De locis affectis

Galen

Galen, De locis affectis

Νυνὶ δὲ πάλιν ἐπ’ ἀρχὴν ἀνάγωμεν τὸν λόγον, ἐφ’ ἑκάστου μορίου ζητοῦντες εὑρεῖν σημεῖα, τὰ μὲν ὡς τῆς ἰδίας οὐσίας αὐτοῦ δηλοῦντα τὰ πάθη, τὰ δ’ ὡς ὀργάνου. καθ’ ἑκάτερόν τε πάλιν ἀφορίζοντές τε καὶ διακρίνοντες ἀπὸ μὲν τῶν γεγενημένων ἤδη παθῶν τὰ γινόμενα μὲν ἔτι, μόνιμον δὲ οὐκ ἔχοντα τὴν κατασκευήν· ἀπὸ δὲ τῶν ἐν αὐτῷ τῷ πεπονθότι περιεχομένων αἰτίων τὰ διόδῳ μόνον αὐτῷ χρώμενα· πρόδηλον δ’ ὅτι καὶ σύνθετοί τινες ἐκ τῶν εἰρημένων ἔσονται τρόποι. διορίσωμεν δὲ καὶ τὰ κατὰ συμπάθειαν ἑτέρου μορίου γινόμενα πάθη τῶν κατὰ ἰδιοπάθειαν· οἰκειότερον γὰρ ἰδιοπάθειαν ὀνομάζειν, οὐχ ὡς εἴθισται 

31
τοῖς ἰατροῖς πρωτοπάθειαν, ἀντιδιαιρουμένης τῆς συμπαθείας τῇ ἰδιοπαθείᾳ. κυρίως οὖν ὀνομάζειν βουλόμενοι, τῇ μὲν πρωτοπαθείᾳ δευτεροπάθειαν ἢ ὑστεροπάθειαν ἀντικεῖσθαι φήσομεν, ἰδιοπάθειαν δὲ τῇ συμπαθείᾳ. καὶ συνελθεῖν γε δύναται πολλάκις εἰς ταὐτὸ κατὰ συμπάθειάν τε καὶ κατ’ ἰδιοπάθειαν ἤδη νοσεῖν, ὅταν τῷ πάσχοντι μορίῳ μόνιμος ἐγγένηται διάθεσις· οὐ γὰρ δὴ πρωτοπαθεῖν αὐτὸ τηνικαῦτα φήσομεν, ἀλλὰ δευτεροπαθεῖν τε καὶ ἰδιοπαθεῖν. ἐναργῶς δὲ τοῦτο φαίνεται κᾀπὶ τῶν ἐκτός· ὥσπερ ὅταν ἐφ’ ἕλκει γενομένου μεγάλου βουβῶνος ἐν πληθωρικῷ σώματι, τὸ μὲν ἕλκος εἰς οὐλὴν ἀχθῇ, μένῃ δ’ ὁ βουβὼν, ἤτοι γ’ εἰς φλεγμονὴν ἐκπυϊσκομένην μεταβάλλων, ἢ εἰς σκιῤῥώδη διάθεσιν, ἣν προσαγορεύουσιν χοιράδα. κατὰ πρωτοπάθειαν μὲν οὖν οὐκ ἄν τις φαίη γεγονέναι τὰ τοιαῦτα νοσήματα, προηγησαμένου γ’ ἑτέρου πάθους, ἐφ’ ᾧ συνέστη· κατὰ συμπάθειαν μέντοι γενόμενα μεταπεσεῖν εἰς τοιαύτην ἰδιοπάθειαν, ὡς εἰ καὶ πρωτοπάθειά τις αὐτοῖς ἐξ ἀρχῆς συνέπεσεν. ἀναμνησθῶμεν δ’ εἰς τὰ παρόντα χρησίμως καὶ τῶν ἐν τῇ περὶ ἰατρικῶν
32
ὀνομάτων πραγματείᾳ λελεγμένων, ἔνθα περὶ τῶν σημαινομένων ὁ λόγος ἦν, ἃ κακῶς συγχέουσιν οὐκ ὀλίγοι τῶν νεωτέρων ἰατρῶν τε καὶ φιλοσόφων. ἡ μὲν γὰρ κυριωτάτη χρῆσίς ἐστι τῆς πάθος φωνῆς ἀντικειμένη τῇ τῆς ἐνεργείας, ἐνεργεῖν μὲν λεγομένου τοῦ τὴν κίνησιν ἔχοντος ἐξ ἑαυτοῦ, πάσχειν δὲ τοῦ τὴν κίνησιν ἔχοντος ἐξ ἑτέρου. κινήσεως δ’ οὔσης κατὰ γένος διττῆς, ἀλλοιώσεώς τε καὶ φορᾶς, ὅταν εἰς μόνιμον ἀφίκηται διάθεσιν ἡ ἀλλοίωσις, ὀνομάζεται νόσημα, παρὰ φύσιν οὖσα δηλονότι διάθεσις· καταχρώμενοι δ’ ἐνίοτε καὶ τὴν τοιαύτην διάθεσιν ὀνομάζουσιν πάθος. ὥστε ἄν τις ἕπηται τῇ λέξει τῶν Ἑλλήνων, πάσχειν μᾶλλον ἐρεῖ τὰ μόρια, καθ’ ἅπερ ἂν ὦσι κινήσεις παρὰ φύσιν, ὡς τά γε διαθέσεις ἔχοντα παρὰ φύσιν, ἐὰν μὲν κυρίως ὀνομάζῃ, νοσεῖν μᾶλλον ἢ πάσχειν ἐρεῖ, καταχρώμενος δ’ οὐ νοσεῖν μόνον, ἀλλὰ καὶ πάσχειν. ὅπερ δ’ ἀεὶ λέγων διατελῶ, τοῦτο καὶ νῦν ἐρῶ· κατὰ τὰς ἐπιστημονικὰς διδασκαλίας ἀρκεῖ τοὔνομα μόνον εἰπόντα, καὶ τὸ σημαινόμενον ἐξ αὐτοῦ, καθ’ ὅ τι περ ἂν ὁ διδάσκων ἐθέλῃ, προέρχεσθαι λοιπὸν ἐπὶ τὴν τῶν πραγμάτων ὑφήγησιν.
33
ἐγὼ δὲ διὰ τοῦτο νῦν ἐμνημόνευσα τῶν σημαινομένων, ὅτι πρὸς τῷ διαστρέφειν ἔνιοι τὰ πρὸς τῶν Ἑλληνικῶν φωνῶν δηλούμενα καὶ τοῖς καλῶς χρωμένοις ἐγκαλοῦσι. τοιοῦτοι δ’ εἰσὶ καὶ οἱ φάσκοντες ἐν ταῖς βεβλαμμέναις ἐνεργείαις μηδὲν πάσχειν ἐνίοτε τὰ μέρη, διότι μηδέπω διάθεσιν ἔχει μόνιμον, ὥσπερ ἐπὶ κεφαλαλγίας τῆς διὰ τοὺς ἐν τῇ γαστρὶ περιεχομένους χυμοὺς γινομένης. ὑπαλλάξας γὰρ ἄν τις, εἰ βούλοιτο περὶ τῶν ὀνομάτων ἐρίζειν, οἰκειότερον ἑρμηνεύοι, πάσχειν μὲν λέγων τὴν κεφαλὴν, ὅταν συμπαθῇ τῇ γαστρὶ, νοσεῖν δ’, ὅταν ἰδιοπαθῇ· καὶ αὐτήν γε τὴν γαστέρα πάσχειν μὲν, ὅταν ὑπὸ μοχθηρῶν ἐνοχλῆται χυμῶν, νοσεῖν δ’, ὅταν ἤτοι κατὰ δυσκρασίαν ἰδίαν, ἢ διὰ φλεγμονὴν, ἢ ἕλκος, ἢ ἀπόστημα, παρὰ φύσιν ἔχῃ. εἰ δ’ ὅλως τις ἐθέλοι τὰ τοιαῦτα διαλεκτικωτέρᾳ ἀκριβολογεῖσθαι ζητήσει, ποτὲ μὲν ἅμα τῷ διεφθάρθαι τὰ σιτία καὶ τῆς πέψεως τὴν ἐνέργειαν ἐρεῖ βεβλάφθαι, ποτὲ δ’ ἀβλαβῆ μὲν εἶναι ταύτην, διεφθάρθαι δ’ ἐκεῖνα. τρεῖς γὰρ αἱ πρῶται καὶ οἷον γενικώταται τῆς
34
διαφθορᾶς τῶν σιτίων ὑπάρχουσιν αἱ διαφοραὶ, μία μὲν ἐπὶ νοσήμασιν ἰδίοις τῆς γαστρὸς, ἑτέρα δὲ ἐπὶ χυμοῖς μοχθηροῖς ἀθροιζομένοις ἐν αὐτῇ, καὶ τρίτη διὰ τὴν τῶν ἐδεσμάτων ποιότητα. τὰ γοῦν ἤτοι φύσει τι κνισῶδες, ἢ ὀξῶδες, ἢ ὅλως εὔφθαρτον ἔχοντα, καὶ τὰ τῷ τρόπῳ τῆς σκευασίας εἴς τινα τοιαύτην ἠγμένα διάθεσιν, εὔδηλον μὲν ὅτι διαφθείρεται κατὰ τὴν γαστέρα, καὶ κατὰ τοῦτ’ ἂν ἠπεπτῆσθαι λέγοιτο. διαφωνεῖται δὲ περὶ τοῦ πεπονθέναι τηνικαῦτα τὴν πεπτικὴν ἐνέργειαν ἐπ’ αὐτῶν, ἐνίων μὲν ἀπαθῆ παντάπασιν ἐν ταῖς τοιαύταις ἀπεψίαις εἶναι φασκόντων αὐτὴν, ἐνίων δὲ πεπονθέναι. καὶ μὴν καὶ τρίτη τίς ἐστι δόξα τῶν μηδ’ ἠπεπτῆσθαι τὰ τοιαῦτα λεγόντων, ἀλλὰ μὴ πεπέφθαι μόνον, ὡς οὐ ταυτὸν ὂν ἢ δι’ ἀποφάσεώς τι δηλοῦν, ἢ διὰ τῆς καλουμένης ὑπὸ τῶν διαλεκτικῶν στερητικῆς φωνῆς. κατὰ τὴν αὐτὴν ἔννοιαν, οἶμαι, καὶ ὁ Ἐρασίστρατος ἔλεγε τὰ γίγαρτα καὶ τὰ σήσαμα καὶ πάντα τὰ διαχωρούμενα παντάπασιν ἄσηπτά τε καὶ ἀμετάβλητα μηδεμίαν ἐνδείκνυσθαι τῷ ζώῳ γεγενημένην ἀπεψίαν, ἀλλ’ αὐτὸ δὴ τοῦτο, μὴ πεπέφθαι, μόνον.

35

Οὔκουν ἀμελεῖν οὐδ’ ἐν τούτοις προσήκει, ἀλλὰ προσέχοντας τὸν νοῦν ἀκριβῶς, ὅσα μὲν εἰς λογικὴν ἀνάγεται ζήτησιν, ἰδίᾳ καταλιπεῖν, ὅσα δ’ εἰς διάγνωσιν τοῦ πεπονθότος, ἀκριβῶς ἐπισκοπεῖσθαι· τὸ γάρ τοι προγινώσκειν μὲν τὸ μέλλον ἔσεσθαι, θεραπεύειν δὲ προσηκόντως τὸ γεγονὸς ἤδη πάθος, ἐντεῦθεν ἡμῖν περιγίνεται. διὸ καὶ χωρὶς τῶν ἀμφισβητουμένων ὀνομάτων ἔνεστι τὸ χρήσιμον ἐκ τῶν πραγμάτων λαμβάνειν ὧδέ πως. ἔστω τινὰ λέγειν ἕωθεν ἀναστάντα κνισῶδες ἐρυγγάνειν, ἤ τι ἕτερον, οἷον ὠῶν ταγηνιστῶν, ἢ δυσωδέστερον καὶ σαπρόν· ὁμολογεῖν δὲ τὸν μὲν τὸ κνισῶδες ἐρυγγάνοντα μετὰ τὸ δεῖπνον ἐδηδοκέναι πλακοῦντος κνισώδους, ὁποῖός ἐστιν ὁ διὰ τοῦ ἐλαίου καὶ ἰτρίου σκευαζόμενος· ἕτερον δὲ, ταγηνιστῶν ὠῶν, ὁμολογοῦντα καὶ τοῦτον αὐτῶν ἐκείνων ἐρυγγάνειν· ἄλλον δὲ ῥαφανίδων πολλῶν, ὡς ἄν τι δυσῶδες καὶ σαπρὸν ἐρυγγάνειν. ὅτι μὲν οὖν οὐ καλῶς ἐπέφθη τὰ σιτία τούτοις, ὁμολογήσουσι πάντες· αὐτή γε μὴν ἡ γαστὴρ οὐδὲν ἐπ’ αὐτῷ πέπονθεν, 

36
οὐδὲ κατὰ τὸν ἑαυτῆς λόγον ἐσφάλη περὶ τὴν ἐνέργειαν, ὥσπερ οὐδ’ ὅταν ὁλόκληρα τὰ γίγαρτα διαχωρήσῃ τις. εἰ μὲν γὰρ ἐπεφύκει κατὰ τὴν τῶν ἀνθρώπων γαστέρα μεταβάλλειν τὰ γίγαρτα, τότ’ ἂν ᾐτιώμεθα τὸ σῶμα τῆς κοιλίας αὐτὸ, καὶ μοχθηρῶς ἔχειν ἐνομίζομεν· ἐπεὶ δ’ οὐ πέφυκεν, ἀλλ’ ἔστι τῆς τῶν γιγάρτων οὐσίας σύμπτωμα τὸ μὴ πέττεσθαι, ταῦτα μὲν εἰκότως λεχθήσεται μὴ πεπέφθαι, τὸ δὲ τῆς γαστρὸς σῶμα κατὰ φύσιν ἔχειν, ὅπερ ἐστιν χρήσιμον ἐγνῶσθαί τε καὶ διωρίσθαι τοῖς ἰατροῖς· εἴτε δὲ βεβλάφθαι χρὴ φάναι τὴν ἐνέργειαν αὐτῆς ἐν ταῖς τοιαύταις διαχωρήσεσιν, εἴτε μὴ, περιττῶς ζητεῖται πρός γε τὰ τῆς ἰατρικῆς τέχνης ἔργα. φέρε δὴ πάλιν νῦν ἐρυγγάνειν μέν τινα κνισῶδες, ἐδηδοκέναι δὲ μηδὲν κνισῶδες, ἐπὶ τούτου θερμασίαν τινὰ πυρώδη κατὰ τὴν γαστέρα φήσομεν ὑπάρχειν, εἶθ’ ἐξῆς διοριούμεθα, πότερον ὑπὸ δυσκρασίας τοῦ σώματος τῆς κοιλίας αὐτοῦ τοῦτο γέγονεν, ξανθῆς χολῆς ἐν αὐτῇ περιεχομένης, ἤτοι κατὰ τὴν ἐντὸς εὐρυχωρίαν, ἢ οἷον ἀναπεπομένης δυσεκνίπτως εἰς τοὺς χιτῶνας αὐτῆς. οὐ μὴν οὐδ’ ἐνταῦθα, ζητήσομεν δ’ ἐφεξῆς, εἴθ’.
37
ἥπατος κακοπραγοῦντος ὁ τοιοῦτος ἀθροίζεται χυμὸς, εἴτ’ ἐξ ὅλου καταῤῥέει τοῦ σώματος, εἴτε καὶ κατ’ αὐτὴν γαστέρα. ταῦτα μὲν γὰρ ἀναγκαιότατα μέν ἐστιν ἐγνῶσθαι, δεῖται δ’ ἀνδρὸς γεγυμνασμένου τὸν λογισμὸν ἐν ἐπιστήμῃ τῶν πραγμάτων αὐτῶν, οὐ τῶν δηλούντων ὀνομάτων αὐτά. οὐ γὰρ ὥσπερ ἡ τῆς διαφθορᾶς ἰδέα τὴν ποιήσασαν αἰτίαν ἐνδείκνυται σαφῶς, οὕτω καὶ περὶ τῆς κατ’ αὐτὴν γενέσεως ἔστιν εὑρεῖν ὡρισμένην ἔνδειξιν. εἰ μὲν οὖν κνισοῦται τὰ σιτία κατὰ τὴν γαστέρα, μὴ διὰ τὴν ἑαυτῶν φύσιν, ἀναγκαῖόν ἐστι τὴν ταῦτ’ ἐργαζομένην αἰτίαν εἶναι θερμήν· εἰ δ’ ὀξύνεται, ψυχράν· οὐ μὴν ἤδη γέ πω δῆλον, εἴτε δυσκρασία τίς ἐστι κατὰ τὸ σῶμα τῆς κοιλίας, εἴτε χυμός τις μοχθηρός· ἀλλὰ διορίσασθαι χρὴ δόντα σιτία τῆς ἐναντιωτάτης φύσεως τῷ τρόπῳ τῆς διαφθορᾶς, ἄρτον μὲν εἰ τύχοι καὶ χόνδρον ἐφ’ ὧν κνισοῦται, μέλι δ’ ἐφ’ ὧν ὀξύνεται· κᾄπειτ’ ἐπισκοπεῖσθαι τά τ’ ἐμούμενα καὶ τὰ διαχωρούμενα, πότερον ἅμα χυμῷ τινι, τὰ μὲν χολώδει καὶ θερμῷ, τὰ δὲ φλεγματώδει καὶ ψυχρῷ λαμβάνει
38
τὴν κένωσιν, ἢ χωρὶς χυμοῦ τινος βραχεῖάν τινα μεταβολὴν ἐσχηκότα. τῆς κοιλίας μὲν γὰρ αὐτῆς δυσκράτου γεγενημένης κατὰ θερμότητα πυρώδη χωρὶς χυμοῦ, τὸν ἄρτον καὶ τὸν χόνδρον ὄψει διαχωρούμενα βραχυτάτης εἰς αὐτὰ μεταβολῆς γεγενημένης· εἰ δὲ χυμός τις εἴη μοχθηρὸς ὁ φθείρων τὴν τροφὴν, αὐτά τε τὰ σιτία δεδευμένα φαίνεται τῷ τοιούτῳ χυμῷ καὶ σαφέστερον ἠλλοιωμένα κατὰ τὴν ἐνέργειαν αὐτοῦ. πολὺ δὲ δὴ μᾶλλον ἐμέτοις διορίζεται ταῦτα, ῥᾳδίως πεφυκότος ἐμεῖν τοῦ κάμνοντος, ὡς τόν γε μὴ δυνάμενον ἀναγκάζειν ἐμεῖν οὐκ ἐπιτήδειον. ἀλλὰ ταῦτα μὲν, ὅταν ἐμπλέῃ τῷ κύτει τῆς κοιλίας ὁ λυπῶν χυμός· ἀναπεπομένου δ’ εἰς τοὺς χιτῶνας αὐτῆς, ναυτίαι μὲν πάντως ἕπονται, δίψος δὲ πλέον ἐπὶ τοῖς θερμοτέροις, ὥσπερ ὄρεξις ἡ πρὸς τὰ σιτία τοῖς ψυχροτέροις ἀκολουθεῖν πέφυκεν. ἐπισκοπεῖσθαι δὲ χρὴ καὶ εἰ ἀπαθές ἐστι τὸ ἧπαρ, ἢ πέπονθέ τι· καὶ τὸ πάθος ὁποῖον αὐτοῦ, πότερα θερμόν ἐστιν, ἢ ψυχρόν· ὡσαύτως δὲ καὶ περὶ τοῦ σπληνός. ἐκ γὰρ τῆς τῶν τοιούτων ἁπάντων
39
ἐπισκέψεως, ἅμα τῇ τῶν ἐσθιομένων ἢ πινομένων ὁσημέραι πείρᾳ, δυνήσεταί τις ἀκριβῶς εὑρεῖν οὐ μόνον τὸν πεπονθότα τόπον, ἀλλὰ καὶ τὴν διάθεσιν αὐτοῦ. χρησιμωτέρα γὰρ ἡ ταύτης γνῶσίς ἐστιν, παρ’ ὅσον ἡ τῆς θεραπείας ἰδέα κατ’ αὐτὴν τυποῦται. τὴν γοῦν θερμὴν διάθεσιν ἀεὶ μὲν ψυκτέον, ἐν ὁποίῳ ποτ’ ἂν εἴη χωρίῳ· τὸ δ’ ἄχρι πόσου ψυκτέον, ἢ ὅντινα τρόπον, ἢ διὰ τίνος ὕλης, ὁ πεπονθὼς συνενδείκνυται τόπος. εἰ μὲν οὖν αὐτὸ δὴ τοῦτο μόνον εἴη, δυσκρασία τις ἐν τῷ σώματι τῆς γαστρὸς αὐτῷ, ψύχων μὲν τὴν θερμὴν, θερμαίνων δὲ τὴν ψυχρὰν, ὠφελήσεις αὐτίκα τὸν ἄνθρωπον· ἔσται δέ σοι καὶ τῆς ὑπολήψεως ἣν ἔσχες οὐ ψιλὴ δόξα μόνον, ἀλλ’ ἐπιστήμη σαφὴς, καὶ μᾶλλον, ἐὰν ἑκατέρωθεν αὐτὴν βασανίσῃς, ἐπὶ μὲν τοῖς ψύχουσι φαρμάκοις τε καὶ διαιτήμασιν ὠφελούμενον ὁρῶν τὸν ἄνθρωπον, ἐπὶ δὲ τοῖς θερμαίνουσιν βλαπτόμενον· ἢ τοὐναντίον ἐπὶ μὲν τοῖς θερμαίνουσιν ὠφελούμενον, ἐπὶ δὲ τοῖς ψύχουσι βλαπτόμενον. ἐὰν δὲ χυμός τις ᾖ περιεχόμενος ἐν αὐτοῖς τοῖς χιτῶσι τῆς κοιλίας, αἱ μὲν ναυτίαι χωρὶς ἐμέτου γενήσονται κεναὶ, σπαράττουσαι
40
μόνον, οὐ μὴν ἐκκενοῦσαί γέ τινα χυμὸν, ὡς ἐφ’ ὧν ἐν αὐτῷ περιείχετο κύτει τῆς γαστρὸς κατὰ τὴν ἔνδον αὐτῆς εὐρυχωρίαν· αἱ δ’ ἐρυγαὶ τοῖς μὲν ὀξώδεις ἔσονται, τοῖς δὲ κνισώδεις· ὠφελήσει δὲ τοὺς μὲν τὸ διὰ τριῶν πεπέρεων φάρμακον, ἤ τι τοιοῦτον, δι’ ὕδατος, ἢ οἴνου ποθέν· τοὺς δ’ ἑτέρους ἀψίνθιόν τε καὶ ἡ διὰ τῆς ἀλόης ἱερὰ, καλοῦσι δ’ αὐτὴν ἔνιοι καὶ πικράν. ἐὰν οὖν εὐθέως ἅμα τῇ πρώτῃ πείρᾳ φαίνηται πρὸς τῶν οἰκείων φαρμάκων ἡ ὠφέλεια σαφὴς ἑκατέρων τῶν χυμῶν γεγενημένη, τήν τε διάγνωσιν ἐπιστημονικὴν ἕξεις ἤδη τήν τε θεραπείας ὑφήγησιν, ὡς ἐπιμένοντα τοῖς αὐτοῖς ἐκθεραπεῦσαι τὸν ἄνθρωπον· ἐὰν δὲ ἐπὶ τοῖς ὠφελεῖν εἰθισμένοις φαρμάκοις ἑκατέραν τὴν διάθεσιν ἀκολουθήσῃ ποτὲ βλάβη, περὶ τὴν διάγνωσιν εὑρήσεις ἐσφαλμένον σαυτόν. ἡ γάρ τοι βεβαιοτάτη γνῶσις ἁπασῶν τῶν τοιούτων διαθέσεων γίνεται τοῖς ἀκριβῶς ἐπισταμένοις ὑφ’ οἵων ἰαμάτων ἑκάστη καθίσταται. ἐγὼ γοῦν ἐνίους τῶν ὀνομαζομένων κωλικῶν ἰασάμην τῇ πόσει τοῦ διὰ τῆς ἀλόης φαρμάκου, τεκμηράμενος μὲν ἀναπεπόσθαι δακνώδη χυμὸν εἰς τοὺς χιτῶνας 
41
τοῦ πεπονθότος ἐντέρου, δούς τε τοῦ φαρμάκου, διότι πάντως ἠπιστάμην ὑπ’ αὐτοῦ τὴν τοιαύτην διάθεσιν ὠφεληθησομένην· ὡς δ’ ὠφελήθη, γνοὺς ὅτι καλῶς ἐστοχασάμην, πλέον ἐδίδουν αὐτῆς. ἀλλ’ ἐκ τίνος γε τὴν ἐλπίδα ταύτην ἔσχον, ἄμεινον εἰπεῖν. ἑώρων τὸν ἄνθρωπον ἐπὶ μὲν τοῖς θερμοῖς ἐδέσμασί τε καὶ φαρμάκοις καὶ ὅλως διαιτήμασι παροξυνόμενον, ἐπὶ δὲ τοῖς εὐχύμοις τε καὶ κατακεραστικοῖς ὀνομαζομένοις ὠφελούμενον· ἑώρων δὲ καὶ πρὸς τῆς ἀσιτίας αὐτὸν βλαπτόμενον. ὡς δὲ καὶ πυνθανομένῳ μοι καὶ περὶ τῆς κατὰ τὴν ὀδύνην ἰδέας ἔφη δακνώδη τινὰ ὑπάρχειν αὐτὴν, ἔτι δὲ καὶ μᾶλλον εἰς ἐλπίδα τῆς ἀληθοῦς διαγνώσεως ἀφικόμενος ἐτόλμησα δοῦναι τοῦ πικροῦ φαρμάκου· θεασάμενός τε προφανῶς ὠφεληθέντα τὸν ἄνθρωπον ἐπείσθην ἐγνωκέναι βεβαίως, ἥ τίς ἐστιν ἡ διάθεσις. ἕτερον δ’ ὑπὸ τῶν εὐπέπτων σιτίων παροξυνόμενον ἀνηρώτησα τὰ προηγησάμενα, πυθόμενός τε ὅτι μετὰ καθαρτικοῦ φαρμάκου δόσιν εἰς ταύτην ἤχθη τὴν διάθεσιν, αὖθίς τε ἐρωτήσας, ὑπὸ τίνος αἰτίας ἐπὶ τὴν τοῦ φαρμάκου χρῆσιν ἧκεν, ἀκούσας τε δι’ ἀλγήματα δακνώδη τε καὶ διαβρωτικὰ, πολυχρονίως ἐν
42
τοῖς κατὰ τὴν γαστέρα τόποις διαμένοντα, κεκακῶσθαι τὸ ἔντερον ὑπὸ τοῦ καθαρτικοῦ φαρμάκου στοχασάμενος, ἐν διαθέσει τε γεγονέναι ῥευματικῇ, καὶ δέχεσθαι ῥᾳδίως εἰς ἑαυτὸ τὰ περιττὰ τοῦ ἥπατος, ἐπιδιαφθείρειν τε ταῦτα, τροφὴν ἔδωκα δύσφθαρτόν τε καὶ στύφουσαν· ἐφ’ ᾗ τῶν τε δήξεων ἐπαύσατο καὶ διεχώρησεν οὐκ ἔτι οὐδὲν, ἔμπροσθεν ἀεὶ μετὰ τὰς δήξεις ἐκκρίνων διεφθαρμένα τε ἅμα καὶ ὑγρὰ καὶ δυσώδη. προπεπυσμένος δ’ ὅτι χρόνῳ πλείονι μετὰ τὴν δῆξιν ἡ διέξοδος αὐτῶν ἐγένετο, τῶν μετεώρων ἐντέρων ἐστοχασάμην εἶναι τὴν διάθεσιν, ὡς ἐφ’ ἑτέρου τε ταχείας ἐπὶ τῇ δήξει τῆς ἐκκρίσεως γινομένης, ἐτεκμηράμην εἶναι τῶν κάτω τὴν διάθεσιν. ἐκεῖνον μὲν οὖν ἐνέσει φαρμάκου, τοῦτον δὲ τοῖς εἰρημένοις ἐδέσμασιν ἰασάμην, ἐπιστάμενός τε τοῦτο βεβαίως, ὅτι τὰ μὲν ἐγγὺς τῇ γαστρὶ τοῖς ἄνωθεν ἐσθιομένοις τε καὶ πινομένοις ἑτοιμότερον ὠφελεῖται, τὰ δ’ οὐ πόῤῥω τῆς ἕδρας τοῖς κάτωθεν. οὐχ ἁπλῶς οὖν προσήκει σκοπεῖσθαι τοῦτο μόνον, εἰ ἡ γαστὴρ πέπονθεν, ἤ τι τῶν ἐντέρων, ἀλλὰ καὶ τί τὸ
43
πάθος ἐστὶ, καὶ διορίσασθαί γε, τίνα μὲν ἴδια τῶν παθῶν ἐστι σημεῖα, τίνα δὲ τῶν πασχόντων μορίω· οἷον ὅτι τὸ μὲν ἀπεπτεῖν γαστρός ἐστι σύμπτωμα, τὸ δ’ ἐπὶ τὸ κνισῶδες ἢ ὀξῶδες ἐκτρέπεσθαι τὰ ἐδηδεσμένα τῶν κατ’ αὐτὴν αἰτίων τε καὶ παθημάτων. οὕτω δὲ κᾀπὶ τῶν κατὰ τὸ ἔντερον ὅ τε χρόνος τῆς διεξόδου καὶ τῶν ἐκκρινομένων ἡ ἰδέα καὶ τῶν συμπτωμάτων ἡ διαφορὰ μετὰ τῶν προηγησαμένων καὶ τῶν νῦν εἰς πεῖραν ἀγομένων ἐνδείξεται συναμφότερον ἅμα, τό τε πάθος αὐτὸ καὶ τὸ μόριον ἐν ᾧ συνέστη. φέρε γὰρ ἐκκρίνειν τινὰ κατὰ γαστέρα ποτὲ μὲν ἐφελκίδας, ἢ οἷον ὑμενώδη ξύσματα, ἢ οἷον αἱματῶδές τι, ποτὲ δ’ ἅμα ταῦτα πάντα· τὸ μὲν ἡλκῶσθαι τὸ ἔντερον οὐκ ἂν ἀμφισβητήσειέ τις, εἴτε δὲ ἐν τοῖς λεπτοῖς ἐντέροις ἐστὶν, ἢ ἐν τοῖς παχέσιν ἡ ἕλκωσις, οὐδέπω δῆλον, ἀλλ’ ἔκ τε τῆς τῶν ξυσμάτων ἰδέας, ὡς ἔμπροσθεν εἴρηται, κᾀκ τοῦ χρόνου τῆς διεξόδου καὶ τρίτου τοῦ μεμίχθαι τῇ κόπρῳ τὸ μὲν μᾶλλον αὐτῶν, τὸ δὲ ἧττον ἢ καὶ μηδόλως μεμίχθαι, διορισθήσεται. αἱ μὲν γὰρ ἐν τοῖς κατωτάτω μέρεσιν ἑλκώσεις οὐδ’ ὅλως ἔχουσιν
44
ἀναμεμιγμένα τοῖς διαχωρήμασι τὰ τῶν ἑλκῶν γνωρίσματα· ταῖς δ’ ὀλίγον ἀνωτέρω μέμικται μὲν, ἀλλ’ ἐπὶ βραχύ· καθάπερ γε τῶν ἐπὶ πλέον ἀνωτέρω καὶ ἡ μίξις ἐπὶ πλέον· ἔτι δὲ δὴ μᾶλλον ἐπὶ τῶν ὑψηλοτάτων ἐντέρων ἀναμέμικται τῇ κόπρῳ τὰ τῆς ἑλκώσεως ἴδια.

Πολλάκις δ’ ἅμα τόπου τε καὶ διαθέσεως ἐξ ἑνὸς γνωρίσματός ἐστιν ἡ ἔνδειξις, ἤ τόπου τε ἅμα καὶ αἰτίου· οἷον ἐπὶ μὲν τῶν τόπων ἀπό τε τῆς βεβλαμμένης ἐνεργείας καὶ τῶν ἐκκρινομένων καὶ τῆς θέσεως καὶ τῆς κατὰ τὴν ὀδύνην ἰδιότητος καὶ τῶν οἰκείων συμπτωμάτων ἡ ἔνδειξις, ἐπὶ δὲ τῶν παθῶν ἀπό τε τῆς τῶν ἐκκρινομένων ἰδέας καὶ τῆς τοῦ τόπου φύσεως καὶ τῆς κατὰ τὴν ὀδύνην ἰδιότητος καὶ τῶν οἰκείων συμπτωμάτων. ἀπὸ μὲν οὖν τῆς βεβλαμμένης ἐνεργείας ἔνδειξις τοῦ πεπονθότος μορίου γίνεται κατὰ τόνδε τὸν τρόπον. εἴ τινι σύμπτωμά τι τῆς κατὰ τὸ βλέπειν ἐνεργείας ἐστὶν, ὀφθαλμὸς ἐξ ἀνάγκης ἐκείνῳ πάσχει· πότερον δὲ κατ’ ἰδιοπάθειαν, ἢ κατὰ συμπάθειαν, ἢ κατὰ ἄμφω, δεύτερον ἂν εἴη σκέμμα. τῇ δὲ τῶν ἐκκρινομένων ἰδέᾳ διαγινώσκεται τὸ πεπονθὸς μόριον, ὡς ἔμπροσθεν

45
εἴρηται, διά τε τῶν τῆς οὐσίας αὐτοῦ μερῶν καὶ τῶν περιεχομένων ἐν αὐτῷ. καὶ μὴν καὶ ἡ θέσις ἱκανὴ συνενδείξασθαι τὸ πεπονθὸς μέρος. ὄγκος γοῦν σκληρὸς ἐν περιγραφῇ κατὰ τὸ δεξιὸν ὑποχόνδριον οὐ σπληνὸς, ἀλλ’ ἥπατος γνώρισμά ἐστι πάσχοντος· ὥσπέρ γε κατὰ τὸ ἀριστερὸν οὐχ ἥπατος, ἀλλὰ σπληνός. ὁμοίων τε τῶν ἐκκρινομένων ὄντων ἡ θέσις ἐνίοτε συνενδείκνυται τὸ πάσχον. εἰ γοῦν ὑμενώδους χιτῶνος ἐκκριθείη μόριον, ὅτι μὲν ἕλκωσίς ἐστί που, δηλώσει· τὸ δ’ ὁποίου τοῦ μορίου, παρὰ τῆς θέσεως διδαχθήσῃ. τὸ μὲν γὰρ ἐμούμενον ἤτοι γαστρὸς, ἢ τοῦ στομάχου τὸ πάθος εἶναι σημαίνει· τὸ δ’ ἀναβησσόμενον ἤτοι τοῦ λάρυγγος, ἢ τῆς τραχείας ἀρτηρίας· τὸ δὲ πτυόμενον μετὰ τὸ χρέμψασθαι τῆς φάρυγγος· εἰ δ’ οὐρηθείη, τῆς οὐρήθρας αὐτῆς· εἰ δὲ διὰ ἕδρας ἐκκριθείη, τῶν ἐντέρων τινός· εἰ δὲ δι’ αἰδοίου γυναικείου, τῶν κατὰ τὴν μήτραν. ὅτι δὲ καὶ τῶν ὀδυνῶν ἑκάστη κατὰ τὴν θέσιν ἐνδείκνυται τὸ πεπονθὸς μόριον, εὔδηλον· οὕτως γέ τοι καὶ τὰ προειρημένα διορίζεται· σημείων γὰρ φανέντων ἕλκους ἐν ἐμέτῳ, σκεπτέον ἐστὶ πότερον ἐν 
46
τοῖς πρόσω μέρεσιν κατὰ τὸ ὑποχόνδριον, ἢ κατὰ τὸ μετάφρενον ὄπισθεν ὀδύνη τίς ἐστιν. διορισθήσεται δὲ τῆς μὲν ἔμπροσθεν ὀδύνης κατὰ τὴν γαστέρα, τῆς δ’ ὀπίσω κατὰ τὸν στόμαχον γινομένης. ἀλλὰ καὶ αὐτῆς τῆς γαστρὸς τὸ στόμα τοῦ κύτους ὡσαύτως διορισθήσεται, εἰ τῶν καταπινομένων δριμέων τὸ μὲν τῷ στόματι τῆς γαστρὸς ἐργάζοιτο τὴν δῆξιν ἢ κατωτέρω, τὸ δ’ ἐν τῇ κατὰ τὸν θώρακα διόδῳ· τὰ γὰρ τοιαῦτα πάντα τῇ θέσει διορίζεται, καθάπερ ἄλλα τῇ τῆς ὀδύνης ἰδέᾳ. λεχθήσεται δ’ ἐπὶ πλέον ὑπὲρ ἀλγημάτων ἐν τῷ δευτέρῳ γράμματι, νυνὶ δὲ ἤδη καιρὸς εἰπεῖν τι παράδειγμα τῆς ἀπὸ τῶν οἰκείων συμπτωμάτων ἐνδείξεως τόπου πεπονθότος. ἔμπροσθεν μὲν οὖν ἑκάστου τῶν ἐπιφυομένων τοῖς ἕλκεσιν ἰδίαν ἔνδειξιν ἐλέγομεν εἶναι, νυνὶ δὲ καὶ τὰ τοιαῦτα προσκείσθω. ἀσώδεις μὲν ἐπὶ στόματι γαστρὸς πάσχοντι γίνονται· πλύματι δὲ κρεῶν ὅμοια κενοῦνται κάτω δι’ ἀτονίαν ἥπατος· ἐρυθρὰ δὲ τὰ μῆλα γίνονται τοῖς περιπνευμονικοῖς. ἀλλὰ καὶ τῶν παθῶν αὐτῶν ἐν μὲν τοῖς ἐκκρινομένοις ἴδια σημεῖα, τοῦ μὲν ἕλκους ἐφελκίς· αἱ δὲ ψαμμώδεις
47
ὑποστάσεις λιθιάσεως· αἱ δὲ τοῖς τῆς κολοκύνθης σπέρμασιν ἐκκρίσεις ὅμοιαι πλατείας ἕλμινθος. ἀπὸ δὲ τῶν τόπων αὐτῶν ἔνδειξις τοῦ νοσήματος γίνεται διὰ τὸ τινὰς μὲν μόνους πάσχειν ἐκεῖνο τὸ νόσημα, τινὰς δὲ μόνους μὴ πάσχειν. ὑποχέονται μὲν γὰρ οἱ ὀφθαλμοὶ μόνοι, λιθιῶσι δὲ νεφροὶ καὶ κύστις, ὡς δ’ ἔνιοί φασι, καὶ κῶλον· ἕλμινθες δ’ ἐν ἐντέροις γεννῶνται· τὴν καρδίαν δ’ αὖ πάλιν ἀδύνατον ἀπόστημα παθεῖν, ὥσπερ ὀδυνηθῆναι πνεύμονί τε καὶ συνδέσμοις. ἀπὸ δὲ τῆς τῶν συμπτωμάτων ἰδιότητος ἔνδειξις γίνεται τοῦ πάθους ἐν τοῖσδε. γρυποῦνται μὲν οἱ ὄνυχες ἐπὶ ταῖς φθινώδεσι νόσοις· ἄλογον δὲ ῥῖγος ἅμα πυρετῷ σημεῖόν ἐστι φλεγμονῆς μεταβαλλούσης εἰς ἐμπύημα· μελαινομένη δὲ γλῶσσα καυσώδους πυρετοῦ σημεῖον, ὥσπέρ γε καὶ ἡ τοῦ χρώματος ἰδιότης ἐν ὅλῳ τῷ σώματι δι’ ἧπαρ μὲν ἑτέρα, διὰ σπλῆνα δ’ ἄλλη, μὴ δυναμένη λαθεῖν τὸν ἐπιστήμονα, καθάπερ οὐδ’ ἡ δι’ αἱμοῤῥοΐδας. ἔστι δ’ ὀλίγα πάνυ τῶν παθῶν αὐτῶν ἴδια σημεῖα, χωρὶς τοῦ συνενδείκνυσθαι τὸν πεπονθότα τόπον. αἱ μὲν γὰρ τῆς ἐνεργείας βλάβαι
48
μόνον δηλοῦσι τὸ πεπονθὸς μόριον, αἱ δ’ ἐν αὐταῖς διαφοραὶ τὸ πάθος αὐτοῦ. μόνα τοίνυν ἐκεῖνα τῶν παθῶν ἐστιν ἴδια σημεῖα, τὰ κατά τι συμβεβηκὸς αὐτοῖς ἑπόμενα. (ὅτι μηδενὸς πάθους ἐνίοτε περὶ τὰ τῆς φωνῆς αὐτῆς ἴδια μόρια γεγενημένου, συμβαίνει βλάπτεσθαι τὴν φωνὴν ἀπορίᾳ τῆς ὕλης ἐξ ἧς ἐγίνετο) φανεῖται δέ σοι τοῦτο σαφέστερον ἐν ὅλῃ τοῦ λόγου τῇ διεξόδῳ· φανεῖται δὲ καὶ τὰ κοινὰ πάθους τε ἅμα καὶ τόπου πάσχοντος, ἢ δυοῖν παθοῖν, ἢ μορίοιν δυοῖν.

Ἐν δὲ τῷ παρόντι τὸν περὶ τῶν ἰδιοπαθούντων τε καὶ συμπαθούντων λόγον ἔγνωκα προσθεὶς, ἐπ’ αὐτοῦ καταπαῦσαι τὸ βιβλίον, ἀναμνήσας πρότερον, ὡς τὴν ὑπὸ τῶν ἄλλων ἰατρῶν ὀνομαζομένην πρωτοπάθειαν οἰκειότερον ἔφην ἰδιοπάθειαν ὀνομάζεσθαι· διαφέρει γε μὴν οὐδὲν, οὐδ’ εἰ πρωτοπάθειάν τις αὐτὴν καλεῖ· βέλτιον γὰρ οὐ περὶ τῶν ὀνομάτων ἐρίζειν, ἀλλὰ τῶν πραγμάτων ἐπίστασθαι τὰς διαφοράς. ὅταν μὲν γὰρ ἐκ τῆς κοιλίας, ἤτοι γε ἀτμῶν μοχθηρῶν, ἢ καὶ τῶν χυμῶν αὐτῶν ἀναφερομένων ἐπὶ τὸν

49
ἐγκέφαλον, ἡ διάνοια βλάπτηται, πρώτως μὲν οὐκ ἄν τις φαίη πάσχειν τὸν ἐγκέφαλον, οὐ μὴν οὐδ’ ἀπαθῆ γε παντάπασιν ὑπάρχειν, ἀλλ’ ὅ τι περ ὑπ’ αὐτῶν ἐκείνων ὁμολογεῖται, διὰ τοῦ συμπάσχειν ῥήματος ἀληθέστατόν ἐστιν. δηλοῦται γὰρ οὐ τὸ μηδόλως πάσχειν ἐκ τῆς συμπάσχειν φωνῆς, ἀλλὰ τὸ σὺν ἑτέρῳ πάσχειν. ἄμεινον δὲ καὶ σαφέστερον ἐφ’ ἑτέρῳ πάσχειν ἂν εἴποι τις τὸ συμπάσχον. ὅπερ οὖν ἔνιοι τῶν ἰατρῶν νενοήκασι μὲν ἀμυδρῶς, ὥσπερ ὀνειρώττοντες, οὐκ εἰρήκασι δὲ σαφῶς, ὅτι μηδὲ ἐγνώκασι, τοῦτ’ ἐγώ μοι δοκῶ διδάξειν ἀναγκαιότατον ὂν εἰς τὴν προκειμένην πραγματείαν, ἀρξάμενος ἐντεῦθεν. ἔνιαι τῶν ἐνεργειῶν ἐξ ὕλης ἐπιτηδείου γενόμεναι προπαρασκευαζομένην αὐτὴν ὑφ’ ἑτέρων μορίων λαμβάνουσιν· εἰκότως οὖν ἔσθ’ ὅτε, πάθος ἴδιον οὐδὲν ἐχόντων τῶν οἰκείων τῆς ἐνεργείας ὀργάνων, ἀπόλλυσθαι συμβέβηκεν αὐτὴν ἀπορίᾳ τῆς ὕλης ἐξ ἧς ἐγένετο, καθάπερ ἐπὶ τῆς φωνῆς ἔχει. δέδεικται γὰρ ἐν τοῖς περὶ αὐτῆς λόγοις ἡ ἐκφύσησις ὕλη μὲν οὖσα τῆς φωνῆς, γινομένη δ’ ὑπὸ τῶν μεσοπλευρίων,
50
μυῶν συστελλομένου τοῦ θώρακος· ὅταν οὖν οὗτοι μηκέτ’ ἐνεργῶσιν, ἄφωνον γίνεται τὸ ζῶον, οὐδενὸς πάθους ἐνίοτε περὶ τὰ τῆς φωνῆς αὐτῆς ἴδια μόρια γεγενημένου. ταῦτα δ’ ἐστὶ συνελόντι μὲν εἰπεῖν ὁ σύμπας λάρυγξ, κατὰ μέρος δ’ ἑρμηνευόντων, οἵ τε τρεῖς αὐτοῦ χόνδροι καὶ οἱ κινοῦντες αὐτοὺς μύες τρεῖς ἅμα τοῖς ἀπ’ ἐγκεφάλου νεύροις, ἔτι τε πρὸς τούτοις ἡ ἔνδον τοῦ λάρυγγος ἐπιγλωττὶς, ἥ πέρ ἐστι τὸ κυριώτατον ὄργανον τῆς φωνῆς· αὕτη γὰρ ὑπὸ τῶν μυῶν ἀνοιγομένη τε καὶ συναγομένη μετρίως ἐργάζεται τὰς φωνάς· ἀλλ’ οὐχ οἷόν τε γενέσθαι ταύτας ἄνευ τοῦ σφοδρῶς ἔξω φέρεσθαι τὸ πνεῦμα· τοῦτο δ’ ὑπὸ τῶν μεσοπλευρίων ἐπιτελεῖται μυῶν. καί τις ἀφ’ ὑψηλοῦ πεσὼν, ὡς ἐρεῖσαι κατὰ τῆς γῆς τὴν ἀρχὴν τοῦ μεταφρένου, περὶ μὲν τὴν τρίτην ἡμέραν πάνυ μικρὸν ἐφθέγγετο, τῇ δὲ τετάρτῃ τελέως ἦν ἄφωνος, ἅμα τῷ παραλελύσθαι τὰ σκέλη, μηδὲν τῶν χειρῶν βεβλαμμένων, οὐ μὴν οὔτ’ ἄπνους οὔτε δύσπνους ἐγένετο· παραλυθέντος γὰρ ὅλου τοῦ μετὰ τὸν τράχηλον νωτιαίου, συνέβη τῷ θώρακι πρός τε τοῦ διαφράγματος 
51
ἔτι τε καὶ τῶν ὑψηλῶν μυῶν κινεῖσθαι τῶν ἓξ, ἐπειδὴ τὰ νεῦρα τούτοις ἐκ τοῦ κατὰ τὸν τράχηλόν ἐστι νωτιαίου· τὰ δὲ τῶν μεσοπλευρίων μυῶν νεῦρα πάντ’ ἔπαθεν, ὑφ’ ὧν ἡ ἐκφύσησις ἐδείχθη γινομένη. βουλομένων οὖν τῶν ἰατρῶν ἐνοχλήσειν εἰκῇ, τοῖς μὲν σκέλεσι, διότι παρεῖτο, τῷ δὲ λάρυγγι διὰ τὸ τῆς φωνῆς πάθημα, κωλύσας ἐγὼ, μόνου προενοησάμην τοῦ πεπονθότος τόπου, καὶ γενομένου ἀφλεγμάντου τοῦ νωτιαίου μετὰ τὴν ἑβδόμην ἡμέραν ἐπανῆλθεν ἥ τε φωνὴ καὶ ἡ τῶν σκελῶν κίνησις τῷ νεανίσκῳ. τὸ μὲν δὴ τοιοῦτον εἶδος τῆς βλάβης κυριώτερον ἄν τις ὀνομάσειε συμπάθειαν, ἤπερ ὅταν ἐπὶ χυμοῖς τισι κατὰ τὴν γαστέρα περιεχομένοις ἄλγημα γίνηται τῇ κεφαλῇ· ἀναφέρεται γάρ τι πρὸς αὐτὴν ἐν ταῖς τοιαύταις διαθέσεσιν, οὐ μὴν ἐπὶ τὰ σκέλη γε φέρεταί τι τῶν βλαπτόντων ἐν ταῖς εἰρημέναις διαθέσεσιν, ἀλλὰ τοὐναντίον ἀποστερεῖται δυνάμεως ἧς πρότερον αὐτοῖς ἐχορήγει ὁ νωτιαῖος. ὁ δὲ λάρυγξ οὐκ ἀποστερεῖται μὲν εἰς τὸ παντελὲς τοῦ πνεύματος ἐν ταῖς ἀφωνίαις· ἔτι γὰρ ἐκπνεῖ τὸ ζῶον δι’ αὐτοῦ· στερεῖται δὲ τῆς ἐκφυσήσεως, ἥ τις ἦν
52
ἀθρόα φορὰ τοῦ πνεύματος πολλοῦ διὰ λάρυγγος ἔξω τοῦ ζώου. περὶ μὲν δὴ τῶν ὀνομάτων ἑτέροις φιλονεικεῖν ἐπιτρεπτέον· ἡμῖν δ’ ἀρκέσει περὶ τῶν πραγμάτων, ὧν ἐκεῖνοι παντάπασιν ἀγνοοῦσι, διελθεῖν. ἄλλως μὲν ἐπὶ τοῖς ἐν γαστρὶ χυμοῖς κεφαλαλγοῦσι, τῶν ἀναφερομένων δηλονότι χυμῶν θερμαινόντων τε ἅμα καὶ διατεινόντων τὰ κατὰ τὴν κεφαλήν· ἄλλως δὲ τὰ τῶν ὑποχεομένων πάσχουσι φαντάσματα, μήτε θερμαινομένων τῶν ὀφθαλμῶν μήτε διατεινομένων, ἀλλὰ μόνον ἀτμοῦ διοδεύοντος αὐτούς· ἔτι τε πρὸς τούτοις ἑτέρως μὲν ὁ φραχθεὶς τὸν ἀπ’ ἐγκεφάλου καθήκοντα πόρον οὐχ ὁρᾷ, καὶ τούτῳ παραπλησίως μέν πως, ἑτέρως δὲ, ὁ διὰ τὴν τοῦ νωτιαίου φλεγμονὴν παρεθεὶς τὰ σκέλη· καθ’ ἕτερον δὲ τρόπον ὁ τὴν φωνὴν ἀπολέσας ἢ βλαβείς. εἰς μὲν γὰρ τὰ σκέλη δύναμίς τις ἀφικνεῖσθαι κεκώλυται χωρὶς οὐσίας, εἰς δὲ τοὺς ὀφθαλμοὺς μετ’ οὐσίας, εἰς δὲ τὸν λάρυγγα τῆς ἀφικνουμένης ὕλης κεκώλυται τὸ πλῆθος· ἐπὶ δὲ τοῦ διὰ τὴν μεσοπλευρίων μυῶν σύντρησιν ἀφώνου γεγονότος ἀπόλωλε τελέως ἡ τῆς φωνῆς ὕλη. ὅστις δὲ ὁ τρόπος τοῖς σκέλεσι τῆς παραλύσεως γίνεται κατὰ τὰς εἰρημένας
53
τοῦ νωτιαίου διαθέσεις, ὁ αὐτὸς καὶ τῷ λάρυγγι, τῶν νεύρων τῶν φωνητικῶν τμηθέντων ἢ βρόχῳ διαληφθέντων. ὀνομάζειν δὲ εἴωθα φωνητικὰ νεῦρα τὰ πρὸς ἡμῶν εὑρεθέντα, τῶν διδασκάλων μόνα τὰ παρὰ ταῖς ἀρτηρίαις εἰδότων. ἀκολουθεῖ μὲν οὖν κᾀκείνοις ὁμοίως κακωθεῖσιν ἀπώλεια φωνῆς, ὅτι καὶ τὰ τοῦ λάρυγγος ἴδια νεῦρα, τὰ παλινδρομοῦντα πρὸς ἐμοῦ κληθέντα, μόρια τῆς οὐσίας αὐτῶν ἐστιν· εἰς πολλὰ δὲ καὶ ἄλλα μόρια νενεμημένων αὐτῶν, οὐκ ἔχει προσηγορίαν οἰκειοτέραν τῆς τῶν φωνητικῶν, ἅπερ ἴδια τῶν τὴν φωνὴν ῥυθμιζόντων ὀργάνων ἐστίν. ὅ γε μὴν τρόπος τῆς βλάβης τοῖς μυσὶ τοῦ λάρυγγος ὁ αὐτός ἐστιν, εἴτε τὰ παλινδρομοῦντα νεῦρα κακωθείη, εἴτε τὰ παρὰ ταῖς ἀρτηρίαις, ἑκατέρως γὰρ ἀποροῦσι δυνάμεως ψυχικῆς, ἧς χωρὶς οὐχ οἷόν τε κατὰ προαίρεσιν αὐτοῖς κινεῖσθαι. καὶ μὴν καὶ ἡ τῶν κινούντων τὴν ἐπιγλωττίδα μυῶν τομὴ, τελέως μὲν ἄφωνον ἐργάζεται τὸ ζῶον· ἀλλ’ οὐ κατὰ τὸν αὐτὸν ἁπάντῃ τρόπον, οὐ μὴν οὐδὲ πάντῃ διαφερόντως, ἢ εἰ τὰ νεῦρα βλαβείη· τὸ κοινὸν γὰρ τῆς βλάβης ἀμφοῖν ἐστιν ἐν τῷ στερίσκεσθαι τὴν
54
ἐπιγλωττίδα τῆς πρὸς τὴν κινοῦσαν ἀρχὴν συνεχείας, γίνεταί τε τοῦτο ἐάν τε τοὺς μῦς ἐάν τε τὰ νεῦρα τέμῃς, ἢ βρόχῳ διαλάβῃς, ἢ θλάσῃς, ἢ ὁπωσοῦν ἄλλως κακώσῃς. ἐγὼ γοῦν οἶδα καὶ ψυχθέντων ἐπὶ πλεῖον τῶν παλινδρομούντων νεύρων ἐν χειρουργίᾳ τινὶ κατὰ τράχηλον ἐν χειμῶνι γενομένῃ κακωθεῖσαν τὴν φωνὴν, ὡς ὀλίγου δεῖν ἀπολέσθαι· καὶ συνιέντες γε τοῦτ’ αὐτὸ θερμαίνουσι φαρμάκοις αὐτὴν ἀνεκαλεσάμεθα, τὴν κατὰ φύσιν κρᾶσιν ἀνακτησάμενοι τοῖς νεύροις. ὥσπερ δ’ ἐπὶ ταῖς τοῦ θώρακος συντρήσεσιν ἀπόλλυται ἡ φωνὴ στερήσει τῆς ὕλης, οὕτω κᾂν τὴν τραχεῖαν ἀρτηρίαν ὅλην διατεμῃς· οὐ γὰρ ἔτι παραγίνεται τὸ πνεῦμα πρὸς τὸ τῆς φωνῆς ἴδιον ὄργανον. ἑτέρῳ δὲ τρόπῳ ταὐτὸν ἐργάζεται βρόχος ὅλῳ τῷ τραχήλῳ περιτεθείς· ἀλλ’ οὗτος μὲν οὐκ ἄφωνον μόνον ἀποτελεῖ τὸ ζῶον, ἀλλὰ πνίγει, στερίσκων τῆς ἀναπνοῆς· ἡ δ’ ἀρτηρία διαρεθεῖσα φωνὴν μὲν βλάπτει, τῆς δ’ ἀναπνοῆς οὐκ ἀφαιρεῖται τὸ ζῶον· αἱ δὲ κυνάγχαι καλούμεναι, φλεγμοναὶ τῶν ἔνδον τοῦ λάρυγγος οὖσαι σωμάτων, ἀνάλογον ἀγχόνῃ στερίσκουσι τῆς ἀναπνοῆς, ἐμφράττουσαι τὸν
55
πόρον αὐτῆς, διὸ δὴ καὶ μάλιστα τοῦ τῆς φωνῆς ὀργάνου πάθος ἴδιόν εἰσιν, ἐφεξῆς δὲ τῶν ἔξωθεν αὐτοῦ μυῶν ἡ βλάβη· τῶν δ’ ἄλλων ἁπάντων ὧν διῆλθον, οὐκ ἴδιον, ἀλλὰ κατὰ συμπάθειαν μᾶλλον. ἐκκόπτων γοῦν τις ἐκ τραχήλου χοιράδας ἐν τῷ βάθει κειμένας, εἶτα δὲ εἰς τὸ μὴ τεμεῖν τι ἀγγεῖον οὐ τῇ μήλῃ τέμνων τοὺς ὑμένας, ἀλλὰ τοῖς ὄνυξι διασπῶν, ἔλαθεν ὑπ’ ἀγνοίας συνδιασπάσας τὰ παλινδρομοῦντα νεῦρα· καὶ οὕτω τῶν μὲν χοιράδων ὑγιὲς ἀπέφηνε τὸ παιδάριον, ἄφωνον δὲ εἰργάσατο. καί τις ἄλλος ἕτερον παῖδα χειρουργῶν ὁμοίως ἡμίφωνον ἐποίησεν, ἐπὶ θατέρῳ μόνῳ νεύρῳ βλαβέντι· καὶ μέν τοι καὶ θαυμαστὸν ἐδόκει πᾶσιν, ὅτι μήτε τῆς τραχείας, μήτε τοῦ λάρυγγος παθόντων τι, τὴν φωνὴν βλαβῆναι συνέβη· δειχθέντων δ’ αὐτοῖς ὑπ’ ἐμοῦ τῶν φωνητικῶν νεύρων, ἐπαύσαντο θαυμάζοντες. ἐφ’ ὧν οὖν ἤτοι γ’ ὕλης ἢ δυνάμεως ἡ χορηγία διαφθείρεται, πιθανῶς ἄν τις λέγοι βεβλάφθαι τὴν ἐνέργειαν, ἀβλαβοῦς φυλαττομένου τοῦ ποιοῦντος αὐτὴν μορίου· τὸ δ’ ὑπὸ χυμῶν ἢ ἀτμῶν ἑτέρωθεν ἡκόντων εἰς αὐτὸ βλαπτόμενον οὐκ ἂν εἰκότως ἀπαθὲς 
56
εἷναι λέγοιτο· πιθανῶς δ’ οὐδὲν ἧττον ἄν τις λέγοι κᾀπὶ τῶν γε στερισκομένων ὕλης τινὸς ἢ δυνάμεως βεβλάφθαι τὸ μόριον, εἴ γε ἐν τῷ παραλαμβάνειν ταῦτα τὴν κατὰ φύσιν εἶχε διοίκησιν. ὥστε κᾀκ τῆς τοιαύτης εἰς ἑκάτερον ἐπιχειρήσεως ἄχρηστος φαίνεται τῶν λογικῶν προβλημάτων ἡ σκέψις, οὐδὲν οὔτ’ εἰς τὴν διάγνωσιν τῶν παθῶν οὔτ’ εἰς τὴν ἴασιν οὔτ’ εἰς τὴν τῶν ἀποβησομένων πρόγνωσιν ὠφελοῦσα. θέασαι γοῦν, ὅπως ἐγὼ μηδ’ ἁψάμενος αὐτῆς διηγήσομαι θεραπείαν ἐκ τῆς τοῦ πεπονθότος τόπου γνώσεως εὑρεθεῖσαν. ἔχων τις ἐπικείμενον φάρμακον τοῖς τρισὶ δακτύλοις τῆς χειρὸς, ἔφασκε τριάκονθ’ ἡμερῶν ἤδη τὴν αἴσθησιν αὐτῶν ἀπολωλέναι, τῆς κινήσεως ἀβλαβοῦς φυλαττομένης, ὀνίνασθαί τε μηδὲν ὑπὸ τῶν ἐπιτιθεμένων φαρμάκων. ὅπερ οὖν εἴωθα ποιεῖν ἐπὶ τῶν τοιούτων, οὐδὲ τότε παρέλιπον, ἀλλ’ ἠρώτησα καλέσας τὸν προνοούμενον αὐτοῦ τῶν δακτύλων ἰατρὸν, ὁποίοις τισὶ χρησάμενος εἴη φαρμάκοις· ὡς δὲ τοῖς προσήκουσιν εὗρον, ἐζήτουν τὴν αἰτίαν τοῦ μηδὲν ὠφελεῖσθαι τὸν ἄνθρωπον,
57
ἠρώτων τε τὰ προηγησάμενα συμπτώματα. τοῦ δὲ μήτε φλεγμονήν τινα μήτε ψύξιν μήτε πληγὴν αὐτῷ προηγήσασθαι φάντος, ἀλλ’ ἐκ τοῦ κατὰ βραχὺ τὴν αἴσθησιν ἀπολέσθαι, θαυμάζων πάλιν ἠρόμην, εἰ μὴ τῶν ἀνωτέρω τι μορίων ἐπλήγη. τοῦ δὲ κατὰ μὲν τὴν χεῖρα μηδὲν εἰπόντος, ἐν ἀρχῇ δὲ τοῦ μεταφρένου πληγῆναι φάσκοντος, αὖθις ἠρόμην ὅπως τε καὶ ὁπότ’ ἐπλήγη. καὶ μέντοι καὶ ἀποκριναμένου, κατὰ τὴν εἰς Ῥώμην ὁδὸν ἡνίκ’ ἐξέπεσε τοῦ ὀχήματος εἶναι τὸν χρόνον οὐ πολὺ πρότερον ἢ τοὺς δακτύλους ἄρξασθαι πάσχειν, ἐτεκμηράμην ἐν τῇ πρώτῃ τοῦ μετὰ τὸν ἕβδομον σπόνδυλον νεύρου διεκπτώσει μόριόν τι ἐπὶ τῇ πληγῇ φλεγμῆναν σκιῤῥώδη διάθεσιν ἐσχηκέναι. τοῦτο δ’ ἐνόησα, μεμαθηκὼς διὰ τῆς ἀνατομῆς, ὅτι τὰ νεῦρα κατὰ περιγραφὴν μὲν ἰδίαν, ὡς αἱ φλέβες, ἐκφυόμενα φαίνονται, καὶ δόξαις ἂν ἓν ἀκριβῶς ἕκαστον αὐτῶν ὑπάρχειν, ὥσπερ καὶ τὴν φλέβα· τὰ δ’ ἐστὶν εὐθέως ἀπὸ τῆς ἀρχῆς πολλὰ, σφιγγόμενα ἅπαντα καὶ συνεχόμενα κοινοῖς περικλήμασιν ἀπὸ τῶν μηνίγγων ἐκπεφυκόσιν. καὶ τοίνυν τοῦ τελευταίου τῶν ἐκ τοῦ τραχήλου
58
νεύρων ἡ ταπεινὴ μοῖρα πρὸς τοὺς μικροὺς ἀφικνεῖται δακτύλους, εἰς τὸ περιέχον αὐτοὺς διασπειρομένη δέρμα, καὶ προσέτι τοῦ μέσου δακτύλου τὸ ἥμισυ μέρος· ὅπερ δὴ καὶ θαυμασιώτατον ἐδόκει τοῖς ἰατροῖς, ὅτι τὸ ἥμισυ μόνον ἐφαίνετο πεπονθός· ἐμὲ δ’ αὐτὸ τοῦτο προσήγαγε μᾶλλον, ὡς ἐκεῖνο μόνον εἴη τοῦ νεύρου τὸ μέρος πεπονθὸς, ὃ κατὰ τὸν πῆχυν ἀποφυόμενον αὐτοῦ τελευτᾷ πρὸς τοὺς εἰρημένους δακτύλους· ἀποῤῥῖψαί τε κελεύσας τὸ φάρμακον, ὃ κατ’ αὐτῶν ἐπέκειτο, κατ’ ἐκεῖνο μάλιστα τῆς ῥάχεως ἐπέθηκα τὸ μέρος, ὃ τὴν ἀρχὴν εἶχε τοῦ πάσχοντος μορίου. καὶ οὕτως συνέβη, καθάπερ ἐδόκει τοῖς ὁρῶσι, θαυμάσιόν τε καὶ παράδοξον, οἱ τῆς χειρὸς δάκτυλοι διὰ τῶν ἐπιτιθεμένων τῇ ῥάχει φαρμάκων θεραπευόμενοι. κᾀπειδὴ τελέως ἀπηλλάγη τοῦ πάθους, ζήτησις ἐγένετο τοῖς ἰατροῖς, ἥτις ποτ’ ἦν ἡ διάθεσις τῶν νεύρων, ἐν ᾗ τὴν μὲν κίνησιν αὐτῶν σώζεσθαι συμβαίνει, τὴν δ’ αἴσθησιν ἀπόλλυσθαι. κᾀγὼ τὸ λελεγμένον ἤδη τισὶ τῶν ἔμπροσθεν ἰατρῶν εἶπον, ὡς ἡ μὲν αἴσθησις ἐν τῷ πάσχειν, ἡ δὲ κίνησις ἐν τῷ ποιεῖν τι γίνοιτο· καὶ διὰ τοῦτο ῥώμης μὲν
59
δεῖ τῷ κινήσοντι, τῷ δ’ αἰσθησομένῳ καὶ ἡ βραχυτάτη δύναμις ἀρκεῖ. δόξαντος δ’ αὐτοῖς ὀρθῶς εἰρῆσθαι τοῦ λόγου, τί οὖν, εἶπον, οὐ καὶ τοὐναντίον ἐθεάσασθέ ποτε, τῆς αἰσθήσεως σωζομένης ἐκλελοιπυῖαν τὴν κίνησιν; οἱ μὲν οὖν ἄλλοι σχεδὸν πάντες οὐδέποθ’ ἑωρακέναι τοῦτ’ ἔφασαν, εἷς δέ τις ὡμολόγει, καὶ τοὔνομά γε τοῦ παθόντος ἔλεγε, καὶ μάρτυρας ἐπηγγέλλετο παρέξειν. δόξαντος δὲ τούτου μάχεσθαι τοῖς εἰρημένοις ἐπὶ τῶν κινουμένων μὲν μορίων, οὐ μὴν αἰσθανομένων· ὅσον μὲν γὰρ ἐπ’ ἐκείνῳ τῷ λόγῳ, παντάπασιν ἀδύνατόν ἐστιν ἀπωλωλυίας αἰσθήσεως ἔτι κινεῖσθαι κατὰ προαίρεσιν· αὖθις ἐδέοντό μου τὴν αἰτίαν ἀκοῦσαι τῶν φαινομένων ἀμφοτέρων. ἔστι δὲ σαφὴς τοῖς ἐπισταμένοις ἀνατομῆς νεύρων, οὖσα τοιάδε· ἅπασα μὲν ἡ καθ’ ὁρμὴν κίνησις ὑπὸ μυῶν γίνεται· νεῦρον γὰρ οὐδέν ἐστιν αὐτὸ καθ’ ἑαυτὸ χωρὶς μυὸς οὐδὲ μίαν ἐργαζόμενον ἐν τοῖς τοῦ ζώου μορίοις οὐδαμόθι τοιαύτην ἐνέργειαν, ἀλλὰ διὰ μέσων τῶν μυῶν πάσας τὰς προαιρετικὰς ὀνομαζομένας κινήσεις ἐπιτελεῖ. καθήκουσιν δ’ εἰς τὰ κινηθησόμενα μόρια
60
ποτὲ μὲν ἄντικρυς οἱ μύες αὐτοὶ, ποτὲ δὲ διὰ μέσων τενόντων, οὓς ἀπονευρώσεις ἔνιοι προσαγορεύουσιν. ἐκ τούτου τοῦ γένους εἰσὶ καὶ οἱ τοὺς δακτύλους κινοῦντες τένοντες, ὁμοίως τοῖς τόνοις ὀνομαζομένοις ὑφ’ Ἱπποκράτους περιφερεῖς. ἐὰν μὲν οὖν τὰ τῶν μυῶν νεῦρα πάθῃ, τὴν κίνησιν ἀπολλύουσιν οἱ δάκτυλοι· τῶν δ’ εἰς τὸ δέρμα παραγινομένων παθόντων ἡ κατὰ τὴν ἁφὴν αἴσθησις διαφθείρεται· κατὰ δὲ τὰς ὅλων τῶν κώλων παραλύσεις, ὡς ἂν τῆς κοινῆς ἀρχῆς πεπονθυίας, ἀμφότεραι συναπόλλυνται, κινήσεις τε καὶ αἰσθήσεις. καὶ τόν γε πρωτοπαθοῦντα τόπον ἐκ τοῦ πλήθους τῶν βεβλαμμένων νεύρων μόνον ἔστιν ἐξευρεῖν, ἐάν γέ τις ἀκριβῶς ἴδῃ τὰς κοινὰς αὐτῶν ἀρχὰς, ἃς ἐν τῇ τῶν νεύρων ἀνατομῇ διῆλθον, οὐδενὸς τῶν πρὸ ἐμοῦ τὴν ἀνατομὴν ταύτην ἀκριβώσαντος, ἀλλὰ τῶν μὲν μεῖζον, τῶν δ’ ἔλαττον σφαλέντων. ὁ δ’ οὖν γεγυμνασμένος ἐν αὐτοῖς μόνος ἀκριβῶς λογίζεσθαι δύναται, κατὰ τίνα σπόνδυλον ὁ νωτιαῖος ἔπαθεν, ἤτοι γε ὅλος, ἢ τὸ ἕτερον αὐτοῦ μέρος· ἔστιν ὅτε γὰρ ἐν τῷ δεξιῷ μόνον αὐτοῦ μορίῳ τὸ πάθος ἐστὶ, 
61
μηδὲν θατέρου παθόντος· ἢ πάλιν τοὐναντίον, ἀπαθὲς μὲν ἔμεινε τοῦτο, μόνον δ’ ἔπαθε τὸ εὐώνυμον· καὶ κατὰ τοῦτο ποτὲ μὲν ἅπαντα τὰ ἐν τοῖς εὐωνύμοις παραλύεται, τῶν δεξιῶν ἀπαθῶν φυλαττομένων, ἐνίοτε δ’ ἔμπαλιν ἔπαθέ τε καὶ παρελύθη τὰ δεξιὰ μέρη μόνον. μηδὲν μέντοι παθόντος αὐτοῦ τοῦ νωτιαίου, μόνης δὲ μιᾶς ἐκφύσεως νεύρου, τῶν μορίων ἐκείνων παρακολουθεῖ παράλυσις, εἰς ἃ τὸ νεῦρον διασπείρεται· καὶ μὴν καὶ δύο καὶ τρεῖς ἐνίοτε μόναι τῶν ἐκφύσεων ἔπαθον, ἀπαθοῦς τοῦ νωτιαίου φυλαχθέντος. οὕτως γοῦν ἐπεπόνθει καὶ ὁ τἄλλα τῆς χειρὸς ἅπαντα παραλυθεὶς, ὡς μήτε αἰσθάνεσθαι μήτε κινεῖσθαι, κατὰ δὲ τοὺς τρεῖς δακτύλους μόνους ἔχων διασωζομένην τὴν αἴσθησιν. ἄλλῳ δ’ οὐκ αὐτὴ μόνον, ἀλλὰ καὶ αἱ κινήσεις ἐσώζοντο τῶν μυῶν ἐκείνων, εἰς οὓς ἡ μετὰ τὸν ἕβδομον σπόνδυλον ἔκφυσις διενέμετο. καί τις ἄλλος ἐκ καταπτώσεως σφοδρᾶς ἐκείνους μόνους τοὺς μῦς παρελύθη τοὺς ἐκ τούτου τοῦ νεύρου λαμβάνοντας μόρια· τῷ δ’ αὐτῷ τούτῳ καὶ τοῦ δέρματος ἐκεῖνα μόνα τὴν αἴσθησιν ἀπώλεσεν, ὅσα
62
παρὰ τοῦ λελεγμένου νεύρου τὰς ἀπονεμήσεις ἐλάμβανεν. ὅστις οὖν βούλεται γνωρίζειν, ἐν ποίῳ σπονδύλῳ τὸ πάθος ἐστὶν, ἤτοι μόνης τῆς ἐκφύσεως νεύρου τινὸς, ἢ καὶ τοῦ νωτιαίου μυελοῦ, κατὰ τὴν τῶν νεύρων ἀνατομὴν γυμνασάσθω, μέθοδον ἔχων ἐν ἅπασι κοινὴν, τοὺς παραλυθέντας μῦς ἐπισκοπεῖν ἅμα τῷ τὴν αἴσθησιν ἀπολωλεκότι δέρματι. τοῦ μὲν γὰρ νωτιαίου παθόντος ὅλου κατά τινα σπόνδυλον, ἅπαντα τὰ κάτω μέρη παραλύεται· κατὰ δὲ τὸ ἕτερον μέρος εἰ βλαβείη, θατέρου μένοντος ἀπαθοῦς, ἐν τοῖς κατ’ εὐθὺ μέρεσιν ἡ παράλυσις ἔσται μόνον· εἰ δὲ ῥῖζα νεύρου πάθοι, τὰ μὲν ἄλλα τὰ κάτω τοῦ πεπονθότος οὐδὲν πείσεται, μόνα δ’ ἐκεῖνα παραλυθήσεται τῶν μορίων, εἰς ἃ ἕκαστον τῶν νεύρων διασπείρεται. ταῦτ’ οὖν ἐὰν ἀκριβῶς μάθῃς, οὐκέτ’ ἐνοχλήσεις τοῖς παραλελυμένοις κώλοις, ἀφεὶς τὴν ῥάχιν, ἀλλ’ ἐπ’ ἐκείνην ἀφικόμενος ἐκθεραπεύσεις τὸ πεπονθός. οὕτω δὲ κᾂν μὴ κατὰ τὴν ῥάχιν, ἀλλὰ κατά τι τῶν μετὰ ταύτην χωρίων τὸ νεῦρον πάθῃ, γνωρίσεις ἐκ τῶν μυῶν τε καὶ τοῦ
63
δέρματος. τὸ μὲν οὖν δέρμα ῥᾳδίως γνωρίσεις, ὑποπῖπτόν γε τοῖς ὀφθαλμοῖς· οἱ δὲ μύες ἐκ τῶν ἀπολωλυιῶν ἐνεργειῶν διαγινώσκονται. χρὴ τοίνυν σε καὶ περὶ τῶν μυῶν ἀνατομὴν γεγυμνάσθαι, καὶ γινώσκειν ἧστινος ἕκαστος ἐνεργείας ἐστὶν ὄργανον· οὕτω γὰρ ὑπάρξει σοι μόνως διακρίνειν δύνασθαι, τίνων μὲν ἀπόλλυται μορίων ἡ ἐνέργεια, μηδὲν νόσημα τῆς σωματικῆς οὐσίας αὐτῶν πασχούσης, τίνων δὲ νόσημα προηγεῖται, γινόμενον, ἢ γεγονός. οἶσθα δὲ τά τε γένη τῶν νοσημάτων καὶ τὰς διαφορὰς ἁπάσας ἐν ἑτέρῳ βιβλίῳ γεγραμμένας, ὃ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς ἐπιγέγραπται, καθάπερ ἐν ἑτέρῳ περὶ τῆς τῶν συμπτωμάτων διαφορᾶς· ἀλλὰ καὶ περὶ τῆς τῶν αἰτίων ἑκατέρων ἰδίᾳ γέγραπται, καθ’ ἓν μέν τι περὶ τῆς τῶν νοσημάτων, ἐν τρισὶ δὲ περὶ τῆς τῶν συμπτωμάτων· ἐν οἷς ἅπασι γεγυμνάσθαι προσήκει τὸν μέλλοντα ῥᾳδίως εὑρήσειν τε καὶ διακρινεῖν αἰτίαν καὶ πάθος καὶ τόπον πεπονθότα. κατὰ συνδρομὰς μὲν γὰρ οὐχ οἷόν τε πάντα διδάξαι, καίτοι γ’ ἀξιούντων οὕτω τῶν ἐμπειρικῶν· ἀλλὰ τά τε προηγησάμενα
64
καὶ τὰ παρόντα συμπτώματα γνοὺς ἀκριβῶς τις, ἐπί τε τὴν διὰ τῆς θεραπευτικῆς μεθόδου πεῖραν ἀφικόμενος, εὑρήσει τὸ πεπονθὸς ἅμα τῇ διαθέσει. καὶ πλεῖστον τοῦτ’ ἔστιν ἐπὶ τῶν ἐν τῷ βάθει τοῦ σώματος τεταγμένων μορίων, ὡς ὀλίγον ἔμπροσθεν ἐπὶ τὴν αἴσθησιν ἢ κίνησιν ἀπολλύντων ἐδείξαμεν. ἴσως μὲν οὐδὲν χεῖρον ἔτι παραγράψαι τινὰ τῶν γεγονότων, ὁποῖα καὶ ταῦτ’ ἐστίν. παιδίον ὡς ἐτῶν ἓξ ἀκουσίως ἀποπατεῖν ἤρξατο, παραλυθέντος ἐξαίφνης αὐτῷ τοῦ κατὰ τὴν ἕδραν μυός· ἐγένετο δὲ καὶ γέροντί ποτε τοιοῦτον σύμπτωμα· καί τινι πάλιν ἑτέρῳ παιδίῳ περὶ τεσσαρεσκαιδεκάτην ἡλικίαν ἀκούσιος ἔκκρισις ἐγένετο διαχωρημάτων, ἅμα τοῖς κατὰ τὴν κύστιν ἀλγήμασι, καὶ ἄλλῳ μετὰ τῆς τῶν οὔρων ἐπισχέσεως· ἄλλῳ δὲ πάλιν ἀκουσίως ἐξεκρίνετο τὰ οὖρα, καὶ ἄλλῳ καὶ ταῦτα καὶ τὰ διαχωρήματα. χρὴ τοίνυν ἐπὶ τῶν τοιούτων ἁπάντων πυνθάνεσθαι τὰ προγεγονότα· τοὐπίπαν γὰρ ἤτοι ψύξις τις ἢ πληγὴ κατὰ ῥάχιν αὐτῶν ἡγεῖται· ἡ μὲν ψύξις, ἕνα μόνον τὸν πεπονθότα βλάπτουσα μῦν, ἡ πληγὴ δὲ 
65
πλείους ὡς τὰ πολλά· πάνυ γάρ ἐστι σπάνιον ἐπὶ πληγῇ ῥάχεως ἕνα μῦν παθεῖν, ὡς ἂν τῶν ἐκφυομένων τοῦ νωτιαίου νεύρων εἰς πλείονας μῦς κατασχιζομένων. ἀλλὰ καὶ διὰ πληγὴν αὐτοῦ τοῦ πεπονθότος μυὸς, ἀμεληθείσης ἐνίοτε καὶ σκιῤῥωθείσης τῆς ἐπιγενομένης, ἠκολούθησε παράλυσις αὐτοῦ· ἔσται δὲ καὶ τοῦτο σπάνιον· ἀλλ’ ἥ γε ψύξις ἔβλαψε πολλάκις ἕνα μῦν, καὶ μάλιστα τῶν ἐπιπολῆς κατὰ τὴν ἕδραν, ἤτοι καθίσαντος ἐπὶ ψυχροῦ λίθου τινὸς, ἢ ἐν ὕδατι ψυχρῷ διατρίψαντος ἐπιπλέον. ὁ γοῦν παῖς ὁ βλαβεὶς τὴν κύστιν τε καὶ κατὰ τὴν ἕδραν, ἐν ποταμῷ θηρεύων ἰχθῦς, ἔπαθεν οὕτως· ἐνίοις δὲ νηξαμένοις ἐν ὕδατι ψυχρῷ τὸ τοιοῦτο συνέβη. τοὺς μὲν οὕτω παθόντας ἰάσασθαι προσήκει θερμαίνοντα βοηθήματα τοῖς πεπονθόσιν τόποις προσφέροντας· οἷς δὲ τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων ἔπαθέ τι, τῇ ῥάχει προσακτέον τὰ βοηθήματα. πολλάκις γε μὴν ἐπὶ καταπτώσεσιν ἀφ’ ὑψηλοῦ τόπου γενομέναις, ἢ πληγαῖς σφοδραῖς, ἰσχυρῶς παθούσης τῆς ῥάχεως, ἡ φλεγμονὴ μέχρι πλειόνων ἐκταθεῖσα
66
μορίων οὐ μόνους τοὺς μῦς ἔβλαψεν, ἀλλὰ καὶ τὴν κύστιν· ἐφ’ ὧν ἴσχεται τὰ οὖρα, διὰ τὸ τὴν κύστιν αὐτὴν παθεῖν· ἐνίοις δ’ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τὰ διαχωρήματα τελέως ἐπεσχέθη, παθόντων δηλονότι τῶν ἐντέρων. ὥσπερ γὰρ οἱ μύες εἰς τὰς προαιρετικὰς ἐνεργείας βλάπτουσι παθόντες, οὕτω τὰ ἔντερα καὶ ἡ κύστις εἰς τὰς φυσικὰς, ἐπειδὴ περιστελλομένων αὐτῶν ἐκκρίνεται τὰ περιεχόμενα.

Καὶ διαφέρει πάμπολυ κατὰ τοῦτο τὰ φυσικὰ τῶν ψυχικῶν ὀργάνων, εἴγε τοῖς μὲν φυσικοῖς ἐδείχθη σύμφυτος ἡ τῆς ἐνεργείας δύναμις οὖσα, τοῖς ψυχικοῖς δὲ ἀπὸ τῆς ἀρχῆς ἐπιῤῥεῖν ὁμοίως ἡλιακῷ φωτί. καθάπερ οὖν ἡ μαγνῆτις λίθος ἐν ἑαυτῇ δύναμιν ἔχει, καθ’ ἣν ἕλκει τὸν σίδηρον, οὕτω καὶ τῶν φυσικῶν ὀργάνων ἕκαστον, ὥστε εἴπερ ἦν μόνιμος αὐτῶν ἡ οὐσία, μηδὲν δεῖσθαι μήτ’ ἀρτηριῶν μήτε φλεβῶν· ἐπεὶ δὲ καὶ τρέφεσθαι δεῖται, καὶ τὴν συμμετρίαν φυλάττειν τῆς ἐμφύτου θερμασίας, διὰ τοῦτ’ αὐτοῖς ἐδέησε φλεβῶν καὶ ἀρτηριῶν.

67
οἱ δὲ μύες ἕνεκα μὲν τοῦ φυλάττεσθαι τὴν οὐσίαν αὑτῶν, ὡσαύτως δέονται φυσικοῖς τοῖς ὀργάνοις ἀρτηριῶν καὶ φλεβῶν· ὅτι δ’ οὐκ ἔχουσι σύμφυτον αἰσθήσεώς τε καὶ κινήσεως ἀρχὴν, διὰ τοῦτο τῶν νεύρων ἀεὶ χρῄζουσι, χορηγούντων αὐτοῖς ταῦτα, καθάπερ ὁ ἥλιος τὴν αὐγὴν ἅπασιν οἷς φωτίζει. καὶ διὰ τοῦτό γε μόνον τοῖς αἰσθανομένοις τε καὶ κινουμένοις μορίοις συμβαίνει, μηδὲν ἐνίοτε βεβλαμμένοις αὐτοῖς, ὅμως ἀπολλύναι τὴν ἐνέργειαν· οὐ μὴν τοῖς φυσικοῖς ὀργάνοις τοῦτό γε συμπίπτειν εἴωθεν, ἀλλ’ ἀεὶ τῆς κατὰ τὴν ἐνέργειαν βλάβης αὐτὰ πάσχει πρότερα. καὶ μέντοι καὶ τοῖς ψυχικοῖς ὀργάνοις ἅπασιν ἡ φυσικὴ διοίκησις ὑπάρχει, καὶ χρῄζουσί γε καὶ αὐτὰ τῆς τῶν ἀρτηριῶν καὶ φλεβῶν ἐπικουρίας φυλάττειν τὴν οὐσίαν αὐτῶν· καὶ χρὴ σκοπεῖσθαί σε μάλιστα καὶ διορίζεσθαι, τίνα μὲν ὡς ψυχικοῖς, τίνα δὲ ὡς φυσικοῖς συμβαίνει τοῖς ὀργάνοις· οἷον ὅτι τὸ μὲν ἀλλοιοῦσθαι, φέρε εἰπεῖν, ὑπὸ τῶν ὁμιλούντων αὐτοῖς, ὡς φυσικοῖς· τὸ δ’ αἰσθάνεσθαι τῆς ἀλλοιώσεως, ὡς ψυχικοῖς· οὕτω γοῦν καὶ κατὰ τοὺς ὀφθαλμοὺς
68
γίνεται πολλάκις. οἱ γὰρ ἀπὸ τῆς γαστρὸς ἀτμοὶ πάντως ἀλλοιοῦσιν αὐτοὺς, οὐ μὴν αἰσθάνονταί γε τῆς οὕτω μικρᾶς ἀλλοιώσεως ἅπαντες, εἰ μὴ καὶ τὴν αἰσθητικὴν δύναμιν ἔχοιεν ἀκριβῆ· λέγω δὲ ἀκριβῆ τὴν καὶ τὰ σμικρότατα βλέπουσαν.

69

Πρόκειται μὲν, ὡς Ἐρασίστρατος ἀεὶ παρακελεύεται, γυμνάζειν τὸν λογισμὸν εἴς τε τἄλλα τῆς τέχνης ἔργα καὶ τὰ νῦν ἡμῖν προκείμενα περὶ τὰς διαγνώσεις τῶν πεπονθότων τόπων. εἰσὶ δὲ τρεῖς τρόποι γυμνασίου κατ’ αὐτά· πρῶτος μὲν ὁ καθ’ ἕκαστον τῶν μορίων τοῦ σώματος, ἃ τόπους ὀνομάζουσι· δεύτερος δὲ ὁ κατὰ τὰς αἰτίας τε καὶ διαθέσεις· καὶ τρίτος ὁ κατὰ τὰς τῶν συμπτωμάτων διαφοράς. ὁ μὲν οὖν κατὰ τοὺς τόπους ἐστὶ τοιόσδε τις· ἐγκεφάλου πάσχοντος ἴδια συμπτώματα ταυτὶ, γαστρὸς πασχούσης

70
ἴδια ταυτὶ, κώλου πάσχοντος ἴδια ταυτὶ, καθ’ ἕκαστόν τε τῶν ἄλλων ὁμοίως. ὁ δ’ ἀπὸ τῶν διαθέσεών τε καὶ τῶν αἰτίων· φλεγμονῆς μὲν ἴδια ταῦτ’ ἐστὶ συμπτώματα· σκίῤῥου δὲ ταῦτα· καὶ ψύξεως μὲν ταῦτα· πλήθους δὲ ταῦτα, καὶ διαφθορᾶς ταυτί. κατὰ δὲ τὰ συμπτώματα· τὸ μὲν ἄλγημα τόδε τῶνδε τῶν διαθέσεών ἐστι δηλωτικὸν ἢ τῶνδε τῶν τόπων, ἡ δὲ βὴξ τῶνδε· καὶ κατὰ τὸν αὐτὸν τρόπον ἔμετος, αἱμοῤῥαγία, διάῤῥοια, σπασμὸς, ῥῖγος, φρίκη, παραφροσύνη. διοριζομένων γὰρ οὕτως ἀπ’ ἀλλήλων ἀπάντων αὐτῶν, εὐφωρότατον ἔσται τὸ καλῶς καὶ τὸ κακῶς λεγόμενον. ὅτι δ’ οὕτως ἔχει ταῦτα, μαθήσῃ σαφῶς ἐφ’ ἑκάστου σκοπούμενος.

Οἷον εὐθέως, ἐπειδὴ πλεονάζει κατὰ τοῦτο τὸ γένος ὁ Ἀρχιγένης, ἐκ τῆς τῶν ἀλγημάτων διαφορᾶς ἡγούμενος δηλοῦσθαι τὰ πεπονθότα μόρια, σκεπτέον ὑπὲρ αὐτῶν ἀκριβῶς. τὸν γοῦν ναρκώδη πόνον ἐπὶ νεύροις γίνεσθαί φησιν, ἁμαρτάνων προφανῶς. ἡ γάρ τοι νάρκη διὰ ψυχρὰν γίνεται διάθεσιν, οὐκ ἐν νεύροις μόνον, ἀλλὰ καὶ φλεψὶ καὶ ἀρτηρίαις καὶ σαρξὶν, ὑμέσι τε καὶ χιτῶσι καὶ

71
δέρματι. εἰ δ’ ὅτι πάντα ταῦτα διὰ νεύρων ἔχει τὴν αἴσθησιν, καὶ εἰς νεῦρα τὴν διάθεσιν ἀναφέρει, τί οὐχὶ καὶ τὰς ἄλλας ἁπάσας διαφορὰς τῶν ἀλγημάτων ἰδίας τῶν νεύρων εἶναί φησιν; ὁ γάρ τοι πόνος αἴσθησίς ἐστιν ἀνιαρὰ, καθάπερ ἡ ἡδονὴ προσηνὴς αἴσθησις. οὔκουν ὁ ναρκώδης μόνος ἐν νεύροις ἔχει τὴν γένεσιν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ἕκαστος, οὓς αὐτὸς ἔγραψεν ὁ Ἀρχιγένης. ἐὰν δ’ ἀκριβέστερον ἐπισκοπῇς, οὐδὲ διαφορά τις ἐν πόνοις ὁ ναρκώδης ἐστὶν, ὥσπερ οὐδ’ ἐν ἕλκεσι τὸ φλεγμαῖνον, ἀλλὰ μᾶλλον δυοῖν σύνοδος πραγμάτοιν, ὡς ἐπὶ τούτων ἕλκους τε καὶ φλεγμονῆς ἐστιν, οὕτως ἐπ’ ἐκείνων πόνου τε καὶ νάρκης. ἡ γάρ τοι νάρκη ψύξις τίς ἐστιν οὐκ ἀγεννὴς, καὶ διὰ τοῦτο δυσαισθησίαν τε καὶ δυσκινησίαν ἐπιφέρει τοῖς οὕτω διατεθεῖσι σώμασιν, ὥσπέρ γε καὶ τὴν τελείαν ἀναισθησίαν τε καὶ ἀκινησίαν ἡ τελεία κατάψυξις. ὅτι δὲ διαθέσεως ὄνομά ἐστιν ἡ νάρκη, καὶ οὐκ αἰσθήσεως ἢ πόνου, δεδήλωται καὶ πρὸς Ἱπποκράτους εἰπόντος ὧδε· νάρκη γὰρ μετρίη ὀδύνης λυτική. γίνεται γὰρ ἡ νάρκη καὶ διὰ ψύξιν, ὡς ὁρᾶται φανερῶς ἐπί τε
72
τῶν ἐν χειμῶνι διὰ κρύους ὁδοιπορησάντων, ἐπί τε τῶν ψυχόντων φαρμάκων, οἷς ἄν τις ἐπὶ πλέον ἔξωθεν χρήσηται, ναρκῶδες ἀποτελεῖται τὸ μόριον, ὥσπέρ γε καὶ παντελῶς ἀναίσθητον ἐν ταῖς ἰσχυροτάταις καταψύξεσιν, οὐκ ἐκ φαρμάκου μόνον, ἀλλὰ κᾀκ τοῦ περιέχοντος ἡμᾶς ἀέρος γινομέναις. οἶδα γοῦν τινων ὅλους τοὺς πόδας οὕτως ψυγέντας, ὡς εἰς ἀναισθησίαν μὲν πρῶτον ἀφικέσθαι, νεκρωθέντας δὲ ἐν ταῖς ἑξῆς ἡμέραις ἀποσαπῆναι. καθάπερ οὖν καὶ ἡ παντελὴς ψύξις ἀναισθησίαν τε καὶ ἀκινησίαν ἐπιφέρει τελείαν, οὕτως καὶ ἡ μετριωτέρα δυσαισθησίαν τε καὶ δυσκινησίαν· ὀνομάζεται δ’, ὡς ἔφην, ἡ τοιαύτη ψύξις νάρκη. καὶ τοίνυν τὸ ναρκῶδες ἄλγημα διάθεσις ἐργάζεται ψυχρά τε ἅμα καὶ ὀδυνηρὰ, δηλούσης τῆς λέξεως οὐκ ὀδύνης διαφορὰν, ὡς ἔφην, ἀλλ’ ὀδύνην ἅμα καὶ ἤτοι διάθεσιν ψυχρὰν ἢ τὴν ὑπ’ αὐτῆς γινομένην ἐν τῷ μορίῳ δυσαισθησίαν τε καὶ δυσκινησίαν. ἴσμεν δ’ ὅτι καὶ τοῖς θλιφθεῖσι μορίοις ἰσχυρῶς ἐγγίνεται νάρκη καὶ τοῖς ἁψαμένοις τοῦ ζώου τῆς νάρκης ἔτι ζώσης. καὶ ὅσοις γε κατά τι τῶν κώλων ἐγένετο νάρκη, τῶν
73
τε ψαυόντων (τὴν) ἀμυδρὰν ἔχουσι τὴν αἴσθησιν, ἀδυνατοῦσί τε κινεῖσθαι, καὶ εἰ βιάζοιτό τις, ὀδυνῶνται· χωρὶς δὲ τοῦ πρὸς τὰς κινήσεις ἔρχεσθαι τοῦ μὲν πάθους τῆς νάρκης αἰσθάνονται σαφῶς, οὐ μὴν ὀδυνῶνταί γε. κακῶς οὖν ὁ Ἀρχιγένης νεύρων ἴδιον εἶναί φησι τὸ ναρκῶδες ἄλγημα, διαθέσεως γάρ ἐστιν, οὐ τόπου πεπονθότος, νάρκη γνώρισμα. καὶ τοίνυν μετ’ ὀλίγον πάλιν αὐτὸς ὁ Ἀρχιγένης ἰδίαν εἶναι μυῶν αὐτήν φησιν· ἔχει δ’ ἑκατέρα τῶν λέξεων οὕτως, ἡ μὲν προτέρα· τὰ δὲ νεῦρα διατείνεταί τε καὶ σκληρύνεται συστρεφόμενα· καὶ ταῦτα μὲν ναρκώδεις ἐπιφέρει τοὺς πόνους καὶ σκληρῶς διατείνοντας. ἡ δ’ ὀλίγον ὕστερον αὐτῆς εἰρημένη ῥῆσίς ἐστιν ἥδε· μύες δὲ σαρκός τε καὶ νεύρου μῖγμα τῶν ἰδιωμάτων, ἀμέλει δὲ καὶ ἀρτηρίας ἐν τοῖς πόνοις ἀναφέρουσι, σφριγῶντες, ὡς ἂν εἴποι τις, καὶ μετ’ εὐρυχωρίας διατεινόμενοι, καὶ ναρκῶδες σφύζοντες. τούτων τῶν ῥήσεων ἐν μὲν τῇ προτέρᾳ τὰ νεῦρα ναρκώδεις ἐπιφέρειν τοὺς πόνους φησὶν, ἐν δὲ τῇ δευτέρᾳ τοὺς μῦς ναρκῶδες σφύζειν, οὐ τοῖς πάθεσιν ἀναφέρων τὸ ναρκῶδες, ἀλλὰ τοῖς μορίοις. 
74
ἔστι δ’, ὡς εἶπον, οὐ μορίου τινὸς ἴδιον ἡ νάρκη πάθος, ἀλλὰ διαθέσεως, ἅπασι μὲν ἐγγινομένης τοῖς σώμασιν, οὐκ ἐν ἅπασι δ’ αἰσθητῶς φαινομένης, ἀλλ’ ἐκείνοις μόνοις, ὅσα πέφυκεν αἰσθάνεσθαι τῶν ἐν αὐτοῖς παθῶν, καὶ κινεῖσθαι κατὰ προαίρεσιν. ἀλλὰ καὶ πρὸς τὸ φαινόμενον ἐναργῶς ἐπὶ τῶν μυῶν ὁ λόγος αὐτοῦ μάχεται μετὰ τοῦ ἀδιορίστως εἰρῆσθαι· τάχα δὲ καὶ ἀγνοεῖ, ὡς οὐδαμόθι τοῦ σώματος αὐτὴ καθ’ ἑαυτήν ἐστι σὰρξ, ἀλλὰ τῶν μυῶν τὸ μὲν νευρῶδες ἔν τε ταῖς πλείσταις τῶν κεφαλῶν ἢ τελευτῶν ἐστιν, ἐνθάδε καὶ οἱ τένοντες, ὅσον δὲ ἐν τῷ μεταξὺ πᾶν, ἡ πρὸς ἁπάντων ἀνθρώπων ὀνομαζομένη σάρξ ἐστιν, οὐδενὸς εἰδότος ὅτι μὴ ἀκριβῶς ἀνατεμόντων, ὡς οὐκ ἔστι μόνη σὰρξ, ἀλλὰ μετά τινων ἰνῶν λεπτοτάτων, εἰς ἃς τὸ νευρῶδες ἐλύθη γένος. ὀνομάζω δὲ γένος νευρῶδες εἰς μίαν ἄγων προσηγορίαν τούς τε συνδέσμους καὶ τοὺς τόνους· τούτων γὰρ διαπειρομένων τῇ σαρκὶ, τὴν τῶν μυῶν οὐσίαν ἐδείξαμεν συνισταμένην· ἕνεκα δὲ τοῦ διαμένειν αὐτὴν ἐδεήθη ἀρτηριῶν τε καὶ φλεβῶν.

75

Καὶ τοίνυν καὶ τὸ σφύζειν ἀνωδύνως ὑπάρχει μόναις ταῖς ἀρτηρίαις, ὑγιαίνοντος τοῦ ζώου· φλεγμονῆς δὲ μεγάλης γενομένης, ἢ ἐρυσιπέλατος, ἢ ἀποστήματος, αἰσθανόμεθα σὺν ὀδύνῃ τοῦ σφυγμοῦ τῶν ἀρτηριῶν, ἔμπροσθεν ὅθ’ ὑγίαινε τὸ σῶμα μὴ ὅτι μετ’ ὀδύνης, ἀλλὰ μηδὲ χωρὶς ταύτης αἰσθανόμενοι. ἔστι γὰρ δὴ τὸ συμβαῖνον τοιόνδε. τὰ φλεγμαίνοντα μόρια κατὰ δύο τούτους καιροὺς ὀδυνᾶται μεγάλως, ὅταν τε πρὸς τὰς κινήσεις ἄγηται καὶ ὅταν θλίβηται πρός τινων. ἐπειδὰν οὖν ὅλος ὁ μῦς φλεγμαίνῃ, κατὰ διττὸν τρόπον ὀδύνης αἰσθανόμεθα, διαστελλομένων τῶν ἀρτηριῶν, ὅτι τε κινοῦνται καὶ ὅτι θλίβουσί τε ἅμα τὴν περικειμένην σάρκα καὶ θλίβονται πρὸς αὐτῆς. οὗτος μὲν ὁ τρόπος ἐστὶ τοῦ κατὰ τὰ φλεγμαίνοντα μόρια σφυγμοῦ, καὶ τοῦτον μόνον ἐκάλουν οἱ παλαιότατοι σφυγμὸν, ὕστερον δὲ καὶ πᾶσαν αἰσθητὴν κίνησιν ἀρτηριῶν ὡσαύτως ὠνόμασαν. οὐ μὴν ἀχώριστόν γε μυῶν πασχόντων, ἢ ὅλως ἴδιόν ἐστι τὸ ναρκῶδες σφύζειν, ὅτι μηδὲ τὸ σφύζειν ὅλως, τοῦ σφυγμοῦ δηλοῦντος, ὡς εἴρηται, τὸ μετ’ ὀδύνης·

76
ἔν τε γὰρ τοῖς σκίῤῥοις καὶ τοῖς ἰδίως οἰδήμασιν προσαγορευομένοις ἔν τε ταῖς χωρὶς ὄγκου δυσκρασίαις ἀνώδυνός ἐστιν ἡ τῶν ἀρτηριῶν κίνησις· ἔν τε τοῖς φλεγμονώδεσι πάθεσιν οὐκ ἀεὶ μετ’ ὀδύνης, ἀλλ’ ὅταν μείζω γένηται· καὶ μὴν καὶ χωρὶς μυὸς αὐτὴ καθ’ ἑαυτὴν ἡ ἀρτηρία φλεγμονῶδες πάθος παθοῦσα μετ’ ὀδύνης σφύζει· λέγω δὲ δηλονότι φλεγμονῶδες πάθος, ἵνα συνεπινοῆται τῇ φλεγμονῇ τά τ’ ἐρυσιπέλατα καὶ τὰ ἀποστήματα. τῶν οὖν τοιούτων παθῶν μειζόνων γενομένων σύμπτωμ’ ἐστὶν τὸ σφύζειν· εἰ δέ γε ναρκώδης ποτ’ ἐπ’ αὐτῶν ὁ σφυγμὸς φαίνοιτο γινόμενος, αὐτῷ δηλονότι τῷ κάμνοντι, τούτῳ γὰρ δὴ καὶ τὸ τῆς νάρκης πάθος ἐστὶν αἰσθητόν· ἰστέον εἶναι τηνικαῦτα διάθεσιν ἐν τοῖς κατὰ τὸν μῦν νεύροις, ἐπὶ παράλυσιν αὐτῶν ἀφικνουμένων· ἡ μὲν γὰρ ναρκώδης διάθεσις ἐν τῷ μεταξὺ παραλύσεώς τ’ ἐστὶ καὶ τῆς ὑγιεινῆς καταστάσεως. ὁ δὲ σὺν ἀλγήματι σφυγμὸς ἕπεται φλεγμονώδεσι πάθεσιν ἀξιολόγοις, ἐπ’ αὐτῶν μὲν ἀεὶ τῶν ἀρτηριῶν, ἤδη δὲ καὶ τῶν περιεχόντων αὐτὰς σωμάτων, ὅταν ὑπὸ στενοχωρίας θλίβωσιν αὐτὰ καὶ
77
οἷον πλήττωσι διαστελλόμεναι, τοῦ πάσχοντος μέρους αἰσθάνεσθαι πεφυκότος. οὔτ’ οὖν ἐν περιπνευμονίᾳ γενήσεται πόνος σφυγματώδης οὔτ’ ἐν πλευρίτιδι διὰ τὴν τῶν μορίων φύσιν· ὁ μὲν γὰρ πνεύμων ἀναίσθητος, ἡ πλευρῖτις δὲ νόσημ’ ἐστὶ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ὃς ἐν οἷς μὲν ὁμιλεῖ τοῖς ὀστοῖς, ἐξ ἀνάγκης θλίβεται, τὸ μεταξὺ δὲ πᾶν ἄθλιπτόν τ’ ἐστὶν αὐτοῦ καὶ μόνον τῷ λόγῳ τῆς φλεγμονῆς ὀδυνώμενον. ἐν τούτῳ τῷ χωρίῳ καὶ ἀρτηρίαι εἰσὶν αἱ κατὰ τὰ μεσοπλεύρια καλούμενα τεταγμέναι, κατά τε τὰ παχέα καὶ χαλαρὰ μέρη τῶν πλευρῶν, ἐν βάθει τε κείμεναι μᾶλλον, ὡς μὴ ψαύειν τοῦ τὰς πλευρὰς ὑπεζωκότος χιτῶνος. οὔτ’ οὖν μετ’ ὀδύνης οὔθ’ ὅλως αἰσθητὴ τῷ κάμνοντι τῶν ἀρτηριῶν τούτων ἐν ταῖς πλευρίτισιν ἡ κίνησις ἔσται· φλεγμαινόντων μέντοι ποτε τῶν ἐν τοῖς μεσοπλευρίοις μυῶν, ὀδυνηρὰν ἀνάγκη γενέσθαι τὴν διαστολὴν τῶν ἀρτηριῶν, καὶ διὰ τοῦτο κατάφωρον αὐτῷ τῷ κάμνοντι· καὶ κατὰ τὸ μέγεθος τὸ τῆς φλεγμονῆς αἰσθήσεται τοῦ κατ’ αὐτὴν σφυγμοῦ· καὶ διὰ τοῦτό γε ἐπὶ τοῖς σφοδροτάτοις σφυγμοῖς ἐκπυΐσκεται τὰ
78
φλεγμαίνοντα μόρια, μεγάλαις φλεγμοναῖς ἑπομένης τῆς ἐκπυήσεως. ἐξ οὖν τῶν εἰρημένων δῆλον ἤδη, ὡς ὁ σφυγμώδης τε καὶ σφυγματώδης ὀνομαζόμενος ὑπὸ τῶν ἰατρῶν πόνος ἐν πάθεσί τε γίγνεται φλεγμονώδεσι καὶ σώμασιν αἰσθητικοῖς· κατὰ μὲν αὐτοπάθειαν, ἢ ἰδιοπάθειαν, ἢ πρωτοπάθειαν ἐν ἀρτηρίαις, ὀνομαζέτω γὰρ ἕκαστος ὡς ἂν ἐθέλῃ· κατὰ δὲ τὴν ἐκ τῆς θλίψεως τῶν ψαυόντων κοινωνίαν ἐν τοῖς ἄλλοις ἅπασιν αἰσθητικοῖς.

Οὔκουν οὐδ’ ἐν ἥπατι γένοιτ’ ἄν ποτε τοιοῦτος σφυγμὸς, οὐδ’ ἐν νεφροῖς, ὅτι μηδ’ ἐν ἐκείνοις εἰς ὅλα διασπείρεται τὰ σπλάγχνα τὰ νεῦρα, καθ’ ὅτι μηδ’ ἐν πνεύμονι. καὶ διὰ τοῦτο βάρους αἴσθησις ἐπ’ αὐτῶν γίνεται, περιπεσόντων νοσήμασι τοῦ γένους τῶν παρὰ φύσιν ὄγκων· ἐφ’ ἑκάστου γάρ τοι τῶν εἰρημένων σπλάγχνων ὁ περικείμενος ὑμὴν, εἰς ὃν διασπείρεται τὸ νεῦρον, αἰσθητικὸς ὑπάρχει· διατεινόμενος οὖν ὑπὸ τοῦ κατὰ τὸ σπλάγχνον ὄγκου τῷ τῆς ὀδύνης εἴδει τὴν προσηγορίαν προσεπεσπάσατο. καὶ διὰ τοῦθ’ Ἱπποκράτης μὲν πρῶτος ἔγραψεν· 

79
καὶ εἰς νεφρὸν ὀδύνη βαρεῖα· μετ’ αὐτόν τ’ οὐκ ὀλίγοι τῶν ἀρίστων ἰατρῶν οὐκ ὀδύνης ὀξείας, ἀλλὰ βάρους αἴσθησιν ἐν ταῖς τῶν εἰρημένων σπλάγχνων φλεγμοναῖς ἔφασαν γίνεσθαι. καὶ μὴν καὶ τοὺς ὑμένας ὡς ἂν οὐκ ἔχοντας ἐν ἑαυτοῖς ἀρτηρίας, εἰκὸς δήπου μὴ σφύζειν, ὥσπερ οὐδὲ τὸ δέρμα, κᾂν ἰσχυρῶς φλεγμαίνῃ· κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδὲ τοὺς ἀδένας, ὅσοι οὐ μετέχουσιν ἀρτηριῶν· ἀλλὰ καθ’ ἕνα τρόπον ἀλγήσει τὰ τοιαῦτα μόρια φλεγμαίνοντα, τὸν τῆς τάσεως· ἀχώριστος γὰρ οὗτός ἐστι τῶν αἰσθητικῶν σωμάτων ἁπάντων ἐν ταῖς τοιαύταις διαθέσεσιν.

Οἱ δ’ ἄλλοι πόνοι τισὶ μὲν ὑπάρχουσι μορίοις, τισὶ δ’ οὔ. μεμνῆσθαι γοῦν αὐτῶν ἀεὶ χρὴ, καὶ γιγνώσκοντα τὴν φύσιν ἑκάστου τῶν τόπων ἐπισκοπεῖσθαι, τίνας μὲν ἐγχωρεῖ δέξασθαι τρόπους ὀδύνης, τίνας δ’ οὔ. λέγωμεν οὖν αὖθις αὐτοὺς ἀναλαβόντες. εἷς μὲν τρόπος ὀδύνης ἐστὶν ὁ κατὰ τὴν ἀνώμαλον δυσκρασίαν ἐν αὐτῷ τῷ πάσχοντι μορίῳ συνιστάμενος, εἰ καὶ μηδενὸς ψαύοι τῶν ἔξωθεν· ἕτερος δ’ ὁ κατὰ τὴν τάσιν οὐκ ἔτ’ ἴδιος μόνου τοῦ

80
πάσχοντος, ἀλλ’ ἔστιν ὅτε καὶ διὰ τὰ πλησιάζοντα γινόμενος· ἄλλος δ’ ἐκ τῶν ψαυόντων μόνον ὁρμώμενος εἰς τὸ πάσχον, ὅταν ἤτοι θλιβόμενον, ἢ θλώμενον, ἢ τιτρωσκόμενον ὑπό τινος τῶν προσπιπτόντων ὀδυνᾶται. ὅ γε μὴν ἐκ τοῦ κινεῖσθαι τρόπος τῆς ὀδύνης διὰ μέσου τινὸς ἑτέρου τὴν ὀδύνην ἐργάζεται, καθάπερ ἐπὶ τῆς ἀρτηρίας ὀλίγῳ πρότερον ἐλέγετο· καὶ γὰρ τείνεται τὸ κινούμενον ἐξ αὐτοῦ καὶ θλίβεταί ποτε καὶ θλᾶταί τε καὶ τιτρώσκεται προσπῖπτον τοῖς πλησιάζουσιν· εἰ δὲ μηδενὶ προσπίπτοι, τῷ τείνεσθαι μόνον τὴν ὀδύνην ἐξ ἀνάγκης ἔχει· ὡς τά γ’ ὑφ’ ἑτέρων ὅλα κινούμενα, μηδενὸς ἔξωθεν αὐτῶν ἐπιψαύοντος, οὐδεμίαν ὀδύνην ἐπικτᾶται παρὰ τὴν ἀναγκαίαν. πολλάκις δ’ ἐν ἑτέροις εἰρηκὼς οἶδα δύο τοὺς πρώτους τρόπους ὀδύνης, ἀθρόαν ἀλλοίωσιν κράσεως καὶ συνεχείας λύσιν, οἷς οὐ μάχεται τὰ νῦν εἰρημένα. καὶ γὰρ τὸ τεινόμενον καὶ τὸ θλιβόμενον καὶ τὸ θλώμενον καὶ τὸ τιτρωσκόμενον ὀδυνᾶται, λυομένης τῆς συνεχείας αὐτοῦ. οὐδὲ γὰρ ὅταν ὑπὸ βελόνης τιτρώσκηταί τις, ἕτερον πάθος. πάσχει τοῦ γινομένου κατὰ τὴν ὑπὸ δριμέος
81
χυμοῦ διάβρωσιν· ἐν ἑκατέρῳ γέ τοι τῷ πάθει διαφθείρεται τὸ συνεχές. οὐχ ὡσαύτως οὖν ὅ τε δακνώδης χυμὸς ὀδύνην ἐργάζεται καὶ ὁ πολύς· ἀλλ’ ὁ μὲν τῷ διαβιβρώσκειν, ὁ δὲ τῷ διατείνειν, ὥσπερ καὶ τὸ φυσῶδες πνεῦμα, κᾀν ταῖς ἰσχουρίαις τὸ οὖρον. ἐν ἐρυσιπέλασί τε καὶ φλεγμοναῖς καὶ ὅλως τοῖς φλεγμονώδεσι πάθεσιν οὐ τῷ τείνεσθαι μόνον ἐπὶ τῇ πληρώσει πονοῦσιν, ἀλλὰ καὶ τῇ δυσκρασίᾳ, οὐ σμικρὰν οὐδ’ αὐτῆς δύναμιν ἐχούσης πρὸς ὀδύνης γένεσιν, ὡς δηλοῦσιν οἱ ἐξ ὁδοιπορίας ἐν χειμῶνι σφοδρῷ θάλπειν ἀθρόως παρὰ πυρὶ τὰς χεῖρας ἐπιχειρήσαντες· ἀφορήτου γὰρ τινος ὀδύνης αἰσθάνονται, καὶ μάλιστα κατὰ τὰς ῥίζας τῶν ὀνύχων. οἶδα δὲ καὶ ἐμαυτῷ ποτε συμβᾶσαν ὀδύνην, ὡς τρυπάνῳ δοκεῖν διατιτρᾶσθαι κατὰ τὸ βάθος τῆς κοιλίας ἐν ἐκείνῳ μάλιστα τῷ χωρίῳ, καθ’ ὃ τοὺς ἀπὸ τῶν νεφρῶν ἐπὶ τὴν κύστιν οὐρητῆρας ἐκτεταμένους ἴσμεν· εἶτ’ ἐνεθέντος πηγανίνου ἐλαίου, μικρὸν ὕστερον ἀποκρῖναι προθυμηθεὶς αὐτὸ, συνεξέκρινα μετὰ σφοδροτάτης ὀδύνης τὸν ὑαλώδη προσαγορευόμενον ὑπὸ Πραξαγόρου χυμὸν, ὃς ὑάλῳ κεχυμένῃ προσέοικεν τὴν χροιὰν καὶ
82
τὴν σύστασιν· ἐθεασάμην δ’ αὐτὸ τοῦτο καὶ ἄλλοις συμβάν. ὅτι δὲ ψυχρότατος ὁ χυμὸς οὗτός ἐστιν, εἴρηται μὲν δήπου καὶ Πραξαγόρᾳ τῷ καὶ τοὔνομα κατ’ αὐτοῦ θεμένῳ τὸ ὑαλῶδες· φαίνεται δὲ σαφῶς καὶ κατὰ τὴν τῆς ἁφῆς αἴσθησιν αὐτῶν τε τῶν ἀποκρινάντων αὐτὸν καὶ εἴ τις ἅψασθαι βουληθείη παραχρῆμα· καὶ θαυμάσαι γ’ ἐστὶ, πῶς ψυχρὸς ὑποπίπτει, μηδὲν ὑπὸ τῆς κατὰ τὴν ἔκπτωσιν βίας θερμαινόμενος. ἐγὼ μὲν οὖν ᾠήθην λίθοι ἐσφηνῶσθαι κατὰ τὸν ἕτερον τῶν οὐρητήρων, οὕτω μοι τὸ τῆς ὀδύνης εἶδος αὐτοῦ τῷ τιτρᾶσθαι παραπλήσιον ἐφαίνετο· δῆλον δ’ ἐγένετο, μετὰ τὴν ἔκκρισιν τοῦ χυμοῦ παυσαμένης τῆς ὀδύνης, ὡς οὔτε λίθος ἦν αἴτιος οὔθ’ ὁ πάσχων τόπος οὐρητὴρ ἢ νεφρὸς, ἀλλά τι τῶν ἐντέρων, καὶ μᾶλλον ἴσως τῶν παχέων· οὐ γὰρ ὡς διὰ λεπτοῦ σώματος ἡ διέξοδος αὐτοῦ βραχυχρόνιος ἦν, ἀλλ’ ὡς ἐκ βάθους τινὸς φερομένου διὰ παχυτέρου τινὸς ἢ κατὰ τὸν χιτῶνα τῶν λεπτῶν ἐντέρων. ταύτῃ μοι δοκοῦσι καὶ οἱ ἰατροὶ σχεδὸν ἅπαντες ὀνομάσαι τὰ τοιαῦτα τῶν ἀλγημάτων κωλικὰ, καίτοι γ’ ὅσον ἐπὶ τῷ χωρίῳ, καθ’ ὃ τῆς
83
ὀδύνης αἰσθάνονται, μηδενὸς μᾶλλον ἐνδεικνυμένου τὸ κῶλον, ἤ τι τῶν λεπτῶν ἐντέρων ὀδυνᾶσθαι. τὰ μὲν δὴ τοιαῦτα τῶν ἀλγημάτων ὡς ὑπὸ τρυπάνου φαίνεται γινόμενα, τῶν καμνόντων αὐτῶν οὕτως ἑρμηνευόντων· ἕτερα δ’ ὡς σκόλοπος ἐμπεπαρμένου φαίνεται, παχὺ μὲν ἐνδεικνύμενα καὶ ταῦτα τὸ πάσχον εἶναι σῶμα, διαφέροντα δ’ ἀλλήλων ἤτοι κατὰ τὸ πλῆθος, ἢ τὸ πάχος, ἢ τὴν κίνησιν, ἢ τὴν δύναμιν τῆς ἐργαζομένης τὴν ὀδύνην οὐσίας, εἴτε χυμὸς εἴτε πνεῦμα φυσῶδες εἴη. τὸ γὰρ ἔλαττον ἧττον ὀδυνήσει τοῦ πλέονος, ὥσπέρ γε καὶ τὸ λεπτότερον τοῦ παχυτέρου, καὶ τὸ μένον τοῦ κινουμένου, καὶ τὸ τοῦ βιαίου τῆς ψύξεως ἀπολειπόμενον· ἀλλὰ τό γε τῆς ὀδύνης εἶδος ἐντέρου παχέος ἐστὶν, ἄν θ’ ὡς ὑπὸ σκόλοπος ἐμπεπαρμένου τις ἄν θ’ ὡς ὑπὸ τρυπάνου διατιτρᾶσθαι νομίζῃ. καὶ διακρῖναί γε ταῦτα τῆς ἀπὸ λίθου σφηνώσεως οὐκ ἔστι, πρὶν περιμεῖναί τι τῶν ἐφεξῆς. οὐ μὴν οὐδὲ βλαπτόμεθά τι πρὸς τὸ πραῧναι τὴν ὀδύνην ἐκ τῆς τοιαύτης ἀγνοίας· κοινὰ γὰρ ἅπαντα τὰ τῆς ὀδύνης ἑκατέρας ἐστὶ βοηθήματα, θάλψεις μὲν ἔξωθέν τε καὶ διὰ τῶν ἐνιεμένων 
84
τὸ πρῶτον, ἐπὶ ταύταις δὲ, εἰ μὴ πραΰνοιτο, καὶ τῶν ἀνωδύνων τι καλουμένων φαρμάκων, ὁποῖόν ἐστιν τὸ τοῦ Φίλωνος. ἀλλ’ εἰ μὲν λίθος ὁ τὴν ὀδύνην ἐργαζόμενος εἴη, ποτὲ μὲν αὐτὸς μόνος ἐκκριθεὶς ὀφθήσεται, ποτὲ δὲ καὶ μεθ’ αἵματος ἅμ’ αὐτῷ συνεξουρηθέντος, ξυσθέντων δηλονότι τῶν σωμάτων ἃ διεξῆλθεν, καὶ μᾶλλον εἰ τραχὺς ἢ ὀξὺς ὁ λίθος εἴη· καὶ μετὰ ταῦθ’ ὕστερον ἐπισκεπτομένῳ σοι τὰ οὖρα, ψαμμώδεις ὑποστάσεις εὑρεθήσονται· τοῦ κώλου δ’ εἴπερ εἴη τὸ πάθος, οὔτε ψάμμος οὔτε λίθος οὔθ’ αἷμα, χυμὸς δέ τις, οἷον εἶπον, ἢ τἄλλα γε τὰ κατ’ ἔντερον πάσχον ἐπιφαινόμενα συμπτώματα, παραχρῆμα μὲν ἐμφύσησίς τις, καὶ διάτασις, ἢ πάνυ πολλαὶ φῦσαι, καὶ μᾶλλον ἐξ ὑστέρου, καὶ στρόφοι τινὲς, καὶ διαχωρήματα φυσώδη· γνωρίσεις δ’ αὐτὰ τῷ καθ’ ὕδατος ἐποχεῖσθαι προσεοικότα βολβίτοις. ἀλλὰ καὶ τὰ τῆς ὀρέξεώς τε καὶ πέψεως χείρω, προγεγονότα τε καὶ γινόμενα καὶ συνεπόμενα, κατὰ τὴν τῆς συνεχείας κοινωνίαν τῷ πρωτοπαθοῦντι συμπαθούσης τῆς γαστρός.
85
οὐχ ἥκιστα δὲ καὶ προηγεῖται τῶν κωλικῶν ὀνομαζομένων παθῶν ἀπεψία καὶ πνευμάτωσις, ἔμετός τε καὶ ναυτίαι μέχρι πολλοῦ παραμένουσαι κεναὶ, καὶ δῆξις τῶν καθ’ ὑποχόνδριον, ἄση τε καὶ ἀπορία πολλή. τὰ μὲν οὖν σφοδρότατα τῶν τοιούτων ἀλγημάτων εἰκὸς εἶναι κατὰ τὰ παχύτερα τῶν ἐντέρων· ὅσα δ’ ἐπιεικέστερα, δυοῖν θάτερον, ἢ ἐν τοῖς αὐτοῖς μένειν, ἀλλὰ διὰ μετριωτέραν αἰτίαν, ἢ ἐν τοῖς λεπτοῖς ἐντέροις συνίστασθαι. τὰ δὲ μετὰ δήξεως ἐπὶ χυμῷ δακνώδει γίνεται διαβιβρώσκοντι τὸ ἔντερον· ἀεὶ γοῦν δυσεντερίας προηγεῖται τὰ τοιαῦτα, τῆς γε μεθ’ ἑλκώσεως ἐντέρων γινομένης, ἣν καὶ μόνον ὀνομάζουσι δυσεντερίαν οἵ τε νεώτεροι πάντες ἰατροὶ καὶ τῶν παλαιῶν οὐκ ὀλίγοι· καλοῦσι γὰρ οἱ μέν τινες αὐτῶν οὐ μόνον ταύτην δυσεντερίαν, ἀλλὰ καὶ τὴν ἄλλην τὴν αἱματώδη προσαγορευομένην διὰ τὸ τῶν ἐκκρίσεων εἶδος, ἐνίοτε μὲν αἵματος ἀκριβοῦς καὶ πολλοῦ διαχωρουμένου, ποτὲ δ’ ὥσπέρ τινος ἰλύος αὐτοῦ καὶ τρυγὸς, οὐκ ὀλίγου τὸ πλῆθος οὐδὲ τούτου. αὕτη μὲν οὖν σύμπτωμά ἐστιν ἥπατος πάσχοντος, ἡ δ’ αἵματος ἀκριβοῦς καὶ πολλοῦ τὸ
86
σύμπαν σῶμα κενοῖ πολλάκις οὕτως ὡς αἱμοῤῥοῒς ἢ κάθαρσις γυναικεία. περὶ μὲν δὴ τούτων καὶ αὖθις ἐγχωρεῖ διελθεῖν, ἐπὶ δὲ τὰ τῶν ἀλγημάτων εἴδη πάλιν ἐπάνειμι· τοῦτο γὰρ μάλιστα προὐθέμην ἐν τῷδε τῷ γράμματι διασκέψασθαι. ἀρξώμεθ’ οὖν αὖθις ἀπὸ τοῦ νυγματώδους ὀνομαζομένου, συνισταμένου τε περὶ τοὺς ὑμένας μάλιστα, τῆς μὲν οἷον ῥίζης τοῦ πάθους κατὰ τὸ νύττεσθαι δοκοῦν ἐρηρεισμένης, ἐκτεινομένης δ’ ἐπὶ πλέον ἐν κύκλῳ περὶ τοῦτο τῆς ὀδύνης· οὕτω τοι καὶ τὸ τῆς πλευρίτιδος ἄλγημα νυγματῶδες εἶναι σχεδὸν ἅπασι τοῖς ἰατροῖς ὡμολόγηται, καθάπερ τὸ τῆς φλεγμονῆς σφυγματῶδες.

Οὐ μὴν αἱμωδίᾳ τι προσεοικὸς ὁ πόνος ἔχει τῶν ὑμενωδῶν σωμάτων, ὡς Ἀρχιγένης ἔγραψεν· ἴσμεν γὰρ ὅτι κατὰ τὸ στόμα μόνον, οὐδὲ τοῦτο σύμπαν, ἀλλὰ τοὺς ὀδόντας τε καὶ τὰ οὖλα γίνεταί τι πάθος, ὃ καλοῦμεν αἱμωδίαν, ὃ μηδὲ ἑρμηνεῦσαι λόγῳ δυνατόν ἐστι, ἀλλ’ ἐκ τοῦ προηγήσασθαι μὲν ἐδωδὴν ἐδεσμάτων αὐστηρῶν τε καὶ ὀξέων, ἀκολουθῆσαι δέ τι πάθος ἐν τοῖς ὀδοῦσι καὶ τοῖς

87
οὔλοις, ἐπιστεύσαμεν ἅπασι γίνεσθαι ταὐτὸν, ὁρῶντες ἐν τοῖς πλείστοις ὁμοιοπαθεῖς ἡμᾶς ὑπάρχοντας, ὡς ἀπὸ τῶν αὐτῶν αἰτίων πάσχειν τὰ αὐτά. τὸν μὲν οὖν τοιοῦτον πόνον ἐν τῷ στόματι μόνον ἴσμεν γινόμενον, ἄλλους δέ τινας ὧν Ἀρχιγένης ἔγραψεν μὴ ὅτι γνωρίσαι γινομένους δυνατὸν, ἀλλὰ μηδὲ νοῆσαι λεγομένους, οἷον τὸν ὅλκιμον, ἢ τὸν αὐστηρὸν, ἢ τὸν γλυκὺν, ἢ τὸν ἰσχνῶς ὀξὺν, ἢ τὸν ἁλυκὸν, ἢ τὸν γλίσχρον, ἢ ἀτειρὸν, ἢ τὸν στύφοντα. τοιαῦτα γὰρ ὀνόματα καὶ κατὰ τὴν περὶ τῶν σφυγμῶν πραγματείαν ἔγραψεν, οὐδὲν διδάξαι δυνάμενα τὸν ἀκούοντα, διὰ τὸ πᾶσαν ἐπιστημονικὴν διδασκαλίαν ὀνομάτων δεῖσθαι κυρίων· εἰ μὲν περὶ χυμῶν διαλεγοίμεθα, καὶ ὅλως περὶ τῶν τῆς γλώττης ἰδίων αἰσθητῶν, αὐστηρὸν ἡμῶν λεγόντων καὶ στρυφνὸν καὶ στύφοντα καὶ δακνώδη καὶ ἁλμυρὸν καὶ γλυκὺν καὶ πικρόν· εἰ δὲ περὶ τῶν ἁπτῶν, ὑγρὸν σῶμα καὶ ξηρὸν καὶ θερμὸν καὶ ψυχρὸν καὶ τραχὺ καὶ λεῖον καὶ μαλακὸν καὶ σκληρὸν, ὀξύ τε καὶ ἀμβλύ· καθάπερ γε καὶ εἰ περὶ τῶν ὁρατῶν, ἐρυθρὸν καὶ ξανθὸν καὶ μέλαν καὶ λευκὸν καὶ φαιὸν
88
ἤ τι τοιοῦτον ἕτερον. εἰ δ’ ὑπαλλάττοι τις αὐτῶν τὰς προσηγορίας, ἀσύνετα τοῖς ἀκούουσιν ἐρεῖ, καθάπερ ἐπὶ τοῦ στύφοντος ἢ αὐστηροῦ πόνου. τὸν μὲν γὰρ γλυκὺν οὐδ’ ἐπινοῆσαι δυνατὸν, ἀνιῶντος μὲν ἀεὶ τοῦ πόνου τὸν πάσχοντα, πάντων δὲ τῶν γλυκέων ἡδέων ὄντων. ὅτι μὲν οὖν φιλόπονος εἰς τὰ τῆς ἰατρικῆς ἔργα γέγονεν ὁ Ἀρχιγένης, ἀληθέστατόν ἐστιν· ὅπως δὲ εἰς τὰ τοιαῦτα τῶν ὀνομάτων ἐκφέρεται, πολλάκις μὲν ἐσκεψάμην, εὑρεῖν δ’ οὐκ ἠδυνήθην.

Ὅσον οὖν ἐν αὐτοῖς ἐστι σαφὲς, ἐπισκεψώμεθα, καθάπερ ὀλίγον ἔμπροσθεν ἐπὶ τοῦ ναρκώδους πόνου. δίκαιον γάρ ἐστι τὰ μὲν ἀσαφῆ τῶν ὀνομάτων ἐν ἀδήλῳ καταλιπεῖν, ἄχρηστα νομίζοντας, καθάπερ εἰ μηδ’ ὅλως ἐγέγραπτο· τὰ δὲ σαφῆ κρίνειν οὐ τῷ λόγῳ μόνον, ἀλλὰ πολὺ πρότερον ἔτι τῇ πείρᾳ. χαλεπὸν δὲ τὸ τοιοῦτον κριτήριον, ὡς ἂν ἑτέροις πολλάκις ἀναγκαζομένων ἡ μῶν πιστεύειν, οὔτε παρακολουθοῦσιν σαφῶς οἷς πάσχουσιν διὰ μαλακίαν ψυχῆς, οὔτ’, εἰ καὶ παρακολουθοῖεν, ἑρμηνεῦσαι δυναμένοις, 

89
ἢ τῷ μηδ’ ὅλως οἵους τ’ εἶναι λόγῳ δηλῶσαι περὶ ὧν πάσχουσιν, οὐ γὰρ μικρᾶς δυνάμεως τὸ τοιοῦτον, ἢ τῷ μηδ’ εἶναι ῥητὸν αὐτό. καταλείπεται τοίνυν αὐτὸν πεπονθέναι τὸν μέλλοντα γράψειν ἑκάστου τῶν ἀλγημάτων τὴν ἰδέαν, ἰατρόν τε ὄντα καὶ ἄλλοις ἑρμηνεῦσαι δυνατὸν, ἑαυτῷ τε παρηκολουθηκότα μετὰ φρονήσεως, ἡνίκ’ ἔπασχεν, ἄνευ μαλακίας ψυχῆς. οὐ μὴν ἅπαντά γε τὰ πάθη καθ’ ὅλον ἑαυτοῦ τὸν βίον ἔπαθέν τις, εἰ καὶ νοσωδέστατος εἴη· διὸ καὶ θαυμάζω, τὰς ἰδιότητας αὐτῶν ἀναγιγνώσκων, ὅσας ἔγραψεν ὁ Ἀρχιγένης· ὡς γὰρ αὐτὸς ἅπαντα πεπονθὼς διηγεῖται, καίτοι γ’ οὐ πάνυ τι νοσώδης γενόμενος· εἰ δὲ καὶ καθ’ ἕν τι μόριον τοῦ σώματος ἀσθενὴς καὶ νοσώδης ἦν, ἀλλ’ οὔπω γε πάντα, καθάπερ οὐδ’ ἄλλος τις οὐδεὶς ἀνθρώπων. οὐδὲ γὰρ ἂν εὕροις τὸν αὐτὸν ἄνθρωπον ἅμα τε κεφαλὴν ἀσθενῆ καὶ θώρακα καὶ πνεύμονα καὶ ἧπαρ καὶ σπλῆνα καὶ γαστέρα καὶ νῆστιν καὶ κῶλον καὶ κύστιν, ἕκαστόν τε τῶν ἄλλων. ἔοικεν οὖν ἐπινοίαις τισὶν ἰδίαις λογικαῖς, ἢ τῇ πείρᾳ τῶν πεπονθότων, ὁ Ἀρχιγένης
90
ἀποπιστεῦσαι, διηγουμένων ὡς ἠδύναντο τὰς διαφορὰς τῶν ἀλγημάτων.

Ἵν’ οὖν τι πλέον ἔχωσι καὶ παρ’ ἡμῶν οἱ φιλομαθεῖς, αὐτὰς ῥήσεις αὐτοῦ παραθέμενοι, ὅσα μὲν ἀληθῆ τ’ ἐστὶν ἅμα καὶ σαφῆ, ταῦτ’ ἐκλέξας μόνα, πιστεύειν αὐτοῖς ἀξιώσω τοὺς ἀσκουμένους κατὰ τὴν τέχνην· ὅσα δ’ οὐ τοιαῦτα, παρέρχεσθαι συμβουλεύσω. μεμψάμενος οὖν ὁ Ἀρχιγένης τῷ Ἀσκληπιάδῃ τὸ μὲν πεπονθὸς νεῦρον ἐν ταῖς ἀρθρίτισιν ἀνώδυνον εἶναι λέγοντι, διότι μηδ’ ὅλως αἰσθάνεται, τὴν δ’ ἀπαθῆ σάρκα τῇ γειτνιάσει θλιβομένην ὀδυνᾶσθαι, μετὰ ταῦτα γράφει κατὰ λέξιν οὕτως· τὰ δ’ ἀγγεῖα στερεῶς ἐπιθλιβόμενα τὰς ἄνευ φλεγμονῆς κεφαλαλγίας ἐπέχει, ὥσπερ ἐμπτώσεώς τινος εἰς αὐτὰ κωλυομένης· καὶ ὁ βαρβαρικὸς διάδεσμός, τότε μάλιστα ἀνύει. τὰς δὲ σφακελώδεις ἑτεροκρανίας ἡ διακοπὴ αὐτῶν, καὶ μᾶλλον ἡ τῆς ἀρτηρίας, περιγράφει. ἥτις καὶ σφυγμώδη καθηγουμένη καὶ διαΐσσοντα τὸν πόνον ἐμβάλλει, καὶ στρογγύλλεται ὑποφρίσσουσα ἐπισήμως, ὥσπερ αἱ μὲν φλέβες οἷον ἀποκιρσοῦνται,

91
τὰ δὲ νεῦρα διατείνεταί τε καὶ σκληρύνεται συστρεφόμενα. καὶ ταῦτα μὲν ναρκώδεις ἐπιφέρει τοὺς πόνους, καὶ σκληρῶς διατείνοντας καὶ βυθίους καὶ ἐμπεπαρμένους καὶ στενοχωρίας πλήρεις καὶ ἥκιστα κεχυμένους· οἱ δ’ ὑμένες καὶ ἐπὶ πλάτος διήκοντας αὐτοὺς παρέχουσιν, καὶ ἀνωμάλους, ὥστε καὶ αἱμωδίᾳ τι προσεοικὸς ἔχειν, τὴν τῆς ἀναδόσεως τραχύτητα. πονεῖ δὲ πολλάκις οὕτω καὶ ἡ ἐπιφάνεια καὶ οἱ μεταξὺ τῆς σαρκὸς ὑμένες, οἳ καὶ τοὺς διασπῶντας πόνους ἐπιφέρουσι. τοὺς δὲ ἀπὸ τῶν περὶ τὰ ὀστέα προστυπεῖς εὑρήσεις, ὡς αὐτῶν δοκεῖν τῶν ὀστέων ὄντας. αἱ φλέβες δὲ βαρεῖς καὶ καθέλκοντας καὶ ὁμαλῶς ἐμπεπλασμένους ἐπιφέρουσιν αὐτοὺς, αἱ δὲ σάρκες κεχυμένους τε καὶ χαλαρωτέρους· διὸ φαίνονται μηδ’ ἐπὶ πολὺ ἐκτεινόμεναι, ὡς ἐμπλεούσης τραχύμασί τισι δοκεῖν τῆς αἰσθήσεως. οἱ μύες δὲ σαρκός τι καὶ νεύρου μίγμα τῶν ἰδιωμάτων, ἀμέλει καὶ τῆς ἀρτηρίας, ἐν τοῖς πόνοις ἀναφέρουσιν, σφριγῶντες, ὡς ἂν εἴποι τις, καὶ μετ’ εὐρυχωρίας διατεινόμενοι καὶ ναρκῶδες σφύζοντες. τῶν
92
δ’ ἄλλων ὁ μὲν ἑλκώδης πόνος καὶ ἐν ἕλκεσιν ὁ ἰσχνῶς ὀξὺς, καὶ οὐχ ἥκιστα ὁ γλυκύτερος καὶ κνησμοῦ προσαγωγὸς, ἐπιφανείας ἔοικεν ὤν· ὁ δὲ νυγματώδης τοῦ βάθους· ὁ δὲ ἐνερείδων κόλπου πλησιάζοντος· ὁ δὲ διακεντῶν τὰ μὲν πεπονθέναι τι τῶν ἐν τῷ τόπῳ διασαφεῖ, τὰ δὲ μὴ, οὐκ ἐν βάθει τὴν ὑπόστασιν ἔχων· σπαράσσων δέ ἐστιν ὁ ἐν κόλποις συνιστάμενος. αὕτη μὲν ἡ πρώτη ῥῆσίς ἐστιν Ἀρχιγένους ἐκ τοῦ πρώτου τῶν πεπονθότων τόπων, ἐπιχειροῦντος διδάσκειν, ὅπως ἄν τις εὑρίσκοι τὰ πεπονθότα μέρη, τῇ τῶν πόνων διαφορᾷ προσέχων τὸν νοῦν. ἐπισκεψώμεθα δ’ ἀπ’ ἀρχῆς αὐτὴν μὴ παρέργως. τὰς σφακελώδεις, φησὶν, ἑτεροκρανίας ἡ διακοπὴ τῶν ἀγγείων περιγράφει. τίνας μὲν οὖν λέγει τὰς σφακελώδεις, χαλεπὸν εὑρεῖν, οὐδὲ γὰρ ὡμολόγηται τῆς σφάκελος φωνῆς τὸ σημαινόμενον, ἐνίων μὲν ὀδύνην λεγόντων μεγάλην δηλοῦσθαι, τινῶν δὲ φλεγμονῆς ὑπερβολὴν τηλικαύτην, ὡς ἐπιφέρειν κίνδυνον φθορᾶς τοῦ μέρους, ὅπερ ἔνιοι γάγγραιναν ὀνομάζουσιν· ἐνίων δὲ τὴν φθορὰν αὐτὴν τοῦ πάσχοντος μορίου σφάκελον ὀνομάζεσθαι
93
φασκόντων· ἄλλων δὲ σπασμόν· ἄλλων τ’ οὐχ ἁπλῶς σπασμὸν, ἀλλὰ τὸν ἐπὶ φλεγμονῇ νευρωδῶν σωμάτων· ἐνίων τ’ οὐ τὸν ἤδη γινόμενον σπασμὸν, ἀλλὰ τὸν προσδοκώμενον ἐπὶ μεγέθει φλεγμονῆς· ἐνίων δ’ ἁπλῶς τάσιν ἰσχυράν· ἄλλων δὲ σηπεδόνα. τὸ μὲν δὴ σφακελῶδες ὄνομα, τὸ κατὰ τὴν προγεγραμμένην ῥῆσιν ὑπὸ Ἀρχιγένους εἰρημένον, εἰς τοσοῦτον ἀσαφείας ἥκει, ὡς μηδὲν δηλοῦν, μηδ’ ἐξήγησιν ὀνομάτων ἰατρικῶν ἐν ἑτέρᾳ πραγματείᾳ γράψαντος αὐτοῦ. τὸ δὲ περιγράφει τάχ’ ἄν τις ὑπονοήσειεν εἰρῆσθαι τὸ οἷον ταχέως ἢ παντελῶς ἰᾶται, καὶ κείσθω γ’ οὕτως εἰρῆσθαι. τί γὰρ ἄν τις πάθοι νοεῖν ὀρεγόμενος ἃ μηδ’ ὁ γράψας αὐτὸς ἐσπούδασε νοῆσαι; σφυγματώδη οὖν καὶ διαΐσσοντα τὸν πόνον ἐμβάλλειν φησὶν τὰς ἀρτηρίας, ὅταν αὗται δηλονότι πρωτοπαθῶσι κατὰ τὰς σφακελώδεις ἑτεροκρανίας. τὸν μὲν οὖν σφυγματώδη πόνον ἐξήγημαι πρόσθεν, ὁποῖός τίς ἐστιν, ὄντα καὶ πρὸ τῆς ἐμῆς ἐξηγήσεως ἅπασι τοῖς ἰατροῖς γνώριμον, οἵ γε καὶ σύμπτωμα αὐτὸν εἶναί φασι φλεγμονῶν μεγάλων. 
94
ὁ δὲ διαΐσσων πόνος ἐστὶν, ὅταν ὥσπερ ἀπὸ ῥίζης ἀρχόμενος τοῦ πρωτοπαθοῦντος μορίου φέρηται ταχέως εἰς τὰ παρακείμενα, καὶ συμβαίνει τοῦτο ταῖς σφοδροτάταις οὐχ ἑτεροκρανίαις μόνον, ὡς Ἀρχιγένης ἐμνημόνευσιν, ἀλλὰ καὶ ταῖς κεφαλαίαις ὀνομαζομέναις. καὶ γὰρ ἐπ’ ἐκείνων ἐνίοτε φανερῶς αἱ ἀρτηρίαι πρωτοπαθοῦσαι τοιοῦτον ἔχουσι τὸν πόνον, οἷον εἶπον ὁ Ἀρχιγένης, ὥσθ’ ὁμολογεῖν ἐνίους, αἰσθάνεσθαι τῶν ἀγγείων αὐτῶν ἀλγούντων, ὅπερ ἑρμηνεῦσαι βουλόμενος στρογγύλλεσθαι τὴν ἀρτηρίαν ὑποφρίσσουσαν ἔφη. πότερον οὖν ὥσπερ τὰς ἀρτηρίας ἐν ταῖς σφακελώδεσιν ἑτεροκρανίαις οὕτω πάσχειν ἔφη, κατὰ τὸν αὐτὸν τρόπον ἀκούσει τις αὐτοῦ καὶ περὶ τῶν φλεβῶν, ὡς κατὰ τοῦτο τὸ νόσημα μόνον οἷον ἀποκιρσουμένων; ἢ κοινὸν σύμπτωμά ἐστι φλεβῶν ὁπωσοῦν πασχουσῶν, ἢ φλεγμαινουσῶν μόνον; καθ’ ὅσον μὲν γὰρ συνάπτει τῷ περὶ τῶν ἀρτηριῶν λόγῳ τὸν περὶ τῶν φλεβῶν, ἐπὶ ταὐτοῦ πάθους εἰκὸς ὑπολαμβάνειν ἐστὶν γίγνεσθαι τοὺς λόγους αὐτῷ· καθ’ ὅσον δ’ ἐφεξῆς ὑπέρ τε τῶν νεύρων γράφει καθόλου καί τινων ἄλλων μορίων τοιούτων, μὴ
95
συνάπτων ἑνὶ νοσήματι τὸν ὑπὲρ αὐτῶν λόγον, κατὰ τοσοῦτον αὖ πάλιν ὡσαύτως καὶ αὐτῷ ὑπονοήσεις λελέχθαι περὶ τῶν φλεβῶν. ἄμεινον δ’ ὡς ἐν ἀδήλοις, ἐπὶ μὲν τῆς ἡμικρανίας ἡγεῖσθαι τῶν φλεβῶν αὐτῶν ἅμα ταῖς ἀρτηρίαις μνημονεύειν, ἁπλῶς δὲ τῶν ἄλλων ὀργάνων, ἄνευ πάθους τινὸς ἀφωρισμένου κατά τε τὰ νεῦρα καὶ τὰ τούτων ἐφεξῆς, ἐν οἷς πάλιν ἔφη τὰς φλέβας δὲ βαρεῖς καὶ καθέλκοντας καὶ ὁμαλῶς ἐμπεπλασμένους ἐπιφέρειν τοὺς πόνους. ταυτὶ μὲν οὖν ἀμφιβολίαν ἔχει τινά· τὸ δ’ ἐφεξῆς εἰρημένον, ἔνθα φησίν· τὰ δὲ νεῦρα διατείνεταί τε καὶ σκληρύνεται συστρεφόμενα· φανερῶς ἀποχωροῦντος μέν ἐστι τῆς τῶν ἑτεροκρανιῶν διαθέσεως, ἀποφαινομένου δὲ καθόλου περὶ νεύρων ὁπωσοῦν πασχόντων. ἔστι δὲ τοῦτο φανερῶς ψεῦδος· οὐ γὰρ ἅπαν πάθος νεύρων σκληρύνει καὶ συστρέφει τὴν οὐσίαν αὐτῶν, ἀλλ’ ἔστιν ἃ καὶ χαλαρὰ ποιεῖ τὰ νεῦρα, καθάπερ ἀτροφία σαφῶς· ἀλλὰ καὶ πολλάκις οὐδεμίαν αἰσθητὴν ἔχοντα διαφορὰν, ἀλλ’ ἀκριβῶς ἐοικότα τοῖς ὑγιαίνουσιν, οὔτ’ αἰσθήσεως
96
οὔτε κινήσεώς τι χορηγεῖ τοῖς ὑποτεταγμένοις σώμασιν. ἴσως οὖν ἐν μόναις ταῖς φλεγμοναῖς, ἢ τοῖς φλεγμονώδεσι νοσήμασιν, ἢ τοῖς παρὰ φύσιν ὄγκοις πᾶσιν, ἔφη σκληρύνεσθαί τε καὶ συστρέφεσθαι τὰ νεῦρα· καίτοι ἐν τούτοις ἐναργῶς φαινόμενόν ἐστι τὸ τείνεσθαι τὰ νεῦρα, καὶ γὰρ καὶ αὐτοῖς τοῖς κάμνουσι καὶ ἡμῖν τοῖς ὁρῶσιν αὐτὰ φαίνεται τεινόμενα, διὸ καὶ σπασμοὶ καὶ τέτανοι μὴ θεραπευθεῖσιν αὐτοῖς ἕπονται. καὶ κοινὸν ἔοικε τοῦτ’ εἶναι σύμπτωμα τῶν εἰς ὄγκον αἰρομένων ἁπάντων, τὸ τείνεσθαι· τεθεάμεθα γὰρ ἤδη καὶ ἀρτηρίας καὶ φλέβας φλεγμαινούσας ἐναργῶς τεταμένας· τὰς μὲν, ὅταν ἐν ἄκρῳ τῷ κώλῳ φλεγμονῆς γενομένης ἐπαρθῇ βουβὼν, οὐκ ὀλιγάκις γὰρ ἐναργῶς ὤφθη τεταμένον ὅλον τὸ ἀγγεῖον ἐρυθρότερόν τε καὶ θερμότερον, ὀδυνηρότερόν τε ψαυόντων γεγονὸς, ὡς εἶναι πρόδηλον, ὅτι φλεγμαίνει σύμπαν, ἀρξάμενον ἀπὸ τοῦ πρωτοπαθήσαντος μορίου μέχρι τῆς μασχάλης καὶ βουβῶνος. καὶ καλῶς ὑπὸ τῶν ἰατρῶν εἴρηται σχεδὸν ἁπάντων, ἔρευθος καὶ τάσις καὶ ἀντιτυπία καὶ ὄγκος καὶ ὀδύνη τοῖς φλεγμαίνουσι μέρεσι συμβαίνειν· ὁ σφυγμὸς δ’ οὐχ ἅπασιν, ὡς εἴπομεν,
97
ἀλλ’ ἐν οἷς ἀρτηρίαι τέ εἰσιν αἰσθηταὶ, καὶ τὸ μόριον εἰ αἰσθητικὸν ᾖ, ἀξιόλογός τε κατὰ τὸ μέγεθος ἡ φλεγμονή· τηνικαῦτα γὰρ οἱ κάμνοντες αἰσθάνονται σφυγμώδους ὀδύνης, κᾂν μηδὲν αἰσθητὸν ἀγγεῖον ᾖ κατ’ αὐτὸ πάσχον σῶμα. τάχ’ οὖν ἐοήσεταί τις με τὰ καθ’ ἕκαστον ὄργανον ἴδια συμπτώματα· λέλεκται δ’ ἤδη καὶ πρόσθεν καὶ οὐχ ἅπαξ, ὡς ἡ βλάβη τῆς οἰκείας ἐνεργείας ἴδιον ἑκάστου μορίου σύμπτωμά ἐστιν, ὁποία ποτ’ ἂν ᾖ κατ’ εἶδος· οὔτε δ’ ἄλλο τι σύμπτωμα ἐξ ἀνάγκης αὐτοῖς οὔθ’ αἱ διαφοραὶ τῆς βλάβης ὑπάρχουσιν, ἀλλὰ κατὰ τὴν ἰδέαν τε καὶ μέγεθος τοῦ πάθους αἱ διαφοραὶ μὲν ἐξαλλάττονται, τὸ δὲ εἶδος, ἢ τὸ γένος, ἢ ὅπως ἂν ἐθέλῃ τις ὀνομάζειν, ἀεὶ διαμένει τοῦ συμπτώματος, ὃ κατὰ τὴν βεβλαμμένην ἐνέργειάν ἐστι. καὶ πλεονάσαι γε κάλλιον ἦν Ἀρχιγένει κατὰ τοῦτο περιλαβόντι μεθόδῳ τὸ σύμπαν, ἐπειδὴ καὶ τοῖς ἄλλοις ἠμέληται· γέγραπται δ’ ὑφ’ ἡμῶν ἐν πολλαῖς ἄλλαις πραγματείαις οὐκ ὀλίγα τῶν τοιούτων, ὥσπερ ἀμέλει καὶ νῦν εἰρήσεται διὰ τῶν ἐφεξῆς, ὅσα μὲν ἑτέρωθι τελείως ἐξειργασάμεθα, συντομώτερον, ὅσα δὲ
98
διὰ βραχυτέρων ἐν ἄλλοις ἐῤῥέθη, μακρότερον ἐνταῦθα διερχομένων ἡμῶν αὐτά. νυνὶ δὲ τὰς ὑπολοίπους τῶν πόνων διαφορὰς ἐπέλθωμεν, ὅσων ἐμνημόνευσεν ὁ Ἀρχιγένης ἐν τῇ προγεγραμμένῃ ῥήσει. τὸ μὲν δὴ ναρκώδεις γίνεσθαι τοὺς πόνους τοῖς νεύροις, ὅπως ἡμάρτηται, καὶ ὡς οὐκ ἔστι μορίου τινὸς ἴδιον ἡ νάρκη πάθος, ἀλλ’ αἰτίας τε καὶ διαθέσεως, ἔμπροσθεν εἴρηται· τὸ δὲ σκληρῶς διατείνοντας ἐπ’ αὐτοῖς γίνεσθαι τοὺς πόνους, ὀρθῶς εἴρηται, καὶ κάλλιόν γ’ ἂν ἦν τὸ ἁπλῶς εἰρημένον, ἄνευ τοῦ σκληρῶς. διατείνοντες γάρ εἰσιν ἱκανῶς ἑκατέρωσε τῶν νεύρων οἱ πόνοι, διότι καὶ τείνεται πρὸς ἄμφω τὰ πέρατα, τό τε τῆς πρώτης ἀρχῆς καὶ τὸ τῆς ἐσχάτης τελευτῆς, ὥσπερ ἐν ταῖς κιθάραις αἱ χορδαὶ, καὶ ῥήγνυνταί γε πολλάκις ἐν αὐταῖς αἱ σφοδρῶς τεταμέναι, καὶ διὰ τοῦτ’ ἀποτιθέμενοι μετὰ τὸ χρήσασθαι τοῖς ὀργάνοις οἱ κιθαρισταὶ τὰς χορδὰς ἀνιᾶσι. καὶ μὲν δὴ καὶ ὅτι τείνονται σαφῶς ὑπὸ τῶν ἐναντίων αἰτίων τε καὶ διαθέσεων, οὐδεὶς ἀγνοεῖ, κᾂν ὑγρὸν ᾖ τὸ περιέχον, ὥστε καὶ διαβρέχειν αὐτὰς καὶ πληροῦν, κᾂν ξηρὸν ἱκανῶς· εἰς ἰσχάτην γὰρ 
99
ἀφικνούμεναι τάσιν ἐν ἑκατέρᾳ κράσει τοῦ περιέχοντος, εἰκότως ῥήγνυνται. καλῶς οὖν ὁ Ἱπποκράτης τοὺς σπασμοὺς τῶν νεύρων ἐπὶ πληρώσει τε καὶ κενώσει γίνεσθαί φησι, τάσεις ἀμέτρους οὔσας δηλονότι τῶν νεύρων. τὸ δὲ βυθίους εἷναι τοὺς πόνους αὐτῶν, ἀπὸ τῶν συμβεβηκότων εἴληπται τοῖς πλείστοις τῶν νεύρων. ἐπειδὴ γὰρ ἀεὶ πρῶται μὲν ἐπιπολῆς εἰσιν αἱ φλέβες, ἐφεξῆς δ’ αὐτῶν αἱ ἀρτηρίαι, καὶ μετὰ ταύτας τὰ νεῦρα, διὰ τοῦτ’ ἐν βάθει τῆς τάσεως αὐτῶν οἱ κάμνοντες αἰσθάνονται· τένοντές γε μὴν πολλοὶ, νευρώδη σώματ’ ὄντες, ὑπ’ ἐνίων ἄντικρυς ὀνομαζόμενοι νεῦρα, τοὺς πόνους οὐ βυθίους, ἀλλ’ ἐπιπολῆς ἔχουσιν, ὅταν καὶ αὐτοὶ τύχωσιν οὕτως τεταμένοι, καθάπερ οἱ τοὺς δακτύλους ἐκτείνοντες· εἰσὶ δ’ ἀμέλει καὶ οἱ κάμπτοντες αὐτοὺς ἐπιπολῆς μὲν, ἀλλ’ οὐχ ὁμοίως τοῖς ἐκτείνουσιν. ὁ δ’ Ἀρχιγένης τοὺς πόνους τῶν νεύρων ἐμπεπαρμένους εἶναί φησι, ὑπάρχοντος τοῦ τοιούτου τῆς ὀδύνης εἴδους τῷ κώλῳ μᾶλλον, ὡς ἔμπροσθεν εἶπον· ἐγγίγνεται δὲ καὶ ὠτὶ μετά τινος σφυγμοῦ, καὶ τῶν ὀδόντων ταῖς μύλαις, ἔστι δ’ ὅτε καὶ
100
τοῖς ὀφθαλμοῖς, ἥκιστα δὲ τοῖς νεύροις ἐμπεπαρμένος ὑπάρχει πόνος· ἐκτείνεται γὰρ ἐπὶ πλεῖστον ἑκατέρωσε μέχρι τῶν ἄνω τε καὶ κάτω τοῦ ζώου μορίων. τὸ δ’ ἐφεξῆς εἰρημένον ὑπὸ τοῦ Ἀρχιγένους, ὅτι καὶ στενοχωρίας πλήρεις ἔχει τὰ νεῦρα τοὺς πόνους, κακοζήλως μὲν εἴρηται τῇ λέξει· δηλοῖ δ’ οὐδὲν πλέον τοῦ μετ’ αὐτὸ, καθ’ ὅ φησι, καὶ ἥκιστα κεχυμένους· τῷ γὰρ ὄντι, κεχυμένους ἥκιστα, τοῦτ’ ἔστιν εἰς πλάτος ἐκτεταμένους οὐκ ἔχει τοὺς πόνους τὰ νεῦρα, ἀλλὰ κατὰ περιγραφήν τινα μᾶλλον, ἄνω τε καὶ κάτω τῆς τάσεως αὐτῶν διηκούσης, καὶ μᾶλλόν γ’ ἄνω μέχρι τῆς κεφαλῆς· καὶ τότε πρῶτον αὐτοῖς καὶ σπασμοὶ καὶ τέτανοι τοῦ παντὸς ἕπονται σώματος, οὐδενὸς τοιούτου συμβαίνοντος οὐδεμιᾷ τάσει νεύρου, πρὶν ἅψασθαι τῆς κεφαλῆς αὐτῆς. ἐφεξῆς δὲ τοῖς εἰρημένοις ὁ Ἀρχιγένης ἔγραψεν περὶ τῶν ὑμένων, ὅτι μὲν ἐπὶ πλάτος αὐτοῖς διήκουσιν οἱ πόνοι, πασχόντων αὐτῶν, ἀληθεύων· ὅτι δ’ αἱμωδίᾳ τι προσεοικὸς ἔχουσιν, οὐκ ἔτι ἀληθεύων, ὡς ἔμπροσθεν εἴρηται. τό γε μὴν ἀνωμάλους εἶναι τοὺς πόνους τῶν ὑμένων, οὐ διὰ παντὸς ἀληθὲς, ὅπου γε
101
τοὐναντίον ἀληθὲς μᾶλλόν ἐστιν· ἐοίκασι γὰρ κατὰ μὲν τὸν αὐτῶν λόγον ὁμαλοὺς ἐπιφέρειν τοὺς πόνους, ἐπειδὴ καὶ τὸ σῶμα πᾶν αὐτῶν ὁμαλόν· ἐκ δὲ τῆς πρὸς τὰ πλησιάζοντα κοινωνίας ἀνωμαλίαν τινὰ ἐπιφέρει ἔστιν ὅτε κατά τι συμβεβηκός. ὅταν γὰρ ἐπὶ τὸ πεπονθὸς αὐτῶν μέρος ἄγηται καὶ τείνηται τὰ πέριξ, ἀνομοίαν ἀναγκαῖόν ἐστιν γίγνεσθαι τὴν ὀδύνην· ἔνθα μὲν αἰσθητικώτερόν ἐστι τὸ τεινόμενον μόριον, ἐνταῦθα ὀδυνωμένων μᾶλλον, ἔνθα δὲ ἧττον αἰσθητικὸν, ἔλαττον ἀλγούντων. καὶ μὴν κᾀκ τοῦ ψαύειν ἢ μὴ ψαύειν ὀστοῦ τὸ τεινόμενον ἡ διαφορὰ τῶν πόνων εἰκότως γίνεται. κατὰ τοῦτον γοῦν τὸν λόγον ἀλγοῦσι κατὰ τὴν κλεῖν ἔνιοι τῶν πλευριτικῶν, ἀνατεινομένου πρὸς τοῦτο τὸ χωρίον τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος· ἐνίοτε δ’ οὐκ εἰς τὴν κλεῖν, ἀλλ’ εἰς τὸ ὑποχόνδριον ὁ πόνος αὐτῶν διήκει, τῆς αἰσθήσεως γινομένης κατὰ τὸ διάφραγμα κινούμενον ἐξ ἀνάγκης, ὅταν ἀναπνέωσιν οἱ πλευριτικοὶ, μᾶλλον τῶν ἄλλων τοῦ θώρακος μορίων. ἡ γὰρ οἷον ῥῖζα τῆς ὀδύνης ὅτ’ ἂν ἐν τῇ πλευρᾷ γένηται, τοῖς ἐνταῦθα μυσὶν ἀναπνεῖν ὀκνοῦσιν οἱ
102
κάμνοντες, ὥστε μόνῳ τῷ διαφράγματι τὸ τῆς ἀναπνοῆς ἔργον ἡ φύσις ἐπιτρέπει τηνικαῦτα, καθάπερ ἐν ταῖς ἀβιάστοις ἀναπνοαῖς ἐπὶ τῶν ὑγιαινόντων. ὅτ’ ἂν μὲν οὖν ἐν τοῖς κάτω μέρεσιν τῶν πλευρῶν ἡ φλεγμονὴ γένηται, τὸ διάφραγμα τεινόμενον ὀδυνᾶται μᾶλλον· ὅτ’ ἂν δ’ ἐν τοῖς ἄνω, κατὰ τὴν κλεῖν ἡ ὀδύνη διασημαίνει, τῷ μὲν τῆς κινήσεως λόγῳ, τὸ διάφραγμα, τῷ δὲ τῆς σκληρότητος, ἡ κλεῖς ἐργαζομένη τὴν ἀνίαν. ἥπατος δὲ μεγάλως φλεγμαίνοντος ἢ σκιῤῥωθέντος, ἡ κατὰ τὴν δεξιὰν κλεῖν ὀδύνη γινομένη τῇ τάσει τῆς κοίλης φλεβὸς ἕπεται μᾶλλον ἤ τῇ τῶν ὑμένων. ὅτ’ ἂν δ’ εἴπῃ, πονεῖν πολλάκις οὕτω καὶ τὴν ἐπιφάνειαν, ὅπερ ἐστιν, τὰ τῶν πασχόντων ὑμένων ἔχειν ἴδια, δηλοῖ σαφῶς ὁπόθεν ὁρμηθεὶς αἱμωδίᾳ τι παραπλήσιον ἔφησεν τὰς ὀδύνας ἔχειν αὐτῶν. ἐπειδὴ γὰρ ἅμα τῇ τῆς αἱμωδίας ἰδιότητι καὶ ἡ ναρκώδης ἐστὶν αἴσθησις, ὡς ἂν ὑπὸ μιᾶς αἰτίας ἀμφοτέρων γινομένων, ὁ δ’ ἐπιπολῆς ὑμὴν ὁ ὑποτεταμένος τῷ δέρματι πάσχει πολλάκις ὀδύνας ναρκώδεις, ὑπὸ τῶν ἔξωθεν αἰτίων τῶν ψυχρῶν ἑτοιμότερον βλαπτόμενος, διὰ
103
τοῦτο τῇ κοινωνίᾳ τῆς διαθέσεως ἀπατηθεὶς ὁ Ἀρχιγένης, αἱμωδίᾳ τι παραπλήσιον ἔφησεν τοὺς ἄλλους ὑμένας, καὶ τὴν ἐπιφάνειαν πολλάκις, οὐ κατὰ τὴν οὐσίαν αὐτοῦ τοῦ πάσχοντος μορίου γινομένης τῆς ὀδύνης, ἀλλὰ διὰ μὲν τὴν οὐσίαν αὐτῶν, ἄναιμόν τε καὶ ψυχρὰν οὖσαν, εὐκόλως ἁλισκομένων πάθεσιν ψυχροῖς, ἑπομένης δὲ τῆς τοιαύτης ὀδύνης τοῖς πάθεσι· διὸ καὶ πολλάκις ἔφη γίνεσθαι τοὺς τοιούτους πόνους, ὡς ἂν οὐ κατὰ τὴν οὐσίαν αὐτοῦ τοῦ πάσχοντος μέρους, ἀχώριστοι γὰρ ἂν οὕτως γε ἦσαν, ἀλλὰ κατά τι συμβεβηκὸς ἐπιγινομένους. ὁ μὲν οὖν ὑπὸ τῷ δέρματι τεταμένος ὑμὴν, ὁ καὶ συναποδερόμενος αὐτῷ, τονώδεις τε καὶ ναρκώδεις ἐπιφέρει τοὺς πόνους· οἱ δὲ μεταξὺ τῆς σαρκὸς οἷον διασπῶντας, εἰσὶ γὰρ πολλοὶ καὶ ἀνωμάλως ἐμφυόμενοί τε καὶ περιλαμβάνοντες αὐτήν. ὅτ’ ἂν οὖν ποτε ἐξ ἐναντίων καταφύσεων τείνεσθαι συμβῇ τὴν σάρκα, τοιαύτας ἀναγκαῖόν ἐστιν γίγνεσθαι τὰς ὀδύνας. ἐπί γε μὴν τοῖς πολλοῖς γυμνασίοις ἤτοι τονώδεις ἤ ἑλκώδεις οἱ πόνοι γίνονται, συνιστάμενοι καθ’ ὅλους τοὺς μῦς, ὧν μέρος εἰσὶ καὶ αἱ σάρκες· 
104
εἴρηται δὲ περὶ τῶν τοιούτων ἀλγημάτων ἱκανῶς ἐν τοῖς ὑγιεινοῖς. ὅτι δ’ οἱ τῶν περικειμένων τοῖς ὀστοῖς ὑμένων πόνοι βύθιοί τ’ εἰσὶν, τοῦτ’ ἔστιν διὰ βάθους τοῦ σώματος ἐπιφέροντες αἴσθησιν, αὐτῶν τε τῶν ὀστῶν ἐπάγουσιν φαντασίαν ὡς ὀδυνωμένων, οὐδὲν θαυμαστόν. ὀνομάζουσι γοῦν αὐτοὺς ὀστοκόπους οἱ πλεῖστοι, καὶ γίνονται τὰ πολλὰ μὲν ἐπὶ γυμνασίοις, ἔστιν ὅτε δὲ καὶ διὰ ψύξιν, ἢ πλῆθος. τὰς δὲ φλέβας φησὶ βαρεῖς καὶ καθέλκοντας καὶ ὁμαλῶς ἐμπεπλασμένους ἐπιφέρειν τοὺς πόνους· ἐν ἀρχῇ δὲ ὁπότε τῆς ἡμικρανίας ἐμνημόνευσεν, ἀποκιρσοῦσθαι τὰς φλέβας ἔφη. τάχ’ οὖν ἐν ἐκείνῳ μόνῳ χρὴ δέξασθαι λέγειν αὐτὸν τοῦτο, γιγνώσκειν γε μέντοι δεῖ τὸν ἴδιον πόνον ἀρτηρίας καὶ φλεβὸς κατὰ μῆκος ἐκτεινομένου σώματος, οἷον χορδῆς τινος, ἔμφασιν ἔχειν, οὐ μὴν συνεμφαίνει γέ τι βάρος. τὸ δ’ ὁμαλῶς ἐμπεπλάσθαι τὸν πόνον τῶν φλεβῶν, οὐδὲ σαφὲς ὅλως ἐστὶν, ἐπ’ οὐδενὶ τῶν συμβεβηκότων αὐταῖς ἀνενεχθῆναι δυναμένου τοῦ ἐμπεπλάσθαι. περὶ δὲ τῶν σαρκῶν ἐφεξῆς φησιν, ὡς κεχυμένους τε καὶ χαλαρωτέρους ἐπιφέρουσιν τοὺς πόνους. ὅλως μὲν οὖν
105
πόνος οὐδείς ἐστι χαλαρὸς, ἀλλὰ τοὺς ἧττον τεταμένους ἴσως εἴρηκεν χαλαρωτέρους, ἐπειδὴ τεταμένοι μᾶλλόν εἰσιν οἵ τε τῶν ἀγγείων καὶ οἱ τῶν ὑμένων· τοῦτο γὰρ ὁμολογεῖ καὶ τὸ μηδ’ ἐπὶ πλέον ἐκτεταμένους αὐτοὺς φαίνεσθαι, διὰ τὸ κατὰ περιγραφὰς βραχείας συγκεῖσθαι τὰ σαρκώδη μόρια τῶν μυῶν. εἰ δὲ καὶ τὸ τούτῳ γεγραμμένον ἐφεξῆς, ὡς ἐπιπλεούσης τραχύμασί τισι δοκεῖν τῆς ἁφῆς, ἴδιόν ἐστιν τῶν ἐν σαρξὶ πόνων, ἐπισκεπτέον. ὅτι μὲν γὰρ ἐνίοτε τοιοῦτόν τι συμβαίνει κατὰ τοὺς πόνους αὐτῶν, ἀληθὲς ἔστιν· ἐκ δὲ τοῦ μὴ διὰ παντὸς φαίνεσθαι, διαθέσεως μᾶλλον ἐν αὐταῖς γινομένης ὡς τὸ πολὺ μιᾶς τινος, οὐ τῆς οὐσίας αὐτῶν ἴδιον εἶναι δόξει. τὴν διάθεσιν δὲ οὐχ ἁπλῶς ὑποληπτέον εἶναι πάθος φλεγμονῶδες, ἀλλὰ καὶ μετὰ χυμοῦ τραχύνειν πεφυκότος. ἐφεξῆς δὲ περὶ τῶν μυῶν Ἀρχιγένης γράφων, σαρκὸς καὶ νεύρων μίγμα τῶν ἰδιωμάτων ἀναφέρειν αὐτούς φησιν, ὡς ἂν ἐκ τούτων συγκειμένης τῆς οἰκείας οὐσίας αὐτῶν· τὸ δὲ καὶ ἀρτηρίας, ὅτι διαπεφύκασιν αὐτῶν· ἀλλ’ οὕτως καὶ τὰς
106
φλέβας ἐχρῆν εἰρῆσθαι καὶ τοὺς ὑμένας. τὸ δὲ σφριγῶντες ὄνομα παρὰ μὲν τοῖς Ἕλλησιν ἐπὶ τῶν εὐεκτικῶς πεπληρωμένων λέγεται, διὸ καὶ κατὰ τῶν νέων αὐτὸ μόνον εἰρήκασι, γέροντος δ’ οὐδενὸς, ὡς ἂν μηδὲ δυναμένου τοῦ σώματος αὐτῶν εὐεκτικὴν δέξασθαι πλήρωσιν· ὅ γε μὲν οὖν Ἀρχιγένης ἐπὶ τίνος φέρει τὴν φωνὴν ταύτην, οὐ πάνυ τι ῥᾴδιον εὑρεῖν, μάλισθ’ ὅτι συγχεῖ καὶ διαφθείρει πολλαχόθι τὰ σημαινόμενα τῶν Ἑλληνικῶν ὀνομάτων· εἰ δ’, ὡς ἄν τις ὑπονοήσειεν, ἐπὶ τῶν διὰ πλήρωσιν τεταμένων λέγοι τὸ σφριγῶντες, κοινὸν ἂν εἴη πάντων τοῦτο τῶν πεπληρωμένων σωμάτων, οὐκ ἴδιον τῶν μυῶν· τό γε μὴν μετ’ εὐρυχωρίας αὐτοὺς διατείνεσθαι, λελέχθαι νομίζω πρὸς αὐτοῦ τῆς ἐν τοῖς νεύροις πληρώσεως ἀφορίζοντος. ὅτι δὲ τὸ σφύζειν ναρκῶδες, οὐκ ὀρθῶς εἴρηται, δεδήλωται πρόσθεν. τῶν δ’ ἄλλων, φησὶ, πόνων ὁ μὲν ἑλκώδης ἰσχνῶς ὀξύς ἐστιν· ἀσαφὴς δ’ ἡ λέξις ἥδε καὶ καθ’ ἑαυτὴν ἀδύνατος διδάξαι τι, ταῖς ἄλλαις ὁμοίως ταῖς ἀσαφέσιν, ἅς γε οὐδ’ ἐξηγήσασθαι δυνατόν ἐστιν, εἰ μή τις αὐτὸς
107
ἐπιστάμενος τὸ πρᾶγμα, προσαρμόσαι πειραθείη τῇ λέξει. καὶ νῦν γοῦν ἐπιστάμενός τις, ἑλκώδεις κόπους ὀνομάζεσθαι πρός τε τῶν ἰατρῶν καὶ τῶν γυμναστῶν, ὅτ’ ἂν ἐν τῷ κινεῖσθαί τις ἢ ψαύειν τῶν κεκοπωμένων μορίων αἴσθησιν ἴσχῃ τοῖς ἡλκωμένοις μέρεσιν ὁμοίαν, ἐπινοῆσαι δυνήσεται τὸν ἰσχνῶς ὀξὺν πόνον εἰρῆσθαι τοιοῦτόν τινα τὸ εἶδος, οἷον κεντούσης βελόνης ὀξείας γίνεται. δῆλον οὖν ὅτι μηδὲ συνεχής ἐστιν οὗτος, ὥσπερ γε μηδὲ ὁμαλῶς ἐκτεταμένος ἁπάντῃ. τοῦτον οὖν αὐτόν φησι γλυκύτερον εἶναι, δέον ἀσθενέστερον εἰπεῖν, ἢ ἀμβλύτερον, ἢ οὐ σφοδρὸν, ἢ ἀνιαρὸν ἧττον, ἤ τι τοιοῦτον· τὸ γὰρ γλυκύτερον οὐδ’ ἐφ’ ἑνὸς τῶν ἀνιαρῶν λέγεται κυρίως. τὸ δὲ κνησμοῦ προσαγωγὸς, ἀδιαρθρώτως εἴρηται· διαφέρει γὰρ ἐναργῶς ἡ κνησμώδης αἴσθησίς τε καὶ διάθεσις τῆς ἑλκώδους· ἀλλ’ ἐπεὶ καὶ προηγεῖται πολλάκις ἡ κνησμώδης τῆς ἑλκώδους, ἐκλυομένης τε καὶ παυομένης τῆς ἑλκώδους, εἰς τὴν κνησμώδη μετάπτωσις γίνεται, διὰ τοῦτο συγκεχυμένως τε καὶ ἀδιορίστως ὑπὲρ αὐτῶν ὁ Ἀρχιγένης
108
ἔγραψεν, ὡς ἂν μηδὲ τὰς αἰτίας τῶν διαθέσεων ἀμφοτέρων ἀκριβῶς που διωρικώς. ἀλλ’ ἡμεῖς γε τελέως ἐξειργασάμεθα τὸν περὶ τούτων λόγον ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ. ὁ μὲν οὖν ἑλκώδης πόνος οὐκ ἐν μόνῳ τῷ δέρματι φαίνεται συνιστάμενος, ἀλλὰ καὶ διὰ τοῦ βάθους ἐκτεταμένος ἄχρι τῶν ὀστῶν· ὁ δὲ κνησμώδης ὄντως τῆς ἐπιφανείας μόνης ἐστὶν, οὐ πρώτως κατὰ τὸν ἴδιον αὐτῆς λόγον, ἀλλὰ κατὰ συμβεβηκὸς, ὅτι πυκνότερον τῶν ὑποκειμένων αὐτῷ τὸ δέρμα ἐστίν. διαθέσεως οὖν ἰδίας ἑκάτερος τῶν πόνων ἐστὶ σύμπτωμα, διὰ δριμύτητας μέν τινας γινόμενοι χυμῶν, ἀλλήλων δὲ διαφέροντες εἰς ὅσον κᾀκεῖναι· διώρισται δ’, ὡς ἔφην, ὑπὲρ αὐτῶν ἐν τοῖς ὑγιεινοῖς. ὁ δὲ νυγματώδης, φησὶ, πόνος τοῦ βάθους ἐστίν· οὐκ ὀρθῶς· ὑμένος γάρ ἐστιν, οὐ βάθους ἴδιος. ὁ δ’ ἐνερείδων, ὥς φησι, κόλπου πλησιάζοντος, ἀλόγως πάνυ τοῦτο γράψας· κοιλότης γάρ τίς ἐστιν ὁ κόλπος, ἐκ τοῦ διαστῆναι τὰ πλησιάζοντα πρότερον ἀλλήλοις γεγενημένη· καὶ τοίνυν ὅταν μὲν πληρωθῇ ῥεύματος, ὡς ἂν διατεινομένων τῶν περικειμένων σωμάτων, ὀδύνης 
109
αἰσθάνονται τονώδους οἱ κάμνοντες, οὐ κατὰ μῆκος ἐκτεταμένης ἐπὶ πλέον, ἀλλ’ ἰδίαν ἐχούσης περιγραφήν. ὅτ’ ἂν γὰρ ἐκκριθῇ πως ἐκ τοῦ κόλπου τὸ ὑγρὸν, ἀνώδυνοι παραχρῆμα γίνονται, πλὴν εἴ τινι τὰ περιέχοντα σώματα τὸν κόλπον ἐπὶ πλέον ἐκταθέντα τε καὶ διαταθέντα φλεγμονώδη διάθεσιν ἔσχεν. ταῦτα μὲν οὖν τὰ τῶν κόλπων ἴδια· τὸ δέ ὑπ’ Ἀρχιγένους εἰρημένον ἕτερον μέν τι τούτων ἐστὶν, ὁποῖον δέ τι νοήσας ἔγραψεν αὐτὸ, χαλεπὸν εὑρεῖν. καὶ μέν γε καὶ τὸ γεγραμμένον ἐφεξῆς ἴσην ἔχει τῷδε τὴν ἀπορίαν. ὁ διακεντῶν γὰρ, φησι, πόνος οὐκ ἐν βάθει τὴν ὑπόστασιν ἔχει· τοῦτο δὲ μάχεται καὶ αὐτῷ τῷ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως εἰρημένῳ τόνδε τὸν τρόπον· ὁ δὲ διακεντῶν τὰ μὲν πεπονθέναι τῶν ἐν τῷ τόπῳ διασαφεῖ, τὰ δὲ μή· τοῦτο γὰρ ἐγχωρεῖ καὶ διὰ βάθους ἐγγυτάτω γενέσθαι τῶν ὀστῶν καὶ κατὰ τὸ δέρμα κᾀν τῷ μεταξὺ, πάντως τοῦ τοιούτου πόνου διὰ δακνώδη χυμὸν γινομένου, διαβιβρώσκοντα τῶν αἰσθητικῶν τι σωμάτων. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως γεγραμμένον ὡδὶ, σπαράσσων δ’ ἐστὶν ὁ ἐν κόλποις συνιστάμενος,
110
εἰ μὲν τὸ σπαράσσων τὸ οἷον διασπῶν σημαίνει, ψεῦδός ἐστιν, ἥκιστα γὰρ ὑπάρχει τοῦτο τῷ κατὰ τοὺς κόλπους· εἰ δ’ ἄλλο τι καὶ μὴ τοῦτο, πόθεν ἄν τις εὑρεῖν αὐτὸ δυνηθείη; τὰ μὲν δὴ τῆς προγεγραμμένης ῥήσεως Ἀρχιγένους τοιαῦτα.

Μεταβῶμεν δ’ ἐφ’ ἑτέραν, διδάσκουσαν καὶ αὐτὴν ἐκ τῆς τῶν πόνων διαφορᾶς διάγνωσιν τῶν πεπονθότων μορίων· ἔστι δ’ ἡ ῥῆσις ἥδε· ὁ δὲ τοῦ ἥπατος ὅλκιμος, ἐμπεφυκὼς καὶ ναρκώδης ἐστὶ καὶ ἀτειρότερον ἐγκείμενος· ὁ δὲ τοῦ σπληνὸς οὐκ ὀξὺς, βάρος δ’ ἅμα καὶ διάτασιν ἔχει, ἀντεντεινομένῳ πρὸς ἔνθλιψιν καὶ ἀποπίεσίν τινα ἔξωθεν ἐπικειμένην ἐοικώς. νεφροὶ δὲ αὐστηρούς τε τοὺς πόνους ἐπιφέρουσι καὶ μετ’ ἐμμόνου σφίγξεως ἐπινύσσοντας. κύστις δὲ στύφουσι σφόδρα χρῆται τοῖς ἀλγήμασι καὶ σὺν διατάσεσιν νυγματώδεσιν· ὑστέρα δὲ ὀξέσι, διαΐσσουσι, νυγματώδεσι, διατείνουσιν, ἐμπίπτουσι στροφωδῶς· τοιούτῳ μίγματι πέφυκε πονεῖν, καθ’ ὃ καὶ ἀπορίαν τοῦ ἰδιώματος ἐμποιεῖ. ἐν ταύτῃ τῇ ῥήσει πάλιν ὁ

111
Ἀρχιγένης εὐθέως κατὰ τὴν ἀρχὴν ὅλκιμον εἶναί φησι τὸν πόνον τοῦ ἥπατος. ἔστι μὲν οὖν ἄηθες τοὔνομα τοῖς Ἕλλησιν τὸ ὅλκιμον, ὥστ’ οὐδὲ τί σημαίνει ῥᾴδιον εὑρεῖν· ἐκ γὰρ πολλῆς χρήσεως ἡ τῶν σημαινομένων εὕρεσις γίνεται· τοὺς δ’ οὖν χρησαμένους αὐτῷ τὸ γλίσχρον οἶδα δηλοῦντας, ὃ ὥσπερ ὁ ἰξός ἐστιν, ὥστε μέρους λαβόμενον ἕλκειν δι’ αὐτοῦ δύνασθαι τὸ συνεχές. οὕτω δὲ καὶ τὸ σταὶς ὅλκιμον εἴρηται τὸ τῶν πυρῶν, καὶ μάλιστα τὸ κάλλιστα πεφυραμένον· οὐχ ὅλκιμον δὲ τὸ τῶν κριθῶν καὶ τὸ τῆς κέγχρου. τό γε μὴν τοῦ ἥπατος ἄλγημα κατὰ τοῦτο τὸ σημαινόμενον οὔκ ἄν ποτε γένοιθ’ ὅλκιμον, ὥστ’ ἄλλό τι ζητητέον ἡμῖν ἐστιν. εἷς μὲν δή τις τῶν πρεσβευόντων τὴν Ἀρχιγένους αἵρεσιν ὅλκιμον ἔφησεν πόνον εἰρῆσθαι τὸν τοῦ ἥπατος, ἐπειδὴ καθέλκει φλεγμαῖνόν τε καὶ σκληρούμενον τὴν κλεῖν· ἕτερος δὲ τὸ χρονίζον· ἄλλος δὲ τὸ μέτριον· εἰσὶ δ’ οἳ τὸ βραδὺ, τοῦτο δ’ εἶναι τὸ ἀντικείμενον τῷ ὀξεῖ, καί φασι τὸ μὲν κατεπεῖγον καὶ σφοδρὸν, ὡς μηδεμίαν ἀνάπαυλαν ποιεῖσθαι, καλεῖν αὐτὸν ὀξὺ, τὸ δ’ ἐναντίον, ὅπερ ἐστι
112
τὸ βραδὺ, ὅλκιμον εἰρηκέναι· τινὲς δὲ τὸν βάρους ἔμφασιν ἔχοντα φασὶν εἰρῆσθαι ὅλκιμον ἤτοι βαρὺν πόνον· ὀνομάζεσθαι γὰρ ἐν τῇ συνηθείᾳ κατὰ τοῦ βάρους τὴν ὁλκήν. πολλὰ δὲ καὶ ἄλλα διαφόρως ἐξηγούμενοι λέγουσιν οἱ θαυμάζοντες ἃ μηδεὶς νοεῖ. τὸ μὲν οὖν ὅλκιμον ὄνομα, τὸ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως εἰρημένον, ὅτι μηδὲν ἡμᾶς διδάσκει, πρόδηλον ἤδη γέγονεν· ἐπισκεψώμεθα δ’ ἐφεξῆς, τί ποτ’ ἐστὶν ὁ ἐμπεφυκὼς πόνος, ἥπατος ἴδιος εἶναι καὶ αὐτὸς εἰρημένος. ἐμοὶ μὲν δὴ πιθανώτερον εἶναι δοκεῖ, τῷ διαΐσσοντι τὸν ἐμπεφυκότα κατ’ ἐναντίωσιν εἰρῆσθαι πρὸς αὐτοῦ· τί γὰρ ἂν ἄλλο τις ὑπολάβοι; καὶ μὴν εἴ τις ἄλλος πόνος εἰς συμπάθειαν ἄγει πολλὰ τῶν πέριξ σωμάτων, οὕτω καὶ ὁ τοῦ ἥπατος, ὅς γε καὶ μέχρι τῆς κλειδὸς ἐκτείνεται, καὶ δύσπνοιαν ἐπιφέρει πολλάκις, ἐνίοτε δὲ καὶ βῆχα καὶ δυσεντερίαν, εἴς γε μὴν τὰς νόθας πλευρὰς οὐκ ὀλιγάκις ἐναργῶς διικνεῖται· πῶς ἂν οὖν ἀληθῶς λέγοιτο κατὰ χώραν μένειν; ἆρ’ οὖν ἄμεινόν ἐστιν τὸν ἐμπεφυκότα πόνον εἰρῆσθαι δοκεῖν, τὸν οἷον ἐμπεπαρμένον; καὶ μὴν ἥκιστα τοιοῦτός ἐστιν ὁ τοῦ ἥπατος,
113
ὡς ἀρτίως ἐπιδέδεικται. ἐδείχθη δ’ ἔμπροσθεν, ὅτι μηδ’ ὁ ναρκώδης πόνος ἴδιός ἐστι μορίου τινὸς, ἀλλὰ διαθέσεως μᾶλλον· εἰ δὲ δὴ καὶ μορίου τινὸς, οὐδαμῶς ἥπατος, ἀλλ’, εἴπερ ἄρα, τῶν νευρωδῶν σωμάτων. ὁ δ’ ἀτειρῶς ἐγκείμενος μάχεται τῷ ναρκώδει, βίαιός τις ὢν καὶ συνεχής· ἔστι δ’ οὐ τοιοῦτος ὁ τοῦ ἥπατος, ἀλλὰ μᾶλλον βαρύς· οὐ μὴν οὐδὲ ὁ βαρὺς ἴδιος ἥπατος ἐξαιρέτως, ἀλλὰ κοινὸς σπληνὶ καὶ νεφροῖς φλεγμαίνουσιν. ὁ δ’ Ἀρχιγένης οὐκ οἶδα πῶς ἐπὶ μόνου τοῦ σπληνὸς ἐμνημόνευσεν τῆς τοιαύτης ἰδέας τοῦ πόνου, μηδ’ Ἱπποκράτους ἀκούσας εἰπόντος, καὶ ἐς νεφρὸν ὀδύνη βαρεῖα. τοῦτο μὲν οὖν ἔλαττον ἁμάρτημα, μέγιστον δὲ, ὅπερ εἴωθε ποιεῖν, ὀνόματα γράφων ἑτέρων αἰσθήσεων οἰκεῖα, καθάπερ καὶ νῦν ἐπὶ νεφρῶν μὲν τοὺς αὐστηροὺς πόνους, ἐπὶ κύστεως δὲ τοὺς στύφοντας· ἔστι γὰρ ταῦτα χυμῶν ὀνόματα, δι’ ὀργάνου μὲν τῆς γλώττης, αἰσθήσεως δὲ τῆς γευστικῆς διαγινωσκόμενα. γενικώτερον μὲν οὖν τι πρᾶγμα δηλοῦται πρὸς τῆς στῦφον φωνῆς, εἰδικώτερον δὲ 
114
πρός τε τῆς αὐστηρὸν καὶ στρυφνόν· ἄμφω μὲν γὰρ στύφει, μᾶλλον δὲ τὸ στρυφνὸν, οἷόν πέρ ἐστιν ἡ ὀμφακῖτις ὀνομαζομένη κηκίς· αὐστηραὶ δ’ εἰσὶ καὶ ῥοαὶ πολλαὶ καὶ τὰ κυδώνια μῆλα καὶ ἄλλα πάμπολλα τῶν ἐδωδίμων, ἀηδῆ γε μὴν τὰ στρυφνὰ, μὴ ὅτι τὰ φάρμακα μόνον, καθάπερ ὑποκιστὶς καὶ βαλαύστιον καὶ κηκὶς καὶ ῥοῦς, ἀλλὰ καὶ τῶν ἐδωδίμων ὅσα τοιαῦτα. διόπερ οὐδὲ νοῆσαι δυνατόν ἐστιν, ὁποῖόν τινα βούλεται τὸν αὐστηρὸν ἢ τὸν στρυφνὸν εἶναι πόνον ὁ Ἀρχιγένης, οὐ μᾶλλον ἢ τὸν κυανοῦν, ἢ τὸν ἐρυθρὸν, ἢ φαιὸν, ἤ τινα ἄλλον ἀπὸ τῶν χρωμάτων ὀνομαζόμενον. ὅπερ δέ τις ἔλεγεν τῶν Ἀρχιγενείων διδασκάλων, ἐπισκέψασθαι καιρός· ἐδόκει γὰρ αὐτῷ τὰς ἰδιότητας τῶν πόνων ἑρμηνεύειν ὁ Ἀρχιγένης φιλοτιμούμενος, ἀῤῥήτους κατά γε τἀληθὲς οὔσας, εἰς τὴν τοιαύτην ἀτοπίαν ἀφικνεῖσθαι τῶν ὀνομάτων· οὐκ εἰδὼς ὅτι μία μὲν ἑκάστη τῶν ποιοτήτων ἐστὶ ῥητὴ κατά τε τὴν ἁφὴν καὶ τὴν γεῦσιν, ἔνθα δ’ ἅμα πολλαὶ ποιότητες ἐμφαίνονται κατὰ μίαν οὐσίαν, ἐνταῦθα καὶ γενέσθαι συμβαίνει τὴν ἰδιότητα, καὶ μάλιστ’ ἐπὶ τῆς γεύσεως,
115
ὁπόταν, εἰ τύχοι, καὶ πικρότητός τε καὶ γλυκύτητος αὐστηρότητός τε καὶ δριμύτητος ἐμφαίνηταί τι κατὰ μίαν οὐσίαν· ἰδιότης γάρ τις οὕτως γίνεται περὶ τὴν γεῦσιν, ἄῤῥητος μὲν, εἴ τις ἐθέλοι δι’ ἑνὸς ὀνόματος αὐτὴν δηλῶσαι, ῥητὴ δ’, εἰ καθ’ ἑκάστην τῶν ποιοτήτων διέρχοιτο μετὰ τοῦ καὶ τὸ μᾶλλόν τε καὶ ἧττον οὐκ ἀδύνατον εἶναι προσδηλοῦν. οὕτω δὲ καὶ τὰς βοτάνας ἁπάσας τε καὶ τὴν ἄλλην ὕλην ἐδήλωσαν οὐκ ὀλίγοι τῶν ἰατρῶν, ἐξηγούμενοι τῶν ποιοτήτων ἑκάστην, ὅσαι ταῖς ἑρμηνευομέναις οὐσίαις ὑπάρχουσιν. ὥστε καὶ ὁ Ἀρχιγένης, εἰ μὲν ἑνὶ περιλαβεῖν ὀνόματι τὴν ὅλην ἰδιότητα τῆς οὐσίας ἐπεχείρει, παντάπασιν ἀμαθὴς ὑπῆρχεν, ὅπερ οὐ προσήκει λέγειν ἐπ’ Ἀρχιγένους· εἰ δὲ τὰς ἁπλᾶς ποιότητας, αὗται μὲν οὐκ εἰσὶν ἄῤῥητοι, τὸ δὲ ποσὸν ἐν αὐταῖς ἄῤῥητον μὲν ἀκριβεῖ μέτρῳ, ῥητὸν δ’ ὡς ἐν πλάτει. οὔκουν ἔτι χρὴ μηκύνειν, πεφηνυίας σαφῶς τῆς ἰδέας τῶν λόγων ᾗ χρῆσθαι δεῖ τὸν ἑρμηνεύειν ἐπιχειροῦντα τῶν αἰσθητῶν πραγμάτων ὁτιοῦν. ἴδια μὲν γὰρ ἔχομεν ἁπασῶν τῶν ἁπτῶν ποιοτήτων ὀνόματα, καθάπερ γε καὶ τῶν γευστῶν· ἴδια δὲ τῶν
116
ὁρατῶν, ὥσπερ καὶ τῶν ἀκουστῶν, καὶ χρῆσθαι προσήκει πᾶσιν αὐτοῖς, ὡς ἔθος ἐστὶν τοῖς Ἕλλησι, μήτε στύφοντα μήτ’ αὐστηρὸν ὀνομάζοντα πόνον, ἴδιαι γὰρ αὗται χυμῶν προσηγορίαι. καὶ πάμπολλοι πρὸ Ἀρχιγένους ἰατροὶ τὰς διαφορὰς τῶν πόνων γράψαντες οὐκ ἐτόλμησαν ἑτέροις ὀνόμασι χρήσασθαι τῶν συνηθῶν, ἃ καὶ παρ’ αὐτῶν τῶν καμνόντων ἐστὶν ἀκοῦσαι· καὶ γὰρ οὕτως ἀλγεῖν ποτε λέγουσιν, ὡς ὑπὸ βελόνης νύττεσθαι δοκεῖν· οὕτως αὖ πάλιν, ὡς ὑπὸ τρυπάνου τιτρᾶσθαι καὶ θλᾶσθαι δοκεῖν καὶ διασπᾶσθαι καὶ τείνεσθαι καὶ ἀνασπᾶσθαι καὶ κατασπᾶσθαι, καὶ βάρους τινὸς αἴσθησιν ἔχειν, ἐνίοτε μὲν ἐκκρεμαμένου τῶν ὑπερκειμένων, ἐνίοτε δ’ ἐγκειμένου τοῖς περιέχουσιν. τὰ μὲν οὖν τοιαῦτα πάντα συνετὰ, στύφοντες δὲ καὶ στρυφνοὶ καὶ αὐστηροὶ πόνοι τῶν ἀσυνέτων τε ἅμα καὶ ἀχρήστων εἰσίν· ὅπερ ἐχρῆν ἐννενοηκέναι τὸν Ἀρχιγένην, διδάσκειν γε βουλόμενον ἡμᾶς διαγνωστικοὺς γίνεσθαι τῶν πεπονθότων τόπων. εἰ μὴ γὰρ ἐξ ὧν οἱ κάμνοντες αὐτοὶ λέγουσι διαγνωσόμεθα, λῆρος ἂν εἴη μακρὸς ὁ περὶ τῶν ἀλγημάτων λόγος· εἰ δὲ παρ’ ἐκείνων
117
χρὴ πυνθάνεσθαι, τίνα τρόπον ἀλγοῦσι, λέγουσι δ’ οὐδέποτε στρυφνὸν ἢ αὐστηρὸν ἢ ἀτειρὸν ἢ ὅλκιμον πόνον, πάλιν ἄχρηστος τοιαύτη διδασκαλία. καὶ μὲν δὴ καὶ κατ’ ἐκεῖνον τὸν λόγον, ἐν ᾧ φασι τὰς ἰδιότητας τῶν πόνων ἐπιχειρεῖν ἑρμηνεύειν τὸν Ἀρχιγένην, τὸ τῆς τοιαύτης διδασκαλίας ἀδύνατόν τε ἅμα καὶ ἄχρηστον ἐμφαίνεται. πρῶτον μὲν ἄῤῥητός ἐστιν ἡ ἰδιότης πᾶσα κατ’ αὐτούς· εἰ δὲ τοῦτο, πάντως δήπου καὶ ἀδύνατον εἰς διδασκαλίαν ἐλθεῖν, ὡς ἂν μόνοις γινωσκομένην τοῖς αἰσθητῶς αὐτὴν ἐγνωκόσιν. ἔπειτα δὲ καὶ ἄγνωστος ἡμῖν τοῖς μὴ πεπονθόσιν ἐστὶν, εἰ μὴ ἄρα πάντ’ ἔπαθεν ὁ Ἀρχιγένης τὰ τοῦ σώματος μόρια· κᾂν συγχωρηθῇ δὲ τοῦτο, τίς ἂν πιστεύσειεν ὅτι καὶ πάντα τὰ κάθ’ ἕκαστον μόριον ἔπαθεν εἷς ἄνθρωπος; ὑποκείσθω δ’, εἰ βούλει, καὶ τοῦτο, καίτοι γ’ ἀδύνατόν ἐστιν· ἀλλ’ ὅτι κατὰ τὴν μήτραν οὐκ ἔπαθεν ὁ Ἀρχιγένης ἄντικρυς δῆλον· καὶ μὴν καὶ τὰς κατ’ αὐτὴν ἰδιότητας γράφει, μόναις ταῖς πεπονθυίαις γυναιξὶν γιγνωσκομένας· ὥστε με νὴ τοὺς θεοὺς, ἀπορεῖν πολλάκις, ἐκ τίνος ποτὲ λογισμοῦ τὴν ἀλλόκοτον
118
ταύτην ἐπετήδευσεν διδασκαλίαν, ἣν εἰ καὶ ἀληθεύειν τις ὑπόθοιτο, τό γε χρήσιμον οὐχ οἷόν τε συνυποθέσθαι, μηδενὸς τῶν νοσούντων ἑρμηνεύοντος ἃ πάσχει διὰ τῶν Ἀρχιγενείων ὀνομάτων· ἀσᾶσθαι μὲν γὰρ λέγουσι τὸν στόμαχον ἔνιοι τῶν νοσούντων, ὅπερ ἐστιν ἡμῖν διὰ τὸ πεπονθέναι σαφῶς δῆλον· ὥσπέρ γε καὶ τὸ ἀλύειν, καὶ γὰρ καὶ τοῦτο τῷ πεπονθέναι δῆλον· αὐστηρὸν δὲ πόνον, οὐδ’ εἰ πεπονθώς τις εἴη, νοῆσαι δύναται λεγόμενον ὑπ’ Ἀρχιγένους, ὡς ἂν οὐκ εἰδὼς καθ’ ὅτου ποτε πράγματος ἐπιφέρει τοὔνομα. τὸν μὲν γὰρ νυγματώδη καὶ διατείνοντα καὶ τοὺς ὁμοειδῶς αὐτοῖς λεγομένους, ἔτι δὲ μᾶλλον τὸν σφοδρὸν καὶ τὸν ἰσχυρὸν καὶ τὸν βίαιον καὶ τὸν συνεχῆ καὶ τὸν διαλείποντα νοοῦμεν ἅπαντες, ὡς ἂν ὑπὸ συνηθῶν τε τῶν ὀνομάτων ἑρμηνευομένους αὐτούς τε γινομένους ὁσημέραι παμπόλλοις· αὐστηρὸν δὲ καὶ στύφοντα καὶ ἀτειρὸν καὶ ὅλκιμον οὔτε λέγει τις οὔτ’ ἀκούων ἑτέρου λέγοντος νοεῖ. χρὴ δὲ καὶ τὸ πάθος εἶναι κοινὸν καὶ τὴν δηλωτικὴν αὐτοῦ προσηγορίαν συνήθη τοῖς ἀκούουσιν, ὥσπερ ἐπὶ τοῦ θλίβεσθαι τὸν στόμαχον, 
119
ὃ δὴ λέγουσιν πάμπολλοι τῶν ἀνθρώπων. οὕτως γὰρ οἷον ἔξωθέν τινος ἐπικειμένου βαρέος ἡ αἴσθησις ἡμῖν γίνεται πολλάκις ἔν τισι διαθέσεσιν τοῦ στόματος τῆς κοιλίας, ὃ δὴ καταχρώμενοι προσαγορεύουσι στόμαχον οὐχ οἱ πολλοὶ τῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ τῶν ἰατρῶν οἱ δοκιμώτατοι. καὶ μὴν καὶ κατὰ δεξιὸν ὑποχόνδριον ἐν τῷ σφοδρότερον ἀναπνεῖν αἴσθησίς ποθ’ ἡμῖν βάρους γίνεται, κᾀπειδὰν χωρὶς πυρετοῦ συμβῇ τοῦτο, δυοῖν θάτερον, ἢ ἔμφραξίν τινα κατὰ τὸ ἧπαρ ἢ σκιῤῥώδη διάθεσιν, ἢ γένεσιν ἀποστήματος εἶναι λογιζόμεθα, καθάπερ ὅτ’ ἂν φλεγμονὴ ᾖ, πυρετὸν ἐξ ἀνάγκης ἕπεσθαι. πάντα μὲν οὖν τὰ τοιαῦτα καὶ ῥητὰ καὶ σαφῆ καὶ γνώριμα πᾶσι τοῖς πρὸ Ἀρχιγένους ἰατροῖς ἐστιν, ἄνευ τῶν ἀλλοκότων ὀνομάτων διδασκόμενα· τῆς δ’ Ἀρχιγένους διδασκαλίας ἴδιον ἐξαίρετόν ἐστιν οὐ πραγμάτων ὑφήγησις καινῶν, ἀλλ’ ὀνομάτων οὐδὲν πρᾶγμα δηλούντων. τοιούτων ὀνομάτων καὶ τὴν περὶ τῶν σφυγμῶν ἐπλήρωσε πραγματείαν, οὐδ’ αὐτὴν δεομένην μεταφορᾶς
120
ὀνομάτων ἀκύρων, ὡς ἐπεδείξαμεν ἐν τοῖς περὶ σφυγμῶν ὑπομνήμασιν.

Ἐγὼ δ’ ἠξίουν Ἀρχιγένη μετὰ τοσούτους ἰατροὺς γεγονότα προσθεῖναί τι τῇ σαφηνείᾳ τῆς διδασκαλίας, οὐκ ἀφελεῖν τοσοῦτον, ὡς μηδ’ ἡμᾶς αὐτοὺς νοεῖν ἃ λέγει, γεγηρακότας ἐν τοῖς ἔργοις τῆς τέχνης. ὅπερ οὖν ἐκεῖνον ἐχρῆν πεποιηκέναι, τοῦτ’ ἐγὼ πειράσομαι πρᾶξαι, καὶ δεῖξαι μὲν πρῶτον ἐν τῷ καθόλου τὴν μέθοδον ᾗ προσήκει χρώμενον αὐτόν θ’ εὑρίσκειν τοὺς πεπονθότας τόπους, ἑτέροις δὲ τὴν ὁδὸν ὑφηγεῖσθαι. μέθοδος μὲν οὖν ἐστιν, ὡς κᾀν τῷ πρὸ τούτου λέλεκται βιβλίῳ, τοιάδε. πρῶτον ζητῆσαι χρὴ, πότερον ἴδια σημεῖα καθ’ ἕκαστον τόπον, ὅπως ἂν πάσχῃ, δυνατὸν εὑρεῖν ἐστιν, ἢ καθ’ ἕκαστον τῶν παθῶν ἀλλοιοῦται. δεύτερον ἐπὶ τῷδε, πότερον ἑκάστου τῶν παθῶν ἴδια σημεῖά ἐστιν, ἢ καθ’ ἕκαστον μόριον ὑπαλλάττεται, καὶ χρὴ τόπου τε ἅμα καὶ πάθους μνημονεύσαντας λέγειν ἐφεξῆς τὰ σημεῖα· καθάπερ, εἰ τύχοι, φλεγμονῆς τοῦ πνεύμονος, ὅτι δύσπνοια μετὰ στενοχωρήσεως, ὡς πνίγεσθαι δοκεῖν,

121
ἀνακαθίζειν τε διὰ τοῦτ’ ἐπιχειρεῖν, ὅπερ ὀρθόπνοιαν ὀνομάζουσιν· ἀλλὰ καὶ ὅτι θερμῆς αἰσθάνονται τῆς ἐκπνοῆς, καὶ μᾶλλον ὅτ’ ἂν ἐρυσιπελατώδης ἡ φλεγμονὴ συστῇ, διόπερ ἐπὶ πλέον ἐκφυσῶντες παρηγοροῦνται, καὶ πλεῖστον ἀέρα ψυχρὸν εἰσπνεῖν ἐπιθυμοῦσιν, ἀναπτύουσί τε μετὰ βηχὸς κεχρωσμένον τὸ πτύελον ἄλλοτ’ ἄλλῳ χρώματι· καὶ γὰρ ἐρυθρὸν ἐνίοτε καὶ ξανθὸν καὶ πυῤῥὸν ἀφρῶδές τε καὶ μέλαν καὶ πελιδνὸν φαίνεται· καὶ μέντοι καὶ βάρους τινὸς ἐγκειμένου τῷ θώρακι πολλάκις αἰσθάνονται, καὶ διήκει εἰς αὐτὸν ἐκ τοῦ βάθους ἄλγημα κατά τε τὸ στέρνον καὶ τὴν ῥάχιν· ἔτι τε πρὸς τούτοις ὀξέως μὲν πυρέττουσι, σφυγμὸν δὲ ἔχουσιν ὁποῖον ἐν τοῖς περὶ σφυγμῶν εἴπομεν. οὕτω δὲ κᾀπὶ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ἐπειδὰν φλεγμαίνῃ, πυρετὸς μὲν ὀξὺς ἅμα τῷ ἰδιώματι τῶν λελεγμένων σφυγμῶν κατὰ τὴν περὶ τῶν σφυγμῶν πραγματείαν, ἄλγημα δὲ νυγματῶδες ἅμα δυσπνοίᾳ καὶ πτυέλῳ κεχρωσμένῳ παραπλησίως τοῖς περιπνευμονικοῖς ἐπιφαίνεται τὰ πολλά. τὸ μὲν οὖν δυσπνοεῖν ἀμφοτέροις τοῖς πάθεσιν, διὰ τὸ πεπονθὸς μόριον
122
ἀναπνευστικὸν ὑπάρχειν, ἐξ ἀνάγκης ἕπεται· τὸ δὲ πυρέττειν διά τε τὸ πάθος γίνεται καὶ τὴν θέσιν· ἐγγὺς μὲν τῆς καρδίας ὅ τε ὑπεζωκὼς καὶ ὁ πνεύμων, θερμὸν δὲ πάθος ἡ φλεγμονή. οὕτω δὲ καὶ τὸ βήττειν μὲν ὡς ἀναπνευστικοῖς ὑπάρχει, τὸ δὲ ἀναπτύειν τι διὰ τὸ πάθος γίνεται· δέδεικται γὰρ ἐξ ἐπιῤῥοῆς αἵματος φλεγμονὴ πᾶσα γινομένη, διόπερ ἐὰν μὲν χολωδέστερον ᾖ τὸ αἷμα, ξανθὸν, ἢ ὠχρόν ἐστι τὸ πτυόμενον· ἐὰν δὲ φλεγματικώτερον, ἀφρῶδές τε καὶ λευκόν· ἐὰν δὲ μελαγχολικώτερον, ἤτοι μέλαν, ἢ πελιδνόν· ἐὰν δὲ μηδὲν τούτων, ἐρυθρόν. ἔτι δὲ τῇ μὲν πλευρίτιδι πλεονάκις τὸ χολωδέστερον, τῇ δὲ περιπνευμονίᾳ τὸ φλεγματικώτερον πτύσμα συνέπεται· δέδεικται γὰρ ἡμῖν καὶ περὶ τούτου. τὸ δὲ διὰ τῆς τραχείας ἀρτηρίας ἀναφέρεσθαι τὰ περιττώματα τῶν φλεγμαινόντων μορίων διά τε τὴν θέσιν αὐτῶν γίνεται καὶ διάπλασιν· ἐκροὴν γὰρ ἔχουσι ταύτην μόνην. γαστρὶ δὲ διττοὶ μὲν πόροι, μᾶλλον δ’ ἐπιπολάζει τε καὶ ἀνεμεῖται τὰ κατ’ αὐτὴν μοχθηρὰ, τὰ δ’ ἐκ τῶν ἐντέρων διαχωρεῖται· καθάπερ γε τὰ μὲν ἐκ νεφρῶν καὶ κύστεως οὐρεῖται,
123
τὰ δ’ ἐξ ἐγκεφάλου διὰ ῥινῶν μὲν μάλιστα, ποτὲ δὲ καὶ διὰ οὐρανίσκου καὶ ὑπερῴας καὶ ὤτων ἐκκενοῦται. τὰ γνωρίσματα οὖν τῶν πεπονθότων τόπων ἀπὸ συμπτωμάτων εἰσὶν, ἀπό τε τῆς βεβλαμμένης ἐνεργείας καὶ τῆς τῶν ἐκκρινομένων ποιότητος, ἔτι δὲ τῶν παρὰ φύσιν ὄγκων, ἢ ἀλγημάτων, ἢ ἀχροίας τινὸς ἑπομένης, ἤτοι δι’ ὅλου τοῦ σώματος, ἢ καθ’ ἕν τι μόριον, ἢ δύο, μάλιστ’ ὀφθαλμούς τε καὶ γλῶτταν· ἔξωθεν δὲ τούτων ἐστὶ τὰ κατὰ τὴν ἰδίως ἂν ὀνομασθεῖσαν, εἴ τις βούλοιτο, συμπάθειαν, ὡς ἐν τῷ πρώτῳ λέλεκται γράμματι. νυνὶ δέ μοι καιρὸς εἶναι δοκεῖ γυμνάσαι τοὺς ἑταίρους, ὧν ἀξιωσάντων γράφεται ταῦτα. γυμνάσιον δ’ ἅπαν γίνεται διὰ τῶν κατὰ μέρος ὑπὸ τὴν αὐτὴν μέθοδον ἀγομένων. ἔστι δὲ χρησιμώτατον, ὡς πολλάκις ἐπιδέδεικταί μοι, τὸ τοιοῦτο τῆς διδασκαλίας εἶδος, ὡς αἵ γε μέθοδοι μόναι γνωσθεῖσαι χωρὶς τοῦ πολυειδῶς γυμνάσασθαι κατ’ αὐτὰς ἀδυνατοῦσι τελείους ἐργάσασθαι τοὺς μανθάνοντας. ἄνωθεν μὲν οὖν εἰπόντες τὴν μέθοδον, ἐπὶ τὸ γυμνάσιον ἴωμεν. ἐπισκέπτεσθαι χρὴ πρῶτον μὲν, εἴ τις 
124
ἐνέργεια βέβλαπται, σὺν αὐτῇ γὰρ ἀνάγκη πεπονθέναι τὸ τῆς ἐνεργείας ἴδιον ὄργανον. εἶθ’ ἑξῆς εἴπερ εὕροις βεβλαμμένην τὴν ἐνέργειαν, ἐπὶ τὸν τρόπον τῆς βλάβης ἀφικόμενος ἐπισκέπτου, τίνος ἐστὶ πάθους ἴδιον. ἐπὶ τοῖσδε σκόπει τὸ πεπονθὸς μόριον, εἴ τιν’ ὄγκον ἢ ἄλγημα διασημαίνει, μὴ παρέργως, ἀλλὰ μετὰ τοῦ συνεπισκοπεῖσθαι τὸ καθ’ ἕκαστον αὐτῶν εἶδος· ἔμαθες γὰρ οὐ μόνον ὄγκων ἰδέας πλέονας, ἀλλὰ καὶ τῶν ἀλγημάτων. εἶτ’ ἐπισκόπει τὰ περιττώματα τοῦ πεπονθότος μορίου, διὰ τίνος ἐκκενοῦται πόρου, θεώρει τε μή τι τῆς οὐσίας τοῦ πεπονθότος ἐκκρίνεται μορίου· καὶ μετὰ ταῦτα, πότερον ἄπεπτά ἐστι παντελῶς, ἢ μετρίως πέττεται τὰ περιττώματα αὐτοῦ· κᾄπειτα τίνων μὲν ἐξ αὐτοῦ συναπολαύει τὸ πᾶν σῶμα, τίνων δ’ ἐξαιρέτως μόρια ἄττα, τὰ μέν τι κατὰ τὴν ἐνέργειαν αὐτῶν, τὰ δὲ κατὰ τὴν χρόαν ἢ σχῆμα. φέρε γάρ τινα καθ’ ὃν ἀναπνεῖ καιρὸν ἀλγεῖν ἐν τῷ κατὰ τὰς νόθας πλευρὰς τόπῳ· μὴ προπετῶς ὑπολάβῃς τοῦτον εἶναι πλευριτικὸν, ἀλλὰ πρῶτον μὲν, εἰ ἀναπτύει τι βήττων, ἄθρει· κεχρωσμένον γὰρ, ὡς εἴρηται, θεασάμενος,
125
ἐρεῖς εἶναι πλευριτικόν· εἰ δὲ μηδ’ ὅλως ἀναπτύει βήττων, δύναται μὲν εἶναι καὶ οὗτος πλευριτικὸς, ἄπεπτον δὲ καὶ στεγνὴν ἱκανῶς ἔχων τὴν φλεγμονὴν, ὡς μηδὲν ἔξω χαλᾷν· ἐγχωρεῖ δὲ καὶ δι’ ἥπατος φλεγμονὴν ἀλγεῖν αὐτὸν ἐν τῷ λεγομένῳ χωρίῳ· τεινομένων γὰρ εἴσω τῶν ἀρτημάτων, οἷς ἤρτηται πρὸς τὰς πλευρὰς ἐπ’ ἐνίων τὸ ἧπαρ, εἰς τὸν ὑπεζωκότα συμβαίνει τὴν ὀδύνην ἐξήκειν. ἀλλά γε σφυγμὸς οὐδὲν ὅμοιον ἔχων ἐστὶν ἐπὶ φλεγμοναῖς ἥπατός τε καὶ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, οὐ μὴν οὐδὲ τὰ διὰ τῆς γαστρὸς ἐκκρινόμενα παραπλήσια· πλὴν οὐκ ἀεὶ ταῦτα συνυπάρχει φλεγμοναῖς ἥπατος, ἀλλ’ ἐν τοῖς καλουμένοις ἰδίως ἡπατικοῖς πάθεσιν. οὐδὲν οὖν χεῖρον ἐφ’ ὧν μηδὲν ἐκκρίνεται γνώρισμα, διὰ τῆς ἁφῆς ἐπισκοπεῖσθαι τὸ δεξιὸν ὑποχόνδριον, κᾂν μηδεὶς ὄγκος εὑρίσκοιτο, μηδ’ οὕτως ἀφίστασθαι· δύναται γὰρ ἐν τοῖς σιμοῖς ἡ φλεγμονὴ μόνοις εἶναι, δύναται δὲ καὶ κατὰ τὰ κυρτὰ μὲν, ἀλλ’ οὐ πάντα, μόνα δ’ ὅσα κατακρύπτουσιν αἱ νόθαι πλευραί. μέγιστον οὖν ἀναπνεῖν ἐν τῷδε κελεύειν τὸν κάμνοντα, καὶ πυνθάνεσθαι μή τινος
126
αἰσθάνεται βάρους, ἤτοι γ’ ἐκκρεμαμένου τῶν ὑπερκειμένων, ἢ ἐγκειμένου τοῖς περιέχουσιν· ἔστιν ὅτε γε μὴν οἷς ἐνταῦθά ἐστιν ὁ παρὰ φύσιν ὄγκος, οὗτοι δυσπνοοῦσι τῇ στενοχωρίᾳ τῶν φρενῶν, ἐρεθίζονταί γε καὶ πρὸς βραχείας βῆχας. βέβαιον οὖν ἐπὶ τῶν τοιούτων ἐστὶ σημεῖον εἰς διάγνωσιν ὁ σφυγμὸς μὲν ἐν ἅπαντι τῷ χρόνῳ τοῦ νοσήματος, ἐπὶ προήκοντι δ’ αὐτῷ καὶ τἄλλα συμπτώματα. καὶ γὰρ ἡ τῆς γλώττης ἀλλοιοῦται χρόα καὶ ἡ παντὸς τοῦ σώματος ἐπὶ ταῖς τοῦ ἥπατος κακοπραγίαις· ὥσπερ αὖ πάλιν αἱ βῆχες αὐξάνονται, τῶν κατὰ θώρακα πασχόντων, ἐπιφαίνεταί τε πάντως ἐν τῷ χρόνῳ τὰ μετὰ τῆς βηχὸς ἀναπτυόμενα. καθάπερ οὖν ἡ δύσπνοια χωρὶς μὲν τοῦ πάσχειν τι τῶν ἀναπνευστικῶν μορίων ἢ ὀργάνων ὁπωσοῦν οὐ δύναται γενέσθαι, συμβαίνει δ’ ἐνίοτε νόσημα μηδὲν ἴδιον ἐν αὐτοῖς ὑπάρχειν, ἀλλ’ ἤτοι κατασπωμένου τοῦ διαφράγματος ἤ θλιβομένου δυσπνοεῖν τὸν ἄνθρωπον, οὕτως ἔχει κᾀπὶ τοῦ τὸ τῆς ψυχῆς ἡγεμονικὸν ἐν ἑαυτῷ περιέχοντος τόπου· κατὰ τοῦτον γὰρ ἐπιστήμης τε καὶ δόξης ἁπάσης τε διανοήσεως συνισταμένης,
127
ὅταν φαίνηταί τι τούτων βεβλαμμένον, εὐθέως ὑπολαμβάνομεν ἔν τινι πάθει κᾀκεῖνο ὑπάρχειν, ὅπου γε κᾂν ἐν πλευρίτιδι, κᾂν ἐν περιπνευμονίᾳ παραφρονήσῃ τις, οὐδείς φησι διὰ τὴν πλευρὰν ἢ τὸν πνεύμονα γεγονέναι τὸ σύμπτωμα, πάντες δ’ ἡγοῦνται συμπεπονθέναι τὸ μόριον ἐκεῖνο, καθ’ ὃ τῆς ψυχῆς ἐστι τὸ ἡγεμονικὸν, καὶ ζητοῦσί γε τὸν τρόπον τῆς συμπαθείας ὁμολογοῦντα δεῖξαι τοῖς ἰδίοις δόγμασιν· ἐπ’ ἄλλων δὲ παθῶν οὐ συμπαθεῖν, ἀλλὰ πρωτοπαθεῖν φασιν αὐτὸν, ὥσπερ ἐν ληθάργῳ καὶ φρενίτιδι· πανταχόθεν μέν τοι πάσχειν, ἔνθα τῶν ἰδίων τις ἐνεργειῶν αὐτοῦ βέβλαπται λέγω δ’ ἰδίας ἐνεργείας, ἃς δι’ οὐδενὸς ἄλλου μορίου ποιεῖται, καθάπερ δι’ ὀργάνου· κατὰ μὲν γὰρ τὸν ἀληθῆ λόγον καὶ βλέπειν αὐτὸ τοῦτο καὶ ἀκούειν ὑποληπτέον, ἀλλὰ δι’ ὀφθαλμῶν μὲν βλέπειν, δι’ ὠτῶν δ’ ἀκούειν· ἐννοεῖν μέντοι καὶ μεμνῆσθαι καὶ λογίζεσθαι καὶ προαιρεῖσθαι, μήτ’ ὀφθαλμοῖς ἔτι μήτ’ ὠσὶ μήτε γλώττῃ μήτ’ ἄλλῳ τινὶ προσχρώμενον· ἀλλ’ εἰ μὲν οὕτως ἐστὶ τὸ μόριον τοῦτο τῆς ψυχῆς ἐν τῷ περιέχοντι σώματι, καθάπερ ἡμεῖς ἐν οἴκῳ τινὶ, τὴν μὲν ἀρχὴν ἂν ἴσως
128
οὐδ’ ὑπονοήσαιμεν αὐτὸ βλάπτεσθαί τι πρὸς τοῦ χωρίου· θεασάμενοι δὲ βλαπτόμενον ἐζητήσαμεν ἂν ὅπως βλάπτεται· εἰ δ’ ὡς εἶδός τι τοῦ σώματός ἐστιν ἀχώριστον αὐτοῦ, συνεχωρήσαμεν ὑπὸ τῆς τοῦ δεδεγμένου σώματος ἀλλοιώσεως βλάπτεσθαι· διαστάντων δὲ τῶν φιλοσόφων περὶ αὐτοῦ, καὶ τῶν μὲν ὡς ἐν οἰκήματι περιέχεσθαι φασκόντων αὐτὸ, τῶν δ’ ὡς εἶδος, ὅπως μὲν βλάπτεται, χαλεπὸν εὑρεῖν, ὅτι δὲ βλάπτεται, τῇ πείρᾳ μαθεῖν ἔστι. ἐπί τε γὰρ τῶν ἀνατιτραμένων τὸ κατεαγὸς ὀστοῦν τῆς κεφαλῆς, εἴ τις βιαιότερον ἐπιθλίψειεν, ἀναίσθητοί τε παραχρῆμα καὶ ἀκίνητοι γίνονται, καὶ εἰ φλεγμονή τις ἐπιγένοιτο, καὶ ταῦτα μὲν ἔστιν ὅτε συμβαίνει· ἡ τῆς διανοίας οὖν βλάβη γίνεται διὰ παντός. ἐγκαυθέντες δὲ σφοδρῶς τὴν κεφαλὴν οὐκ ὀλίγοι παρεφρόνησαν· ἰσχυραῖς τε πληγαῖς εἰς αὐτὴν γενομέναις ἐν τῷ παραχρῆμα πολλάκις ἠκολούθησε κάρος· ἕτερά τε πολλὰ τοιαῦτα παθήματα περὶ τὴν κεφαλὴν συνιστάμενα σαφῶς φαίνεται βλάπτοντα τὴν διάνοιαν, ὥστε καὶ τοὺς ἰδιώτας, ὅτ’ ἂν παραφρονῇ τις, ἢ ὅλως ὁτιοῦν πάσχῃ κατὰ τὴν διάνοιαν,
129
ἀξιοῦν προνοεῖσθαι τῆς κεφαλῆς. ὅτι μὲν οὖν ἀληθέστατόν ἐστι, τὸ κατάρχον αἰσθήσεώς τε καὶ κινήσεως τῆς καθ’ ὁρμὴν ἐν ἐγκεφάλῳ καθιδρῦσθαι, καὶ ὅτι τούτου σκεπάσματ’ εἰσὶν αἱ μήνιγγες, ἐν ἑτέροις ἐπιδέδεικται· νυνὶ δ’ ὅπως ἄν τις χωρίσειε τὰ κατὰ πρωτοπάθειαν αὐτῷ συμβεβηκότα τῶν κατὰ συμπάθειαν, ἐπισκεπτέον· ἴδιόν τε γὰρ τοῦτο τῆς προκειμένης πραγματείας, ἥ τε χρεία πρόδηλος, εἴ γε πρῶτον ἁπάντων ἐστὶν ὡς πρὸς τὰς ἰάσεις ἐπίστασθαι, τίνι χρὴ μορίῳ προσφέρειν τὰ βοηθήματα. πρὶν μὲν γὰρ ἰδίαν τινὰ διάθεσιν ἐν ἐγκεφάλῳ γενέσθαι, κατὰ τὸ συμπάσχειν μόνον αὐτοῦ βλαπτομένου, θεραπευθέντος τοῦ πρωτοπαθοῦντος, οὐδὲν ἂν ἔτι καταλείποιτο τούτῳ σύμπτωμα· γενομένης δέ τινος ἐν αὐτῷ μονίμου διαθέσεως ἐκ τῆς συμπαθείας, οὐ τῷ πρωτοπαθήσαντι μόνῳ τὰ βοηθήματα χρὴ προσφέρειν, ἀλλὰ καὶ τῇ κεφαλῇ· δι’ αὐτὸ δὲ τοῦτο καὶ τὸ διορίζειν ἀκριβῶς, εἴτ’ ἐγκέφαλός ἐστιν ὁ πρωτοπαθῶν, εἴτε μήνιγγες, οὐ μεγάλην ἔχει τὴν χρείαν, ἑκατέρως τῇ κεφαλῇ προσφερομένων τῶν βοηθημάτων. οὔκουν τοῦτο χρὴ μάλιστα σπουδάζειν, ἀλλὰ 
130
τὴν οὐσίαν τοῦ νοσήματος εὑρίσκειν, ὁποία τίς ἐστιν. εἰ μὲν γὰρ ὑγρὸν εἴη, ξηραίνειν αὐτὸ προσῆκεν· εἰ δὲ ξηρὸν, ὑγραίνειν· οὕτω δὲ καὶ τὸ μὲν ψυχρὸν θερμαίνειν, τὸ δὲ θερμὸν ψύχειν. ἔτι δὲ καὶ εἰ κατά τινα συζυγίαν πεπόνθοι, διὰ τῆς ἐναντίας συζυγίας αὐτὸ θεραπεύειν προσήκει, τὸ μὲν ξηρὸν καὶ θερμὸν ὑγραίνοντα καὶ ψύχονται, τὸ δ’ ὑγρὸν καὶ ψυχρὸν ξηραίνοντα καὶ θερμαίνοντα, κᾀπὶ τῶν λοιπῶν δυοῖν συζυγιῶν ἀνάλογον· οὕτω δὲ κᾀπὶ τῶν ἄλλων ἁπάντων νοσημάτων πράττειν, ὧν ἑκάστου τὴν ἰδέαν ἐν τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς ἐδήλωσα γράμματι. παραπλησίας οὖν τῆς θεραπείας γενομένης ἐπὶ τοῖς αὐτοῖς νοσήμασιν ἐγκεφάλῳ τε καὶ μήνιγξι, λογικὴ μᾶλλον ἡ ζήτησίς ἐστιν ἤπερ εἰς τὰς ἰάσεις χρήσιμος, ἐν ὁποτέρῳ τὸ ἡγεμονικόν· οὐ μὴν εἴ γε κατὰ τὴν καρδίαν ἐστὶν, ἀλλ’ ὅλῳ τῷ πράγματι διαφέρουσα. φέρε γὰρ ὑπὸ χολῆς ξανθῆς γίνεσθαι τὴν φρενῖτιν ἐν τῷ σώματι τῆς καρδίας ἀθροισθείσης τε καὶ διασαπείσης, ἆρ’ οὐ ληρεῖν ἂν δόξειεν ὁ καταντλεῖν κελεύων ὀξυῤῥοδίνῳ τὴν κεφαλὴν, ἐνὸν, εἴπερ ἴαμα τὸ φάρμακον τοῦτο τῆς τὴν φρενῖτιν
131
ἐργαζομένης αἰτίας ἐστὶ, μὴ κεφαλῆς, ἀλλὰ θώρακος αὐτὸ καταχεῖν, μηδὲ τούτου παντὸς, ἀλλὰ κατ’ ἐκείνου μόνου τοῦ μέρους, ἔνθαπερ ἡ καρδία τέτακται; ταῦτα μὲν οὖν καλῶς ἡμῖν προδιώρισται, καὶ τὸ μὴ μόνον ἐπισκοπεῖσθαι τὸν πεπονθότα τόπον, ἀλλὰ καὶ τὴν βλάπτουσαν αἰτίαν αὐτόν. οἷον εὐθέως, ἔστι μὲν δή που καὶ ἡ παραφροσύνη σύμπτωμα τῆς κατὰ τὸν παραφρονοῦντα τόπον ἐνεργείας· ἔστι δὲ καὶ τὸ κῶμα καὶ ὁ κάρος, ἀλλ’ ὑπὸ τῆς ἐναντίας αἰτίας γίνεται. τὰς μὲν γὰρ ἀγρυπνίας τε καὶ παραφροσύνας θερμὸν τὴν δύναμιν αἴτιον ἐργάζεται· τὰ δ’ ὑπνώδη τε καὶ κωματώδη καὶ καρώδη πάθη πάντα ψυχρᾶς αἰτίας ἐστὶν ἔγγονα. καὶ τοῦτ’ ἔνεστί σοι καταμαθεῖν ἐναργῶς ἀπὸ τῶν φαρμάκων πρῶτον. ὅσα μὲν γὰρ αὐτῶν ἐστιν ψυχρὰ, ναρκοῖ καὶ καροῖ, τὰ θερμὰ δ’ ἔμπαλιν ἀγρύπνους τε καὶ πολυκινήτους ἐργάζεται. καὶ τί δεῖ μνημονεύειν ἰσχυρῶν φαρμάκων, ὁρῶντας ὁσημέραι τὰς μὲν θριδακίνας καὶ τὰ τῶν ποτίμων τε καὶ θερμῶν ὑδάτων λουτρὰ καὶ οἴνου πόσιν ὕδατι μετρίως κραθέντος ὕπνον ἐργαζόμενα, καθάπερ γε καὶ τἄλλ’ ὅσα
132
πέφυκεν ὑγραίνειν τε καὶ ψύχειν, τὰ δ’ ἐναντία πάντα τὰς ἀγρυπνίας; κατὰ τοῦτό γέ τοι καὶ ἡ λεπτὴ δίαιτα καὶ ὁ ἄκρατος οἶνος ἀγρυπνητικά· πολὺ δὲ δὴ μᾶλλον, ὅταν ὁ ἄκρατος οἶνος ᾖ φύσει θερμὸς, ἢ παλαιὸς ἱκανῶς, οἷόν τι συνέβη καὶ παρ’ ἡμῖν ποτε ἐν Περγάμῳ, καὶ κάλλιόν γ’ αὐτὸ διηγήσασθαι δέ. γραμματικοῦ μὲν ἦν τὸ παιδάριον ἐκεῖνο· καθ’ ἑκάστην δ’ ἡμέραν εἰς τὸ βαλανεῖον ἀπιὼν ὁ γραμματικὸς ἅμ’ ἑτέρῳ παιδὶ, κατέλειπεν ἔνδον ἐγκλείων αὐτὸ, χάριν τοῦ φυλάττεσθαί τε τὰ κατὰ τὴν οἰκίαν καὶ εὐτρεπίζεσθαι τὰ πρὸς τὴν ἐδωδήν. ἀλλὰ διψῆσάν γέ ποτε σφοδρῶς, εἶτ’ ἔνδον οὐκ ἔχον ὕδωρ, ἐξέπιεν οἴνου παλαιοῦ δαψιλές· ἐντεῦθέν τε τοῦ λοιποῦ χρόνου παντὸς ἄγρυπνον ἦν, ὕστερον δὲ καὶ πυρέξαν ὑπό τε τῶν ἀγρυπνιῶν καὶ τῆς ἐπιγενομένης ἐν αὐτῷ παραφροσύνης διεφθάρη. καὶ τὰ ψυχρότερα δὲ τῶν ζώων ἐν τῷ χειμῶνι φωλεύει διὰ τὴν ψύξιν, ὅμοια νεκροῖς κείμενα· καὶ τὰς ἐχίδνας ἔστιν ἰδεῖν τηνικαῦτα μηδ’ εἰ ταῖς χερσὶν ἀνελόμενος βαστάζοις, δακνούσας, ὡς ἔν γε τῷ θέρει καὶ τοῦτο τὸ ζῶον καὶ οἱ ἄλλοι πάντες ὄφεις, μάλιστ’
133
ἐν τοῖς ὑπὸ κύνα καύμασιν, ὅταν ἐγκαυθῶσι σφοδρῶς, ἐοίκασιν μαινομένοις, ἡσυχάζειν οὐδ’ ἐπὶ βραχὺ δυνάμενοι. τοῦτο γοῦν αὐτὸ θεασάμενος αὐτῶν καὶ ὁ Νίκανδρος ἔγραψεν περὶ τοῦ κεγχρίνου,

  • Μὴ σύ γε, θαρσαλέος περ ἐὼν, θέλε βήμεναι ἄντην
  • Μαινομένου κεγχρίνου.
  • περὶ μὲν δὴ τούτων ἐν ἄλλοις ἐπὶ πλέον εἴρηταί τε καὶ δέδεικται τὸ μὲν θερμὸν αἴτιον εἰς τὰς κινήσεις ἐπεγεῖρον, ἀγρυπνίας τε διὰ τοῦτο παρέχον, τὸ δὲ ψυχρὸν ἀργὸν μὲν εἰς τὰς κινήσεις, ὕπνου δὲ καὶ κώματος ἐργαστικόν. ἀλλ’ ὅ γε ταῦτα γινώσκων, ὅταν ἄνθρωπον ἴδῃ, κατὰ μὲν τὰς ἀκμὰς τῶν διακαῶν πυρετῶν ἀγρυπνοῦντά τε καὶ παραφρονοῦντα, κατὰ δὲ τὰς παρακμὰς κοιμώμενόν τε καὶ κατανοοῦντα, λογιεῖται τῆς κεφαλῆς μὲν αὐτῆς οὐδεμίαν εἶναι διάθεσιν ἰδίαν, ὑπό τε τῆς κατὰ τὸν πυρετὸν θέρμης ἐκπυρούσης αὐτὴν παραφροσύνην ἐργάζεσθαι. οὕτω δὲ καὶ τὰ κατὰ περιπνευμονίαν καὶ πλευρῖτιν, ὅταν ἐν τοῖς πυρετοῖς αὐτῶν εἰς ἀκμὴν ἥκουσιν ἕπηται παραφροσύνη, τῆς κεφαλῆς

    134
    αὐτῆς ἴδιον οὐκ ἔστι πάθημα· τῷ μονίμῳ γὰρ ἐχρῆν τεκμαίρεσθαι τὸ τοῦ μέρους ἴδιον πάθος, ὅθεν εἰ καὶ πλευριτικῷ τινι μόνιμος ἐπιγένηται παραφροσύνη, νοσεῖν ἤδη λογίζου τὴν κεφαλὴν αὐτῷ νόσον ἰδίαν, ὥστε κᾂν καταστῇ τὸ τῆς πλευρᾶς πάθος, ἐνδέχεσθαι μεῖναι τὸ τῆς κεφαλῆς· καὶ γὰρ τὸν ἐφ’ ἕλκει βουβῶνα πολλάκις εἴδομεν ἐπιμένοντα ἔτι, θεραπευθέντος τοῦ ἕλκους. ὅταν οὖν ἕτερον ἑτέρῳ τῷ πρώτῳ πάσχοντι παροξυνομένῳ μὲν σφοδρῶς ἐπιγένηται, παύηται δὲ μειουμένῳ, κατὰ συμπάθειαν αὐτὸ τεκμαίρου πεπονθέναι. κοινὸν μὲν τοῦτο τεκμήριον ἕν· ἴδιον δ’ ἐπὶ τῶν κατὰ τὸν ἐγκέφαλον, ὡς εἴρηται, τὸ μὴ παραμένειν ἀεὶ τὴν παραφροσύνην, ἀλλὰ τῷ μεγέθει τῶν πυρετῶν ἕπεσθαι. κατὰ δὲ τὸν αὐτὸν λόγον ἐν εἰσβολαῖς παροξυσμῶν πυρετοῦ καρώδεις τινὲς ἢ κωματώδεις γίνονται, ψυχομένου σφοδρῶς ἐν ἐκείνῳ τῷ καιρῷ τοῦ ἐγκεφάλου, διὰ τὸ προπαρεσκευάσθαι πως αὐτὸν εἰς ἑτοιμότητα βλάβης τοιαύτης, ἤτοι δυσκρασίαν μὲν ἔχοντα ψυχρὰν, οὐ μὴν τοσαύτην γε, ὡς ἡ τῶν εἰρημένων συμπτωμάτων αἰτία δύναται γενέσθαι μόνη· προσελθούσης
    135
    δὲ κατὰ τὴν ἀρχὴν τοῦ παροξυσμοῦ, μέγεθος ἕξει τηλικοῦτον, ὡς καταφορὰν ἢ κάρον ἐργάζεσθαι· γίνεται μὲν οὖν, ὡς ἔφην, τοῦτο κατὰ δυσκρασίαν ψυχράν· γίνεται δέ καὶ διὰ φλεγματικὸν χυμὸν ἀθροισθέντα κατὰ τὸν ἐγκέφαλον.