De locis affectis

Galen

Galen, De locis affectis

Τόπους ὀνομάζουσι τὰ μόρια τοῦ σώματος οὐχ οἱ νεώτεροι μόνον, ἀλλὰ καὶ τῶν παλαιῶν ἰατρῶν οὐκ ὀλίγοι, σπουδάζουσί τε διαγινώσκειν τὰ κατ’ αὐτοὺς πάθη, διότι καὶ τὴν θεραπείαν ὑπαλλάττεσθαι συμβαίνει κατὰ τὰς διαφορὰς αὐτῶν. ὁπόσον μὲν οὖν τι τὸ πρὸς τὰς ἰάσεις ἐστὶ χρήσιμον ἐκ τῆς τοιαύτης γνώσεως, ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ δηλοῦται· νυνὶ δὲ μόνον, ὅπως ἄν τις διαγινώσκοι τὰ πάσχοντα μόρια, πρόκειται σκοπεῖσθαι. τὰ μὲν οὖν ἐπιπολῆς ἑτοίμως ὑποπίπτει ταῖς

2
αἰσθήσεσιν ἅμα ταῖς ἰδέαις τῶν παθῶν· ὅσα δ’ ἐν τῷ βάθει κατακέκρυπται, γεγυμνασμένου δεῖται τὸν λογισμὸν ἀνδρὸς ἔν τε ταῖς ἐνεργείαις τῶν μορίων καὶ χρείαις, οὐχ ἥκιστα δὲ κᾀν τῇ προηγουμένῃ τούτων ἀνατομῇ, ἥτις ἐδίδαξεν ἡμᾶς ἄλλᾳ τε πολλὰ καὶ τῆς οὐσίας ἑκάστου τὴν ἰδιότητα. σῶμα γοῦν τι χονδρῶδές ἐστι κατὰ τὰς τοῦ πνεύμονος τραχείας ἀρτηρίας, ὃ καλοῦσι βρογχίον, οὗ τὴν ἰδιότητα μόνοις τοῖς τεθεαμένοις ὑπάρχει γιγνώσκειν. ὅταν μὲν οὖν ποτε τοῦτο μετὰ βηχὸς ἀναπτυσθῇ, μέγιστον ἕλκος ἐξ ἀναβρώσεως ἢ σηπεδόνος ἐν πνεύμονι λογιζόμεθ’ ὑπάρχειν. ἔστι μὲν γὰρ καὶ καθ’ ὅλον τὸν τράχηλον, ἐν τῷ μεταξὺ φάρυγγός τε καὶ πνεύμονος, ἡ τοιαύτη φύσις τοῦ σώματος· ἀλλ’ οὐχ οἷόν τε τηλικαύτην ἕλκωσιν ἐνταυθοῖ γενέσθαι· φθάσει γὰρ ἀποθανεῖν τὸ ζῶον· ἐν δὲ τῷ πνεύμονι δυνατὸν, ὡς ἂν σηπομένου τε τοῦ σπλάγχνου δι’ ὑγρότητα ῥᾳδίως, ὑπό τε μοχθηρῶν χυμῶν ἑτοίμως ἀναβιβρωσκομένου, τῶν τε βρογχίων ἐν αὐτῷ σμικρῶν ὑπαρχόντων· οὐδὲ γὰρ οὐδὲ μόριον αὐτῶν ἀποσαπῆναι δυνατὸν, ἀλλ’ ὅλον ἀνενεχθῆναι τὸ βρογχίον
3
ἀναγκαῖόν ἐστιν, τῶν συναπτόντων αὐτὸ τοῖς συνεχέσιν ὑμενωδῶν δεσμῶν ἀπολυθέντων, οἵτινες πάσχουσι πολὺ πρότερον τῶν βρογχίων αὐτῶν· τὰ μὲν γὰρ χονδρώδη τέ ἐστι καὶ σκληρὰ καὶ παχέα, λεπτοὶ δὲ καὶ ἀσθενεῖς οἱ συνδοῦντες ὑμένες αὐτά. καὶ μὲν δὴ καὶ ἀγγείου τι μόριον οὐ σμικρὸν ἀναβηχθὲν ἐθεασάμεθα, σαφῶς ἐνδεικνύμενον καὶ τοῦτο τοῖς ἐμπείροις ἀνατομῆς, ὡς ἐκ τοῦ πνεύμονός ἐστι. τὰ μὲν γὰρ κατὰ τὴν ἐν τῷ τραχήλῳ τραχεῖαν ἀρτηρίαν ἀγγεῖα τριχοειδῆ πάντ’ ἐστὶν, ὥστ’ οὐ μόνον ἡ τῆς οὐσίας ἰδιότης, ἀλλὰ καὶ τὸ μέγεθος ἐνδείκνυται πολλάκις οὐκ ἀσαφῶς, ὁποῖός τίς ἐστιν ὁ πεπονθὼς τόπος. οὕτω γ’ οὖν ἐν δυσεντερίᾳ θεασάμενός τις ἐντέρου χιτῶνα διαχωρηθέντα, καὶ πλάτει καὶ πάχει μείζονα τῶν ἐν τοῖς λεπτοῖς ἐντέροις, οὐκ ἂν ἀλόγως τεκμαίροιτο τὴν ἕλκωσιν ἐν τοῖς παχέσιν ἐντέροις εἶναι. καὶ μὲν δὴ κᾀπὶ τοῦ μειρακίου τοῦ μετὰ βηχὸς ἀναπτύσαντός ποτε χιτῶνα παχὺν καὶ γλίσχρον ἐτεκμηράμεθα τὸ κατὰ τὸν λάρυγγα σῶμα τὸ ἔνδον, ὃ καὶ τὴν ἐπιγλωττίδα συνίστησιν, εἶναι. ἐθεραπεύθη γ’ οὖν τὸ μειράκιον, οὐ πάνυ τι προσδοκώντων
4
ἡμῶν, ἐκακώθη μέντοι τὴν φωνήν. ἡ δὲ τῆς οὐσίας ἰδιότης καὶ τὰ κατὰ τοὺς νεφροὺς ἕλκη τῶν ἐν τῇ κύστει διορίζει, καθότι καὶ Ἱπποκράτης ἔγραψεν ἐν ἀφορισμοῖς· τὰ μὲν πεταλώδη τοῖσιν οὔροισιν ἐμφερόμενα τῆς κύστεως ἕλκωσιν σημαίνει, τὰ δὲ σαρκώδη τῶν νεφρῶν. ἀλλὰ κᾀκ τῶν περιεχομένων ἔν τισι μορίοις οὐσιῶν οὐκ ὀλιγάκις ἡμῖν ἔνδειξις γίνεται τοῦ πεπονθότος τόπου. ἐν Μιτυλήνῃ γ’ οὖν ἐτρώθη νεανίσκος ὑπὸ ξίφους ἄχρι βάθους ἱκανοῦ περὶ τὴν ἕδραν, ἡμερῶν τε τριῶν τῶν πρώτων ἄσιτός τε καὶ ἄποτος μείνας, τὴν τετάρτην μετὰ τὴν θεραπείαν τραφεὶς καὶ πιὼν, εἶτ’ αὖθις ἡλίου δύνοντος θεραπευόμενος ἐξέκρινε διὰ τοῦ τραύματος οὔρου κοτύλας ὡς τέτταρας, οὐδ’ ὅλως πρότερον οὐρηκὼς ἐξ οὗπερ ἔτυχε τρωθείς· καὶ δὴ καὶ τοῦ βάρους ἀπηλλάχθαι τελέως ἔφη τηνικαῦτα τοῦ πρότερον ἀνιῶντος αὐτὸν ἐν τῷ κατὰ τὸ καλούμενον ἐφήβαιον χωρίῳ. δῆλον οὖν ἦν ἐπὶ τοῦδε τὴν κύστιν τετρῶσθαι· δῆλον δὲ κᾀπὶ τοῦ κόπρον ἀποκρίναντος κατὰ τὸ τραῦμα τετρῶσθαί τι τῶν ἐντέρων· ὥσπέρ γε καὶ εἰ
5
τροφή τισιν ἐπανέλθοι, τὴν γαστέρα τετρῶσθαι δηλώσει. καὶ μὴν καὶ φύματός τινι γεννηθέντος ὑπεράνω τοῦ βουβῶνος, ὡς ἐκπυῆσαι, τεμόντος τοῦ ἰατροῦ, κόπρος ἐπηκολούθησεν, ἐφάνη τε σαφῶς ἀπόστημα γεγονὸς ἐν κώλῳ. τοῦ δὲ αὐτοῦ γένους τούτοις ἐστὶν καὶ τὸ τοῦ θώρακος τρωθέντος ἐκφυσώμενον πνεῦμα καὶ τὸ τῆς ἀρτηρίας ἐκχεόμενον αἷμα. πολλάκις γοῦν ἀδήλου πρὸς τὴν αἴσθησιν ὄντος τοῦ τετρωμένου σώματος, ἀκριβὴς διάγνωσις ἐκ τούτων γίνεται. τὸ μὲν γὰρ ἐν ταῖς ἀναπνοαῖς τοῦ θώρακος ἐκφυσώμενον πνεῦμα τὸν ὑπεζωκότα τὰς πλευρὰς ὑμένα τετρῶσθαι σημαίνει· τὸ δ’ ἐξακοντιζόμενον αἷμα σφυγμωδῶς ἀρτηρίαν· εὐθὺς δὲ τοῦτο καὶ θερμότερόν ἐστι καὶ λεπτομερέστερον καὶ ξανθότερον τοῦ κατὰ τὰς φλέβας. ὥσπερ δὲ ταῦτα σαφῆ τὴν διάγνωσιν ἔχει, κατὰ τὸν αὐτὸν τρόπον, ἐὰν ἐπίπλους ποτὲ ὀφθῇ προπεσὼν διὰ τραύματος, ἤ τι τῶν ἐντέρων, ἀναγκαῖόν ἐστι διῃρῆσθαι τὸ περιτόναιον· εἰ δὲ πνεύμονος ὀφθείη τι πέρας λοβοῦ προπεσὸν ἔξω τοῦ τραύματος, ἐνδείκνυται συντετρῶσθαι τὸν θώρακα· διαφέρει δ’ οὐδὲν 
6
ἢ τὸν ὑπεζωκότα τετρῶσθαι λέγειν, ἢ συντετρῆσθαι τὸν θώρακα. καὶ μὴν κᾀκ τῶν ἐπιφυομένων ἔστιν ὅτε γνωρίζεται ὁ πεπονθὼς τόπος· ἰδιότης μὲν γὰρ τῆς οὐσίας ἐστὶ τῶν ἐπιφυομένων, ὥσπερ τῶν μυκήτων τοῖς ἐν τῇ κεφαλῇ κατάγμασιν, ὅταν ἡ μήνιγξ ᾖ πεπονθυῖα· ἰδιότης δ’ ἑτέρα πάλιν, ὅταν ὀστοῦν πεπόνθῃ κατὰ τι μόριον. ἐκ τούτου δὲ τοῦ γένους ἐστὶ καὶ ἡ ἐφελκὶς ὀνομαζομένη· δηλοῖ γὰρ ἡλκῶσθαι τὸ μόριον ἐκεῖνο, καθ’ ὅπερ ἂν ἐκκριθεῖσα φαίνηται, μετὰ μὲν τῶν οὔρων ὑπελθοῦσα, τῶν οὐρητικῶν τι· μετὰ δὲ βηχὸς ἀναχθεῖσα, τῶν ἀναπνευστικῶν· εἰ δ’ ἐμεθείη, τῶν κατὰ τὸν στόμαχόν τε καὶ γαστέρα· καθάπερ γε καὶ εἰ μετὰ τῶν διαχωρημάτων ὑπέλθοι, τῶν ἐντέρων τινὸς ἕλκωσιν ἐνδείκνυται. ἕτερος δὲ τρόπος ἐστὶ διαγνώσεως ἐκ σημείων τινῶν, ὅταν ἐν ἀλλοτρίᾳ χώρᾳ περιέχηταί τι παρὰ φύσιν, οἷον ἐν νεφροῖς ἢ κύστει λίθος, πῦον ἐν θώρακι· ἐκ τούτου δὲ τοῦ γένους ἐστὶν καὶ θρόμβος αἵματος, ἐν ᾧ περ ἂν ᾖ περιεχόμενος, ἤ τις ἕτερος χυμὸς ἀνιαρὸς ἐν τῷ σώματι τοῦ ζώου γεννηθεὶς,
7
ἢ ἔξωθεν ἐπεισαχθείς. ὅθεν καὶ ζήτησις, οὐδὲν μὲν εἰς τὰ τῆς ἰατρικῆς τέχνης ἔργα συντελοῦσα, λογικωτέραν δέ τινα θεωρίαν ἔχουσα, πολλοῖς τῶν νεωτέρων ἰατρῶν ἐγένετο, πότερον ἐκ τῶν πεπονθότων τόπων ἐστὶ καὶ τὰ τοιαῦτα τῶν παρὰ φύσιν ἐν ἡμῖν γινομένων, ἢ τόπος μὲν οὐδεὶς πέπονθεν, ἐνοχλεῖται δὲ τὸ ζῶον ὑπὸ τῆς παρὰ φύσιν αἰτίας. ὅτι δ’, ὡς ἔφην, ἄχρηστός ἐστιν ἡ τοιαύτη ζήτησις, ἔνεστί σοι γνῶναι ῥᾳδίως, ἐννοήσαντι τὸ χρήσιμον εἰς τὴν τέχνην ἐκ τῶν διαγνώσεων. ὑποκείσθω γοῦν τις ἡμερῶν τριῶν μηδ’ ὅλως οὐρηκώς· ἆρ’ οὖν οὐκ εὐθέως ζητήσομεν, ἐν τίνι μορίῳ τοῦ σώματός ἐστιν ἡ τοῦ συμπτώματος αἰτία; πότερον ἐν τοῖς νεφροῖς, ἢ τοῖς οὐρητῆρσιν, ἢ κατὰ τὴν κύστιν, ἢ κατὰ τὴν οὐρήθραν; οὐ μὴν ἐν ἥπατί γε καὶ πνεύμονι καὶ σπληνὶ καὶ γαστρὶ καὶ καρδίᾳ ζητήσομεν αὐτὴν, οὐδ’ ὅλως ἐν ἄλλῳ μορίῳ, διότι οὐδὲν ἐκείνων ἐστὶν οὐρήσεως ὄργανον. εἰ δέ γ’ ἠγνοοῦμεν, ὡς ἐν μὲν τοῖς νεφροῖς πρῶτον ἡ τῶν οὔρων γίνεται διάκρισις, ἐφεξῆς δὲ διὰ τῶν οὐρητήρων ἐπὶ τὴν κύστιν ἀφικνεῖται, κᾄπειτ’ ἐντεῦθεν ἐκκρίνεται καθ’ ὃν ἐμάθομεν τρόπον ἔμπροσθεν ἐν τοῖς τῶν φυσικῶν ἐνεργειῶν λογισμοῖς,
8
οὐδὲν ἂν τούτων εὑρεῖν ἠδυνήθημεν. οὐ μὴν οὐδ’ ἄχρι τοσούτου προελθεῖν ἀρκέσει· σκέψασθαι γὰρ ἄμεινον, ἥτις ποτε τῶν εἰρημένων αἰτία, δι’ ἣν ἴσχεται τὸ οὖρον. ἡ δὲ ὁδὸς τῆς σκέψεως ἥδε. πάντ’ ἐπισκέψασθαι χρὴ τά τε παρόντα καὶ τὰ προγεγονότα συμπτώματα, τὰ μὲν παρόντα θεασάμενον αὐτὸν, ὅσα δ’ ἔμπροσθεν ἐγένετο διαπυνθανόμενον οὐ τοῦ κάμνοντος μόνον, ἀλλὰ καὶ τῶν οἰκείων. ἔστω τοίνυν, ἕνεκα παραδείγματος, ὄγκος μέν τις κατὰ τὸ καλούμενον ἐφήβαιον, ἐν περιγραφῇ σαφῶς ἐνδεικνύμενος πεπληρῶσθαι τὴν κύστιν, ἐκκρινέσθω δὲ μηδὲν, ἆρ’ οὐ πρόδηλον, ὡς ἤτοι παραλελύσθαι τὴν ἀποκριτικὴν τῶν οὔρων ἐνέργειαν ἀναγκαῖόν ἐστιν, ἢ τὸν τῆς οὐρήθρας πόρον ἐστεγνῶσθαι; πρῶτον μὲν οὖν ἐπισκεπτέον, εἰ παραλελύσθαι δυνατὸν, ἀναμνησθέντας, ὅπως ἡ τῶν οὔρων ἔκκρισις γίνεται τοῖς ὑγιαίνουσιν, ὅταν αὐτοὶ προέλωνται, τοῦ μὲν ἐν κύκλῳ περιβεβλημένου τραχήλῳ τῆς κύστεως μυὸς παυσαμένου τῆς ἐνεργείας, αὐτῆς δὲ τῆς κύστεως ἐνεργούσης. ἔστι δὲ ἡ μὲν τοῦ μυὸς ἐνέργεια κατὰ τὴν ἡμετέραν γινομένη
9
προαίρεσιν, ἡ δὲ τῆς κύστεως ἀπροαίρετός τε καὶ φυσική. δέδεικται γὰρ ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν, ἐν ἅπασι σχεδόν τι τοῖς τοῦ σώματος μορίοις ἀποκριτικὴν τῶν περιττωμάτων ὑπάρχειν δύναμιν, ἣν ἔχει μὲν ἀεὶ πάντα, χρῆται δ’ αὐτῇ, ὅταν ὑπὸ τῶν περιττωμάτων ἀνιαθῇ. ταύτης οὖν παθούσης τῆς ἀποκριτικῆς δυνάμεως, ἐγχωρεῖ ποτε γενέσθαι τὴν ὀνομαζομένην ἰσχουρίαν· ἀλλ’ ἐὰν οὕτω σχηματίσῃς τὸν ἄνθρωπον, ὡς κατάῤῥοπον εἶναι τὸν αὐχένα τῆς κύστεως, ἐπιθλίψῃς τε ταῖς χερσὶν τὸν παρὰ φύσιν ὄγκον, ἐκκριθήσεται τὸ οὖρον· εἰ δὲ ταῦτα παράξαντί σοι μηδὲν γίγνοιτο πλέον, ἀφίστασθαι μὲν χρὴ τῆς κατὰ τὴν παράλυσιν αἰτίας, ἐστεγνῶσθαι δὲ τὴν οὐρήθραν ὑπολαμβάνειν· ὁ γάρ τοι μῦς ὁ περικείμενος αὐτῇ παραλυθεὶς οὐκ ἰσχουρίας, ἀλλ’ ἀκουσίου κενώσεως τῶν οὔρων αἴτιος γίνεται. κατὰ πόσους δὴ τρόπους ἐγχωρεῖ στεγνωθῆναι τὸν πόρον τοῦ τραχήλου τῆς κύστεως, ὃν ὀνομάζουσιν οὐρήθραν, ἐφεξῆς ἂν εἴη σκέπτεσθαι. ἐμοὶ μὲν δοκοῦσι τρεῖς οἱ πάντες εἶναι, ἤτοι τοῦ σώματος αὐτῆς εἰς ὄγκον τινὰ παρὰ φύσιν ἀρθέντος οὕτω μέγαν, ὡς ὑπ’ αὐτοῦ καταληφθῆναι τὸν πόρον· ἤ τινος
10
ἐπιτραφέντος αὐτῷ παρὰ φύσιν ἤτοι σαρκοειδοῦς ἢ πωροειδοῦς σώματος, ἢ καὶ φράξαντός τινος τὸν πόρον. αὐτὸ μὲν δὴ τὸ σῶμα πρὸς ἀξιόλογον ὄγκον ἐπιδίδοται φλεγμαῖνον, ἢ σκιῤῥούμενον, ἢ ἀφιστάμενον, ἢ ὁπωσοῦν οἰδισκόμενον· ἐπιτραφήσεται δὲ τῷ πόρῳ σὰρξ μὲν, ἑλκώσεώς τινος προηγησαμένης, ἑτέρα δέ τις οὐσία χρόνῳ πολλῷ κατὰ βραχὺ χυμοῦ παχέος καὶ γλίσχρου γεννήσαντος αὐτήν. ἐμφραχθήσεται δ’ ὑπό τε λίθου καὶ θρόμβου καὶ πύου καὶ χυμοῦ παχέος τε καὶ γλίσχρου. ταῦτ’ οὖν χρὴ διορίζεσθαι πάντα, μὴ μόνον τὰ παρόντα συμπτώματα θεώμενον, ἀλλὰ καὶ τὰ προηγησάμενα. φέρε γὰρ, ὑποκείσθω παιδίον μὲν τὸ κάμνον, ἔμπροσθεν δ’ αὐτῷ γεγονέναι τὰ τοῦ λίθου σημεῖα, τὸ μὲν οὖρον ὑδατῶδες, ὑποστάσεις δέ τινες ψαμμώδεις ἐν αὐτῷ, καὶ κνώμενον τὸ αἰδοῖον συνεχῶς, καὶ χαλώμενον ἢ ἐντεινόμενον ἀλόγως, ἔπειτ’ ἐξαίφνης ἰσχουρῆσαν· ἐπὶ τούτῳ τις οὐκ ἄνευ λόγου ὑπονοήσειεν ἂν, ἐμπεπτωκέναι τῷ τραχήλῳ τῆς κύστεως τὸν λίθον. ὕπτιόν τε οὖν σχηματίσας τὸ παιδίον, ὑψηλότερά τε πολλῷ τοῦ λοιποῦ σώματος ἐργασάμενος τὰ 
11
σκέλη, διασείσεις πολυειδῶς, ἐπιτεχνώμενος ἐκπεσεῖν τοῦ πόρου τὸν λίθον. ἐπειδὰν δὲ ταῦτα πράξῃς, κέλευε προθυμηθῆναι τὸ παιδίον οὐρῆσαι· κᾂν μὲν ὑπακούσῃ τὸ ἔργον, ἐκκριθῇ τε τὸ οὖρον, ἅμα τῆς τ’ αἰτίας ἀκριβῆ διάγνωσιν ἐσχηκέναι καὶ τῆς θεραπείας εὐπορηκέναι πεισθήσῃ· μενούσης δὲ ἔτι τῆς ἰσχουρίας, ἐκ δευτέρου διασείσεις σφοδρότερον· εἰ δὲ διασείσαντος καὶ νῦν ἔτι μένοι, διὰ τοῦ καλουμένου καθετῆρος ἅμα μὲν ἀπώσῃ τὸν λίθον ἐκ τοῦ τραχήλου τῆς κύστεως, ἅμα δὲ ποδηγήσεις τοῖς οὔροις. εἰ δὲ τὰ μὲν λίθου σημεῖα μὴ φαίνοιτο προγεγενῆσθαι τῆς ἰσχουρίας, αἵματος δέ τις ἔκκρισις, εἰκὸς εἶναι θρόμβον ἐμφράττοντα τὴν οὐρήθραν· ἐγχωρεῖ δὲ καὶ τῆς κύστεως ἡλκωμένης ἔκκρισιν μὲν αἵματος μὴ προηγήσασθαι, κατὰ βραχὺ δὲ συστῆναι θρόμβον· ἐγχωρεῖ δὲ κᾀκ τῶν νεφρῶν αἷμα διὰ τῶν οὐρητήρων εἰς τὴν κύστιν ῥυὲν εἰργάσθαι τὸν θρόμβον. ἀλλὰ κᾀπὶ τῶν τοιούτων στοχασμῶν ὁ καθετὴρ χρήσιμος, ὥσπερ κᾀπειδὰν πῦον, ἢ χυμός τις παχὺς καὶ γλίσχρος ὑπονοῆται κατειληφέναι τὸν πόρον. εἰς δὲ τὴν τοιαύτην ὑπόνοιαν
12
ἀφιξόμεθα διὰ τῆς τῶν προγεγενημένων γνώσεως οὕτως. εἰ μὲν γὰρ ἤτοι κατὰ κύστιν ἢ νεφροὺς εἴη τι προγεγενημένον πάθος, ὡς ἐξ αὐτοῦ δύνασθαι προσδοκῆσαι πῦον ἠθροῖσθαι τοσοῦτόν τε καὶ τοιοῦτον, ὑφ’ ὅσου τε καὶ οἵου φραχθῆναι τὸν πόρον εἰκός ἐστι δυνατὸν εἶναι, στοχάσεσθαι, διὰ τὴν αἰτίαν ταύτην ἐπίσχεσθαι τὸ οὖρον· ἢ εἰ καὶ ἀνωτέρω τῶν νεφρῶν ἀπόστημα καθ’ ἕτερόν τι μόριον προγεγενημένον εἴη, οὗ ῥαγέντος εἰκός ἐστι τὸ πῦον εἰς νεφροὺς μεταληφθῆναι. μηδενὸς δὲ τοιούτου προηγησαμένου, τὴν δίαιταν ἐξετάσομεν, εἰ ἀργὸς, ἢ διὰ πολλῶν ἐδεσμάτων παχεῖς ἢ γλίσχρους ἐργαζομένων χυμούς. οὕτω δὲ εἰ καὶ σάρκα τινὰ δι’ ἕλκωσιν ἐπιτραφεῖσαν ἡγούμεθα τὸν τράχηλον τῆς κύστεως ἐμφράττειν, ἔκ τε τῶν προηγησαμένων τοῦ ἕλκους σημείων ἔκ τε τοῦ κενωθῆναι τὸ οὖρον ἐπὶ τῷ καθετῆρι συλλογιούμεθα. καί ποτε καὶ γενόμενον οἶδα τοιοῦτόν τι πάθημα· διεμβαλλομένου γοῦν τοῦ καθετῆρος, ἤλγησεν κατ’ ἐκεῖνο τοῦ πόρου τὸ μέρος, ἔνθα καὶ πρότερον ἐτεκμηράμεθα τὴν ἕλκωσιν εἶναι· θλασθείσης δὲ τῆς σαρκὸς ὑπὸ τοῦ καθετῆρος, ἠκολούθησε μὲν μετὰ τὴν τῶν οὔρων ἔκκρισιν αἵματός τέ τι καὶ θρύμματα
13
τῆς σαρκός. ταῦτα μὲν οὖν εἴρηταί μοι τῆς προκειμένης ἴδια πραγματείας ὄντα, καὶ γέγονεν ἤδη δῆλον ὡς λογικὴ μόνον ἐστὶν ἡ μικρὸν ἔμπροσθεν εἰρημένη ζήτησις, οὐδὲν ἡμᾶς ὠφελοῦσα πρὸς τὰ τῆς τέχνης ἔργα. τὸ γάρ τοι χρήσιμον εἰς ταῦτ’ ἐστὶ, γνῶναι τὸν πόρον ἐμπεφραγμένον ὑπὸ θρόμβου τινὸς, εἰ οὕτως ἔτυχεν, ἢ λίθου· τὸ δ’ εἴτε πάθος εἶναι λεκτέον τοῦ πόρου τὸ γεγονὸς, εἴτε αἴτιον ἰσχουρίας ἐν τῷ πόρῳ περιέχεσθαι, τῶν ἀχρήστων εἰς τὴν τέχνην ἐστίν. Ἀρχιγένης δ’ οὐκ οἶδ’ ὅπως ἐν τοῖς τοιούτοις σκέμμασι χρονίζει, μετὰ καὶ τοῦ γράφειν ἀσαφῶς οὕτως ὑπὲρ αὐτῶν, ὡς μηδένα νοῆσαι. πάλιν οὖν ἀναλαβόντες τὸν λόγον ἐπὶ τὰ συνεχῆ προέλθωμεν, ὡς ἐκ τῶν προγεγενημένων τε καὶ τῶν νῦν ὄντων συμπτωμάτων ἡ τῆς ἰσχουρίας αἰτία γνωρίζεται. πληγεὶς γάρ τις ἰσχυρῶς κατὰ τὸ καλούμενον περίναιον, ἐπιγενομένης τῇ πληγῇ φλεγμονῆς, οὔτε οὐρεῖν ἠδύνατο καὶ προφανῶς ἡ κύστις αὐτῷ πεπληρωμένη κατὰ περιγραφὴν ἐτέτατο. ἔπειτα τούτῳ καθετῆρα προσφέρειν οὐκ ἐδόκει, παροξυνθησομένης ὑπ’ αὐτοῦ τῆς φλεγμονῆς, ἀλλὰ καταντλεῖν
14
ὕδωρ θερμὸν, ἔλαιον παραχέοντας, ἄμεινον ἐφαίνετο· καὶ σχεδὸν ὥραις τρισὶ τοῦτο ποιήσαντες, ἐπειδὴ τήν τε τάσιν ἑωρῶμεν ἱκανῶς κεχαλασμένην τήν τ’ ὀδύνην, ὡς αὐτὸς ὡμολόγει, πρᾳοτέραν γεγενημένην, παρεκελευσάμεθα προθυμηθῆναι περὶ τὴν οὔρησιν· οὕτω τε πράξαντος, ἐπεθλίψαμεν ἠρέμα τὸν ὄγκον τῆς κύστεως εἰς τὸ κάτω βιαζόμενοι, καὶ ταῦτα ποιησάντων οὔρησεν ὁ νεανίσκος. ἐπὶ μὲν δὴ τῶν τοιούτων ἐναργῶς ἡμῖν ἡ τῆς ἰσχουρίας αἰτία διαγινώσκεται· κατ’ ἔνια δὲ τῶν ἄλλων οὐκ ἐναργῶς, ἀλλ’ ὁ συνήθως ὀνομαζόμενος ὑπὸ πάντων ἤδη χρήσιμος ἡμῖν τεχνικὸς στοχασμὸς, ὃς ἐν τῷ μεταξύ πώς ἐστιν ἀκριβοῦς τε γνώσεως καὶ παντελοῦς ἀγνοίας. ὅθεν οὐδὲ δυνατόν ἐστιν ἐπὶ πάντων τῶν νοσημάτων ποιήσασθαι τὰς ὑπὸ τῶν ἐμπειρικῶν ὀνομαζομένας παθογνωμονικὰς συνδρομὰς, ἀλλ’ ὅπερ ὁ Ἐρασίστρατος εἴωθεν λέγειν, ἀληθέστατόν ἐστιν· γεγυμνάσθαι χρὴ τὸν λογισμὸν, ὅστις μέλλει διαγνώσεσθαι καλῶς οὐ μόνον τὸ πάθος ὁποῖόν ἐστιν, ἀλλὰ καὶ τὸν πάσχοντα τόπον. ἡ γυμνασία δὲ γενήσεται προσηκόντως, οὐκ ἐὰν ζητῶμεν,
15
εἴτε χρὴ φάναι πεπονθέναι τὸν τράχηλον τῆς κύστεως διὰ τὸν ἐμφράξαντα λίθον ἢ θρόμβον, εἴτε τοῦτον μὲν ὑπάρχειν ἀπαθῆ, τὴν δὲ ἐνέργειαν βεβλάφθαι. ταῦτα μὲν οὖν ὁ Ἀρχιγένης ζητεῖ, περιττὰ πρὸς τὴν τέχνην· ἕτεροι δὲ τούτων ἐπέκεινα προϊόντες οὐδὲ τὴν ἐνέργειαν βεβλάφθαι φασί· γίνεσθαι γὰρ αὐτὴν, ἀνιεμένου μὲν τοῦ σφίγγοντος μυὸς τὸν τράχηλον τῆς κύστεως, περιστελλομένης δὲ τῆς κύστεως τῷ περιεχομένῳ κατ’ αὐτὴν οὔρῳ, συνεπιθλιβόντων δὲ τῶν κατ’ ἐπιγάστριον μυῶν. ὅταν οὖν ἣ τε κύστις ἀβλαβῆ τὴν ἑαυτῆς ἐνέργειαν ἔχῃ τούς τε μῦς ἡ προαίρεσις ὡς ἂν ἐθέλῃ παρασκευάζῃ, τοὺς μὲν ἄνωθεν ἐντείνουσα, τὸν δὲ ἐπὶ τῷ τραχήλῳ χαλῶσα, πῶς ἂν ἔτι, φασὶ, δεόντως τις ὑπολάβοι βεβλάφθαι τὴν ἐνέργειαν; ἀναγκάζονται τοιγαροῦν οὗτοι, τὸ τῆς ἰσχουρίας πάθος οὐ βεβλαμμένης τῆς οὐρήσεως, ἀλλ’ ἐμποδιζομένης γίνεσθαι λέγειν, ὥσπερ ὠφελοῦντές τι τὴν ἰατρικὴν, εἰ τὸ βεβλάφθαι ῥῆμα μεταθέντες ἐμποδίζεσθαι λέγοιεν. αἱ μὲν δὴ τοιαῦται ζητήσεις, ὡς ἔφην, λογικαί τινές εἰσιν καὶ γυμνάζουσι τὸν λογισμὸν, οὔτ’ εἰς τὴν τῶν 
16
παθῶν διάγνωσιν οὔτ’ εἰς τὴν τῶν πεπονθότων τόπων εὕρεσιν συντελοῦσαι· ἡ δ’ ὑφ’ ἡμῶν ἀρτίως λεγομένη τῆς προκειμένης πραγματείας ἐστὶν οἰκεία, καὶ φαίνεται τό γε τοσοῦτον ἤδη κατ’ αὐτὴν, ὡς χρὴ γιγνώσκειν πρῶτον μὲν ἐξ ἀνατομῆς ἑκάστου τῶν μορίων ἀκριβῶς τὴν οὐσίαν, ὁποία τίς ἐστιν· ἔπειτα δὲ τὴν ἐνέργειάν τε καὶ πρὸς τὰ πλησιάζοντα μόρια κοινωνίαν, ὅπερ ἐν τῷ τῆς θέσεως ὀνόματι περιλαμβάνεται. καὶ μὴν καὶ ἡ χρεία τῶν μορίων ἑκάστου μεγάλα συντελεῖ πρὸς τὴν τῶν πεπονθότων τόπων εὕρεσιν· αἱ μὲν γὰρ ἐνέργειαι κινήσεις εἰσὶ δραστικαὶ τῶν μορίων, αἱ χρεῖαι δ’ ἅπασιν ὑπάρχουσι, κᾂν μηδὲν ἐνεργοῦσιν. ἐπί γέ τοι τῶν κατὰ τὴν οὔρησιν ἡ μὲν ἐνέργεια τῆς ἐκκρίσεως τῇ περιστολῇ τῆς κύστεως γίνεται, συνεπιβοηθούντων ἐνίοτε καὶ τῶν καθ’ ὑπογάστριον μυῶν, ὅταν ἤτοι παντάπασιν ὀλίγον ᾖ τὸ περιεχόμενον οὖρον, ἢ ἄτονος ἡ κύστις· ἅπαντα δὲ τἄλλα χρήσιμ’ ἐστὶν πρὸς τὴν ἐνέργειαν. εἰ μὴ γὰρ ἥ τε κύστις αὐτὴ τὸ κύτος ὅλον οὕτως ἐσχημάτιστο, καὶ ὁ τράχηλος αὐτῆς ἐτέτρητο δι’ ὅλου, καὶ ἡ τῶν οὐρητήρων ἔμφυσις εἰς αὐτὴν ἐγένετο
17
λοξὴ, μάτην ἂν εἶχε τὴν περισταλτικὴν κίνησιν. ἐξ οὖν τῆς τούτων γνώσεως ἡ τῶν πεπονθότων μορίων διάγνωσις ἅμα τοῖς κατ’ αὐτὰ γίνεται πάθεσιν, οὐκ ἐκ τοῦ ζητεῖν, εἴτε χρὴ πεπονθέναι φάναι τὸ ἐμπεφραγμένον ὄργανον, εἴτ’ ἀπαθὲς εἶναι. παραπλήσιον δὲ τούτου ζήτημά ἐστι καὶ τὸ περὶ πασχόντων μὲν ἔτι μορίων, οὐδέπω δ’ ἐχόντων ἐν ἑαυτοῖς διάθεσιν οἰκείαν· οἰκείαν δ’ ὀνομάζουσι διάθεσιν, ὅταν τοῦ ποιοῦντος αὐτὴν αἰτίου χωρισθέντος, ἔθ’ ὑπομένῃ· κατὰ τοῦτο γοῦν τὸ σκέμμα πάλιν λέγουσιν ἔνιοι, μηδὲν πεπονθέναι τὴν κεφαλὴν ἐν ἐκείναις ταῖς κεφαλαλγίαις, ὅσαι γίγνονται διὰ χολώδη χυμὸν ἐν τῇ γαστρὶ περιεχόμενον· ἐμεθέντος γὰρ αὐτοῦ παύεσθαι παραχρῆμα τὴν κεφαλαλγίαν, ὡς εἴγε καὶ μετὰ τὸν ἔμετον ἔτι διαμένοι, τηνικαῦτα πεπονθέναι λέγουσι τὴν κεφαλήν· πολὺ δὲ δὴ μᾶλλον, ὅταν ὅμοια τοῖς τῶν ὑποχεομένων συμπτώματα γένηται κατὰ τοὺς ὀφθαλμοὺς, ἐφ’ ὧν ἀθροίζεταί τι περίττωμα κατὰ τὸ τῆς γαστρὸς στόμα· ταυτὶ γὰρ οἷον σκιάς τινας εἷναι παθῶν. ἐν τοῖς τοιούτοις ἅπασι ζητήμασι πλεονάσαντες οἱ πρὸ ἡμῶν ὀλίγιστα περὶ τῆς τῶν πεπονθότων τόπων ἔγραψαν διαγνώσεως·
18
ἀλλ’ ἡμεῖς τὴν ἐναντίαν ὁδὸν ἐκείνοις βαδιοῦμεν, γυμνάζοντές τε καὶ ὡς ἂν εἴποι τις τεχνοῦντες τοὺς ἐσπουδακότας διαγνωστικοὺς γενέσθαι τῶν πεπονθότων μορίων. ὥσπερ οὖν ὀλίγον ἔμπροσθεν ὑπέκειτο, διατεταμένης τῆς κύστεως, ἀδυνατῶν ὁ ἄνθρωπος οὐρεῖν, οὕτω νῦν ὑποκείσθω χωρὶς τοῦ κατὰ τὴν κύστιν ὄγκου γεγενημένη ἡ τῶν οὔρων ἐπίσχεσις. ἀνάγκη δήπου κατὰ τὴν τοιαύτην ἰσχουρίαν ἤτοι τοὺς οὐρητῆρας ἢ τοὺς νεφροὺς ἐμπεφράχθαι. πάλιν οὖν ἐνταῦθα σκεπτέον ἐστὶν τὰ πρὸ τῆς ἰσχουρίας συμπτώματα, πότερα λιθιώντων τῶν νεφρῶν, ἢ φλεγμαινόντων, ἤ τι ἄλλο κακὸν πασχόντων· ἐπισκεπτέον δὲ καὶ περὶ τῆς ἐν ὅλῳ τῷ σώματι διαθέσεως, ἵνα διορισώμεθα καθ’ ὅσον οἷόν τε στοχασμῷ τεχνικῷ, πότερον ἐν τοῖς νεφροῖς αὐτοῖς ἡ ἔμφραξις ἐγένετο διὰ λίθους τινὰς, ἢ παχεῖς χυμοὺς, ἢ κατὰ τοὺς οὐρητῆρας καλουμένους, οἵ πέρ εἰσιν οἱ ἀπὸ τῶν νεφρῶν ἐπὶ τὴν κύστιν ἐκτεταμένοι πόροι. τινὰ μὲν γὰρ εἰς ἀκριβῆ διάγνωσιν ἥκει, καθάπερ ὀλίγον ἔμπροσθεν ἐλέγομεν περὶ τῶν ἐμφανιζόντων τῆς πεπονθυίας οὐσίας τὴν ἰδιότητα· τινὰ δὲ ὑποπέπτωκε
19
τεχνικῷ στοχασμῷ, καὶ διὰ ταῦτά γε μακρὸς ὁ λόγος γίγνεται, κᾂν ἀποσκευάσηταί τις τοὺς σοφιστὰς, ὥσπερ ἀμέλει καὶ νῦν Ἀσκληπιάδου κατεφρονήσαμεν ἀλλόκοτα γράψαντος, ὡς δι’ ἑτέρων ἐξελήλεγκται, περὶ τῆς τῶν οὔρων ἀθροίσεως ἐν κύστει. κατέγνωσται δ’ ἤδη πρὸς ἁπάντων τῶν ἀνατομικῶν καὶ τὰ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ γεγραμμένα τοῖς ἐν τῇ καρδίᾳ νομίζουσιν ὑπάρχειν αὐτὸ, καὶ οἵ γε περὶ τὸν Ἀρχιγένην μήτ’ ἀποστῆναι φανερῶς τοῦ δόγματος ὑπομένοντες, ἐξελεγχόμενόν τε αὐτὸ διά τε πολλῶν ἄλλων ὁρῶντες, οὐχ ἥκιστα δὲ καὶ κατὰ τὰς θεραπείας τῶν φρενιτικῶν τε καὶ ληθαργικῶν, ἄνω τε καὶ κάτω τοὺς λόγους στρέφουσιν, ἄλλοτ’ ἄλλα λέγοντες, εἰ καὶ μηδὲν ὅλως ἀποσαφοῦντες, οἷον ἀμέλει καὶ τὸ τρίτον ἐστὶ περὶ τῶν πεπονθότων τόπων Ἀρχιγένους. ἡμῖν δὲ περὶ μὲν ἡγεμονικοῦ ψυχῆς ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπὶ πλεῖστον εἴρηται· νυνὶ δ’, ὡς ἀποδεδειγμένου, τὴν ἐπίσκεψιν ποιησόμεθα τῶν πεπονθότων μορίων. ὅπερ δέ ἐστὶ κοινὸν ἐπὶ πάντων τῶν πεπονθότων μορίων καὶ τόπων,
20
οὐκ εἰς λογικὴν ζήτησιν, ἀλλ’ ἀναγκαίαν ἐκτεινόμενον, ἤδη σοι δίειμι.

    Τῶν κατὰ τὸ σῶμα τοῦ ζώου πασῶν ἐνεργειῶν ἑκάστης τι μόριον ἴδιόν ἐστιν, δι’ οὗ γίνεται. καὶ τοίνυν καὶ βλάπτεσθαι τὴν ἐνέργειαν ἀναγκαῖόν ἐστι, παθόντος κατά τι τοῦ δημιουργοῦντος αὐτήν. πάσχει δὲ ποτὲ μὲν οὕτως εὔλυτον πάθος, ὡς εὐθὺς ἅμα τῷ δράσαντι χωρισθέντι πεπαῦσθαι, ποτὲ δ’ οὕτως δύσλυτον, ὡς παραμένειν ἐπὶ πλεῖστον· ἔστιν δ’ ὅτε καὶ τὸ δρῶν αὐτὸ διοδεῦον, οὐκ ἐστηριγμένον ἐν τῷ μορίῳ τὸ πάθος ἐργάζεται, καὶ τοῦτ’ εἰκάζει σκιᾷ πάθους ὁ Ἀρχιγένης, ὡς ἐπὶ τῶν ὅμοια τοῖς ὑποχεομένοις φανταζομένων ὀφθαλμῶν, ἐφ’ ὧν ἐν τῷ στόματι τῆς γαστρὸς ἤθροισται περίττωμα λεπτομερές· ἀτμῶν γάρ τινων ἐντεῦθεν εἰς τοὺς ὀφθαλμοὺς ἀναφερομένων, περιπίπτουσα τούτοις ἡ ὀπτικὴ δύναμις, ὁμοίως φαντάζεται τῇ κατὰ τοὺς ὑποχεομένους· καὶ μάλιστά γε συμβαίνει τὸ τοιοῦτο ἐφ’ ὧν αὐτό τε τὸ κατὰ τοὺς ὀφθαλμοὺς ὑγρὸν ἀκριβῶς ἐστι καθαρὸν ἥ τ’ ὀπτικὴ δύναμις αἰσθητικωτάτη. 

    21
    κατὰ δὲ τὴν αὐτὴν αἰτίαν ἐπί τε τῶν αἱμοῤῥαγησόντων ἐν νόσοις, ἤ ἐμεσόντων, ἐνίοτε προφαίνεται τὰ τοιαῦτα συμπτώματα, καὶ γράφει γε περὶ αὐτῶν ὁ Ἱπποκράτης ἐν τῷ προγνωστικῷ ταυτί· ὅστις δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει φησὶ τὴν κεφαλὴν ἀλγέειν, ἤ καὶ ὀρφνῶδές τι πρὸ ὀφθαλμῶν φαίνεσθαι, ἢν καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης ἔμετος παρέσται. καὶ μετ’ ὀλίγα πάλιν· οἷσι δ’ ἂν ἐν τοιουτοτρόπῳ πυρετῷ κεφαλὴν ἀλγέουσιν ἀντὶ μὲν τοῦ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι ἀμβλυωγμὸς γίνεται, ἢ μαρμαρυγαὶ προφαίνονται, ἀντὶ δὲ τοῦ κἀρδιώττειν ἐν τῷ ὑποχονδρίῳ ἐπὶ δεξιὰ ἢ ἐπ’ ἀριστερὰ ξυντείνεταί τι, μήτε ξὺν ὀδύνῃ μήτε ξὺν φλεγμονῇ, αἷμα διὰ ῥινῶν τουτέῳ ῥυῆναι προσδόκιμον ἀντὶ τοῦ ἐμέτου. αὗται μὲν αἱ τοῦ Ἱπποκράτους ῥήσεις· ἐδίδαξε δὲ δι’ αὐτῶν, ὡς ἐπὶ χυμοῖς πολλάκις ἠθροισμένοις ἐν τῇ γαστρὶ συμβαίνει τινὰ φαντάσματα γίγνεσθαι κατὰ τὴν ὄψιν. ἀλλ’ εἴπερ ὅλως ἀπὸ τῶν χυμῶν ἐπὶ τοὺς ὀφθαλμοὺς ἀνεφέρετο μηδὲν, οὐδὲ τῶν τοιούτων συμπτωμάτων ἐγίνετό τι, καθάπερ οὐδ’ εἰ πρὸς τοὺς τῶν
    22
    ὤτων ἠνέχθη πόρους, ἢ τοὺς τῆς ῥινὸς, ἢ τὸ τῆς γλώττης σῶμα. κᾀν τῷδε δῆλον, ὡς ἀπολαῦσαί τι χρὴ τῆς κατὰ τὴν γαστέρα διαθέσεως τοὺς ὀφθαλμοὺς, εἰ μέλλει παρόψεσθαι τὸ ζῶον. οὕτως δὲ κᾀπειδὰν εἴπῃ πάλιν ὁ Ἱπποκράτης· οἷσι χολώδεα διαχωρήματα, κωφώσιος ἐπιγενομένης παύεται, καὶ οἷσι κώφωσις, χολωδέων ἐπιγενομένων παύεται· τίς οὕτω ληρώδης ἐξηγητὴς, ὡς ἐάσας ἐν τῷ λόγῳ τὰ ὦτα πάσχειν, ἐπειδὰν ἐπὶ τοὺς ὀφθαλμοὺς ἀνενεχθῆναι συμβῇ τὴν ἔμπροσθεν ἐκκενουμένην διὰ τῆς κοιλίας χολὴν, τηνικαῦτα φάσκῃ γενέσθαι τὴν κώφωσιν; ἀεὶ τοίνυν ἀναγκαῖόν ἐστιν ἄρχεσθαι μὲν ἀπὸ τοῦ τῆς βεβλαμμένης ἐνεργείας ὀργάνου, ζητεῖν δ’ ἐφεξῆς, ὅστις ὁ τρόπος αὐτῷ τῆς βλάβης ἐστὶν, ἆρά γε διάθεσις ἤδη μόνιμος, ἢ γινομένη μὲν ἔτι, τὸ μόνιμον δὲ οὔπω προσειληφυῖα· καὶ εἰ γινομένη, πότερον ἐν αὐτῷ τῷ μορίῳ περιεχομένης τῆς ποιούσης τὸ πάθος αἰτίας, ἢ διοδευούσης αὐτό. ξηρανθέντος μὲν γὰρ ἀμέτρως τοῦ κρυσταλλοειδοῦς ὑγροῦ, μόνιμος ἡ βλάβη τῷ μορίῳ, καὶ τὸ πάθος ἴδιον τῆς οὐσίας αὐτοῦ· παχυμεροῦς δὲ ὑγροῦ συνισταμένου
    23
    κατὰ τὴν κόρην, οὐδέπω μὲν ἡ οὐσία βέβλαπται, τὸ δὲ τοῦ συμπτώματος αἴτιον ἐν αὐτῷ περιέχεται τῷ ὀφθαλμῷ· διέρχεται δ’ αὐτὸν, ὅταν ὁ ἀτμίζων χυμὸς ἐν τῇ γαστρὶ περιέχηται. τὸ δὲ τηνικαῦτα μόνον ἡγεῖσθαι πεπονθέναι τὸ μόριον, ὅταν τῆς οὐσίας αὐτοῦ μόνιμος διάθεσις γένηται, νομοθετούντων ἐστὶν ἴδια σημαινόμενα τῶν Ἑλληνικῶν ὀνομάτων. ἐπὶ μέντοι τῶν ἀλγούντων σφοδρῶς κατ’ ἔντερον, ἐστηριγμένῳ δὲ καθ’ ἕν τι μέρος τῷ πόνῳ, καὶ οἷον διατιτρῶντι, πῶς ἄν τις ἢ μηδ’ ὅλως πεπονθέναι τὸ ἔντερον, ἢ μὴ τὸ πάθος εἶναι κατ’ αὐτὸ λέγοι; καίτοι γ’ ἐνίοτε μιᾷ καιροῦ ῥοπῇ τὰ τοιαῦτα τῶν ἀλγημάτων ἐπαύσατο, χυμοῦ τινος ὑαλώδους ἐκκριθέντος· οὐ μὴν οὐδ’ ἄλλό τι τὸ τῆς ὀδύνης αἴτιον ὑπολαβεῖν ἐνδέχεται παρὰ τὸν ἐκκριθέντα χυμόν. ᾧ γὰρ ἐκκριθέντι παραχρῆμα παύσασθαι τὴν ὀδύνην ἠκολούθησεν, ἅπαντες ἄνθρωποι τοῦτο τῆς ὀδύνης αἴτιον εἶναι πεπιστεύκασι, φυσικοῦ τινος ἀξιώματος ὑπάρχοντος αὐτοῖς ἐξ ἑαυτοῦ πιστοῦ πρὸς τὴν τῶν τοιούτων αἰτίων γνῶσιν. οὗ γάρ τοι ψαύοντος μὲν ἡμῶν γίνεται τόδε τι τὸ πάθος, ἀποχωρήσαντος δὲ
    24
    παραχρῆμα παύεται, τοῦτ’ αἴτιον εἶναι πεπιστεύκασι πάντες ἄνθρωποι. οὕτως οὖν καὶ τὸ πῦρ τοῦ καίειν ἡμᾶς αἴτιον εἶναι πεπίστευται, καὶ τὸ ξίφος τοῦ τέμνειν, ἕκαστόν τε τῶν ἄλλων ὡσαύτως. αἴτιον οὖν ἡγητέον εἶναι καὶ τὸν κενωθέντα χυμὸν τοῦ γινομένου πάθους, ἡνίκα ἐν τῷ μορίῳ περιείχετο· πότερον δὲ τῷ ψύχειν σφοδρῶς, ἤ τῷ θερμαίνειν, ἤ ὅλως κατὰ δυσκρασίαν ἠνώχλει τὸν τόπον, ἢ τῷ διεξέρχεσθαι συνεχῆ σώματα βιαζόμενος ἐπὶ τὴν ἔκκρισιν, ἤ διὰ πνεῦμα φυσῶδες ὑπ’ αὐτοῦ γενόμενον, ὡς διατείνεσθαι τὸ περιέχον, ἢ διὰ βιαίαν σφήνωσιν, ἢ τῷ διαβιβρώσκειν καὶ δάκνειν, οὐδέπω δῆλον ἔκ γε τῆς μετὰ τὴν κένωσιν ὠφελείας, ἀλλ’ ὅτι μόνον ἐλύπει περιεχόμενος. οὐ μόνον οὖν αἴτιον ἡγητέον εἶναι τὸν τοιοῦτον χυμὸν τῆς ὀδύνης, ἀλλὰ καὶ τὸ μόριον ἐν ᾧ περιείχετο πάσχον ἐν ἐκείνῳ τῷ χρόνῳ, καθ’ ὃν ὠδυνᾶτο διὰ τὸν χυμόν. οὕτω γέ τοι πάσχειν λέγομεν καὶ διά τι τῶν ἔξωθεν προσπιπτόντων, ἤτοι θερμαινόντων, ὡς τὸ πῦρ, ἢ ψυχόντων, ὡς ἡ χιὼν, ἢ θλώντων, ὡς ὁ λίθος, οὗ
    25
    χωρισθέντος εὐθὺς πέπαυται τὸ πάθος, οὐδενὸς διὰ τοῦτ’ ἐροῦντος ὡς οὐκ ἔπασχεν, ὅτι μηδεμία κατὰ τὸ μόριον ὑπελείπετο διάθεσις. ὡς οὖν οὕτως ἡμῶν ἀεὶ χρησομένων τῷ τοῦ πάθους ὀνόματι καὶ τῷ τοῦ πάσχειν ῥήματι, πρόσεχε τὸν νοῦν τοῖς λεχθησομένοις, ἐπισκοπούμενος ἐν αὐτοῖς τὸ χρήσιμον εἴς τε τὰς προγνώσεις καὶ τὰς θεραπείας. ἐνίοτε μὲν γὰρ ὑπὸ μὲν αἰτίου τινὸς γίνεται τὸ πάθος, οὐ μὴν ἤδη πως μόνιμον ἔχει τὴν διάθεσιν, εἰ χωρισθείη τὸ αἴτιον· ἐνίοτε δ’ ἤδη γέγονεν, ἔτι τε γίνεται· πολλάκις δὲ πέπαυται μὲν γινόμενον οἰχομένης τῆς αἰτίας, ἤδη δέ ἐστι μόνιμος ἡ διάθεσις. οἷον ἐπὶ δυσεντερίας ὁ δακνώδης χυμὸς αἴτιός ἐστιν τοῦ πάθους, ἐν ἀρχῇ μὲν ἀποῤῥύπτων τε καὶ ξύων, ἐν χρόνῳ δὲ ἑλκῶν τὸ ἔντερον. εἰ μὲν οὖν πρὶν ἑλκῶσαι παύσεται διεξιὼν, οὐδέπω δυσεντερία τὸ πάθος ἐστίν· εἰ δ’ ἑλκωθῆναι φθάσειεν τὸ ἔντερον, οὐκ ἂν ἔτι συμπαύσαιτο τῷ χυμῷ τὸ γενόμενον πάθος, οὐδὲν ἡμᾶς εἰς τὰ παρόντα τοῦ παρὰ μικρὸν λόγου λυποῦντος, ὃν καὶ σωρείτην ὀνομάζουσιν· κοινὴ γὰρ ἡ ἐξ αὐτοῦ πρὸς πολλὰ τῶν κατὰ τὸν βίον ἀπορία, περὶ ὧν 
    26
    εἴρηται καὶ δέδεικται τοῖς πρὸ ἐμοῦ φιλοσόφοις τε καὶ ἰατροῖς· διὸ κᾀμοὶ μνημονεύειν αὐτῶν περιττὸν, ἔχοντί γε κατ’ αὐτὸ τοῦτο τῆς τέχνης τὸ μέρος ἐπιδεῖξαι τὴν ἀπορίαν. ὅτι μὲν γὰρ ἔν τινι χρόνῳ γίνεται τὰ πάθη, τῶν ὁμολογουμένων ἐστίν· εἰ δ’ ὥσπερ ἡ οἰκία καθ’ ὃν γίνεται χρόνον οὐδέπω μέν ἐστιν οἰκία, τὸ δ’ ὅλον τοῦτο γινομένη οἰκία, τὸν αὐτὸν τρόπον ἕκαστον τῶν νοσημάτων ἐν ᾧ γίνεται χρόνῳ γινόμενον μέν ἐστιν, ὂν δ’ οὐδέπω, ζητήσεως ἄξιον· οὐδὲ γὰρ ἡ αὐτὴ φύσις ἐστὶν ἁπάντων τῶν γινομένων, ἀλλ’ ὅσα μὲν ὁμοιομερῆ τε ὑπάρχει καὶ σχῆμα σύμφυτον ἔχει μηδὲν, οὐσία τούτων εὐθὺς ἐξ ἀρχῆς ἐστιν ἡ αὐτή· τῶν δὲ ἤτοι πολυειδῶν τὴν μορφὴν, ἢ ἀνομοιομερῶν, ἐγχωρεῖ τὴν οὐσίαν ὑστέραν εἶναι τῆς γενέσεως. οὐ γὰρ ἅμα γίνεται τῆς οἰκίας τὰ θεμέλια καὶ οἱ τοῖχοι καὶ ἡ ὀροφὴ καὶ ὁ κέραμος αἱ θύραι τε καὶ αἱ θυρίδες, ἐξ ὧν ἁπάντων ὡδί πως συγκειμένων καὶ εἰς μίαν μορφὴν, ἀναγομένων σύνθετός ἐστιν ἡ τῆς οἰκίας οὐσία. τὸ δέ γε θερμὸν νόσημα καὶ τὸ ψυχρὸν ὑγρόν τε καὶ ξηρὸν εὐθὺς ἐξ ἀρχῆς, ἐπειδὰν πρῶτον ὑπερβάλῃ τοὺς ὑγιεινοὺς
    27
    ὅρους τῆς κράσεως τὸ σῶμα, τὴν αὐτὴν ἑαυτῷ φύσιν ἔχει. καὶ γὰρ εἰ διὰ σμικρότητα πολλάκις ἐκφεύγει τήν θ’ ἡμετέραν διάγνωσιν καὶ τὴν τῶν καμνόντων αἴσθησιν, ἀλλὰ τό γε εἶδος ἔχει τὸ οἰκεῖον. οὕτω δὲ καὶ ἡ φλεγμονὴ, καθ’ ὅ τι περ ἂν εἴη μέρος τοῦ ζώου μέγιστον ἢ σμικρότατον, ἓν καὶ ταὐτόν ἐστι πάθος ὑπηλλαγμένον οὐκ ἰδέαις, ἀλλὰ μεγέθους διαφορᾷ· ὅτι δὲ ἐγχωρεῖ τινα παθήματα περὶ τοῖς σώμασιν εἶναι, διὰ σμικρότητα μηδέπω φαινόμενα, τεκμήριον καὶ ἡ κοιλαίνουσα τὴν πέτραν ἐν χρόνῳ πλείονι ῥανὶς, ἐφ’ ᾗ καὶ τοῦτο τὸ ἔπος ὀρθῶς εἰρῆσθαι πιστεύεται,

  1. Πέτρην κοιλαίνει ῥανὶς ὕδατος ἐνδελεχείῃ.
  2. καὶ μὴν οὔθ’ ὑπὸ μιᾶς ἢ δυοῖν ἢ τριῶν ἢ τεττάρων πληγῶν τοῦ ὕδατος εἰς τὴν πέτραν ἐμπεσουσῶν, ὅπου γ’ οὐδ’ ὑφ’ ἑκατὸν, αἰσθητή ποτ’ ὤφθη κοιλότης, οὔτε δυνατόν ἐστι τῆς μιᾶς πρώτης μηδὲν ἐργασαμένης τὴν δευτέραν ἐργάσασθαί τι· τὸν αὐτὸν γὰρ ἕξει πρὸς τὴν πέτραν λόγον, ὃν ἔσχεν ἡ πρώτη· δεῖ τοίνυν, εἰ δράσει τι περὶ τὴν πέτραν ἡ δευτέρα

    28
    ῥανὶς, ὑπηλλάχθαι τι κατὰ τὴν προτέραν, ὡς μὴ πάντῃ διαμένειν ἔτι τοιαύτην, οἵαπερ ἔξ ἀρχῆς ὑπῆρχεν. εἰ γὰρ αὐτή τε κατὰ πᾶν ἡ αὐτὴ διαμένοι καὶ τὸ δρῶν εἰς αὐτὴν αἴτιον ἡ ῥανὶς τοῦ ὕδατος, ἀναγκαῖον αὐτὴν, ὥσπερ ἐπὶ τῆς πρώτης πληγῆς, οὕτω κᾀπὶ τῆς δευτέρας ἀπαθῆ διαφυλαχθῆναι· εἰ δὲ τοῦτο, κᾀπὶ τῆς τρίτης· ὁ γὰρ αὐτὸς λόγος· οὕτω δὲ κᾀπὶ τῆς τετάρτης καὶ πέμπτης καὶ πασῶν τῶν ἐφεξῆς· ἄχρι γὰρ ἂν ὡσαύτως ἐχούσῃ τῇ πέτρᾳ προσπίπτῃ ταὐτὸν αἴτιον, οὐδὲν ἐργάζεται πλέον. εἰ δὲ μετὰ χιλίας πληγὰς αἰσθητὴ ἡ τῆς πέτρας φανείη κοιλότης, ἀναγκαῖόν ἐστιν ἑκάστην πληγὴν φάναι τὸ χιλιοστὸν (αὐτῆς) μέρος ἐργάσασθαι τοῦ φανέντος πρῶτον αἰσθητοῦ πάθους ἐν τῇ πέτρᾳ. καὶ τοίνυν καὶ τῶν αἰτίων τῶν δρώντων εἰς τὸ σῶμα τὸ μὲν τοῦ πάθους εἶδος ἐξ ἀρχῆς ταὐτὸν, ἀφανὲς δ’ ἐστὶ διὰ σμικρότητα. τὰ δ’ οὕτω σμικρὰ πάθη χωρισθέντων τῶν ποιούντων αἰτίων αὐτίκα παύεται, τῆς φύσεως ἰωμένης αὐτά. μόνα γὰρ ἐκεῖνα δεῖται τῆς ἔξωθεν βοηθείας, ὧν διὰ τὸ μέγεθος ἀδυνατεῖ κρατεῖν ἡ φύσις. ὥστε κατὰ τὸν λόγον τοῦτον, ὅταν πρῶτον
    29
    ὁ δακνώδης χυμὸς ἀποξύσῃ τι τῶν ἐντέρων, εἰ καὶ μηδέπω φαίνεται τὸ γεγενημένον, ἀλλ’ ἥ γε διάθεσις ἐν τῷ τῆς δυσεντερίας ἐστὶν εἴδει. καθάπερ οὖν ἕλκη πολλάκις γενόμενα σμικρὰ χωρὶς φαρμάκου παντὸς ἡ φύσις ἐθεράπευσεν, οὕτω καὶ τὰ τῶν ἐντέρων ξύσματα. κατὰ τοῦτον μὲν οὖν τὸν λόγον οὐδ’ ἀληθές ἐστιν ὅλως, ὃ λέγουσί τινες, ὡς οὐδὲν ὑπολείπεται κατὰ τὰ τοιαῦτα συμπτώματα πάθος τῶν σωμάτων· εἴπερ ἦν ἀληθὲς, ἀλλ’ ὁπότε γε πόνος ἀξιόλογος ὑπὸ τῆς τῶν διαχωρουμένων δριμύτητος ἀναβιβρωσκομένων τῶν ἐντέρων ἐγίνετο, τηνικαῦτα ἔπασχε τὰ ἔντερα. φυλαττέσθω δὲ τοῦθ’ ἡμῖν ὥσπέρ τι στοιχεῖον ἐν ἅπαντι τῷ μετὰ ταῦτα λόγῳ, καὶ γινέσθω τῆς μεθόδου τῶν εὑρεθησομένων πεπονθέναι τόπων ἀρχὴ τὸ μηδέποτε βλάπτεσθαι μηδεμίαν ἐνέργειαν ἄνευ τοῦ πεπονθέναι τὸ ποιοῦν αὐτὴν μόριον. καὶ γὰρ ἐὰν ὀδύνη τις ᾖ κατ’ αὐτὸ, πέπονθε πάντως τι, κᾂν ὄγκος τις παρὰ φύσιν, ἔτι δὲ μᾶλλον, ὅταν ἐνέργεια βλάπτηται. προείρηται δ’ ὅτι καὶ τῇ τῶν ἐκκρινομένων φύσει τεκμαρτέον ἐστὶ περὶ τοῦ πεπονθότος τόπου. ὅτι δὲ διττῶς τοῦτο ποιητέον, ἔστι
    30
    δῆλον, ἢ κατὰ τὴν ἰδιότητα τῆς ἐκκρινομένης οὐσίας, ἢ ἀπὸ τῶν περιεχομένων ἐν αὐτῷ. λέλεκται δ’ ὅτι κᾀκ τῶν ἐπιφυομένων ἐνίοτε τεκμήρασθαι δυνατόν ἐστι περὶ τῶν πεπονθότων μορίων· ἔστι δὲ ἐκ τοῦ γένους τῶν συμπτωμάτων καὶ ταῦτα, παμπόλλην ἔχοντα πρὸς ἄλληλα διαφορὰν, ὑπὲρ ἧς αὖθις εἰρήσεται.

Νυνὶ δὲ πάλιν ἐπ’ ἀρχὴν ἀνάγωμεν τὸν λόγον, ἐφ’ ἑκάστου μορίου ζητοῦντες εὑρεῖν σημεῖα, τὰ μὲν ὡς τῆς ἰδίας οὐσίας αὐτοῦ δηλοῦντα τὰ πάθη, τὰ δ’ ὡς ὀργάνου. καθ’ ἑκάτερόν τε πάλιν ἀφορίζοντές τε καὶ διακρίνοντες ἀπὸ μὲν τῶν γεγενημένων ἤδη παθῶν τὰ γινόμενα μὲν ἔτι, μόνιμον δὲ οὐκ ἔχοντα τὴν κατασκευήν· ἀπὸ δὲ τῶν ἐν αὐτῷ τῷ πεπονθότι περιεχομένων αἰτίων τὰ διόδῳ μόνον αὐτῷ χρώμενα· πρόδηλον δ’ ὅτι καὶ σύνθετοί τινες ἐκ τῶν εἰρημένων ἔσονται τρόποι. διορίσωμεν δὲ καὶ τὰ κατὰ συμπάθειαν ἑτέρου μορίου γινόμενα πάθη τῶν κατὰ ἰδιοπάθειαν· οἰκειότερον γὰρ ἰδιοπάθειαν ὀνομάζειν, οὐχ ὡς εἴθισται 

31
τοῖς ἰατροῖς πρωτοπάθειαν, ἀντιδιαιρουμένης τῆς συμπαθείας τῇ ἰδιοπαθείᾳ. κυρίως οὖν ὀνομάζειν βουλόμενοι, τῇ μὲν πρωτοπαθείᾳ δευτεροπάθειαν ἢ ὑστεροπάθειαν ἀντικεῖσθαι φήσομεν, ἰδιοπάθειαν δὲ τῇ συμπαθείᾳ. καὶ συνελθεῖν γε δύναται πολλάκις εἰς ταὐτὸ κατὰ συμπάθειάν τε καὶ κατ’ ἰδιοπάθειαν ἤδη νοσεῖν, ὅταν τῷ πάσχοντι μορίῳ μόνιμος ἐγγένηται διάθεσις· οὐ γὰρ δὴ πρωτοπαθεῖν αὐτὸ τηνικαῦτα φήσομεν, ἀλλὰ δευτεροπαθεῖν τε καὶ ἰδιοπαθεῖν. ἐναργῶς δὲ τοῦτο φαίνεται κᾀπὶ τῶν ἐκτός· ὥσπερ ὅταν ἐφ’ ἕλκει γενομένου μεγάλου βουβῶνος ἐν πληθωρικῷ σώματι, τὸ μὲν ἕλκος εἰς οὐλὴν ἀχθῇ, μένῃ δ’ ὁ βουβὼν, ἤτοι γ’ εἰς φλεγμονὴν ἐκπυϊσκομένην μεταβάλλων, ἢ εἰς σκιῤῥώδη διάθεσιν, ἣν προσαγορεύουσιν χοιράδα. κατὰ πρωτοπάθειαν μὲν οὖν οὐκ ἄν τις φαίη γεγονέναι τὰ τοιαῦτα νοσήματα, προηγησαμένου γ’ ἑτέρου πάθους, ἐφ’ ᾧ συνέστη· κατὰ συμπάθειαν μέντοι γενόμενα μεταπεσεῖν εἰς τοιαύτην ἰδιοπάθειαν, ὡς εἰ καὶ πρωτοπάθειά τις αὐτοῖς ἐξ ἀρχῆς συνέπεσεν. ἀναμνησθῶμεν δ’ εἰς τὰ παρόντα χρησίμως καὶ τῶν ἐν τῇ περὶ ἰατρικῶν
32
ὀνομάτων πραγματείᾳ λελεγμένων, ἔνθα περὶ τῶν σημαινομένων ὁ λόγος ἦν, ἃ κακῶς συγχέουσιν οὐκ ὀλίγοι τῶν νεωτέρων ἰατρῶν τε καὶ φιλοσόφων. ἡ μὲν γὰρ κυριωτάτη χρῆσίς ἐστι τῆς πάθος φωνῆς ἀντικειμένη τῇ τῆς ἐνεργείας, ἐνεργεῖν μὲν λεγομένου τοῦ τὴν κίνησιν ἔχοντος ἐξ ἑαυτοῦ, πάσχειν δὲ τοῦ τὴν κίνησιν ἔχοντος ἐξ ἑτέρου. κινήσεως δ’ οὔσης κατὰ γένος διττῆς, ἀλλοιώσεώς τε καὶ φορᾶς, ὅταν εἰς μόνιμον ἀφίκηται διάθεσιν ἡ ἀλλοίωσις, ὀνομάζεται νόσημα, παρὰ φύσιν οὖσα δηλονότι διάθεσις· καταχρώμενοι δ’ ἐνίοτε καὶ τὴν τοιαύτην διάθεσιν ὀνομάζουσιν πάθος. ὥστε ἄν τις ἕπηται τῇ λέξει τῶν Ἑλλήνων, πάσχειν μᾶλλον ἐρεῖ τὰ μόρια, καθ’ ἅπερ ἂν ὦσι κινήσεις παρὰ φύσιν, ὡς τά γε διαθέσεις ἔχοντα παρὰ φύσιν, ἐὰν μὲν κυρίως ὀνομάζῃ, νοσεῖν μᾶλλον ἢ πάσχειν ἐρεῖ, καταχρώμενος δ’ οὐ νοσεῖν μόνον, ἀλλὰ καὶ πάσχειν. ὅπερ δ’ ἀεὶ λέγων διατελῶ, τοῦτο καὶ νῦν ἐρῶ· κατὰ τὰς ἐπιστημονικὰς διδασκαλίας ἀρκεῖ τοὔνομα μόνον εἰπόντα, καὶ τὸ σημαινόμενον ἐξ αὐτοῦ, καθ’ ὅ τι περ ἂν ὁ διδάσκων ἐθέλῃ, προέρχεσθαι λοιπὸν ἐπὶ τὴν τῶν πραγμάτων ὑφήγησιν.
33
ἐγὼ δὲ διὰ τοῦτο νῦν ἐμνημόνευσα τῶν σημαινομένων, ὅτι πρὸς τῷ διαστρέφειν ἔνιοι τὰ πρὸς τῶν Ἑλληνικῶν φωνῶν δηλούμενα καὶ τοῖς καλῶς χρωμένοις ἐγκαλοῦσι. τοιοῦτοι δ’ εἰσὶ καὶ οἱ φάσκοντες ἐν ταῖς βεβλαμμέναις ἐνεργείαις μηδὲν πάσχειν ἐνίοτε τὰ μέρη, διότι μηδέπω διάθεσιν ἔχει μόνιμον, ὥσπερ ἐπὶ κεφαλαλγίας τῆς διὰ τοὺς ἐν τῇ γαστρὶ περιεχομένους χυμοὺς γινομένης. ὑπαλλάξας γὰρ ἄν τις, εἰ βούλοιτο περὶ τῶν ὀνομάτων ἐρίζειν, οἰκειότερον ἑρμηνεύοι, πάσχειν μὲν λέγων τὴν κεφαλὴν, ὅταν συμπαθῇ τῇ γαστρὶ, νοσεῖν δ’, ὅταν ἰδιοπαθῇ· καὶ αὐτήν γε τὴν γαστέρα πάσχειν μὲν, ὅταν ὑπὸ μοχθηρῶν ἐνοχλῆται χυμῶν, νοσεῖν δ’, ὅταν ἤτοι κατὰ δυσκρασίαν ἰδίαν, ἢ διὰ φλεγμονὴν, ἢ ἕλκος, ἢ ἀπόστημα, παρὰ φύσιν ἔχῃ. εἰ δ’ ὅλως τις ἐθέλοι τὰ τοιαῦτα διαλεκτικωτέρᾳ ἀκριβολογεῖσθαι ζητήσει, ποτὲ μὲν ἅμα τῷ διεφθάρθαι τὰ σιτία καὶ τῆς πέψεως τὴν ἐνέργειαν ἐρεῖ βεβλάφθαι, ποτὲ δ’ ἀβλαβῆ μὲν εἶναι ταύτην, διεφθάρθαι δ’ ἐκεῖνα. τρεῖς γὰρ αἱ πρῶται καὶ οἷον γενικώταται τῆς
34
διαφθορᾶς τῶν σιτίων ὑπάρχουσιν αἱ διαφοραὶ, μία μὲν ἐπὶ νοσήμασιν ἰδίοις τῆς γαστρὸς, ἑτέρα δὲ ἐπὶ χυμοῖς μοχθηροῖς ἀθροιζομένοις ἐν αὐτῇ, καὶ τρίτη διὰ τὴν τῶν ἐδεσμάτων ποιότητα. τὰ γοῦν ἤτοι φύσει τι κνισῶδες, ἢ ὀξῶδες, ἢ ὅλως εὔφθαρτον ἔχοντα, καὶ τὰ τῷ τρόπῳ τῆς σκευασίας εἴς τινα τοιαύτην ἠγμένα διάθεσιν, εὔδηλον μὲν ὅτι διαφθείρεται κατὰ τὴν γαστέρα, καὶ κατὰ τοῦτ’ ἂν ἠπεπτῆσθαι λέγοιτο. διαφωνεῖται δὲ περὶ τοῦ πεπονθέναι τηνικαῦτα τὴν πεπτικὴν ἐνέργειαν ἐπ’ αὐτῶν, ἐνίων μὲν ἀπαθῆ παντάπασιν ἐν ταῖς τοιαύταις ἀπεψίαις εἶναι φασκόντων αὐτὴν, ἐνίων δὲ πεπονθέναι. καὶ μὴν καὶ τρίτη τίς ἐστι δόξα τῶν μηδ’ ἠπεπτῆσθαι τὰ τοιαῦτα λεγόντων, ἀλλὰ μὴ πεπέφθαι μόνον, ὡς οὐ ταυτὸν ὂν ἢ δι’ ἀποφάσεώς τι δηλοῦν, ἢ διὰ τῆς καλουμένης ὑπὸ τῶν διαλεκτικῶν στερητικῆς φωνῆς. κατὰ τὴν αὐτὴν ἔννοιαν, οἶμαι, καὶ ὁ Ἐρασίστρατος ἔλεγε τὰ γίγαρτα καὶ τὰ σήσαμα καὶ πάντα τὰ διαχωρούμενα παντάπασιν ἄσηπτά τε καὶ ἀμετάβλητα μηδεμίαν ἐνδείκνυσθαι τῷ ζώῳ γεγενημένην ἀπεψίαν, ἀλλ’ αὐτὸ δὴ τοῦτο, μὴ πεπέφθαι, μόνον.