De locis affectis

Galen

Galen, De locis affectis

Καὶ διαφέρει πάμπολυ κατὰ τοῦτο τὰ φυσικὰ τῶν ψυχικῶν ὀργάνων, εἴγε τοῖς μὲν φυσικοῖς ἐδείχθη σύμφυτος ἡ τῆς ἐνεργείας δύναμις οὖσα, τοῖς ψυχικοῖς δὲ ἀπὸ τῆς ἀρχῆς ἐπιῤῥεῖν ὁμοίως ἡλιακῷ φωτί. καθάπερ οὖν ἡ μαγνῆτις λίθος ἐν ἑαυτῇ δύναμιν ἔχει, καθ’ ἣν ἕλκει τὸν σίδηρον, οὕτω καὶ τῶν φυσικῶν ὀργάνων ἕκαστον, ὥστε εἴπερ ἦν μόνιμος αὐτῶν ἡ οὐσία, μηδὲν δεῖσθαι μήτ’ ἀρτηριῶν μήτε φλεβῶν· ἐπεὶ δὲ καὶ τρέφεσθαι δεῖται, καὶ τὴν συμμετρίαν φυλάττειν τῆς ἐμφύτου θερμασίας, διὰ τοῦτ’ αὐτοῖς ἐδέησε φλεβῶν καὶ ἀρτηριῶν.

67
οἱ δὲ μύες ἕνεκα μὲν τοῦ φυλάττεσθαι τὴν οὐσίαν αὑτῶν, ὡσαύτως δέονται φυσικοῖς τοῖς ὀργάνοις ἀρτηριῶν καὶ φλεβῶν· ὅτι δ’ οὐκ ἔχουσι σύμφυτον αἰσθήσεώς τε καὶ κινήσεως ἀρχὴν, διὰ τοῦτο τῶν νεύρων ἀεὶ χρῄζουσι, χορηγούντων αὐτοῖς ταῦτα, καθάπερ ὁ ἥλιος τὴν αὐγὴν ἅπασιν οἷς φωτίζει. καὶ διὰ τοῦτό γε μόνον τοῖς αἰσθανομένοις τε καὶ κινουμένοις μορίοις συμβαίνει, μηδὲν ἐνίοτε βεβλαμμένοις αὐτοῖς, ὅμως ἀπολλύναι τὴν ἐνέργειαν· οὐ μὴν τοῖς φυσικοῖς ὀργάνοις τοῦτό γε συμπίπτειν εἴωθεν, ἀλλ’ ἀεὶ τῆς κατὰ τὴν ἐνέργειαν βλάβης αὐτὰ πάσχει πρότερα. καὶ μέντοι καὶ τοῖς ψυχικοῖς ὀργάνοις ἅπασιν ἡ φυσικὴ διοίκησις ὑπάρχει, καὶ χρῄζουσί γε καὶ αὐτὰ τῆς τῶν ἀρτηριῶν καὶ φλεβῶν ἐπικουρίας φυλάττειν τὴν οὐσίαν αὐτῶν· καὶ χρὴ σκοπεῖσθαί σε μάλιστα καὶ διορίζεσθαι, τίνα μὲν ὡς ψυχικοῖς, τίνα δὲ ὡς φυσικοῖς συμβαίνει τοῖς ὀργάνοις· οἷον ὅτι τὸ μὲν ἀλλοιοῦσθαι, φέρε εἰπεῖν, ὑπὸ τῶν ὁμιλούντων αὐτοῖς, ὡς φυσικοῖς· τὸ δ’ αἰσθάνεσθαι τῆς ἀλλοιώσεως, ὡς ψυχικοῖς· οὕτω γοῦν καὶ κατὰ τοὺς ὀφθαλμοὺς
68
γίνεται πολλάκις. οἱ γὰρ ἀπὸ τῆς γαστρὸς ἀτμοὶ πάντως ἀλλοιοῦσιν αὐτοὺς, οὐ μὴν αἰσθάνονταί γε τῆς οὕτω μικρᾶς ἀλλοιώσεως ἅπαντες, εἰ μὴ καὶ τὴν αἰσθητικὴν δύναμιν ἔχοιεν ἀκριβῆ· λέγω δὲ ἀκριβῆ τὴν καὶ τὰ σμικρότατα βλέπουσαν.

69

Πρόκειται μὲν, ὡς Ἐρασίστρατος ἀεὶ παρακελεύεται, γυμνάζειν τὸν λογισμὸν εἴς τε τἄλλα τῆς τέχνης ἔργα καὶ τὰ νῦν ἡμῖν προκείμενα περὶ τὰς διαγνώσεις τῶν πεπονθότων τόπων. εἰσὶ δὲ τρεῖς τρόποι γυμνασίου κατ’ αὐτά· πρῶτος μὲν ὁ καθ’ ἕκαστον τῶν μορίων τοῦ σώματος, ἃ τόπους ὀνομάζουσι· δεύτερος δὲ ὁ κατὰ τὰς αἰτίας τε καὶ διαθέσεις· καὶ τρίτος ὁ κατὰ τὰς τῶν συμπτωμάτων διαφοράς. ὁ μὲν οὖν κατὰ τοὺς τόπους ἐστὶ τοιόσδε τις· ἐγκεφάλου πάσχοντος ἴδια συμπτώματα ταυτὶ, γαστρὸς πασχούσης

70
ἴδια ταυτὶ, κώλου πάσχοντος ἴδια ταυτὶ, καθ’ ἕκαστόν τε τῶν ἄλλων ὁμοίως. ὁ δ’ ἀπὸ τῶν διαθέσεών τε καὶ τῶν αἰτίων· φλεγμονῆς μὲν ἴδια ταῦτ’ ἐστὶ συμπτώματα· σκίῤῥου δὲ ταῦτα· καὶ ψύξεως μὲν ταῦτα· πλήθους δὲ ταῦτα, καὶ διαφθορᾶς ταυτί. κατὰ δὲ τὰ συμπτώματα· τὸ μὲν ἄλγημα τόδε τῶνδε τῶν διαθέσεών ἐστι δηλωτικὸν ἢ τῶνδε τῶν τόπων, ἡ δὲ βὴξ τῶνδε· καὶ κατὰ τὸν αὐτὸν τρόπον ἔμετος, αἱμοῤῥαγία, διάῤῥοια, σπασμὸς, ῥῖγος, φρίκη, παραφροσύνη. διοριζομένων γὰρ οὕτως ἀπ’ ἀλλήλων ἀπάντων αὐτῶν, εὐφωρότατον ἔσται τὸ καλῶς καὶ τὸ κακῶς λεγόμενον. ὅτι δ’ οὕτως ἔχει ταῦτα, μαθήσῃ σαφῶς ἐφ’ ἑκάστου σκοπούμενος.