De difficultate respirationis

Galen

Galen, De difficultate respirationis

Δῆλος οὖν ἐστιν ὁ Ἱπποκράτης ἐξ ἁπάντων ὧν παρεθέμεθα ποτὲ μὲν τὸ μέγα καὶ ἀραιὸν πνεῦμα τοῖς παραφρονοῦσι γιγνόμενον εἰδὼς, ποτὲ δὲ τὸ ἐναντίον αὐτοῦ, ποτὲ δ’ ἀμφότερα κατὰ τὸν αὐτὸν ἄνθρωπον ἐν μέρει συμπίπτοντα. καί σοι νομίζω δείξειν, ἂν προσέχῃς τὸν νοῦν καὶ μὴ παρέργως ἀκούῃς τῶν λεγομένων, ἐν αὐτοῖς οἷς ἔγραψεν ἀῤῥώστοις, ἐνδεικνυμένην αὐτῷ ἑκάστης τῶν προειρημένων διαφορῶν τὴν αἰτίαν. ἄρξομαι δ’ ἀπὸ τῆς ὑστάτης ἡμῖν

843
παραγραφείσης ἀῤῥωστίας τῆς Δεάλκους γυναικὸς, ἐφ’ ἧς ἅπαντα συμπληρώσας τὸν λόγον, εἶθ’ ὥσπερ εἴωθεν ἀναλαμβάνων ἐν ὀλίγῳ τὰ συνέχοντα κεφάλαια ταυτὶ γράφει· ταύτῃ διὰ τέλεος πνεῦμα ἀραιὸν, μέγα, ἀναισθήτως πάντων εἶχεν. ἓν γὰρ τῶν πάντων καὶ ἡ τῆς ἀναπνοῆς χρεία, ἧς καὶ αὐτῆς ὠλιγώρει μέχρι πλείονος, ὅτι μηδὲν ᾐσθάνετο, κᾀν τούτῳ μακρᾶς ἡσυχίας ἀποτελουμένης, ἀραιὸν ἐγένετο τὸ πνεῦμα, τότε πρῶτον ἐπὶ τὴν ἐνέργειαν ἐξορμώσης τῆς προαιρέσεως, ἡνίκα πλησίον ὀλέθρου καὶ πνίξεως ἀφικνῆται. ὥσπερ δὲ οὐκ ἔπινεν αὐτάρκως ἡ ἄνθρωπος αὕτη· μικρὰ γάρ, φησι, ὑπομιμνησκόντων ἔπινεν· οὕτως οὐδ’ ἀνέπνει πρὶν ὑπὸ τῆς κατὰ τὸ πνίγεσθαι βίας ἀναμνησθῆναι, πολὺ σφοδρότερον νυττούσης τε καὶ κεντριζούσης καὶ πρὸς τὴν ἐνέργειαν ἐπεγειρούσης τῶν πίνειν ὑπομιμνησκόντων. ἀρξαμένη δ’ ἀναπνεῖν, ἀνεκαλεῖτο μηδὲν ἧττον πᾶν τὸ πρόσθεν λεῖμμα τῷ μεγέθει τῆς ἐνεργείας, ὁμοίως τοῖς ἐν ταῖς λύπαις καὶ τῷ κλαίειν στενάζουσιν. ἀλλ’ ἐκεῖνοι μὲν ὑπὸ διττῆς αἰτίας τοῦτο πάσχουσιν, ὅτι τε περὶ τὸ φροντιζόμενον, ἐφ’ ᾧ λυποῦνται, καταγίγνονται,
844
καὶ διὰ τοῦτο ἀραιότερόν τε καὶ μικρότερον ἀναπνεύσαντες ἐπὶ πολλαῖς ἐνεργείας ἐφεξῆς, ἔπειτα βιασθέντες ὑπὸ τοῦ λείποντος, ἅπαν εἰσάπαξ ἠναγκάσθησαν αὐτὸ πληρῶσαι· καὶ προσέτι, διότι κατὰ τὰς λύπας ἔσω κινεῖται τό τε πνεῦμα καὶ τὸ θερμὸν, ἐπὶ δὲ ταῖς τοιαύταις διαθέσεσι λεληθότως τε καὶ κατὰ βραχὺ πολλὴ κατὰ τοῦ βάθους ἀθροιζομένη θερμότης ὁπότε πρῶτον ἀνιάσῃ τὸν ἄνθρωπον, ἀνάγκη μεῖζον ἀναπνεῦσαι. ἐν δὲ ταῖς κατὰ τοὺς παραφρονοῦντας διαθέσεσιν ἡ μὲν ἀπὸ τῆς πρώτης αἰτίας ἀνάγκη παραπλήσιος, ἡ δ’ ἀπὸ τῆς δευτέρας οὐκέθ’ ὑπάρχει. οὐ γὰρ δὴ ἔσω γε μᾶλλον ἢ ἔξω κινεῖται τούτοις τὸ θερμὸν, εἰ μή τι ἄλλο κατὰ τύχην προσγένηται σύμπτωμα. διαφέρουσι δὲ καὶ τῷ πυρέττειν οἱ παραπαίοντες τῶν ἄλλως λυπουμένων. καὶ τοίνυν καὶ αὐτὸς ὁ Ἱπποκράτης εὑρίσκεται χρώμενος τῷ τῆς ἀνακλήσεως ὀνόματι, καθάπερ ἄλλοτε καὶ περὶ Φιλίσκου λέγων· τούτῳ τὸ πνεῦμα διὰ τέλεος ὥσπερ ἀνακαλεομένῳ. τί ποτ’ οὖν ἐστι τὸ διὰ χρόνου, καὶ δὴ τοῦτ’ ἐξηγήσασθαι δίκαιον. εἰ γὰρ ἐλλείποι τὸ πολλοῦ, ταὐτὸν δύναται τὸ διὰ χρόνου τῷ κατὰ τὸ προγνωστικὸν εἰρημένῳ, μέγα δ’ ἀναπνεόμενον καὶ διὰ 
845
πολλοῦ χρόνου, παραφροσύνην σημαίνει. ἀλλ’ εἰ τοῦτο, δὶς ἂν ἐφεξῆς εἴη ταὐτὸ λεγόμενον ἐπί τε τῆς Δεάλκους γυναικὸς καὶ τοῦ ἐν Μελιβοίῃ νεανίσκου. γράφει οὖν ἐπ’ ἀμφοῖν ὡσαύτως· πνεῦμα ἀραιὸν, μέγα, διὰ χρόνου· εἰ τὸ πολλοῦ προστεθείη, γένοιτ’ ἂν τὸ λεγόμενον τοιοῦτον· πνεῦμα ἀραιὸν, μέγα, διὰ χρόνου πολλοῦ· καὶ δὶς ἂν εἴη λεγόμενον τὸ ἀραιόν. οὐκ οὖν ἐλλείπειν ἡγητέον τὸ πολλοῦ, ἢ οὐχ οὕτως ἐλλείπειν, ὡς καὶ νῦν εἴπομεν, ἀλλ’ ἑτέρως τε καὶ καθ’ ἕτερον τρόπον, ἵνα ᾖ τὸ λεγόμενον τοιοῦτον· πνεῦμα μέγα καὶ ἀραιὸν, οὐ συνεχῶς οὐδ’ ἐφεξῆς, ἀλλὰ διὰ χρόνου πλείονος; εἰ μὲν γὰρ συνεχῶς καὶ κατὰ τὸ ἑξῆς ἁπάσας τὰς ἀναπνοὰς συμπέσοι γενέσθαι μεγάλας τε καὶ ἀραιὰς, μὴ προστιθέναι ταῖς τοιαύταις αὐτὸν τὸ διὰ χρόνου, ἀλλ’ ἁπλῶς γράφειν, πνεῦμα μέγα καὶ ἀραιόν· εἰ δ’ αἱ μὲν πλείους τῶν ἀναπνοῶν μὴ γίγνοιντο μεγάλαι καὶ ἀραιαὶ, παρεμπίπτοιεν δέ τινες ὀλίγαι τοιαῦται, τότ’ οὐκέθ’ ἁπλῶς αὐτὸν ἀραιὸν καὶ μέγα λέγειν, ἀλλὰ τὸ διὰ χρόνου προστιθέναι. ἢ καὶ τούτῳ μάχεται τὸ ἐπὶ τῆς Δεάλκους
846
γυναικὸς εἰρημένον ἐπὶ τῇ τελευτῇ τοῦ παντὸς λόγου; ταῦτα γάρ φησιν· πνεῦμα διὰ τέλεος ἀραιὸν καὶ μέγα· καίτοι ἀνώτερον εἶπεν ἐπὶ τῆς τεσσαρεσκαιδεκάτης ἡμέρας· πνεῦμα ἀραιὸν καὶ μέγα, διὰ χρόνου. σαφῶς γὰρ ὅπερ νῦν διὰ χρόνου, τοῦτ’ ἐν τοῖς ἑξῆς διὰ τέλεος εἴρηκεν. τί οὖν ἐστι τὸ διὰ τέλεος; τὸ μέχρι τέλους δηλονότι διὰ παντὸς τοῦ νοσήματος γινόμενον. ἀλλὰ τούτῳ δόξειεν ἂν μάχεσθαι τὸ ἐπὶ τῆς τεσσαρεσκαιδεκάτης εἰρημένον· πνεῦμα ἀραιὸν καὶ μέγα διὰ χρόνου καὶ πάλιν βραχύπνοος. πῶς γὰρ εἰ διὰ παντὸς τοῦ χρόνου μέγα καὶ ἀραιὸν ἦν τὸ πνεῦμα, τὸ καὶ πάλιν βραχύπνοος προσγέγραπται; εἴπερ γὰρ ὅλος ἐγένετό τις χρόνος, ὅταν βραχύπνους, οὐ διὰ παντὸς ἦν μακρόπνους. καὶ μὴν ὅτι γε διὰ παντὸς ἤθελεν αὐτὴν γενέσθαι μακρόπνουν, εἰ καὶ μὴ διὰ ταύτης τῆς λέξεως τῆς ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ, ἀλλ’ ἐπί γε τῆς τελευτῆς, ἡνίκ’ ἔφη διὰ τέλεος, ἐναργῶς δηλοῦται, καὶ πᾶσιν ὁμολογηθήσεται τοῖς εἰθισμένοις ἀκούειν τῆς Ἱπποκράτους λέξεως. οὐ γὰρ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ πάνυ πολλάκις εὑρίσκεται παρ’ αὐτῷ τὸ διὰ τέλεος, οὐδ’ ἐφ’
847
ἑνὸς ἄλλου ταττόμενον, ἢ ὅταν τὸ διὰ παντὸς τοῦ χρόνου δηλῶσαι βουληθῇ. ὥστε τοῦτ’ ἄπορον μένει πάντως, εἴτε αὐτὸ τὸ διὰ τέλεος τὸ διὰ χρόνου δηλοῦν ὑπολαμβάνοιμεν, εἴθ’ ἕτερόν τι. μήτε τοίνυν οὐδ’ ἄπορόν ἐστιν, ἀλλ’ ἐπηρεάζομεν ἡμᾶς αὐτοὺς μάτην. οὐ γὰρ διακόπτει τὸ σπανίως παρεμπῖπτον ἐν οὐδενὶ τῶν οὕτως λεγομένων τὴν ἐν τῷ καθόλου γιγνομένην ἀπόφανσιν, ὥσπερ εἰ καὶ οὕτως ἐλέγομεν· ταύτῃ τῇ γυναικὶ διὰ παντὸς μὲν τοῦ χρόνου μέγα καὶ ἀραιὸν ἦν τὸ πνεῦμα, παρενέπιπτε δέ ποτε κατὰ τὸ σπάνιον ἡ βραχύπνοια. καὶ ὅτι γε αὐτῷ τῷ Ἱπποκράτει σύνηθές ἐστι τὸ τοιοῦτον, ἔκ τε τῶν ἄλλων ἔστιν ἐπιδεῖξαι βιβλίων κᾀξ αὐτοῦ τοῦ τρίτου τῶν ἐπιδημιῶν, ἐν ᾧ καὶ ἥδε ἡ ἄῤῥωστος γέγραπται. τὴν γὰρ λοιμώδη κατάστασιν ἐκδιηγούμενος ᾧδέ πως ἤρξατο· ἔτος νότιον, ἔπομβρον, ἄπνοια διὰ τέλεος. καί τι βραχὺ προελθών φησιν· ἐτήσια σμικρὰ διεσπασμένα ἔπνευσεν. ἀλλὰ δι’ αὐτὸ τοῦτ’ ἄπνουν εἶπε τὸ ἔτος, ὅτι μήτ’ ἄλλοι τινὲς ἄνεμοι μήθ’ οἱ ἐτήσιοι καλούμενοι συνεχῶς τε καὶ ἀξιολόγως ἔπνευσαν, ἀλλὰ μικρά τε καὶ διεσπασμένως·
848
Ἀπολλώνιόν τε τὸν ἐν Ἀβδήροις τρισκαιδέκατον ἀπὸ ταύτης τῆς καταστάσεως γράφων, ὁπότε περὶ πασῶν τῶν αὐτοῦ διειλέχθη τῶν κατὰ τὴν νόσον ἡμερῶν, ἐπὶ τῆ τελευτῇ τοῦ παντὸς λόγου προσέθηκε· παράληρος διὰ τέλεος· καίτοι μικρὸν ἄνω περὶ αὐτοῦ γράψας αὐτοῖς ὀνόμασιν· περὶ δὲ τετάρτης καὶ εἰκοστῆς, διὰ παρηγορίης· τὰ μὲν ἄλλα ἐπὶ τῶν αὐτῶν, σμικρὰ δὲ κατενόησεν. ἀλλ’ οὐχ ἱκανόν γε ἦν τὸ σμικρὰ κατανοῆσαι τὴν περὶ παντὸς τοῦ νοσοῦντος ἀπόφανσιν ἀνατρέψαι, καὶ διὰ τοῦτ’ ὀρθῶς εἶπε, παράληρος διὰ τέλεος, τουτέστιν ἕως τέλους, ὅπερ ταὐτὸν δύναται τῷ διὰ παντὸς τοῦ νοσήματος.

Οὐκοῦν, ἤδη γὰρ ἐπιθεῖναι χρὴ κεφαλὴν τῷ λόγῳ, τὸ (ὅτι) διὰ χρόνου τῷ διὰ τέλεος οὐ ταὐτόν ἐστι. καὶ ἐπειδὴ τοῦτο δέδεικται, τὴν αἰτίαν ἐφεξῆς εἴπωμεν, δι’ ἣν τισὶ μὲν τῶν παραφρονούντων ἀραιὸν καὶ μέγα διὰ παντὸς τοῦ νοσήματος γίνεται τὸ πνεῦμα, τισὶ δὲ οὐδέποτε· καὶ τισὶ μὲν ἐν τῷ πλείονι τοῦ χρόνου παρεμπίπτοντος ὀλιγάκις ἢ τοῦ διαφέροντος ἁπλῶς, ἢ καὶ τοῦ ἐναντίου, τισὶ δ’ ἔμπαλιν ὀλιγάκις

849
μὲν τὸ μέγα καὶ ἀραιὸν, πολλάκις δ’ ἤτοι τὸ ἐναντίον ἢ τὸ διαφέρον ὁπωσοῦν· τισὶ δὲ ἐπίσης ἑκάτερον. ἀναμνησθῶμεν πάλιν κᾀνταῦθα τῶν ἀποδεδειγμένων ἐν τῷ προτέρῳ λόγῳ περὶ τῶν ἁπλῶν διαθέσεων. ἄλγημα μὲν γὰρ μόνον, ἔν τινι τῶν κινουμένων κατὰ τὰς ἀναπνοὰς μορίων γιγνόμενον, μικρὰν καὶ πυκνὴν ἐργαζόμενον ἐδείκνυτο τὴν ὅλην ἀναπνοήν· παραφροσύνη δὲ μόνη τὴν ἐναντίαν αὐτοῦ τὴν ἀραιὰν καὶ μεγάλην, αὔξησις δὲ τοῦ θερμοῦ τὴν μεγάλην καὶ πυκνήν· ἡ δ’ ἐναντία αὐτῷ ψύξις τὴν μικρὰν καὶ ἀραιάν. εἰ μὲν οὖν ὑπὸ παραφροσύνης μόνον ὁ τῆς ἀναπνοῆς κόσμος συγχέοιτο, μέγα καὶ ἀραιὸν ἔσται τὸ πνεῦμα διὰ παντός· εἰ δ’ ὑπὸ πόνου μόνον, σμικρὸν καὶ πυκνόν· εἰ δ’ ἄμφω συνέλθῃ, κρατοῦντος μὲν τοῦ πόνου σφοδρῶς, ἀφανὴς παντάπασιν ἡ ἐκ τῆς παραφροσύνης ἀλλοίωσις· μετρίου δ’ ὄντος, ἤτοι πλεῖον μὲν ἐκ τοῦ πόνου, ἔλαττον δ’ ἐκ τῆς παραφροσύνης τὴν ἀναπνοὴν ἀλλοιοῦσθαι συμβήσεται, ἢ ἔμπαλιν, ἢ ἐπ’ ἀμφοῖν ἐπίσης. ἀφανίσαι μὲν γὰρ οὐ πάνυ τι τελέως ἡ παραφροσύνη δύναται τὴν ἐκ τοῦ πόνου ἀλλοίωσιν, πλὴν εἰ αὐτὴ μὲν εἴη 
850
μεγάλη καὶ σφοδρά τις ἄγαν, ὁ δὲ πόνος μικρὸς καὶ ἀμυδρός· ὁ μέντοι πόνος ἐκνικᾷ τελέως, ὅταν ἰσχυρὸς ᾖ, τὴν ἐκ τῆς παραφροσύνης δύσπνοιαν, ὡς μηδ’ ὅλως ἐμφαίνεσθαι. οὕτω δ’ εἰ καὶ πρός τινα τῶν ἑτέρων διαθέσεων ἡ παραφροσύνη συμπλέκηται, τὴν ἰδέαν τῆς ἀναπνοῆς ἄλλοτ’ ἄλλην ἐργάσεται παρὰ τὸ κρατεῖν, ἢ κρατεῖσθαι, ἢ ἰσοσθενῶς ἔχειν, ἢ νῦν μὲν, εἰ τύχοι, κρατεῖν, αὖθις δ’ ἐν ἑτέρῳ καιρῷ τοῦ νοσήματος κρατεῖσθαι. δείξομεν οὖν ὅτι καὶ κατὰ τὰ τῶν ἐπιδημιῶν βιβλία τοῦτ’ αὐτὸ διδάσκει διὰ τῶν ἐν αὐτοῖς γεγραμμένων ἀῤῥώστων. ἐναργῶς δὲ καὶ σαφῶς δειχθήσεται, προειπόντων ἡμῶν ὀλίγον τι περὶ τῆς προαιρέσεως τοῦ Ἱπποκράτους. δοκοῦσι γὰρ οἱ παλαιοὶ πάντα τὰ τοῖς νοσοῦσι συμβαίνοντα γράφειν αὐτὸν, ὥσπερ καὶ τὸν Θουκυδίδην· ἔχει δ’ οὐχ οὕτως, ἀλλ’ αὐτὸ δὴ τοῦτο τὸ ἐναντιώτατον ὑπάρχει τοῖς Ἱπποκράτους γράμμασι πρὸς τὰ Θουκυδίδου. ὁ μὲν γὰρ πάντα γράφει τὰ καὶ τοῖς ἰδιώταις γνώριμα, μηδὲν ὅλως αὐτῶν παραλιπὼν, ὁ Θουκυδίδης, ὁ δ’ Ἱπποκράτης ὀλίγα μὲν τούτων, ὅσα πρὸς τὴν ὅλην διάθεσιν, καθ’ ἣν ἐκινδύνευσεν ὁ κάμνων, διαφέρει,
851
πάμπολλα δ’ ἄλλα τοῖς ἰδιώταις μὲν παρεωραμένα, τεχνικὴν δὲ πάνυ καὶ ἀκριβῆ τὴν διάγνωσιν παρεχόμενα, καὶ δυνάμενα πολλάκις καὶ αὐτοὺς τοὺς ἀρίστους ἰατροὺς λαθεῖν. οὗτος δ’ ὢν ταχὺς ἐν τῷ ἑρμηνεύειν, καὶ μηδὲν ὅ τι μὴ καὶ μεγάλως ὀνήσει γράφειν ἀξιῶν, δόξει σοι πάλιν ἐξεστάναι τῶν οἰκείων φρενῶν, ὅταν τὰ μηδ’ ὅλως γενόμενα τῷ νοσοῦντι γράφῃ, τοῦτ’ αὐτὸ προσδηλῶν, ὅτι μὴ ἐγένετο. ὁ γὰρ καὶ τῶν γενομένων τὰ πλεῖστα παραλείπων οὐκ ἂν δόξειε τοῖς μὴ γενομένοις διατρίβων παραπαίειν; ἀλλ’ εἰ ἐνόεις ὅτι διὰ τὴν αὐτὴν αἰτίαν κᾀκεῖνα παραλείπει καὶ ταῦτα γράφει, τότ’ οἶμαί σε θαυμάσειν αὐτόν. οὐδὲ γὰρ τὸ τυχὸν, οὐδ’ εἰς τὸν τυχόντα δυνάμενον ἰατρὸν ἐλθεῖν ἐκεῖνος ἔγραψεν. ἀποδέδεικται δὲ καὶ περὶ τούτων ἡμῖν ἐν ἄλλοις τε πολλοῖς καὶ δὴ κᾀν τοῖς περὶ τῆς Ἱπποκράτους ἀνατομῆς, οὐχ ἥκιστα δὲ κᾀν τοῖς περὶ τοῦ παρὰ τοῦ Θουκυδίδου λοιμοῦ. τούτων τοίνυν μεμνημένος, οὐ χαλεπῶς αἰσθήσῃ τῶν λεγομένων. μέλλω γὰρ δείξειν, εἰ καί τῳ παράδοξον εἶναι δόξει, πολλοὺς μὲν τῶν ἐν ἐπιδημίαις γεγραμμένων δυσπνοήσαντας, μηδὲν δ’ ὑπὲρ τῆς
852
δυσπνοίας αὐτῶν εἰπεῖν τὸν Ἱπποκράτην, διότι σαφὴς ἦν καὶ πρόδηλος ἅπασιν ἰατροῖς. εἰ γὰρ ἤτοι τὸ στέρνον, ἢ τὰς πλευρὰς, ἢ τὰ περὶ τὰς κλεῖς καὶ τὴν φάρυγγα συνέβαινέ τῳ φλεγμᾶναι, καὶ διὰ τοῦτο μικρὸν καὶ πυκνὸν ἐξ ἀνάγκης ἀναπνεῖν, ὡς ἐν τῷ πρόσθεν ἐπεδείκνυτο λόγῳ, γράφειν οὐκ ἂν ἠξίωσεν Ἱπποκράτης οὔτε τὸ τῆς δυσπνοίας εἶδος οὔτε τὴν ἀρχὴν ὅτι δύσπνους ἐγένετο. πολὺ γάρ ἐστι τὸ τοιοῦτον τῆς δυσπνοίας εἶδος ἑκάστης σχεδὸν ἡμέρας ὁρώμενον ἐπί τε περιπνευμονικῶν καὶ πλευριτικῶν καὶ συναγχικῶν καὶ πάντων ἁπλῶς οἷς τι κατὰ τὸν θώρακα καὶ τὸν πνεύμονα φλεγμαίνει. καὶ ταῖς ἥπατος δὲ φλεγμοναῖς, καὶ μάλιστα ταῖς κατὰ τὰ κυρτὰ, καὶ ταῖς τοῦ σπληνὸς, καὶ ταῖς κατὰ τὴν κεφαλὴν αὐτοῦ, καὶ ταῖς τοῦ περιτοναίου, τὸ τοιοῦτον εἶδος ἕπεται τῆς δυσπνοίας. ἀλλὰ καὶ οἷς ἡ γαστὴρ φλεγμαίνει, καὶ μᾶλλον εἰ τὸ στόμα τε καὶ ὁ στόμαχος αὐτῆς, καὶ οἷς τῶν ὑμένων τις ἢ τῶν μυῶν τῶν καθ’ ὑποχόνδριον, ἢ αἱ φρένες αὐταὶ, τούτοις ἅπασι μικρὸν καὶ πυκνὸν γίνεται τὸ πνεῦμα,
853
πολλάκις δὲ καὶ τῶν ἐντέρων τι τῶν λεπτῶν, καὶ μάλιστα τῶν κατὰ τὴν νῆστίν τε καὶ τοῦ κώλου τὰ ἄνω μειζόνως φλεγμήναντα, δυσπνοεῖν οὕτως ἠνάγκασε τὸν ἄνθρωπον, φλεγμονῆς νῦν ἀκουομένης τοῦ σκληροῦ καὶ θερμοῦ καὶ ὀδυνῶντος ὄγκου, καθάπερ τῷ Ἐρασιστράτῳ καλεῖν ἔθος ἐστὶ καὶ τοῖς νεωτέροις ἰατροῖς πᾶσιν, ἐπεὶ ὅτι γε τὴν φλόγωσιν οὕτως ὠνόμαζον οἱ παλαιοὶ σχεδὸν οὐδεὶς ἀγνοεῖ. δέδεικται δ’ ἐν τῷ πρὸ τούτου λόγῳ καὶ διότι τοῖς ὑδερικοῖς καὶ τοῖς ὑπερεμπεπλησμένοις ἢ πόματος ἢ σιτίων, καὶ ταῖς κυούσαις, καὶ τοῖς προγάστορσι μικρὸν καὶ πυκνὸν γίνεται τὸ πνεῦμα, καὶ καθόλου φάναι πᾶσιν ὅσοις στενοχωρεῖταί τι τῶν ἀναπνευστικῶν ὀργάνων. οὕτω γὰρ καὶ τοῖς ἀσθματικοῖς καὶ τοῖς πνευμονώδεσι καὶ τοῖς ἐμπύοις, καὶ οἷς ἡ ῥάχις διέστραπται μεγάλως, καὶ οἷς ἀπέπτων φυμάτων σύστασις ἢ ἐν θώρακι ἢ ἐν πνεύμονι, καὶ ὅλως ἅπασιν οἷς σκίῤῥος ἢ ἄλλος τις ὄγκος ἀξιόλογος ὅτου δὴ τῶν προειρημένων μορίων ἐστὶν ἁπάντων, μικρὸν καὶ πυκνὸν ἀναπνεῖν ἀνάγκη. οὔτ’ οὖν οὗτοι δύνανται λαθεῖν
854
οὐδὲ τὸν ἐπιτυχόντα τῶν ἰατρῶν, οὔτε αἱ διαθέσεις αὐτῶν, αἷς ἐξ ἀνάγκης ἕπεται δύσπνοια. καὶ γὰρ αἱ διαθέσεις σαφεῖς, καὶ τὸ τῆς δυσπνοίας εἶδος ἐναργές ἐστι, καὶ πολλοῖς μονονουχὶ καθ’ ἑκάστην ἡμέραν γιγνόμενον. ἀλλ’ ὅτι μηδὲν τῶν οὕτω σαφῶν Ἱπποκράτης γράφει, πολλάκις ἀποδέδεικται. Θουκυδίδης μὲν γὰρ τὰ συμβάντα τοῖς νοσοῦσιν ὡς ἰδιώτης ἰδιώταις ἔγραψεν, Ἱπποκράτης δὲ τεχνίτης τεχνίταις.

Εἴπωμεν οὖν ἤδη καὶ αὐτοὺς δὴ τοὺς δυσπνοήσαντας ἀῤῥώστους, ἐφ’ ὧν οὐκ ἠξίωσεν οὐχ ὅπως τὸ τῆς δυσπνοίας εἶδος, ἀλλ’ οὐδ’ αὐτὸ τοῦτο μόνον ἁπλῶς εἰπεῖν, ὅτι ἐδυσπνόησαν. ἐπεὶ δ’ ἑπτὰ μέν ἐστιν ἅπαντα τὰ τῶν ἐπιδημιῶν βιβλία, τούτων δὲ τὸ μὲν ἕβδομον σαφῶς νόθον εἶναι πᾶσι δοκεῖ καὶ νεώτερον καὶ διεσκευασμένον, τὸ δὲ πέμπτον οὐ τοῦ μεγάλου Ἱπποκράτους τοῦ Ἡρακλείδου υἱέος, ἀλλὰ τοῦ νεωτέρου τοῦ Δράκοντος· τὸ δὲ δεύτερον καὶ τὸ τέταρτον καὶ τὸ ἕκτον ἔστι μὲν οἷς τοῦ Ἱπποκράτους υἱέος, ἔστι δὲ οἷς καὶ αὐτοῦ Ἱπποκράτους ἔδοξεν, οὐ μὴν συγγράμματά γε οὐδ’ ὥστε διαδοθῆναι τοῖς Ἕλλησι μέλλοντα, ἀλλ’ ὑπομνήματα 

855
μᾶλλον εἶναι· τισὶ δὲ οἵπερ καὶ ἀκριβέστερά μοι δοκοῦσι καταμαθεῖν τῶν βιβλίων τὴν δύναμιν, ὑπὸ μὲν τοῦ Θεσσαλοῦ γεγράφθαι δοκεῖ τὰ ε΄, δύο δ’ εἶναι τοῦ μεγάλου Ἱπποκράτους, καὶ ἐπιγεγράφθαι γέ που διὰ τοῦτο τὰ ἐκ τοῦ μικροῦ πινακιδίου, δηλονότι τοῦ Θεσσαλοῦ πάντα ὅσα περ ὁ πατὴρ αὐτοῦ γεγραφὼς ἔτυχεν ἀθροῖσαι σπουδάσαντος ἐς ταὐτὸν, ὡς μηδὲν ἀπόλοιτο· μόνα δὲ καὶ λοιπὰ τῶν ζ΄ τούτων βιβλίων Ἱπποκράτους εἶναι τοῦ μεγάλου σχεδὸν ἅπασιν ὡμολόγηται, τό τε πρῶτον καὶ τὸ τρίτον· εὔλογον ἔδοξε μοι πρῶτον μὲν τοὺς ἐν τούτοις τοῖς βιβλίοις γεγραμμένους ἀῤῥώστους προχειρίσασθαι, μετὰ δὲ τοῦτο καὶ τοὺς ἐν τοῖς ἄλλοις τῶν ἐπιδημιῶν εὐθὺς αὐτοῖς συνάπτοντα κατὰ τὴν τῶν λόγων οἰκειότητα καὶ ὅσα διὰ τῶν ἄλλων συγγραμμάτων αὐτῷ περὶ δυσπνοίας εἴρηται. καὶ δὴ καὶ πρώτου πάντων μνημονεύσωμεν Ἀναξίωνος, ὅν τινα, ὥς φησιν αὐτὸς, πυρετὸς ὀξὺς ἔλαβεν, πλευροῦ δεξιοῦ ὀδύνη ξυνεχὴς, ἔβησσε ξηρὰ, οὐδ’ ἔπτυε τὰς πρώτας ἡμέρας. καὶ πρῶτόν γε αὐτὸ τοῦτο δείξωμεν, τί δή ποτε καίτοι βραχυλόγος ὢν ὁ Ἱπποκράτης, ἐνὸν εἰπεῖν αὐτὸ
856
δι’ ἑνὸς ὀνόματος, ὅτι πλευριτικὸς ἦν ὁ Ἀναξίων, οὕτως εἰπὼν τὰ συμπτώματα τὰ κατὰ τοῦτο τὸ νόσημα, δι’ ἐκείνων μᾶλλον ἠξίωσε τὴν ὑπὲρ αὐτοῦ ποιήσασθαι διήγησιν. οὔτε γὰρ ἔθος αὐτῷ τὸ τοιοῦτον, ἀλλ’ αὐτὸ τοὐναντίον ἐστὶν, εἰς ἓν ὄνομα καὶ κεφάλαιον ἀνάγειν ἀεὶ τὰ κατὰ μέρος· οὔτε μὴν κατὰ τὸ τυχὸν ἐνδέχεται νῦν οὕτω γράφειν τὸν μηδ’ ἓν εἰκῆ γράφοντα. τίς οὖν ἡ αἰτία; τῶν νοσημάτων ἑκάστῳ συμπτώματα τὰ μὲν ἐξ ἀνάγκης ὑπάρχει, τὰ δ’ ὡς τὸ πολύ. αὐτῶν δὲ τῶν ἐξ ἀνάγκης ὑπαρχόντων πλείους εἰσὶ διαφοραὶ, τινὲς μὲν πλειστάκις ὁρώμεναι, καὶ διὰ τοῦτ’ οἰκεῖαι τῇ φύσει τοῦ νοσήματος εἶναι πεπιστευμέναι· τινὲς δὲ σπανίως πάνυ, καὶ διά τι συμπεσὸν ἰδίως ἐξαίρετον. ὁ τοίνυν Ἱπποκράτης, ὅταν μὲν αἱ συνήθεις ἰδέαι τῶν συμπτωμάτων ὦσιν, ἀρκεῖται τηνικαῦτα μόνῳ τῷ καθόλου τοῦ νοσήματος ὀνόματι· ὅταν δέ τι ἐμπίπτῃ τῶν σπανίων, μετὰ τὴν καθόλου τε καὶ κοινὴν ἅπαντος τοῦ νοσήματος προσηγορίαν εὐθὺς ἐκεῖνο διορίζεται· εἰ δὲ πλείους ποτὲ θεάσαιτο παθημάτων ἰδέας ὑπὲρ τὴν κοινὴν καὶ συνήθη φύσιν, δεομένην ἑκάστην οἰκείου διορισμοῦ,
857
τηνικαῦτα ὑπερβαίνει μὲν τὸν καθόλου, διηγεῖται δ’ εὐθὺς ἕκαστον τῶν κατὰ μέρος, ὡς ἂν ἐκ τούτων κᾀκείνου δηλουμένου. πλευριτικοῖς οὖν ἐξ ἀνάγκης μὲν συμπίπτει τό τε τῆς πλευρᾶς ἄλγημα, καὶ μετὰ τοῦ πυρετοῦ, καὶ ἡ δύσπνοια καὶ ἡ βήξ· οὐκ ἐνδέχεται γὰρ πλευριτικὸν εἶναι μὲν, μὴ οὐ πάντα δὲ ταῦθ’ ὑπάρχειν αὐτῷ· τὸ δὲ ἀνάγεσθαί τι τῶν ἀπὸ τῆς φλεγμονῆς ἅμα ταῖς βηξὶν, οὐκ ἀναγκαῖον μὲν, ὡς τὸ πολὺ μέντοι συμβαίνει. οὕτω δὲ καὶ ἡ τῶν ἀναγομένων ἰδέα ὑπέρυθρος, ἢ ὑπόξανθος, ἢ ἀφρώδης ἐστίν. ὥσπερ δ’ ἐν τοῖς εἰρημένοις τὸ μέν ἐστι σύνηθες, τὸ δὲ ξένον, οὕτω καὶ ἐν αὐτοῖς τοῖς ἐξ ἀνάγκης συμπίπτουσι τινὲς μὲν ἰδέαι πλειστάκις, τινὲς δὲ σπανίως ὁρῶνται. καὶ τοίνυν ὁ Ἱπποκράτης, ἐπὶ τοῦ προκειμένου νῦν ἀῤῥώστου τοῦ Ἀναξίωνος, ἐπειδὴ τὰ κατὰ μέρος παθήματα διορισμοῦ ἐδεῖτο, τῆς σπανιωτέρας ἰδέας ὄντα, διοριζομένων δ’ αὐτῶν ᾔδει γνωρισθησομένην σαφῶς τὴν πλευριτικὴν συνδρομὴν, περιττὸν ἡγήσατο γράφειν ὃ πάντως ἔμελλεν καὶ χωρὶς τοῦ συγγραφῆναι νοηθήσεσθαι. πυρετὸς γάρ, φησιν, ὀξὺς ἔλαβε, καὶ πλευροῦ δεξιοῦ ὀδύνη
858
συνεχὴς, καὶ ἔβησσε ξηρὰ, δηλονότι βηχία. οὐκοῦν οὐ μόνον ὅτι πυρετὸς, ἀλλὰ καὶ ὁποῖός τις, ἔμαθες· ὀξὺς γάρ, φησιν· οὐδ’ ὅτι πλευρᾶς πόνος, ἀλλὰ καὶ ὁποῖος, ὅτι συνεχής· οὐδ’ ὅτι βῆχες μόνον, ἀλλὰ καὶ ὁποῖαι καὶ τίνες, ὅτι ξηραὶ καὶ ἄπτυστοι· ἐν ταὐτῷ δὲ τούτῳ λόγῳ καὶ ὅτι πλευριτικὸς ἦν οὗτος ὁ ἄνθρωπος, ἔμαθες· οὐδενὶ γὰρ τῶν πάντων νοσημάτων ἡ τῶν εἰρημένων παθῶν ὑπάρχει σύνοδος, ὅτι μὴ πλευρίτιδι. δι’ ἑνὸς οὖν λόγου καὶ ὅτι πλευρίτιδι διεπάλαιεν ὁ ἄνθρωπος, καὶ ὁποίᾳ τινὶ ταύτῃ, δεδήλωται. ἐπεὶ δ’ ἐξ ἀνάγκης ἕπεται πλευρίτισιν ἡ δύσπνοια, παρέλειψε γράφειν, ὅτι καὶ δύσπνους ἦν. εἰ μὲν γὰρ καὶ περὶ ταύτης τι ξένον εἶχεν εἰπεῖν καὶ σπάνιον, οὐκ ἂν ἐσιώπησεν· ἐπεὶ δ’, ὡς ἔοικεν, ἐφύλαττε τὴν εἰθισμένην ἰδέαν, εὐλόγως παρέλιπεν. ὥσπερ δὲ ταῦτα παρῆκεν, οὕτως ἄλλα παρέγραψεν, ἃ μήτε ἐξ ἀνάγκης ὑπάρχει πλευρίτισι μήθ’ ὡς πολὺ μήτ’ ἐκ τῶν εἰρημένων νοηθῆναι δύναται. τὸ τί γάρ φησι; διψώδης, ἄγρυπνος, οὖρα δὲ εὔχροα, πολλὰ, λεπτά. εἶτα ἐπιφέρων,
859
ἕκτῃ παράληρος, πρὸς δὲ τὰ θερμάσματα οὐδὲν ἐνεδίδου. τούτων οὐδὲν οὔτ’ ἀναγκαίως ὑπάρχει πλευρίτισιν οὔθ’ ὡς τὸ πολύ. εἰ δὲ καὶ κατὰ τὴν ἑβδόμην ἡμέραν ἀκούσῃς αὐτοῦ διηγουμένου, σαφέστερον ἐπιγνώσῃ τὴν προαίρεσιν τἀνδρός. ἔχει δ’ οὕτως· ἑβδόμῃ ἐπίπονος, ὅ τε γὰρ πυρετὸς ἐπέτεινεν, οἵ τε πόνοι οὐ ξυνεδίδοσαν, αἵ τε βῆχες ἠνώχλεον, δύσπνοός τε ἦν. ἐνταῦθα δυσπνοίας ἐμνημόνευσεν, ὁπότε τοῦ κακῶς διακεῖσθαι τὸν ἄνθρωπον ἐποιεῖτο συλλογισμὸν, ἐν τοῖς ἄλλοις καὶ αὐτὴν καταλέγων τοῖς ἐξ ἀρχῆς μὲν αὐτῷ συμπεσοῦσι, μήτε δὲ πεπαυμένοις μήτε ἐνδεδωκόσι. τοὺς μὲν γὰρ πυρετοὺς καὶ προσεπιτεῖναί φησι, τὰ δὲ λοιπὰ τρία, τέτταρα γὰρ εὑρέθη τὰ συμπληροῦντα τὴν πλευριτικὴν συνδρομὴν, ἐπὶ τῶν αὐτῶν διαμεῖναί φησι, τοὺς πόνους, τὰς βῆχας, τὰς δυσπνοίας, ἀπ’ αὐτῆς τῆς οὐσίας τοῦ νοσήματος συλλογιζόμενος ἐπιπόνως ἔχειν τὸν ἄνθρωπον. εἰ γὰρ τῶν συμπληρωτικῶν αὐτῷ παθημάτων τεττάρων ὄντων τὰ τρία μὲν ὡσαύτως ἔχοντα διέμενε, τὸ τέταρτον δὲ χεῖρον ἐγένετο, παντὶ δῆλον, ὅτι κακῶς ὁ ἄνθρωπος εἶχεν. ὁρᾷς οὖν ἐναργῶς, ὅτι διὰ τὸ 
860
χρῄζειν εἰς πρόγνωσιν τῆς τοῦ νοσήματος καταστάσεως, ἐμνημόνευσε τῆς δυσπνοίας, οὐκ ἂν ἄλλως μνημονεύσας αὐτῆς. καὶ διὰ τοῦτο πρῶτον τῶν ἄλλων τοῦτον προὐχειρισάμην τὸν ἄῤῥωστον, ἵνα δείξω, ὑπὲρ ἧς μηδὲν εἶπεν καταρχὰς δυσπνοίας, ὅτι μηδ’ ἔχρῃζεν ὅλως αὐτῆς, ὡς οὐ κακῶς μνημονεύει νῦν. εἰ γὰρ προσέχεις τῇ λέξει τὸν νοῦν, εὑρήσεις αὐτὴν τοῦτ’ ἐνδεικνυμένην. ἑβδόμῃ, φησὶν, ἐπίπονος. ὅ τε γὰρ πυρετὸς ἐπέτεινέ, φησιν, οἵ τε πόνοι οὐ ξυνεδίδοσαν, αἵ τε βῆχες ἠνώχλεον, δύσπνοός τε ἦν. ἐνταῦθα μὲν γὰρ, ὡς ἔφην, ἓν μὲν ἐπιτετάσθαι δηλοῖ, τὰ δ’ ἄλλα μένειν ἐπὶ τῶν αὐτῶν. ὃ γὰρ ἐδήλωσεν, οὐ ξυνεδίδοσαν, εἰπὼν τοῦτ’ ἐπὶ τῶν λοιπῶν, τῶν βηχῶν καὶ τῆς δυσπνοίας, ἀπὸ κοινοῦ χρὴ νοεῖν, συνηθεστάτης οὔσης τῆς τοιαύτης ἑρμηνείας οὐχ Ἱπποκράτει μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις παλαιοῖς σχεδὸν ἅπασι. ὡς γὰρ οἱ πόνοι οὐδὲν ξυνεδίδοσαν, οὕτω καὶ αἱ βῆχες ἠνώχλεον, ὡσαύτως δηλονότι μηδὲν ἐνδιδοῦσαι, δύσπνοός τε ἦν, ὡσαύτως δηλονότι μηδὲν τῆς δυσπνοίας ἐνδιδούσης. ἐνδείκνυται δὲ καὶ
861
αὐτὸ τὸ ἦν ταὐτὸν τῷ ὡς πρώην. οὐ γὰρ δύσπνοος ἐγένετο, εἶπε, καί τοι δυνάμενος εἰπεῖν, μᾶλλον δὲ παντὸς ἂν εἰρηκὼς, εἰ κατὰ τὴν ἑβδόμην προσεγεγόνει τοῦτο τὸ πάθημα, πρότερον οὐκ ὄν· ἀλλ’ οὔτε προσεγένετο δηλονότι, πάντως γὰρ ἐχρῆν ἐξ ἀρχῆς αὐτὸ συστῆναι τοῖς ἄλλοις, Ἱπποκράτης τε δεόντως ἐδίδαξεν, ἐν ἀρχῇ μὲν τῆς διηγήσεως παραλιπὼν αὐτὸ, μετὰ ταῦτα δὲ μνημονεύσας· ἐπ’ ἄλλων μέντοι παμπόλλων ἀῤῥώστων, ὥσπερ ἐν ἀρχῇ παρέλιπεν, οὕτως οὐδ’ ἐπὶ προήκοντι τῷ λόγῳ φαίνεται μνημονεύων δυσπνοίας. ἅπαντας δ’ αὐτοὺς ἑξῆς παραγράψω τοὺς ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν, ὡς ἔφην, καὶ τοὺς ἐν τῷ τρίτῳ γεγραμμένους, πρότερόν γε προσθεὶς τὰ λείποντα τῆς εἰς τὸν προγεγραμμένον ἄῤῥωστον ἐξηγήσεως. ὥσπερ οὖν ὅτι δύσπνους ἦν, ἐξ αὐτοῦ τοῦ νοσήματος τῆς φύσεως ἂν ἔγνωμεν, εἰ καὶ μὴ πρὸς Ἱπποκράτους εἴρητο μετὰ ταῦτα, οὕτω καὶ ὅτι τὸ τῆς δυσπνοίας ἦν εἶδος αὐτῷ μικρὸν καὶ πυκνὸν, οὐκ ἄδηλόν ἐστι, κᾂν Ἱπποκράτης μὴ γράφῃ· ὡς γὰρ ὅτι δυσπνοοῦσιν οἱ πλευριτικοὶ,
862
φαίνεται, οὕτω καὶ ὅτι μικρὸν καὶ πυκνὸν ἀναπνέουσιν· εἴπομεν δὲ ἔμπροσθεν, ὡς οὐδὲν τῶν καὶ τοῖς ἄλλοις σαφῶς γιγνωσκομένων Ἱπποκράτης γράφει. καί τοι καὶ παρεφρόνησεν οὗτος ὁ ἄνθρωπος· λέγει γοῦν οὕτω περὶ αὐτοῦ· ἕκτῃ παράληρος· ἀλλὰ τοῦτο μὲν οὐχ ὡς νόσημα φύσει παρακοπτικὸν, ἀλλ’ ὡς ἐπιγιγνόμενον πάθημα πλευρίτισιν ἰσχυραῖς, οὐκ ἔμελλε δήπουθεν ἐκνικήσειν τὴν ἀπὸ τοῦ πόνου τροπὴν, οὐδὲ καθ’ αὑτὸ τυπώσειν τὴν τῆς δυσπνοίας ἰδέαν· ὁ δ’ ἐν τῇ πλευρᾷ πόνος ἰσχυρὸς ὢν, καθ’ ἑαυτὸν πάντως ἔμελλεν ἀλλοιώσειν τὴν ἀναπνοήν· εἰ δέ γε καθ’ ὑπόθεσιν ὁ μὲν πόνος ἦν ἀμυδρὸς, σφοδρὰ δὲ ἡ παραφροσύνη, πάντως ἂν ἢ τελέως ἐνίκησεν ἡ παραφροσύνη τὸν πόνον, ἢ ὡς τὸ πολύ· καὶ οὕτως ἂν ἤτοι διὰ παντὸς τοῦ νοσήματος ἀνέπνεεν ὁ τοιοῦτος ἄῤῥωστος μέγα καὶ ἀραιὸν, ἢ πλεῖστα μὲν οὕτως, σπανιάκις δὲ σμικρὸν καὶ πυκνόν· καὶ τοῦτο πάντως ὁ Ἱπποκράτης προεσημήνατο, καθάπερ ἐπὶ τοῦ ἐν Μελιβοίῃ νεανίσκου. τούτῳ γὰρ ἦν μέν τις καὶ καθ’ ὑποχόνδριον ἔντασις ὑπολάπαρος, ἀλλὰ καὶ παρεφρόνησε μεγάλως. γράφει γοῦν ἐπὶ μὲν τῆς ἐντάσεως οὕτως·
863
ὑποχονδρίου ἔντασις ὑπολάπαρος, παραμήκης ἐξ ἀμφοτέρων· περὶ δὲ τῆς παραφροσύνης οὕτως· ἐν μὲν τῇ δεκάτῃ τῶν ἡμερῶν παρέκρουσεν ἀτρεμέως, ἐπὶ δὲ τῆς τεσσαρεσκαιδεκάτης πολλὰ παρέλεγεν, ἐπὶ δὲ τῆς εἰκοστῆς ἐξεμάνη, φησίν. ἦν μὲν οὖν καὶ μόνον αὐτῷ τοὔνομα τὸ ἐξεμάνη μέγεθος παραφροσύνης ἱκανὸν ἐνδείξασθαι, ἀλλὰ καὶ τὸ κόσμιον εἶναι καὶ σιωπηλὸν τὸν νεανίσκον αὐξητικόν ἐστιν οὐ σμικρὸν τοῦ μεγέθους αὐτῆς, εἴ γε δὴ κᾀν τῷ προῤῥητικῷ καὶ τὰς ἀποκρίσεις τὰς θρασείας, μήτοι γε τὰς παραφροσύνας αὐτὰς, κακάς φησιν εἶναι τοῖς κοσμίοις. οὐ γὰρ δὴ οὐδ’ ἄλλου τινὸς ἕνεκεν ἐν τῇ τῆς δεκάτης ἡμέρας διηγήσει προσέγραψεν τὰ περὶ τοῦ ἤθους τοῦ νεανίσκου. ἵνα δὲ μὴ δόξωμεν, ἐπειδὴ γέγραπται, παρέκρουσεν ἀτρεμέως, ἁπλῆν τινα εἶναι καὶ τὴν τυχοῦσαν παραφροσύνην, διὰ τοῦτο ἐπιφέρει, ἦν δὲ κόσμιος καὶ σιγῶν, ἐξ ὧν πάντων μὲν δὴ τούτων τὸ σφοδρὸν τῆς παραφροσύνης ἐνεδείξατο. τὴν δὲ καθ’ ὑποχόνδριον ἔντασιν ἐξ ἀμφοτέρων τῶν μερῶν τάχ’ ἄν τις δόξειεν μικρὸν καὶ πυκνὸν ἐργάσασθαι τὸ πνεῦμα· δι’ αὐτῶν γὰρ ὧν ὑπὲρ αὐτῆς ἔγραψεν, ἐνεδείξατο νενικημένην εὐλόγως ὑπὸ τῆς παραφροσύνης. οὐ γὰρ ἁπλῶς
864
εἶπεν· ἦν δὲ καθ’ ὑποχόνδριον ἔντασις, ἀλλὰ προσέθηκεν ὑπολάπαρος, δηλῶν ὡς οὐκ ἦν σὺν ὄγκῳ μεγάλῳ. λαπαρὸν γὰρ τὸ κενόν. ἐκ δὲ τοῦ παραμήκης τοὐναντίον ἐμφαίνει ᾧ πολλάκις αὐτὸς λέγει τῷ ἀνεσπασμένῳ ὑποχονδρίῳ. ὅταν μὲν γὰρ ὑπὸ τῶν φρενῶν τείνηται, τότε μὲν ἀνασπᾶταί τε καὶ κατακρύπτεται πᾶν, ἑλκόμενον εἰς τὸν θώρακα· ὅταν δ’ ὑπό τινος τῶν κάτω, παραμήκης τηνικαῦθ’ ἡ τάσις φαίνεται, οὐδὲν γάρ ἐστιν ἐπίπροσθεν τὸ κατακρύψον αὐτὴν, ὥσπερ ἐπὶ τοῦ θώρακος αἵ τε νόθοι πλευραὶ καὶ τὸ στέρνον. οὐ μόνον οὖν ἐκ τούτων δῆλον, ὡς σμικρὰ παντάπασιν ἡ κατὰ τὸ ὑποχόνδριον ἦν διάθεσις εἰς δυσπνοίας γένεσιν, ἀλλὰ κᾀξ αὐτοῦ τοῦ προσγράψαι τὸν Ἱπποκράτην περὶ τῆς ὀδύνης αὐτοῦ μηδέν. οὐ γὰρ ἂν ἐσιώπησεν, εἴπερ ἦν ὀδυνηρὸν, ἔθος ὂν αὐτῷ μηδὲν τῶν τοιούτων ἀργῶς παρέρχεσθαι. εἴπερ οὖν ταῦτα μὲν ἦν πάντως σμικρὰ, οὔτε γὰρ ὄγκος τις ἐν αὐτῷ μέγας οὔτε πόνος, οὔτε τὰς φρένας ἔθλιβεν, ἀλλὰ κατὰ τῆς γαστρὸς ὅλης ἐξετέτατο, τῇ παραφροσύνῃ δ’ οὐδὲν 
865
ἐνέδει πρὸς τὸ μεγίστην εἶναι καὶ χαλεπωτάτην, κατὰ λόγον ἐνικήθη τελέως ὑπ’ αὐτοῦ ἡ κατὰ τὸ ὑποχόνδριον διάθεσις, ὥστε γενέσθαι δι’ ὅλου τοῦ νοσήματος τὴν ἀναπνοὴν ἀραιὰν καὶ μεγάλην. διὰ τοῦτ’ οὖν καὶ ὁ Ἱπποκράτης ἀμφοτέρων ὁμοῦ μνημονεύει, τοῦ τε τῆς δυσπνοίας εἴδους καὶ τῆς κατὰ τὸ ὑποχόνδριον διαθέσεως. ἔχει δ’ ἡ λέξις ὧδε· πνεῦμα ἀραιὸν, μέγα, διὰ χρόνου, ὑποχονδρίου ἔντασις ὑπολάπαρος· ἵνα μή τις ἀργῶς παρέλθοι τὸν λόγον, ἀλλ’ ἑξῆς ἀλλήλων ἀναγνοὺς δύο διαθέσεις, ἐναντίον εἶδος δυσπνοίας ἐργάζεσθαι πεφυκυίας, ἐπισκέπτηται τὴν αἰτίαν τοῦ κρατῆσαι μὲν τελέως τὴν παραφροσύνην, νικηθῆναι δὲ τὴν καθ’ ὑποχόνδριον ἔντασιν. ἀλλ’ ἡμεῖς γε καὶ τὴν αἰτίαν εἰρήκαμεν καὶ τὴν γνώμην τἀνδρὸς ἐξηγησάμεθα, καὶ χρὴ μεταβάντας ἤδη τὸ λοιπὸν μέρος τοῦ προτεθέντος λόγου διελθεῖν. ὅταν μὲν γὰρ ἡ παραφροσύνη τελέως νικήσῃ τὴν ἐναντίαν διάθεσιν, αὕτη μόνη κατὰ τὴν ἑαυτῆς δύναμιν ἀλλοιοῖ τὴν ἀναπνοὴν, ὡς ἐπὶ τοῦ προγεγραμμένου γέγραπται νεανίσκου, τοῦ κατὰ τὸ τρίτον τῶν ἐπιδημιῶν ὑστάτου γεγραμμένου· ἀλλὰ μὴν καὶ ὅτι τοῦ πόνου τελέως
866
λέως κρατοῦντος, οὐδὲν παρεμφαίνεται τῆς κατὰ τὴν παραφροσύνην δυσπνοίας, ἐπ’ Ἀναξίωνος ἐδείξαμεν, ὃς ἐν τῷ τρίτῳ καὶ αὐτὸς γέγραπται τῶν ἐπιδημιῶν, ὄγδοος ἀπὸ τῆς λοιμώδους καταστάσεως· ἐπὶ δ’ αὖ τῆς Δεάλκους γυναικὸς, ἧς καὶ πρόσθεν ἐμνημονεύσαμεν, ὀγδόης μὲν ἀπὸ τούτου, πεντεκαιδεκάτης δὲ μετὰ τὴν λοιμώδη κατάστασιν γεγραμμένης, ὡς τὰ πολλὰ μὲν ἡ παραφροσύνη κρατεῖ, σπανιάκις δὲ καὶ κρατεῖται. ἀλλὰ τὰς μὲν ῥήσεις ὀλίγον ἔμπροσθεν, ἡνίκ’ ἐξηγούμην οἷόν τι δηλοῖ τὸ διὰ χρόνου, παρέγραψα, νυνὶ δὲ καὶ τὰς διαθέσεις αὐτὰς τὰς μαχομένας ἐρῶ, ἑπόμενος κᾀνταῦθα ταῖς ὑφ’ Ἱπποκράτους εἰρημέναις λέξεσιν. ἐπώδυνος μὲν οὖν διάθεσις οὐδεμία ταύτῃ τῇ ἀνθρώπῳ συμβῆναι φαίνεται, κατάψυξις δὲ ἐπεκράτησε, μαραινομένης τῆς ἐμφύτου θερμασίας. ἐκ γὰρ τοῦ γεγράφθαι περὶ αὐτῆς, πυρετοὶ πρὸς χεῖρα λεπτοὶ, ἀκρέων ψύξις, τοῦτο δηλοῦται, κᾀκ τοῦ περιστέλλεσθαι δι’ ὅλου τοῦ νοσήματος. εἰπὼν γὰρ, ἐξ ἀρχῆς δὲ περιεστέλλετο, μετὰ ταῦτα ἐπὶ τέλει τῆς ὅλης διηγήσεως, ἀεὶ περιεστέλλετό, φησι. ἀλλὰ καὶ τὸ ἀπὸ λύπης ἄρξασθαι, τούτοις ὁμολογεῖ. τί γὰρ φησι;
867
πυρετὸς φρικώδης ἐκ λύπης ἔλαβε. ἀλλὰ καὶ αὐτὸς ὁ φρικώδης πυρετὸς κατὰ τὴν αὐτὴν αἰτίαν ἐγένετο. καὶ μὲν δὴ καὶ τὸ τὰ πινόμενα διεξέρχεσθαι τὴν γαστέρα, μηδ’ ἐπὶ βραχὺ συνιστάμενα, μέγιστον τεκμήριον τοῦ τὴν ἔμφυτον θερμασίαν ἀποσβέννυσθαι. καὶ τὸ δέρμα δὲ τὸ καρφαλέον, τὸ ἀπεξηραμμένον ἐστί. συναπόλλυται δὲ ταῖς τοιαύταις ξηρότησι τὸ ἔμφυτον θερμόν. ἀλλὰ μὴν ὅτι γε ταῦτ’ ἐπ’ αὐτῆς ἐγένετο, δηλοῦσιν αἱ λέξεις αὗται. ἑπτακαιδεκάτῃ γάρ, φησιν, ἐρεθισμοὶ ἀπὸ κοιλίης ταραχώδεες, ἔπειτα δ’ αὐτὰ τὰ ποτὰ διῄει, οὐδὲ συνίστατο· ἀναισθήτως εἶχε πάντων· δέρματος περίτασις καρφαλέα. εὐλόγως οὖν δι’ ὅλου τοῦ νοσήματος ἐπεκράτησε τὸ μέγα καὶ ἀραιὸν πνεῦμα, παρενέπιπτε δέ ποτε καὶ τὸ βραχὺ τὸ ταῖς καταψύξεσιν ἑπόμενον. ἀναμνήσω δὲ καὶ νῦν τῶν ῥήσεων, ὡς ἔμπροσθεν ἤδη παρέγραψα· τεσσαρεσκαιδεκάτῃ πνεῦμα ἀραιὸν, μέγα, διὰ χρόνου, καὶ πάλιν βραχύπνοος. εἰκοστῇ λόγοι πολλοὶ, πάλιν ἱδρύνθη, ἄφωνος, βραχύπνοος. μιῇ καὶ εἰκοστῇ ἀπέθανε. ταύτῃ διὰ τέλεος πνεῦμα ἀραιὸν, μέγα. ἐνταῦθα μὲν οὖν ἡ παραφροσύνη τῆς καταψύξεως ἐπεκράτει,
868
καὶ διὰ τοῦτο σπανίως μὲν βραχύπνους, δι’ ὅλου δὲ τοῦ νοσήματος μακρόπνους ἐτηρήθη. ἔμπαλιν δὲ ἐπὶ τοῦ Πυθίωνος, οὗ καὶ πρόσθεν ἐμνημόνευσα, βραχύπνοια μὲν ἦν δι’ ὅλου τοῦ νοσήματος, ὀλιγάκις δέ ποτε συνέβαινεν ἡ μακρόπνοια, κατὰ λόγον, δύο γὰρ ἀντέκειντο τῇ παραφροσύνῃ διαθέσεις βραχυπνοίας αἰτίαι, πόνος καὶ κατάψυξις, ἄμφω μὲν μικρὰν πεφυκότα ποιεῖν τὴν ἀναπνοὴν, ἀλλ’ ὁ μὲν πόνος μετὰ πυκνότητος, ἡ δὲ κατάψυξις μετὰ ἀραιότητος. ὅτι μὲν οὖν παρεφρόνησε, γέγραπται πολλάκις αὐτοῖς ὀνόμασιν ὑπ’ αὐτοῦ τοῦ Ἱπποκράτους, ὥστε τοῦτο μὲν οὐκ ἄν τινα λάθοι· ἀλλ’ οὐδὲ τὸ τοῦ πόνου τοῦ κατὰ τὴν κοιλίαν, καὶ γὰρ καὶ τοῦτο σαφῶς ὧδε γέγραπται· κατὰ δὲ κοιλίην, βάρος μετὰ πόνου· ὅτι δὲ κατέψυκτο, καὶ ἡ ἔμφυτος θερμασία ἐμαραίνετο, δῆλον ἐκ τῶνδε· δευτέρῃ περὶ μέσον ἡμέρης ψύξις ἀκρέων, τὰ δὲ περὶ χεῖρας καὶ κεφαλὴν μᾶλλον· εἶθ’ ἑξῆς ἐν τῇ τῆς τρίτης ἡμέρας διηγήσει, ὀψὲ δὲ περὶ ἡλίου δυσμὰς ὑπεψύχθη μικρά· ἐπὶ δὲ γε τῆς τετάρτης ἡμέρας, οὐ μόνον ὅτι ψύξις, ἀλλὰ καὶ ὅτι ἀνεθερμάνθη μετὰ χρόνον, προσγέγραπται. σαφέστερον δὲ
869
περὶ τῆς ὀγδόης ἡμέρας διηγούμενος, πρωῒ μὲν ἐκοιμήθη, φησὶ, μικρὰ, ταχὺ δὲ ψύξις, ὀψὲ δὲ πάλιν ἀνεθερμάνθη. αὖθις δ’ ἐπὶ τῆς δεκάτης ἡμέρας, πολλὴ ψύξις, φησί. ἐκ τῶνδε μὲν οὖν δῆλον ὅτι καὶ ψύξις ἦν, οὐ μόνον πόνος καὶ παραφροσύνη τῷ Πυθίωνι. ὅτι δὲ ἐπεκράτει μὲν ἡ βραχύπνοια, ἦν δέ τις καὶ μακρόπνοια, γένοιτ’ ἂν σαφὲς ἐν τῇ τῆς δευτέρας ἡμέρας διηγήσει. γέγραπται γὰρ ὡδὶ, βραχύπνοος ἐπὶ χρόνον πολύν. τοῦτο γὰρ τὸ, χρόνον πολὺν, ἐνδεικτικόν ἐστι τοῦ γε μὴ μόνην εἶναι τὴν βραχύπνοιαν, ἀλλὰ καὶ τοῦ πλεονεκτεῖν αὐτὴν τῆς (ἐπὶ) μακροπνοίας. γέγραπται δὲ καὶ οὗτος ὁ Πυθίων ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν, τρίτος μετὰ τὴν λοιμώδη κατάστασιν, ὥστ’ ἔνεστιν ἑκάστῳ καθ’ ἑαυτὴν ἐπὶ πλέον ἐνδιατρίβειν ταῖς τοῦ παλαιοῦ ῥήσεσιν, ἵνα μὴ πάσας αὐτὰς ἡμεῖς παραγράφοντες μακρὸν ποιῶμεν τὸν λόγον.

Ἀλλὰ καὶ ὅτι μηδεμίαν λέξιν ἐναντίαν τοῖς ὑφ’ ἡμῶν λεγομένοις ἑκόντες εἶναι παραλείπομεν, εἴ τις ἐπ’ αὐτὰ τὰ βιβλία παραγένηται, μάλιστ’ ἂν πεισθείη. καὶ διὰ τοῦτο μηνύομεν ἡμεῖς, ἐν τίνι τε τῶν βιβλίων ὁ ἄῤῥωστος, ὑπὲρ οὗ ποτ’ ἂν ἑκάστοτε διαλεγόμενοι τύχωμεν, γέγραπται 

870
καὶ πόστος ἐστὶν ἢ ἀπὸ τῆς ἀρχῆς, ἢ ἀπὸ καταστάσεως ἀριθμοῦντι, πρὸς τὸ μὴ καταμέλλειν διὰ ταῦτά τινα, καὶ περὶ τὴν ἀνεύρεσιν ὀκνοῦντα ἢ ἀβασανίστως ἡμῖν πιστεύειν, ὅπερ οὐ βουλόμεθα, ἢ ὑποπτεύειν, ὥστε καὶ παραγράφοντας ἡμᾶς, ὃ δὴ πολλοὶ τῶν ἐξηγησαμένων ἐποίησαν. ἀλλ’ ἐκεῖνοι μὲν διὰ τοῦτο σιγῶσι τὰ βιβλία, καὶ κατακρύπτουσιν ἑκόντες, ἐξ ὧν ἂν ἑκάστοτε παραγράφωσι τὰς λέξεις, ἡμεῖς δὲ οὐκ αὐτὰ μόνον, ἀλλὰ καὶ τοὺς τόπους αὐτοὺς καὶ τὰ κεφάλαια μηνύομεν, ὑπὲρ τοῦ ῥᾷον εὑρίσκειν τὰ βουλόμενα· ἴσμεν γὰρ ὅτι βεβαιοτέραν πίστιν ὧν λέγομεν ἕξουσιν οἱ πᾶν ἀναγνόντες τοῦ βιβλίου τὸ χωρίον, ἐξ οὗ τὴν ῥῆσιν παραγράφομεν. τῶν μὲν δὴ προειρημένων ἀῤῥώστων ἠνάγκασεν ἡμᾶς ἡ ἀκολουθία τοῦ λόγου μνημονεῦσαι, βουληθέντας δηλῶσαι, καθ’ ὅντινα τρόπον ἐνίοτε μὲν ἡ παραφροσύνη μόνη τὴν δύσπνοιαν ἐργάζεται, νικῶσα τὴν ἐναντίαν διάθεσιν, ἐνίοτε δὲ νικηθεῖσα τελέως ἐξίτηλος γίνεται· καὶ ποτὲ μὲν ὡς τὸ πολὺ κρατεῖ, σπανίως ἐμπιπτούσης τῆς διαφερούσης δυσπνοίας, ποτὲ δὲ κρατεῖται κατὰ τὸ σπάνιον αὐτή που παρεμφαινομένη. καὶ ἤδη δῆλον
871
ὅπερ ἐν ἀρχῇ ἐλέγομεν, ὡς ᾧ μὲν τὸ μέγα καὶ ἀραιὸν πνεῦμα, πάντως καὶ παραφροσύνη, ᾧ δὲ παραφροσύνη, οὐ πάντως τούτῳ μέγα καὶ ἀραιὸν τὸ πνεῦμα.

Ὅπερ δ’ ἔτι λείπει τῶν προτεθέντων, προσθῶμεν τῷ λόγῳ, πάντας ἐπελθόντες τοὺς ἔν τε τῷ πρώτῳ καὶ τῷ τρίτῳ τῶν ἐπιδημιῶν ἀῤῥώστους γεγραμμένους ἀπὸ τοῦ πρώτου μέχρι τοῦ πάντων ὑστάτου, τὴν τάξιν τῷ λόγῳ τὴν αὐτὴν ἐντιθέντες ἥπερ δὴ καὶ τῆς γραφῆς ἐστιν αὐτῷ. ὁ μὲν δὴ πρῶτος ἁπάντων Φιλίσκος, ὅτι μὲν καὶ παρεφρόνησε, καὶ μέγα καὶ ἀραιὸν ἔσχε τὸ πνεῦμα, διὰ τῶν ἔμπροσθεν λόγων ἐδείξαμεν, αὐτοῦ τοῦ Ἱπποκράτους παραθέμενοι τὴν ῥῆσιν· ὅτι δὲ οὐδὲ ἦν τις πόνος αὐτῷ κατ’ οὐδὲν μορίων, ὧν πασχόντων ἐλέγομεν μικρὰν καὶ πυκνὴν γίγνεσθαι τὴν ἀναπνοὴν, νυνὶ δείξομεν, αὐτῆς κᾀνταῦθα τῆς τοῦ παλαιοῦ λέξεως ὑπομνήσαντες, ἐχούσης ὧδε· σπλὴν ἐπῄρθη περιφερεῖ κυρτώματι. οὔκουν οὔτ’ ἄλλως ὀδυνηρὸν τὸ σπλάγχνον ὁ σπλὴν, οὔτε θλίβει τὰς φρένας ὁμοίως ἥπατι καὶ γαστρὶ, πλὴν εἰ μὴ μέγιστόν ποτε ὄγκον σχοίη κατὰ τὴν κεφαλὴν, ὅπερ οὐκ ἦν τῷ Φιλίσκῳ, καὶ διὰ τοῦτο οὐχ ἱκανὸς ἐγένετο νικῆσαι τὴν ἐκ τῆς

872
παραφροσύνης δύσπνοιαν ὁ σπλὴν, μήτ’ ἐπώδυνος ὢν μήτε θλίβων τὰς φρένας. ὁ δ’ ἐφεξῆς τούτῳ γεγραμμένος Σιληνὸς, οὗ καὶ αὐτοῦ ἐν τοῖς ἔμπροσθεν λόγοις μετὰ τὸν Φιλίσκον ἐμνημονεύσαμεν, ὅτι μὲν ἀραιὸν καὶ μέγα καὶ αὐτὸς ἔσχε τὸ πνεῦμα, καὶ ὅτι παρεφρόνησεν, ἐν ἐκείνοις ἐδείξαμεν· ὅτι δὲ οὐδεμία διάθεσις ἦν αὐτῷ νικῆσαι δυναμένη παραφροσύνην, ἐν τῷδε δειχθήσεται. ἡ γάρ τοι τῆς τρίτης τοῦ νοσήματος ἡμέρας διήγησις ἔχει καὶ τοῦτο γεγραμμένον· ὑποχονδρίου ξύντασις, ἐξ ἀμφοτέρων παραμήκης, πρὸς ὀμφαλὸν ὑπολάπαρος. οὐκοῦν καὶ πρὸς ὀμφαλὸν ἀπεχώρει ἡ σύντασις, οὔτ’ ὀδύνη τις οὔτ’ ὄγκος ἀξιόλογος. ἀλλὰ καὶ τὸ ἐπὶ τῆς τελευτῆς εἰρημένον, ὑποχονδρίου παλμὸς, οὐχ ἱκανὸν οὐδ’ αὐτὸ τὴν ἐκ τῆς παραφροσύνης ἀλλοιῶσαι δύσπνοιαν. ἐῤῥέθη γὰρ ἤδη μυριάκις, ἤτοι πόνον δεῖν εἶναι περί τι τῶν κατὰ τὰς ἀναπνοὰς κινουμένων μορίων, ἢ στενοχωρεῖσθαί τι τῶν ἀναπνευστικῶν ὀργάνων, ἵνα μικρὸν καὶ πυκνὸν γένηται τὸ πνεῦμα. οὐκ οὖν οὐδ’ οὗτος ὁ Σιληνὸς, ὥσπερ οὐδ’ ὁ πρότερος ὁ Φιλίσκος, εἶχέ τινα διάθεσιν ἑτέραν, ἀλλοιοῦν δυναμένην τὴν ἀναπνοὴν, ὅτι μὴ παραφροσύνην.
873
οὔτε γὰρ πόνος οὔτε θλίψις τῶν ἀναπνευστικῶν ὀργάνων, ἀλλ’ οὐδὲ κατάψυξίς τις ἦν, οἵαν ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν ἐδείξαμεν Πυθίωνί τε καὶ τῇ Δεάλκους γυναικὶ γινομένην. τοὺς μέντοι τρεῖς τοὺς ἑξῆς τούτων γεγραμμένους, Ἡροφῶντα καὶ τὴν Φιλίνου γυναῖκα καὶ τὴν Ἐπικράτους, εὕροις ἂν ἀκριβῶς ἀναλεγόμενος τὰς ὑπὲρ αὐτῶν διηγήσεις ἐλάττονα τὴν παραφροσύνην ἔχοντας, ἢ ὥστε κατὰ ταύτην ἀλλοιωθῆναι ἀναπνοήν. ἀλλ’ Ἡροφῶντι μὲν ὅ τε σπλὴν ἐπῄρθη, καὶ ὑποχονδρίου, φησὶ, ξύντασις, οὐκέτι προσθεὶς, ὑπολάπαρος, οὐδὲ, παραμήκης, οὐδὲ, πρὸς ὀμφαλὸν, ὥστε τούτῳ τὰ κατὰ τὰς φρένας ἐφλέγμηνεν, αἵπερ ἐδείχθησαν ἡμῖν ἐν τοῖς περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων τὸ πρῶτόν τε καὶ κυριώτατον αὐτῶν ὄργανον. ἡ δὲ τοῦ Φιλίνου γυνὴ ἤλγεέ, φησι, καρδίην καὶ ὑποχόνδριον δεξιόν· ἡ δέ γε τοῦ Ἐπικράτους, οὐ τὴν καρδίαν μόνην, ἀλλὰ καὶ πλευροῦ, φησιν, ἀριστεροῦ βάρος μετ’ ὀδύνης εἶχε. διὰ τοῦτ’ οὖν οὐδὲ προσέγραψεν οὐδενὶ τούτων πνεῦμα μικρὸν καὶ πυκνὸν, ἀλλ’ ὅλως ἐσιώπησεν, ἔθος ἔχων, ὡς καὶ πρόσθεν ἐδείξαμεν, τὰ σαφῶς
874
ἅπασι γινωσκόμενα παραλείπειν. σαφεστάτη δὲ καὶ πᾶσι γνώριμος ἦν, ὡς καὶ τοῦτ’ ἐδείξαμεν, ἡ κατὰ μικρότητα καὶ πυκνότητα δύσπνοια, ἣν ἐδυσπνόουν ἐξ ἀνάγκης οἱ προγεγραμμένοι τρεῖς ἄῤῥωστοι. καὶ μέντοι καὶ ὁ μετ’ αὐτοὺς γεγραμμένος Κλεανακτίδης, ἐξ ἀνάγκης μὲν καὶ αὐτὸς ὁμοίως ἐδυσπνόει διὰ τὴν ὀδύνην τῆς ἀριστερᾶς πλευρᾶς, ἀλλ’ οὐδ’ ἐπὶ τούτου γέγραπταί τι περὶ δυσπνοίας, ὡς ἂν καὶ χωρὶς τοῦ γραφῆναι νοηθῆναι δυναμένης. οὐ μὴν παρεφρόνησέ γε οὗτος ὁ Κλεανακτίδης· ὁ δέ γε μετ’ αὐτὸν γεγραμμένος Μέτων οὔτ’ ὀδυνῆσαι δυναμένην διάθεσιν οὔτε στενοχωρῆσαί τι τῶν ἀναπνευστικῶν ὀργάνων ἔσχεν, ἀλλ’ οὐδὲ παραφροσύνης ὑπόθεσιν οὐδεμίαν νοσώδη, παράδοξον δέ τι καὶ οὐκ εἰθισμένον ἀπαντᾷν συνέπεσεν αὐτῷ. τῇ γὰρ ε΄. τῶν ἡμερῶν αἱμοῤῥαγήσας τε καὶ ἱδρώσας ἐκρίθη τελέως. ᾑμοῤῥάγει οὖν ἔτι καὶ μετὰ κρίσιν ἄγρυπνος ὢν, ἀλλὰ καὶ παρέλεγέ, φησι, καίτοι πρὶν κριθῆναι μηδ’ ὅλως παραφρονήσας. διὰ τοῦτο οὖν καὶ ἡμεῖς ἔφαμεν αὐτῷ μηδεμίαν γενέσθαι νοσώδη διάθεσιν παραφροσύνης. 
875
ἀλλ’ οὕτως παρέλεγεν, ὡς τοῖς μεθύουσι συμβαίνει, πληρώσει τῆς κεφαλῆς. δι’ αὐτὸ δὲ τοῦτο καὶ τὸ, παρέλεγεν, ὄνομα γέγραπται πρὸς Ἱπποκράτους, ἐνδεικνυμένου τὴν πρὸς μέθην ὁμοιότητα γενομένην αὐτῷ ἐκ τῆς περὶ τὴν κεφαλὴν πληρώσεως. ἧκε γὰρ ἐπ’ αὐτὴν, ὡς ἐκ τῶν συμβάντων ἐστὶ τεκμήρασθαι, πλῆθος οὐκ ὀλίγον αἵματος, ἐφ’ ᾧ δὴ καὶ τὸ σύμπαν ἐκρίθη νόσημα, δεξαμένης τῆς κεφαλῆς ἅπασαν αὐτοῦ τὴν διάθεσιν. ἀλλὰ τοιούτου τοῦ αἵματος οὐκ ὀλίγον μὲν εὐθὺς ἐν τῇ ε΄ τῶν ἡμερῶν λάβρως ἐξεκρίθη σὺν ἱδρῶτι, πολὺ δέ τι πλέον τοῦ κενωθέντος ὑπέμεινεν ἐν τῇ κεφαλῇ, βαρῦνόν τε αὐτὴν καὶ παραλέγειν τὸν ἄνθρωπον ἀναγκάζον· ὅθεν Ἱπποκράτης λουτροῖς ἐχρήσατο κατὰ κεφαλῆς εἰπὼν, ᾑμοῤῥάγει πολλάκις μετὰ κρίσιν. ὥστ’ ἐπί γε τούτου οὐ μόνον οὐκ ἔγραψεν οὐδένα τρόπον δυσπνοίας, ἀλλ’ οὐδὲ εἰ γεγένηται τὴν ἀρχὴν δύσπνοος. οὐ γὰρ τοῖς παραλέγουσιν ὁπωσοῦν, ἢ τοῖς μεθύουσιν, ἀλλὰ τοῖς παραφρονοῦσι μόνοις μέγα γίνεται καὶ ἀραιὸν τὸ πνεῦμα. καὶ διὰ τοῦτ’ ἐν τῷ προγνωστικῷ φησιν· μέγα δ’ ἀναπνεόμενον, καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην
876
σημαίνει. ἀλλ’ ὅ γε μετ’ αὐτὸν ἄῤῥωστος Ἐρασῖνος ἐξ ἀνάγκης μὲν ἐδυσπνόει, παραλέλειπται δ’ ἡ δύσπνοια διὰ τὴν πολλάκις εἰρημένην αἰτίαν. ὅλως γὰρ οὐδαμοῦ φαίνεται προειπὼν οὐδεμίαν διάθεσιν ὀδυνηρὰν ᾒ θλίβουσάν τι τῶν ἀναπνευστικῶν ὀργάνων, εἶθ’ ἑξῆς ταύτης παραγράφων τὴν ἑπομένην δύσπνοιαν, ἀλλὰ πανταχοῦ παραλείπων, ὡς ἅπασι γνώριμον. ὅτι δ’ ἦν τοιαύτη διάθεσις τῷ Ἐρασίνῳ, σαφὲς ἐποίησεν εἰπών· ὑποχόνδρια μετέωρα, σύντασις μετ’ ὀδύνης· μέγεθος γάρ τοι φλεγμονῆς ἐμφαίνεται, δι’ ἣν καί τοι παραφρονήσας ὁ ἄνθρωπος οὐκ ἐδυσπνόησε τὴν τῆς παραφροσύνης ἰδίαν δύσπνοιαν, ἢ πάντως ἂν καὶ ταύτης ἐμνημόνευσεν Ἱπποκράτης. ὥσπερ γὰρ τὴν ἐπὶ ταῖς ὀδύναις, τὴν μικρὰν καὶ πυκνὴν, ἀεὶ παραλείπων ὅδε εὑρίσκεται, διότι σαφής ἐστιν, οὕτω τὴν ἐπὶ ταῖς παραφροσύναις εἰδὼς ἀμφισβητουμένην, οὐδαμοῦ παρέλιπεν, οὐδὲ παρῆλθεν ἀόριστον. τὰ γὰρ ἐπὶ Κρίτωνος τοῦ μετ’ αὐτὸν ἑξῆς γεγραμμένου σαφῆ τὴν αἰτίαν ἔχει. δευτεραίου γὰρ ἀποθανόντος αὐτοῦ παραδοξοτάτως,
877
ὡς ἐξ αὐτῆς τῆς διηγήσεως ἔνεστι μαθεῖν, εἰκότως παρέλιπεν εἰπεῖν τι περὶ δυσπνοίας ὁ Ἱπποκράτης, ἢ οὐ παραφυλάξας τὴν γενομένην δύσπνοιαν, ἤ οὐκ ἀξιώσας μνημονεύειν. ἔστι γὰρ ἑκάτερον αὐτῶν εὔλογον, τὸ μὲν μὴ παραφυλάξαι, διά τε τὸ τάχος τοῦ θανάτου καὶ τὸ τῶν συμπτωμάτων ἐκπληκτικόν· οὐ γὰρ δὴ μικρόν γε θαῦμα περιερχόμενον ἄνθρωπον, καὶ τὰ συνήθη πράττοντα, κᾄπειτα τὸν μέγαν ἐν τῷ ποδὶ δάκτυλον ἀλγήσαντα σφοδρῶς, τῇ πρώτῃ μὲν ἡμέρᾳ μικρὸν ὑποθερμανθῆναι, τῇ δ’ ἑξῆς ἀποθανεῖν. οὔτ’ οὖν διατριβῆς ἐν τῷ μεταξὺ γενομένης, ἀλλ’ ἐν τάχει μὲν ἀποθανόντος τἀνθρώπου, παραφρονήσαντος δ’ οὐχ ἁπλῶς, ἀλλ’ ἐκμανέντος, ὥς φησιν, οὐχ οἷόν τε ἦν παραφυλάττειν, ὅπως ἀνέπνει. τοῖς μὲν γὰρ ἐκμανεῖσιν οὐδ’ ἐγγὺς ἐλθεῖν ὑπομένομεν, ἀλλ’ ἐξιστάμεθα παντὶ τρόπῳ δεδιότες, μή τι κακὸν ἡμῖν προστρίψωνται. ἢ οὖν οὐ παρεφύλαξεν, ὡς εἴπομεν, ἢ οὐκ ἠξίωσε μνημονεῦσαι τοῦ τῆς δυσπνοίας εἴδους διὰ τὸ παράδοξον τῆς ὅλης συνδρομῆς, ᾗ μόνῃ προσέχειν τὸν νοῦν
878
ἡμᾶς ἄξιον, καὶ μὴ περιέλκεσθαι πρὸς τὰ δι’ ἄλλων ἀῤῥώστων εὑρεθῆναι δυνάμενα. ἑξῆς δὲ γράφει τὸν Κλαζομένιον, ὃς ἤλγει, φησὶ, κεφαλὴν καὶ τράχηλον καὶ ὀσφὺν ἐξ ἀρχῆς· ἀλλὰ ταῦτα μὲν οὐχ ἱκανὰ μικρὸν καὶ πυκνὸν ἐργάσασθαι τὸ πνεῦμα, πλὴν εἴπερ ἄρα ὁ τράχηλος. ἔστι δὲ καὶ ὅθι τοῦτο προϊόντος τοῦ λόγου διορισθήσεται· τὸ δὲ ὑποχόνδριον τὸ μετ’ ὄγκου ἐπηρμένον ἱκανὸν, ὥστ’ εἰ καὶ παρεφρόνησεν οὗτος, οὐκ ἐδυσπνόησε τὴν οἰκείαν τῇ παραφροσύνῃ δύσπνοιαν, κρατησάντων τῶν εἰρημένων ἐπωδύνων παθημάτων. ἡ μέντοι μετὰ αὐτὸν Δρομάδεω γυνὴ, ἣν καὶ κατ’ ἀρχὰς εὐθὺς τοῦδε τοῦ λόγου παρεθέμην, οὐ μόνον παρεφρόνησεν, ἀλλὰ καὶ μέγα καὶ ἀραιὸν ἔσχε τὸ πνεῦμα, μηδενὸς μήτε περὶ θώρακα, μήτε καθ’ ὑποχόνδριον γενομένου παθήματος, ὃ μικρὰν καὶ πυκνὴν ἐπεφύκει τὴν ἀναπνοὴν ἐργάσασθαι. ταῦτ’ ἆρα καὶ ὁ Ἱπποκράτης ἀκριβῶς πάντα τὰ καταλαβόντα τὴν ἄνθρωπον γράφων, ἤρξατο πονέειν τὴν πρώτην περὶ ὑποχόνδριον, ἔφη, ἀσώδης, ἀλύουσα· μοχθηρῶν δηλονότι χυμῶν
879
αὐτόθι δακνόντων τὸ στόμα τῆς γαστρὸς, οὐ μὴν φλεγμονῆς γε οὐδεμιᾶς ὑπαρχούσης, οὐδ’ ἄλλου παθήματος οὐδενὸς, ὑφ’ οὗ μικρὸν καὶ πυκνὸν γίνεται τὸ πνεῦμα· καὶ μὲν δὴ καὶ βραχὺ προελθὼν κατὰ τὴν διήγησιν ὁ Ἱπποκράτης, εἶτα γράψας, ὑποχονδρίου πόνος, τὸ ἀσώδης προσέθηκεν, εἶθ’ ἑξῆς πάλιν, διψώδης· οὔτ’ οὖν τῶν καθ’ ὑποχόνδριον ἢ θώρακά τι γινομένων ἱκανὸν ἦν κρατῆσαι τῆς παραφροσύνης, ἀλλ’ οὐδὲ τὸ ἔμφυτον θερμὸν ἐσβέννυτο, καθάπερ ἐδείξαμεν ἑτέροις οὕτω συμβὰν, ὥστ’ εὐλόγως μηδεμιᾶς διαθέσεως τῶν ἀντιτεταγμένων τῇ παραφροσύνῃ, τὴν ἀναπνοὴν ἀλλοιῶσαι δυνηθείσης, μέγα ταύτῃ καὶ ἀραιὸν τὸ πνεῦμα ἐγένετο. ἐπεὶ δὲ προσγέγραπται τὸ, αὐτίκα ἀνεσπασμένον, τοῦτο ἐπισημήνασθαί με χρὴ νῦν, ἵνα μή τις ὑπολάβοι μέλλειν ἡμᾶς αὐτὸ ῥᾳθύμως παρέρχεσθαι. ἐξηγεῖσθαι δὲ οὐ νῦν καιρὸς, ἀλλ’ ἐν τῷ μετὰ ταῦτα λόγῳ σὺν τοῖς ἄλλοις ὁμοίως εἰρημένοις ἐξετασθήσεται· ἐν δέ γε τῷ παρόντι τοὺς ὑπολοίπους ἔτι τρεῖς ἀῤῥώστους προχειρισόμεθα, παραφρονήσαντας μὲν καὶ αὐτοὺς, οὐ μὴν δυσπνοήσαντάς γε τὴν ἰδίαν τῆς παραφροσύνης 
880
δύσπνοιαν. διὰ τοῦτ’ ἐπὶ μὲν τοῦ πρώτου γέγραπται, ὑποχονδρίου δεξιοῦ πόνος, φλεγμονὴ ὑπολάπαρος ἐκ τοῦ εἴσω μέρεος, τοῦ πρὸς τὰς φρένας δηλονότι. ἐπὶ δὲ τοῦ δευτέρου, κατὰ τὸ ὑποχόνδριον ἔπαρμα σὺν ὀδύνῃ, καὶ μετ’ ὀλίγον, ὑποχονδρίου πόνος, καὶ αὖθις ἑξῆς, περὶ δὲ κληῗδα ἀριστερὰν πόνος παρέμενεν. ἐπὶ δὲ τοῦ τρίτου τῶν ἀῤῥώστων, γυνὴ δὲ ἦν αὕτη, ὥσπερ καὶ ἡ πρὸ αὐτῆς, κεφαλῆς, φησι, καὶ τραχήλου καὶ στήθεος πόνος ἰσχυρὸς, καὶ μετ’ ὀλίγον, οἱ πόνοι παρέμενον.