’ ἀλλήλων ἀπάντων αὐτῶν, εὐφωρότατον ἔσται τὸ καλῶς καὶ τὸ κακῶς λεγόμενον. ὅτι δ’ οὕτως ἔχει ταῦτα, μαθήσῃ σαφῶς ἐφ’ ἑκάστου σκοπούμενος.

Οἷον εὐθέως, ἐπειδὴ πλεονάζει κατὰ τοῦτο τὸ γένος ὁ Ἀρχιγένης, ἐκ τῆς τῶν ἀλγημάτων διαφορᾶς ἡγούμενος δηλοῦσθαι τὰ πεπονθότα μόρια, σκεπτέον ὑπὲρ αὐτῶν ἀκριβῶς. τὸν γοῦν ναρκώδη πόνον ἐπὶ νεύροις γίνεσθαί φησιν, ἁμαρτάνων προφανῶς. ἡ γάρ τοι νάρκη διὰ ψυχρὰν γίνεται διάθεσιν, οὐκ ἐν νεύροις μόνον, ἀλλὰ καὶ φλεψὶ καὶ ἀρτηρίαις καὶ σαρξὶν, ὑμέσι τε καὶ χιτῶσι καὶ

71
δέρματι. εἰ δ’ ὅτι πάντα ταῦτα διὰ νεύρων ἔχει τὴν αἴσθησιν, καὶ εἰς νεῦρα τὴν διάθεσιν ἀναφέρει, τί οὐχὶ καὶ τὰς ἄλλας ἁπάσας διαφορὰς τῶν ἀλγημάτων ἰδίας τῶν νεύρων εἶναί φησιν; ὁ γάρ τοι πόνος αἴσθησίς ἐστιν ἀνιαρὰ, καθάπερ ἡ ἡδονὴ προσηνὴς αἴσθησις. οὔκουν ὁ ναρκώδης μόνος ἐν νεύροις ἔχει τὴν γένεσιν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ἕκαστος, οὓς αὐτὸς ἔγραψεν ὁ Ἀρχιγένης. ἐὰν δ’ ἀκριβέστερον ἐπισκοπῇς, οὐδὲ διαφορά τις ἐν πόνοις ὁ ναρκώδης ἐστὶν, ὥσπερ οὐδ’ ἐν ἕλκεσι τὸ φλεγμαῖνον, ἀλλὰ μᾶλλον δυοῖν σύνοδος πραγμάτοιν, ὡς ἐπὶ τούτων ἕλκους τε καὶ φλεγμονῆς ἐστιν, οὕτως ἐπ’ ἐκείνων πόνου τε καὶ νάρκης. ἡ γάρ τοι νάρκη ψύξις τίς ἐστιν οὐκ ἀγεννὴς, καὶ διὰ τοῦτο δυσαισθησίαν τε καὶ δυσκινησίαν ἐπιφέρει τοῖς οὕτω διατεθεῖσι σώμασιν, ὥσπέρ γε καὶ τὴν τελείαν ἀναισθησίαν τε καὶ ἀκινησίαν ἡ τελεία κατάψυξις. ὅτι δὲ διαθέσεως ὄνομά ἐστιν ἡ νάρκη, καὶ οὐκ αἰσθήσεως ἢ πόνου, δεδήλωται καὶ πρὸς Ἱπποκράτους εἰπόντος ὧδε· νάρκη γὰρ μετρίη ὀδύνης λυτική. γίνεται γὰρ ἡ νάρκη καὶ διὰ ψύξιν, ὡς ὁρᾶται φανερῶς ἐπί τε
72
τῶν ἐν χειμῶνι διὰ κρύους ὁδοιπορησάντων, ἐπί τε τῶν ψυχόντων φαρμάκων, οἷς ἄν τις ἐπὶ πλέον ἔξωθεν χρήσηται, ναρκῶδες ἀποτελεῖται τὸ μόριον, ὥσπέρ γε καὶ παντελῶς ἀναίσθητον ἐν ταῖς ἰσχυροτάταις καταψύξεσιν, οὐκ ἐκ φαρμάκου μόνον, ἀλλὰ κᾀκ τοῦ περιέχοντος ἡμᾶς ἀέρος γινομέναις. οἶδα γοῦν τινων ὅλους τοὺς πόδας οὕτως ψυγέντας, ὡς εἰς ἀναισθησίαν μὲν πρῶτον ἀφικέσθαι, νεκρωθέντας δὲ ἐν ταῖς ἑξῆς ἡμέραις ἀποσαπῆναι. καθάπερ οὖν καὶ ἡ παντελὴς ψύξις ἀναισθησίαν τε καὶ ἀκινησίαν ἐπιφέρει τελείαν, οὕτως καὶ ἡ μετριωτέρα δυσαισθησίαν τε καὶ δυσκινησίαν· ὀνομάζεται δ’, ὡς ἔφην, ἡ τοιαύτη ψύξις νάρκη. καὶ τοίνυν τὸ ναρκῶδες ἄλγημα διάθεσις ἐργάζεται ψυχρά τε ἅμα καὶ ὀδυνηρὰ, δηλούσης τῆς λέξεως οὐκ ὀδύνης διαφορὰν, ὡς ἔφην, ἀλλ’ ὀδύνην ἅμα καὶ ἤτοι διάθεσιν ψυχρὰν ἢ τὴν ὑπ’ αὐτῆς γινομένην ἐν τῷ μορίῳ δυσαισθησίαν τε καὶ δυσκινησίαν. ἴσμεν δ’ ὅτι καὶ τοῖς θλιφθεῖσι μορίοις ἰσχυρῶς ἐγγίνεται νάρκη καὶ τοῖς ἁψαμένοις τοῦ ζώου τῆς νάρκης ἔτι ζώσης. καὶ ὅσοις γε κατά τι τῶν κώλων ἐγένετο νάρκη, τῶν
73
τε ψαυόντων (τὴν) ἀμυδρὰν ἔχουσι τὴν αἴσθησιν, ἀδυνατοῦσί τε κινεῖσθαι, καὶ εἰ βιάζοιτό τις, ὀδυνῶνται· χωρὶς δὲ τοῦ πρὸς τὰς κινήσεις ἔρχεσθαι τοῦ μὲν πάθους τῆς νάρκης αἰσθάνονται σαφῶς, οὐ μὴν ὀδυνῶνταί γε. κακῶς οὖν ὁ Ἀρχιγένης νεύρων ἴδιον εἶναί φησι τὸ ναρκῶδες ἄλγημα, διαθέσεως γάρ ἐστιν, οὐ τόπου πεπονθότος, νάρκη γνώρισμα. καὶ τοίνυν μετ’ ὀλίγον πάλιν αὐτὸς ὁ Ἀρχιγένης ἰδίαν εἶναι μυῶν αὐτήν φησιν· ἔχει δ’ ἑκατέρα τῶν λέξεων οὕτως, ἡ μὲν προτέρα· τὰ δὲ νεῦρα διατείνεταί τε καὶ σκληρύνεται συστρεφόμενα· καὶ ταῦτα μὲν ναρκώδεις ἐπιφέρει τοὺς πόνους καὶ σκληρῶς διατείνοντας. ἡ δ’ ὀλίγον ὕστερον αὐτῆς εἰρημένη ῥῆσίς ἐστιν ἥδε· μύες δὲ σαρκός τε καὶ νεύρου μῖγμα τῶν ἰδιωμάτων, ἀμέλει δὲ καὶ ἀρτηρίας ἐν τοῖς πόνοις ἀναφέρουσι, σφριγῶντες, ὡς ἂν εἴποι τις, καὶ μετ’ εὐρυχωρίας διατεινόμενοι, καὶ ναρκῶδες σφύζοντες. τούτων τῶν ῥήσεων ἐν μὲν τῇ προτέρᾳ τὰ νεῦρα ναρκώδεις ἐπιφέρειν τοὺς πόνους φησὶν, ἐν δὲ τῇ δευτέρᾳ τοὺς μῦς ναρκῶδες σφύζειν, οὐ τοῖς πάθεσιν ἀναφέρων τὸ ναρκῶδες, ἀλλὰ τοῖς μορίοις. 
74
ἔστι δ’, ὡς εἶπον, οὐ μορίου τινὸς ἴδιον ἡ νάρκη πάθος, ἀλλὰ διαθέσεως, ἅπασι μὲν ἐγγινομένης τοῖς σώμασιν, οὐκ ἐν ἅπασι δ’ αἰσθητῶς φαινομένης, ἀλλ’ ἐκείνοις μόνοις, ὅσα πέφυκεν αἰσθάνεσθαι τῶν ἐν αὐτοῖς παθῶν, καὶ κινεῖσθαι κατὰ προαίρεσιν. ἀλλὰ καὶ πρὸς τὸ φαινόμενον ἐναργῶς ἐπὶ τῶν μυῶν ὁ λόγος αὐτοῦ μάχεται μετὰ τοῦ ἀδιορίστως εἰρῆσθαι· τάχα δὲ καὶ ἀγνοεῖ, ὡς οὐδαμόθι τοῦ σώματος αὐτὴ καθ’ ἑαυτήν ἐστι σὰρξ, ἀλλὰ τῶν μυῶν τὸ μὲν νευρῶδες ἔν τε ταῖς πλείσταις τῶν κεφαλῶν ἢ τελευτῶν ἐστιν, ἐνθάδε καὶ οἱ τένοντες, ὅσον δὲ ἐν τῷ μεταξὺ πᾶν, ἡ πρὸς ἁπάντων ἀνθρώπων ὀνομαζομένη σάρξ ἐστιν, οὐδενὸς εἰδότος ὅτι μὴ ἀκριβῶς ἀνατεμόντων, ὡς οὐκ ἔστι μόνη σὰρξ, ἀλλὰ μετά τινων ἰνῶν λεπτοτάτων, εἰς ἃς τὸ νευρῶδες ἐλύθη γένος. ὀνομάζω δὲ γένος νευρῶδες εἰς μίαν ἄγων προσηγορίαν τούς τε συνδέσμους καὶ τοὺς τόνους· τούτων γὰρ διαπειρομένων τῇ σαρκὶ, τὴν τῶν μυῶν οὐσίαν ἐδείξαμεν συνισταμένην· ἕνεκα δὲ τοῦ διαμένειν αὐτὴν ἐδεήθη ἀρτηριῶν τε καὶ φλεβῶν.