De marcore

Galen

Galen, De marcore

Μαρασμός ἐστι φθορὰ ζῶντος σώματος ἐπὶ ξηρότητι. διττῶς δὲ τῆς φθορᾶς λεγομένης, τῆς μὲν ἐν τῷ γίνεσθαι, τῆς δὲ ἐν τῷ γεγονέναι, κατὰ τὸ πρότερον σημαινόμενον ἀκούειν χρὴ τῆς προσηγορίας. οὕτω δὲ καὶ αὐτὸς ὁ μαρασμὸς ὁ μὲν παρὰ τὸ μεμαράνθαι λέγοιτ’ ἂν, ὁ δὲ παρὰ τὸ μαραίνεσθαι, περὶ οὗ νῦν ὁ λόγος ἐστίν. ἐπεὶ δὲ ζῶντος σώματος ἔφαμεν εἶναι φθορὰν τὸν μαρασμὸν, ἔστι δὲ τρία γένη τῶν ζώντων, ζῶα, φυτὰ καὶ σπέρματα, καὶ διὰ ταῦτα καὶ οἱ καρποὶ, τούτων ἂν εἶναι πάθος τὸν μαρασμὸν ἑρμηνεύοντες κυρίως, ἐκ μεταφορᾶς δὲ ἤδη καὶ τὰς ἀλλὰς

667
φθορὰς, ὅσαι γίνονται διὰ ξηρότητος, μαρασμὸν ὀνομάζουσιν. ὥστε καὶ κατὰ τοῦ πυρὸς ἐπιφέρουσι τοὔνομα, καὶ μᾶλλον ἔτι ποῤῥώτερον, ἐπιφέροντες ἐπὶ πάντα τὰ κατὰ βραχὺ φθειρόμενα. ἀλλ’ οὐδὲ περί τινος τῶν ἄλλων, ὅσα μὴ κυρίως μαραίνεσθαι λέγεται, περὶ μόνου δὲ τοῦ κατὰ τὸν ὁρισμὸν μαρασμοῦ νῦν ἡμῖν πρόκειται λέγειν, καὶ μάλισθ’ ὅταν ἐν ζώου γένηται σώματι. κοινωνίαν γ’ ὁ λόγος ἀναγκαίαν ἕξει καὶ πρὸς τὰ φυτά. κατὰ τέτταρας οὖν τρόπους ἁπλοῦς καὶ πρώτους ἁπάντων τῶν ζώντων φθειρομένων, ὅτι καὶ τὰ στοιχεῖα τῆς οὐσίας αὐτῶν ἐστι τέσσαρα, τὰ μὲν διὰ ξηρότητος φθειρόμενα μαραίνεσθαι λέγομεν. εἰ μὲν δὴ τοῦτο μόνον αὐτοῖς ὑπάρχοι τὸ ξηραίνεσθαι, τῆς ἑτέρας τῶν στοιχείων ἀντιθέσεως τῆς κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν ἐν τοῖς οἰκείοις ὅροις διαμενούσης, ἁπλοῦς ἐστιν ὁ τοιοῦτος μαρασμός· εἰ δ’ ἤτοι θερμότης ἄμετρος ἢ ψύξις αὐτῷ προσγένοιτο, σύνθετος οὕτω τε καὶ διττὸς ὁ τρόπος εἴη τῆς φθορᾶς. ὁ μὲν οὖν ἁπλοῦς μαρασμὸς ἐπὶ ταῖς ἀσιτίαις δοκεῖ γίνεσθαι τῶν τε κατὰ πρόθεσιν ἀποκαρτερούντων καὶ ὅσοι λιμώττουσιν ἀπορίᾳ
668
σιτίων· ὁ δὲ μετὰ ψύξεως, ἐπί τε τῶν γηρασκόντων καὶ ὅσοι διά τι πάθος εἰς ὁμοίαν γήρᾳ διάθεσιν ἐμπίπτουσι· ὁ δὲ μετὰ θερμότητος, ἔν τισι τῶν ἑκτικῶν πυρετῶν. ἐπὶ μὲν δὴ τῶν φυτῶν ὅλον τὸ σῶμα καὶ μόριον ὁτιοῦν αὐτῶν μαραίνεσθαι λέγομεν ἐπὶ ταῖς διὰ ξηρότητος φθοραῖς· οὐ μὴν ἐπί γε τῶν ζώων, ἀλλὰ τὸ μὲν ὅλον σῶμα μαραίνεσθαί φαμεν, οὐκέτι δὲ σύνηθές ἐστι καθ’ ἑκάστου μορίου φέρειν τοὔνομα, καὶ νῦν ἡμῖν ὁ λόγος ἐστὶν οὐ περὶ τῶν ξηραινομένων διά τι σύμπτωμα μορίων, ἀλλ’ ὅταν ὅλον οὕτω καταστῇ τὸ σῶμα. δῆλον τοίνυν ἐστὶν ἤδη τό γε τοσοῦτον, ὡς εἴπερ ὅλου τοῦ σώματός ἐστι πάθος ὁ μαρασμὸς, οὐκ ἄνευ τῆς ἀρχῆς τοῦ ζώου παθόντος γίνεται. οὐ μὴν οὐδ’ ἄλλο μέν τι πάθος ἐν ὅλῳ τῷ ζώῳ γίνεσθαι δυνατόν ἐστιν, ἄλλο δέ τι κατειληφέναι τὴν ἀρχὴν, ὥστ’ ἀνάγκη τὸ σῶμα τῆς καρδίας ξηραίνεσθαι τοῖς μαραινομένοις. εἰ τοίνυν εὕροιμεν ἁπάσας τὰς αἰτίας, ὑφ’ ὧν ξηραίνεσθαι συμβαίνει τὴν καρδίαν, εἰσόμεθα πότερον
669
ἀνιάτως ἔχουσιν οἱ μαραινόμενοι πάντες, ἤ τινες ἐξ αὐτῶν ἰαθῆναι δύνανται.

Κάλλιον οὖν ἴσως ἐστὶ κᾀνταῦθα τὸν λόγον ἐπ’ ἀρχὴν ἀγαγεῖν. ἀρχὴ δὲ ἀρίστη τὸ γνῶναι γήρως αἰτίαν, ἐπειδὴ φαίνεται τῶν μαρασμῶν οὗτος ἀφυκτότατος, ὡς καὶ κατὰ φύσιν εἶναι δοκεῖν· ἄφυκτα δὲ τὰ τῆς φύσεως ἔργα σύμπαντά ἐστι, καὶ τάξιν τῆς γενέσεως ἀναγκαίαν ἔχοντα. προηγεῖται δέ τι καὶ αὐτοῦ τοῦδε τὸ γνῶναι τὰ σημαινόμενα τῆς κατὰ φύσιν λέξεως. οὐ γὰρ δὴ οὕτω λέγεται κατὰ φύσιν εἶναι τὸ γῆρας, ὡς τὸ τρέφεσθαί τε καὶ αὐξάνεσθαι. ταυτὶ μὲν γὰρ ἔργα τῆς φύσεώς ἐστι, τὸ γῆρας δὲ οὐκ ἔργον, ἀλλὰ πάθος ἐξ ἀνάγκης ἑπόμενον. οὐδὲν γὰρ τῶν γεννητῶν ζώων ἀγήρων ἑωρᾶτο. καὶ διὰ τοῦτο κατὰ φύσιν εἶναι λέγουσιν αὐτό τινες ἐξ ἀνάγκης ἑπόμενον ἅπασι τοῖς ὑπὸ φύσεως διοικουμένοις. εἴπερ οὖν κατὰ τοῦτο τὸ σημαινόμενον εἴρηται κατὰ φύσιν εἶναι τὸ γῆρας, οὔτ’ ἀναγκαῖον ἔτι προσεπισκέπτεσθαι τἄλλα σημαινόμενα τῆς λέξεως,

670
ἃ κακῶς ἔδοξέ τισιν, ὡς ἐν ἑτέροις ἐπιδείκνυμεν, οὔτ’ ἀπορία τις ὑπολείπεται κατὰ τὸν λόγον. οὕτω γὰρ λεγόντων, ὡς εἴρηται νῦν, ἀληθές ἐστι τὸ κατὰ φύσιν εἶναι τὸ γῆρας ἄφυκτόν τε ὑπάρχειν, εἴπερ ἐξ ἀνάγκης ἕπεται τοῖς ἔργοις τῆς φύσεως. καί τοί τις τῶν καθ’ ἡμᾶς φιλοσόφων ἔγραψε βιβλίον, ἐπιδεικνὺς ὅπως ἔνεστιν ἀγήρων τινὰ διαμεῖναι τὸ πάμπαν. ἐξέδωκε μὲν οὖν τὸ βιβλίον ἔτι τεσσαρακοντούτης ὢν, παρέτεινε δὲ μέχρι καὶ τῶν ὀγδοήκοντα ἐτῶν, καὶ ἦν οὕτως ἰσχνός τε καὶ ξηρὸς, ὡς ἁρμόζειν ἐπ’ αὐτοῦ τὴν ἐκ τοῦ προγνωστικοῦ Ἱπποκράτειον ῥῆσιν, ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι, κρόταφοι ξυμπεπτωκότες, ὦτα ψυχρὰ, καὶ συνεσταλμένα, καὶ οἱ λοβοὶ τῶν ὤτων ἀπεστραμμένοι, καὶ τὸ περὶ τὸ μέτωπον ξηρόν τε καὶ περιτεταμένον, καὶ καρφαλέον ἐόν. ἐπεὶ τοίνυν ἐγελᾶτο τοιοῦτος φαινόμενος, ὅτι ἄλλους ἀνθρώπους ἐπεχείρησε διδάσκειν, ὅπως ἄν τις ἀγήρως διαμείνῃ, δευτέραν ἔκδοσιν ἐποιήσατο περὶ τῆς θαυμαστῆς ἀγηρασίας, οὕτω γὰρ αὐτὴν καὶ ὠνόμασε διὰ τοῦ συγγράμματος, 
671
ἐπιδεικνὺς, ὡς οὐ πᾶς ἄνθρωπος ἀγήρως δύναται διαμένειν, ἀλλὰ δέοι μὲν εἰς τοῦτο καὶ φύσιν ἔχειν ἐπιτηδείαν, μάλιστα δ’ ὧν ἡ πρώτη τροφὴ τοιαῦτα βάλλοιτο θεμέλια, καὶ ἐπηγγείλατο τῶν ἐπιτηδείων εἰς τοῦτο βρεφῶν εὐθὺς ἐξ ἀρχῆς αὐτὸς ἐπιστατῶν, ἀθάνατα αὐτῶν ποιήσειν τὰ σώματα. καὶ ἦν ἀνεξέλεγκτον αὐτοῦ τὸ ἐπάγγελμα· πρὸ τοῦ γὰρ ἀνδρωθῆναι τοὺς παῖδας, οὓς παρελάμβανεν, ἔμελλεν αὐτὸς τεθνήξεσθαι. οἱ μὲν οὖν ἄλλοι πάντες ἐσχάτην μωρίαν αὐτοῦ κατεγίνωσκον, ἐγὼ δὲ οὒ, [μόνον] εἰδὼς, ὅτι πολλὰ καὶ ἄλλα δόγματα τοῖς διὰ τῆς ἐμπειρίας ἐγνωσμένοις μαχόμενα πολλοὶ τῶν λογικῶν ἀνδρῶν ἀπεφήναντο τῇ πιθανότητι τῶν λόγων ἐξαπατηθέντες. οὐκ οὖν οὐδὲ τοῦτο θαυμαστόν ἐστιν ὅσον ἐπὶ τῷ λόγῳ. τὸ γὰρ ὅτι τὸ γεννητὸν πᾶν φθαρήσεται πάντως οὔτ’ ἐπιστημονικὴν οὔτ’ ἀναγκαίαν ἔχει τὴν ἀκολουθίαν, ἀλλ’ ἄχρι τοῦ πιθανοῦ προϊοῦαν, ὡς ἐν τῷ περὶ ἀποδείξεως ἀποδέδεικται; καίτοι γε τούτῳ χρῶνται τῷ λόγῳ σχεδὸν ἅπαντες, ὅσοι τὸ γηράσκειν ἀναγκαῖον ἐπιδεικνύουσι τοῖς ζώοις, ὁδὸν εἶναι
672
φάσκοντες αὐτὸ πρὸς τὴν ἐξ ἀνάγκης ἑπομένην φθορὰν τοῖς γεννητοῖς ἅπασιν. ἐξ ἐμπειρίας οὖν ἔτι μόνης τὸ γῆρας ἀναγκαῖόν τε καὶ κατὰ φύσιν, ὥσπέρ γε καὶ ὁ θάνατος οὐδ’ αὐτὸς ἀποδεδειγμένος ὑπὸ τῶν ἑτοίμως ἀποφαινομένων καὶ λεγόντων, ὡς ἀναγκαῖόν ἐστι τὸ γεννηθὲν ἅπαν εὐθὺς εἶναι φθαρησόμενον. ἑπόμενον δὲ δήπου τοῖς σοφισταῖς ἐστι τὸ πρὸς τὴν ἐμπειρίαν ἀντιλέγειν, ὅπερ, οἶμαι, κᾀκεῖνος ἐποίει φάσκων ἀποθνήσκειν τε καὶ γηράσκειν ἅπαν ζῶον ἀγνοίᾳ τῶν ἐπιστατούντων.

Ἴσως οὖν ἄμεινον ἡμᾶς ἐπισκέψασθαι τὴν αἰτίαν ἥτις ποτέ ἐστι, δι’ ἣν γηράσκει τά τε ζῶα καὶ τὰ φυτὰ σύμπαντα. φαίνεται γὰρ δὴ ξηραινόμενα καὶ τοιοῦτόν τι πάθος εἶναι τὸ γῆρας, εἰ καί τινες ἑτέρως ὑπέλαβον, ψυχρούς τε καὶ ὑγροὺς ἀποφηνάμενοι τοὺς γέροντας· ἐπιδέδεικται δὲ αὐτῶν ἡ αἰτία τῆς ἀπάτης ἐν τοῖς περὶ κράσεων γράμμασιν. ἆρ’ οὖν διὰ τοῦτο ξηραίνεται, δι’ ὃ λέγουσί τινες, ὡς ἡ σύμφυτος τοῖς ζώοις θερμασία καθάπερ τι πῦρ ὑπάρχουσα, τὴν αὔξησιν ἐκ τῆς ὕλης, ὅθεν ἀνάπτεται, λαμβάνει;

673
ταύτῃ γὰρ ἐνδέδεται καὶ ταύτης ἀχώριστός ἐστι, καὶ πάντα ἐκ ταύτης ἐστὶν αὐτῇ. τὰ μὲν οὖν νεογενῆ ζῶν, καθάπερ καὶ τὰ φυτὰ, σύμπαντά ἐστιν ὑγρὰ, καὶ διὰ τοῦθ’ ὥσπερ ἐγκαταπνιγομένη τῷ πλήθει τῆς ὑγρότητος ἑαυτὴν ἀναφέρει μόλις, ὁμιχλώδης τέ τις οὖσα καὶ βραδεῖα καὶ δυσκίνητος· ἐν δὲ τῷ χρόνῳ προϊόντι καὶ ταύτης περιγίνεται, καὶ τῆς ὕλης ἐγκρατὴς ἁπάσης καθίσταται. καὶ οὕτως οὐχ ὁμιχλώδης ἐστὶ καὶ θολερὰ καὶ καπνώδης, ἀλλὰ καθαρά τε καὶ αἰθερώδης γινομένη, τὰς ἑαυτῆς κινήσεις ἁπάσας ἀκωλύτως ἐπιδείκνυται, καὶ τὸ σύμπαν εἰπεῖν, ὥσπερ αἱ φλόγες, ὅταν ἐμπέσωσιν ὑγροῖς ξύλοις, ἐν ἀρχῇ μὲν ὑποτύφονταί τε καὶ οἷον καταπνίγονται μικραὶ παντάπασιν οὖσαι καὶ ἀσθενεῖς, ἐν δὲ τῷ χρόνῳ προήκοντι κατὰ βραχὺ μὲν ἐκλάμπουσί τε καὶ αὔξονται, κατὰ βραχὺ δὲ τῆς ὕλης ἐγκρατεῖς γίνονται, καὶ τέλος ἐπὶ μήκιστον αἴρονται μέγεθος, ὅταν ἁπάσης κρατήσωσιν, ὅπερ ἐστὶν αὐταῖς ἀκμή τε καὶ ῥώμη· κᾄπειτα ἐντεῦθεν ἤδη τῆς τροφῆς ἐπιλειπούσης ταύτης, μαραίνονταί τε καὶ σβέννυνται· κατὰ τὸν αὐτὸν τρόπον ἡ ἐν ἡμῖν, φασι,
674
θερμότης ἐνδεδεμένη τῷ τοῦ ζώου σώματι καθάπερ ὕλῃ τινὶ, τὸ μὲν πρῶτον ὑγρά τίς ἐστι καὶ ἀσθενὴς, αὐξανομένη δὲ μέχρι τῆς τῶν ἀκμαζόντων ἡλικίας ἐκλάμπει τε καὶ αὐξάνεται καὶ ἐπὶ πλεῖστον αἴρεται μεγέθους καὶ μιμεῖται τοῦ πυρὸς τὴν φλόγα· τοὐντεῦθεν δὲ τροφῆς ἀπορίᾳ μαραίνεται κατὰ βραχὺ, καὶ τοῦτό ἐστι τὸ γῆρας, ὕστερον δὲ ἤδη καὶ ἀποσβέννυται παντελῶς, ὅπερ ἐστὶν ὁ θάνατος. οὗτος ὁ λόγος εὐδοκιμεῖ παρὰ πᾶσιν ὀλίγου δεῖν τοῖς νεωτέροις ἰατροῖς τε καὶ φιλοσόφοις, οὐκ ὢν ἀληθὴς, ἐμοὶ γοῦν κριτῇ, παραβάλλων γέ τοι τὴν φλόγα τοῦ πυρὸς τῇ τῶν ζώων θερμασίᾳ, μηδὲ τοῦτ’ αἰσθανόμενος, ὡς ταῖς μὲν φλοξὶν ἡ γένεσις ἐκ τῆς κατὰ τὴν ὕλην ἐστὶ φθορᾶς, ὅθεν περιεξάπτονται, τὰ ζῶα δὲ οὐχ οὕτως ὑπὸ τοῦ διαπλάττοντος αὐτὰ τῆς ἐμφύτου θερμότητος ἔτυχεν, ἀλλ’ ὡς αὐξηθησόμενα καὶ διοικηθησόμενα παρ’ αὐτῆς, οὐδέ ἐστί τις χρόνος ἐν ᾧ διὰ πάσης αὐτῆς οὐκ ἐκτέταται τὸ σύμφυτον ἡμῖν θερμὸν δυνάμεις ἔχον, οὐχ αἷς διαπλάττει μόνον, ἀλλὰ καὶ πολλὰς ἑτέρας. καὶ γὰρ ἕλκει τὴν τροφὴν ἐφ’ ἑαυτὸ, καὶ τὴν ὕλην διοικεῖ καὶ προστίθησι
675
καὶ προσφύει καὶ ὁμοιοῖ, καὶ συλλήβδην εἰπεῖν ἅπαντα τἀναντία ταῖς φλοξὶν ἀπεργάζεται περὶ τὴν σύμφυτον ὕλην ἑαυτῇ. τίς γὰρ φλὸξ αὐξάνει ὕλην, ᾗπερ ἐνεδέθη; τίς δ’ ἐκείνῃ τὴν τροφὴν ἐξομοιοῖ μᾶλλόν περ ἢ τὴν ὕλην ἑαυτῇ; τίς δὲ τοσαύτας μηχανὰς ἕνεκα τοῦ διασώζεσθαι ὕλην ἐξευρίσκει, τὰ μὲν ἀμφιεννῦσα καὶ ἀποστέγουσα τῶν μορίων, ὡς μηδὲν αὐτοῖς ἔξωθεν πλεονάζειν, τὰ δὲ διατρυπῶσα καὶ ἀνευρύνουσα καὶ ὀχετοὺς ἐντιθεῖσα, τοὺς μὲν ὥσθ’ ἕλκειν δι’ αὐτῶν τὴν τροφὴν, τοὺς δ’ εἰς ἀνάψυξίν τε καὶ ἀναπνοὴν, ἐξοχετεύουσά τε τὰ περιττώματα, δι’ ἄλλων μὲν τὰ παχέα, δι’ ἄλλων δὲ τὰ λεπτά; λάθοιμ’ ἂν ἐνταῦθα μεταφέρων ἅπασαν τὴν περὶ χρείας μορίων πραγματείαν, εἰ τὰ τῆς φύσεως ἔργα πάνθ’ ἑξῆς καταλέγοιμι. καὶ μὴν ταὐτὸν εἶναί φασιν ἔμφυτον θερμὸν καὶ φύσιν οἱ τῆς εἰρημένης δόξης ἡγεμόνες. οὔκουν ὀρθῶς ὁμοιοῦσι καὶ παραβάλλουσιν αὐτὸ ταῖς φλοξὶ καὶ φθείρειν οἴονται τὰ σώματα τοῦτο. Ἱπποκράτης εἶπε, καὶ ἀποκτείνει τοίνυν ἡμᾶς τὸ θερμὸν, ὅπερ ἔφυσε τὰ σώματα. πρῶτον μὲν δὴ φήσομεν, ὦ βέλτιστοι, 
676
τῶν γνησίων οὐκ ἔστιν Ἱπποκράτους βιβλίων, ἐν ᾧ τοῦτο λέγεται. δεύτερον δὲ, εἰ καὶ δόγμα ἐστὶν Ἱπποκράτους, ἐχρῆν ἐξηγεῖσθαι αὐτὸ ὅπως εἴρηται, καί τινα φέρειν ἀπόδειξιν. εἰ δὲ ἐξ ὧν ἀποροῦσιν ἀποδείξεων, ἐκ τούτων πιστεύεσθαι δικαιοῦσιν, οὐκ ὀρθῶς γινώσκουσιν. ἀληθὲς μέν ἐστι τὸ διὰ τὴν ἔμφυτον θερμότητα γηράσκειν τε τὰ σώματα καὶ τελευτῶντα διαφθείρεσθαι· ψευδὴς δὲ ὁ τρόπος ὃν οὗτοί φασιν. οὐ γὰρ ὡς ἡ φλὸξ τὰ ξύλα, ταύτῃ καὶ τὸ σύμφυτον θερμὸν τῶν ζώων ἀναλίσκει τὰ σώματα· τουτὶ μὲν γὰρ ἴσως οἰκεῖόν ἐστι τοῖς ὑπὸ τῶν πυρετῶν διαφθειρομένοις παράδειγμα, καὶ τό γε παρ’ Ἱπποκράτους λεγόμενον ἐν τῇ προγεγραφυίᾳ ῥήσει τοιοῦτόν τι δηλοῦν ἔοικε· τὸ μέν τοι ξηραίνεσθαι τὰ σώματα κατά τινα φυσικὴν ἀκολουθίαν, καὶ γίνεσθαι τοῦτο διὰ τὴν ἔμφυτον θερμότητα, παντὸς μᾶλλον ἀληθές ἐστιν, ὡς κᾀν τῷ πρώτῳ τῶν ὑγιεινῶν ἐπιδέδεικται, ῥηθῆναι δὲ ἀναγκαῖόν ἐστι τῷ λόγῳ καὶ νῦν οὐδὲν ἧττον.

677

Ἡ φύσις ἡ δημιουργοῦσα τά τε φυτὰ καὶ τὰ ζῶα πάντως μὲν δήπου τῆς γενέσεως αὐτῶν ἀρχήν τινα λαμβάνει σωματοειδῆ, οὐδενός γε τῶν ὄντων δυναμένου τὴν ἀρχὴν τῆς γενέσεως ἐκ τοῦ παντάπασιν οὐκ ὄντος λαβεῖν. ἀρξαμένη δ’ ἐντεῦθεν, ἐπὶ σκοπὸν ἀεὶ τέταται τὸν ἐξ ἀρχῆς αὐτῇ προκείμενον ἐν τῇ δημιουργίᾳ, τοῦτο δέ ἐστι τὸ τέλεον ἀπεργάσασθαι τὸ γεννώμενον, εἴτ’ οὖν φυτὸν, εἴτε καὶ ζῶον. ἔστι δὲ δήπου τὸ τέλεον, ᾧ μηδεμία τῶν οἰκείων ἐνεργειῶν ἀπολείπεται· πλείονες δ’ εἰσὶ τῶν ἐνεργειῶν, αἳ σκληρῶν χρῄζουσι τῶν ὀργάνων, καὶ τοῦτ’ ἔστιν αἴτιον τοῦ πολλὰ γίνεσθαι τοῖς ζώοις μόρια σκληρά· τὴν δὲ ἀρχὴν αὐτῶν τῆς γενέσεως ἔμπαλιν τῷ τελείῳ ζώῳ μαλακὴν ἀναγκαῖον ὑπάρχειν, ἵν’ εὐρύθμιστός τε καὶ εὔπλαστος, εὐπειθής τε πρὸς ἅπαν ᾖ τῷ δημιουργοῦντι. καὶ διὰ τοῦτο κᾂν σκληρὸν ᾖ τι σπέρμα, φυτὸν μαλακὸν γίνεται πρότερον ὑγρότητι συμμέτρῳ τεγγόμενον, ἵν’ ἀντὶ σπέρματος φύσις γένηται. εἴπερ οὖν ἄρχεσθαι μὲν χρὴ τὴν τοῦ ζώου γένεσιν ἐκ μαλακῆς οὐσίας, τελειουμένην δὲ γίνεσθαι σκληρὰν, ἐπικρατεῖν ἀναγκαῖόν ἐστιν

678
ἐν τῇ πρώτῃ κράσει τῶν συνιστώντων αὐτὸ στοιχείων τό τε ὑγρὸν καὶ τὸ ξηρόν. τὸ μὲν οὖν ὑγρὸν τὸ ὑδατῶδές ἐστιν· τὸ δὲ ξηρὸν διττὸν μὲν ὑπάρχει τὴν φύσιν, τὸ μὲν γεῶδες, τὸ δὲ πυρῶδες. ἀλλ’ οὐχ οἷόν τε ἦν ἐξ ἀρχῆς μιχθῆναι πλέον τὸ γεῶδες, ὑγρᾶς δεομένης εἶναι τῆς τῶν ζώων ἀρχῆς. ἀπολείπεται οὖν ἔτι μόνον τὸ πυρῶδες, ἀναγκαίαν ἔχον ἐπικράτησιν ἐν τῇ πρώτῃ τοῦ ζώου γενέσει τε καὶ συμπήξει. εἰ μὲν οὖν οἶόν τε ἦν τῇ φύσει μέχρι τῆς ἀκμῆς προαγαγούσῃ τὸ ζῶον ἢ φυτὸν αὖθις ἑτέραν ἐνθεῖναι στοιχείωσιν ἀναλόγως ἴσην κατὰ δύναμιν, οὕτως ἂν μόνως ἀγήρων τε καὶ ἄφθαρτον ἔμεινεν αὐτῇ τὸ δημιούργημα, σοφοῦ τινος ἐπιστάτου τυγχάνον, οὐ γὰρ δὴ ἁπλῶς τε οὖν οὕτως ἄφθαρτον ἂν ἐγένετο κακῶς διαιτώμενον, καὶ τότε ἂν ἡμῖν ὁ Αἰγύπτιος ἐπεδείξατο τὴν ἑαυτοῦ τέχνην ἐπὶ δυνατῷ γενέσθαι πράγματί. νυνὶ δὲ ἐπεὶ οὐδὲ οἷόν τέ ἐστι μεταθεῖναί τε καὶ ὑπαλλάξαι τὰ πρῶτα στοιχεῖα τῆς τῶν ζώων καὶ φυτῶν γενέσεως, ἀναγκαῖόν ἐστι καὶ μετὰ τὴν ἀκμὴν ξηραίνεσθαι τὸ σῶμα, καίτοι
679
γε οὐ δεόμενον ἔτι πάσχειν τοῦτο, τῆς τοῦ ξηραίνεσθαι χρείας οἰχομένης. ἀλλ’ ἡ μὲν παρακμὴ βραχεῖαν ἔχουσα τὴν ξηρότητα λανθάνει τοὺς πολλοὺς, ὡς οὐδέπω μαρασμός τις οὖσα· τὸ δὲ γῆρας οὐ τῷ γένει διαφέρον αὐτῆς, ἀλλὰ μόνῃ τῇ ποσότητι κατάφωρον γίνεται. αὕτη μὲν ἡ αἰτία τὴν ἀναγκαίαν ἅπασι τοῖς ζώοις ἐπὶ προήκοντι τῷ χρόνῳ ξηρότητα ἐναργῶς ἐνδεικνυμένη τῷ γε μὴ παντάπασιν ἀσυνέτῳ τό τε τῆς γενέσεως ἄφυκτον καὶ τὸ τῆς τάσεως ἀδύνατον. ὃ γὰρ ἐξ ἀνάγκης ἀκολουθεῖ τῇ πρώτῃ τῶν ζώων γενέσει, τοῦτο πῶς ἄν τις γενέσθαι κωλύσειεν, ἢ παύσει γενόμενον; ἥτις δέ ἐστιν ἡ τοῦ γήρως ἀρχὴ, καὶ πότε πρῶτον ἄρχεται γηράσκειν τὰ σώματα, καιρὸν ἂν εἴη σκοπεῖσθαι. ὅσοι μὲν οὖν ἡγοῦνται τὴν μὲν τοῦ παρακμάζοντος κρᾶσιν εἶναι ξηρὰν καὶ ψυχρὰν, τὴν δὲ τῶν γερόντων ὑγρὰν καὶ ψυχρὰν, ἐν τῇ ταύτης μεταβολῇ τὴν ἀρχὴν τοῦ γήρως τίθενται. ἡμεῖς δὲ ἀποδείξαντες ἐν τῷ περὶ κράσεων ἅπαντα τὰ σώματα μετὰ τὴν ἀκμὴν ἄχρι τῆς τελευτῆς ξηραινόμενα, δεόντως ἀπορήσομεν ὑπὲρ ἀρχῆς γήρως, ἁπάσης τῆς μετὰ τὴν ἀκμὴν ἡλικίας
680
ξηρᾶς καὶ ψυχρᾶς ὑπαρχούσης. οὐδὲ γὰρ ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἕτερον ἑτέρου τῶν παρακμαζόντων εἶναι ξηρὸν καὶ ψυχρὸν ἀρχὴν τοῦ γήρως ὑποθέσθαι δυνατόν ἐστιν, ὅταν ἐπὶ πλεῖστον ἥκῃ τὸ σῶμα ξηρότητος· τουτὶ γὰρ τὸ ἐπὶ πλεῖστον εἰς σωρητικὴν ἀπορίαν ἐμπίπτει, καὶ δύναται μέν τις καὶ καταφρονῆσαι τῆς τοιαύτης ἀπορίας, καὶ πολλαχόθι γε ἀναγκαῖον οὕτω ποιεῖν, οὐ μὴν ἄμεινόν γε σαφέσιν ὅροις ἀφορίσασθαι δυνάμενον ὑποβάλλειν ἑαυτὸν οὐκ ἀναγκαίαις ἀπορίαις. ὅροι δὲ σαφεῖς ἐπὶ ταῖς τοῦ παρακμάζοντος ἡλικίαις καὶ ταῖς τοῦ γέροντος ἡ τῶν ὑγρῶν ἐπικράτησις περιττωμάτων, ὑφ’ ὧν ἐξαπατωμένους ἐλέγομεν ἀποφήνασθαί τινας ὑγρὸν εἷναι τὸ γῆρας. εὐθέως δὲ καὶ τὰς ἐνεργείας ἐν τῷδε σαφῶς ἔστιν ἰδεῖν ἀῤῥωστούσας ἁπάσας, καὶ ἡ τέως λανθάνουσα τῶν παρακμαζόντων ἐπὶ θάνατον ὁδὸς ἐναργῶς καταφαίνεται τηνικαῦτα. καὶ προβλήματα ὑποθέσεως γίνεται τοῖς σοφισταῖς, τοῖς μὲν ὡς νόσος ἐστὶ τὸ γῆρας, τοῖς δὲ ὡς ἡ κατὰ σχέσιν ὑγεία, τοῖς δὲ ὡς οὐδέτερόν τι· καὶ τοῖς μὲν ὡς κατὰ φύσιν ἐστὶ, τοῖς δὲ ὡς παρὰ φύσιν· ἐνίοις δὲ κᾀνταῦθα 
681
μέσον τι καὶ οὐδέτερον ἀμφοῖν ἔδοξεν εἶναι τὸ γῆρας, ὡς μήτε κατὰ φύσιν αὐτὸ μήτε παρὰ φύσιν ὀνομάζειν, ἀλλὰ καὶ λέξιν ἐξευρίσκειν ἐπ’ αὐτῇ τρίτην, οὐ φύσει φάσκοντες ὑπάρχειν αὐτό. περὶ μὲν δὴ τῶν τοιούτων ἀμφισβητημάτων ἑτέρου διελέσθαι καιροῦ.

Τὸν δὲ τοῦ γήρως μαρασμὸν ἀδύνατον δήπου καταλῦσαι, βοηθεῖσθαι δὲ ὡς ἐπιπλεῖστον ἐκταθῆναι δυνατὸν, καὶ τό γε γηροκομικὸν ὀνομαζόμενον μέρος τῆς ἰατρικῆς αὐτὸ τοῦτ’ ἔστι, σκοπὸν ἔχον ὡς ἡ τοῦ πράγματος ἐνδείκνυται φύσις, ἐνίστασθαι καὶ διακωλύειν ὡς οἷόν τε, μὴ ξηρανθῆναι τὸ σῶμα τῆς καρδίας εἰς τοσοῦτον, ὡς ἐνεργοῦν ποτε παύσασθαι. τοῦτο γὰρ δὴ τὸ πέρας ἐστὶ τῆς ζωῆς, παῦλα τοῦ τῆς καρδίας ἔργου, ὡς μέχρι ἂν ἥδε κινῆται κατὰ τὴν ἑαυτῆς ἐνέργειαν, ἀδύνατον ἀποθανεῖν τὸ ζῶον. εἰ μὲν οὖν οἷόν τέ ἐστιν ὑγρότερον ἐργάσασθαι τὴν οὐσίαν αὐτοῦ τοῦ τῆς καρδίας σώματος, ἢ καὶ νὴ Δία τοῦ ἥπατος, ἐγχωρεῖ τὸ γῆρας ἐπισχεῖν· εἰ δὲ μηδεὶς ἱκανός ἐστι μήθ’ ἧπαρ ὑγρότερον ἑαυτοῦ ποιῆσαι μήτε καρδίαν, ἀλλ’ ἀναγκαῖον

682
ἐπὶ προήκοντι τῷ χρόνῳ ξηρότερα γίνεσθαι σφῶν αὐτῶν οὐ τὰ σπλάγχνα μόνον, ἀλλὰ καὶ τὰς ἀρτηρίας καὶ τὰς φλέβας, κωλῦσαι μὲν τὸ γῆρας ἀδύνατον, ἐπισχεῖν δὲ τὸ τάχος αὐτοῦ δυνατόν. ἔοικε τοίνυν Ὅμηρος, εἴπερ τι καὶ ἄλλο, καὶ τοῦτο μαντικῶς ἐκφωνῆσαι περὶ τῶν γερόντων,

  • — — ἐπὴν λούσαιτο φάγοι τε,
  • Εὑδέμεναι μαλακῶς, οἵα δίκη ἐστὶ γερόντων.
  • καὶ γὰρ τὸ λουτρὸν τῶν ὑγραινόντων ἐστὶ, καὶ ἡ μαλακὴ κοίτη καὶ ὁ ὕπνος, ἡ δὲ τροφὴ πρώτη καὶ μάλιστα. μόνη γὰρ αὕτη μέρος γίνεται τῶν τρεφομένων σωμάτων ὁμοιουμένη ταῖς οὐσίαις αὐτῶν; ἕκαστον δὲ τῶν ἄλλων ἢ τῷ κωλῦσαι ξηρανθῆναι σφοδρότερον τὰ ὁμοιομερῆ, ἢ τῷ τὴν ἐν ταῖς μεταξὺ χώραις αὐτῶν ἐπιτέγγειν τε καὶ αὐξάνειν ὑγρότητα, τῆς τῶν ὑγραινόντων μετείληφε προσηγορίας τε καὶ δυνάμεως. οὕτω δὲ ἐγχωρεῖ ποτε ἧπαρ καὶ τὴν καρδίαν ὑγρανθῆναι, ὡς εἴρηται νῦν, τῆς τε παρεσπαρμένης αὐτοῖς ὑγρότητος αὐξανομένης, ἣν κᾀν τοῖς λεπτυνθεῖσι νέοις

    683
    σώμασιν ἐκδαπανᾶσθαι συμβαίνει, καθ’ ὅλον μὲν τὸ σῶμα φανερῶς πολλάκις, ἐγχωρεῖ δέ ποτε καὶ κατὰ τὴν καρδίαν καὶ τὸ ἧπαρ. ὅτι δὲ τούτων τῶν σπλάγχνων τὸ μὲν ἀρτηριῶν τε καὶ σφυγμῶν ἐστιν ἀρχὴ, τὸ δὲ φλεβῶν τε καὶ τοῦ τρέφεσθαι, δι’ ἄλλης ἐπιδέδεικται πραγματείας, ἐν ᾗ περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος ἐπεσκοπούμεθα δογμάτων. ταῦτα οὖν τὰ σπλάγχνα, πρὶν ἰσχυρὰν ἔνδειαν αἵματος γενέσθαι καθ’ ὅλον τὸ ζῶον, οὐκ ἀπορεῖ συμμέτρου τροφῆς, τὸ μὲν ἧπαρ, ὅτι πᾶν τὸ αἷμα τὴν ἀρχὴν ἐντεῦθεν ἔχει· ἡ καρδία δὲ, διὰ τὸ τῆς ὁλκῆς ἰσχυρόν. ἕλκει μὲν ἅπαντα τὰ μόρια τοῦ ζώου τὴν οἰκείαν τροφὴν ἐφ’ ἑαυτὰ, τῇ δὲ ἴσῃ ῥώμῃ τῆς ὁλκῆς οὐ κέχρηται πάντα· διὰ τοῦτ’ οὖν οὐδ’ ὁμοίως ἀτροφεῖ κατὰ τὰς ἐνδείας τοῦ αἵματος, ἀλλ’ ἥ τε καρδία σφοδροτάτην ἔχουσα τὴν κατὰ τὸ ἕλκειν ἐνέργειαν, οὐκ ἄν ποτε ἀπορήσειεν τροφῆς, πρὶν εἰς ἐσχάτην ἔνδειαν ἀφικέσθαι πάντα τοῦ ζώου τὰ μόρια. μὴ τοίνυν ὑπολαμβάνωμεν, ἐπειδὰν ἰσχνὸν γένηται τὸ σῶμα χρονίως ἀῤῥωστῆσαν, ἀναλόγως τοῖς ἄλλοις ἅπασι μέρεσι τὴν καρδίαν καὶ τὸ ἧπαρ ὑπάρχειν ἰσχνά.
    684
    θεάσασθαι δ’ ἔστι σοι τοῦτο βουληθέντι κᾀπὶ τῶν ἄλλων ζώων. ὅ τι γὰρ ἂν ἐθελήσαις ἐπιπλεῖστον λιμαγχονήσας ἀνατέμνειν, ἰσχνὰ μὲν αὐτοῦ καὶ ξηρὰ τἄλλα σύμπανθ’ εὑρήσεις μόρια, τὸ δ’ ἧπαρ ἅμα τῇ καρδία πλησίον τοῦ κατὰ φύσιν. ἀποθνήσκουσι γὰρ (ἐπὶ ταῖς ἀσιτίαις) οὐ τοσοῦτον ἐνδείᾳ τῆς τῶν στερεῶν σωμάτων τροφῆς, ὅσον τοῦ πνεύματος οἱ σφαττόμενοι, καὶ διὰ τοῦτο γοῦν ἅπαντα τὰ μόρια μαλακά τέ ἐστι καὶ ὑγρὰ τοῖς τῶν ζώντων ὁμοίως, ἐπειδὴ τὸ περιεχόμενον ἐν αὐτοῖς ὑγρὸν, ὑφ’ οὗ πρώτως τρέφεται, σώζεται σύμπαν· οἱ δ’ ὑπὸ λιμοῦ διαφθαρέντες ἥκουσι μὲν ἐγγὺς τοῦ ὄντως μαρασμοῦ, καὶ διὰ τοῦτο μεμαράνθαι φήσομεν αὐτοὺς, ὅταν γε τῆς ἀκριβολογίας μηδέπω καιρὸς ᾖ, κατ’ ἀλήθειαν δ’ οὐκ ἐμαράνθησαν, ἢ οὐ πάντα γε τὰ μόρια τοῦ σώματος· ὁ δ’ ὄντως μαρασμὸς ὁμοίως μαραίνει πάντα, διότι καὶ τὰς ἀρχάς. ἔστι δ’ οὗτος ἐν μὲν ταῖς ἡλικίαις τὸ γῆρας, ἐν δὲ τοῖς παρὰ φύσιν ὁ μαρασμώδης πυρετός. ἑτέρα δέ τις ἀνάλογος γήρᾳ διάθεσις, ἣν οὐδὲν
    685
    χεῖρον ὀνομάζειν ἐκ νόσου γῆρας, οὐ μὰ Δί’ οὔθ’ ὡς Φίλιππος, ὃς τὸν ἕνα μαρασμώδη πυρετὸν καλεῖ. οὐ γάρ ἐστιν ἡ τοιαύτη διάθεσις πυρετὸς, ἐν ᾗ ψυχροτέρα τοῦ κατὰ φύσιν ἡ καρδία γέγονεν. ὅτι δ’ οὕτως ἔχει κράσεως, οὐκ ἐλάχιστον γνώρισμα μικρὸς καὶ ἀραιὸς σφυγμὸς ἀποτελούμενος, ὡς καὶ αὐτὸς ὁ Φίλιππος γράφει· δέδεικται δὲ ἐν τῷ· περὶ σφυγμῶν ὁ τοιοῦτος σφυγμὸς ἐν ψύξει γινόμενος. ἀλλὰ καὶ ἡ ἀναπνοὴ τοῖς οὕτω διακειμένοις ὁμοίως φαίνεται τῷ σφυγμῷ μικρά τε ἅμα καὶ ἀραιὰ, καὶ διὰ πολλοῦ, τὴν ψύξιν ἐνδεικνυμένη καὶ αὕτη τῶν κατὰ τὴν καρδίαν, ὡς καὶ τοῦτ’ ἐν τοῖς περὶ δυσπνοίας δέδεικται. οὐ μὴν οὐδ’ ἐκπνέουσι θερμὸν, ὅπερ ἀχώριστόν ἐστι καὶ αὐτὸ τοῦ κατεψύχθαι τὴν ἀρχὴν, ὥπερ γε τὸ ἐναντίον τοῦ θερμανθῆναι. πόθεν οὖν, ὅτι πυρέττουσιν; οὐδὲ γὰρ ὁ θώραξ αὐτῶν ἐστι θερμὸς, οὔτ’ οὖν κατὰ τὸ στέρνον, οὔθ’ ἑτέρωθι, οὔτ’ ἐν τῷ κατὰ μασχάλην τε καὶ τὰ κυρτὰ τῶν πλευρῶν, οὔτ’ ἄχρι ῥάχεως. ἀλλὰ ταῦτα μὲν ὁμολογεῖ καὶ ὁ Φίλιππος, ἔχειν δ’ αὐτῶν φησι τοὺς σφυγμοὺς τὸ σημεῖον τοῦ πυρετοῦ, τὴν σκληρότητα 
    686
    δηλονότι λέγων, ἣν ἀχώριστον ἔθετο σημεῖον ἁπάντων πυρετῶν Ἀρχιγένης. ἀλλ’ εἰ μὲν τὸν ὄντως λέγει σκληρὸν, ὑπάρχει μὲν τοῖς μαραινομένοις ἅπασι διὰ τὴν ξηρότητα τῶν ἀρτηριῶν, οὐ μὴν σημεῖόν ἐστι πυρετῶν· εἰ δ’ ὃν Ἀρχιγένης ἐκάλει σκληρὸν, ὄνομα μόνον φθεγγόμενος, οὐ μὴν ἔχων γε δεῖξαι πρᾶγμα καθ’ οὗ τοὔνομα φέρει, γέγραπται καὶ ἡμῖν περὶ αὐτοῦ πολλὰ κατὰ τὰς περὶ τῶν σφυγμῶν πραγματείας. τὸ μέν τοι γῆρας τὸ ἐκ νόσου, ψύξις ὂν ἅμα ξηρότητι, πυρετὸς οὐκ ἔστι, τὸ δὲ ἕτερον εἶδος, ὁ περιφρυγὴς ὀνομαζόμενος ὑπὸ τοῦ Φιλίππου μαρασμὸς, ὄντως ἐστὶ μαρασμὸς, ὥσπέρ γε καὶ ὁ συγκοπώδης. καί ἐστιν αὐτοῖς ὁ σφυγμὸς πυκνός τε καὶ μικρὸς, ἐπὶ μέρος δὲ τοῖς ἐν τῷ περιφρυγεῖ συμβαίνει θερμὰ ἐκφυσᾷν πνεύματα χαίνουσιν, ὡς ἄν τις εἰκάσειεν αὐτὸ τῇ καύσει. ἡ γένεσις δὲ, ὡς εἴρηται, τῷ περιφρυγεῖ μὲν ἐκ θερμότητος καὶ καυσωδεστάτων ἐστὶ πυρετῶν, καὶ μάλιστα ἐπὶ ξηρότητι τῆς ἕξεως· τῷ συγκοπώδει δὲ ἐπειδὰν ἐν συγκοπῇ γενηθέντες ἐκφεύγουσιν ἐν τῷ παραυτίκα τὸ
    687
    τοῦ κινδύνου σφοδρὸν, ὑπολείπεται δ’ αὐτοῖς τι τῆς συγκοπώδους διαθέσεως. ὁ δὲ ψυχρὸς μαρασμὸς ὁ τὴν τοῦ γήρως ἔχων διάθεσιν ἐκ μεταπτώσεως γίνεται πυρετῶν ψυχθέντων ὡς οὐ χρὴ, διά τε πόσεως ὕδατος ψυχροῦ, καὶ ὅσα καθ’ ὑποχονδρίου τε καὶ θώρακος ἐπιφερόμενα ἰάματα ψυκτήρια· τὸ δ’ ὡς οὐ χρὴ, διττόν ἐστι, ἤτοι γε ἀμετρότερον τοῖς ψύχουσι χρησάμενον, ἢ μὴ ἐπὶ προσήκοντι τῷ χρόνῳ. συμβαίη δ’ ἄν ποτε καὶ κατ’ ἀμφοτέρας ἅμα τὰς αἰτίας συστῆναι τὸ πάθος.

    Ὅτι δὲ ἀδύνατον ἰάσασθαι μαρασμὸν, ὅταν ὄντως μαρασμὸς ᾖ, λέλεκται μέν που καὶ πρόσθεν, ἡνίκα περὶ τοῦ γήρως ἐγράφομεν, εἰρήσεται δὲ καὶ νῦν. συμβαίνει τι τοιοῦτον τοῖς οἰομένοις ἰᾶσθαι μαρασμὸν, οἷόν τι καὶ τοῖς ὑπειληφόσι τὴν εἰς τὰ πρόσω μετάστασιν τῶν καταμαρανθέντων κατὰ ῥάχιν σπονδύλων. ἐξ ὧν γὰρ ἑκάτεροι περὶ τὰς διαγνώσεις τῶν παθῶν ἐσφάλησαν, ἐκ τούτων ᾠήθησαν ἑαυτοὺς μέγιστα κατωρθωκέναι. καταλεπτυνθέντας μὲν γάρ

    688
    τινας ἰάσαντο, μαρανθέντας δὲ μηδένας. διττῆς δὲ οὔσης τῶν οὕτω λεπτυνθέντων τῆς διαθέσεως, ὑπὲρ ἑκατέρας ἰδίᾳ λεκτέον. γίνεται τοίνυν ἡ μὲν ἑτέρα τῶν κατισχνωθέντων διάθεσις, ἐπειδὰν ἥ τε ὑγρότης ἀπόλλυται τῶν στερεῶν σωμάτων, ἣν οἰκείαν αὐτῶν ἔφαμεν εἶναι τροφὴν, αἵ θ’ ἁπαλαὶ σάρκες συντακῶσιν· ἡ δ’ ἑτέρα τῶν σωμάτων αὐτῶν ἅπτεται τῶν στερεῶν, ἃ δὴ καὶ πρῶτά τε καὶ ὁμοιομερῆ προσαγορεύομεν. αὕτη μὲν οὖν ἐστιν ἡ ἀνίατος, ὥσπέρ γε καὶ τὸ γῆρας· ἡ δὲ ἑτέρα κινδυνώδης, οὐ μὴν τὸ πάμπαν γε ἀνίατος, ἐν μὲν τῷ κοινῷ γένει ταῖς ἄλλαις ἁπάσαις ἐστὶ, τῶν ἐναντίων τῷ πάθει δεομένη βοηθημάτων, οὐ μὴν ὡσαύτως γε ταῖς πλείσταις αὐτῶν ἀσφαλής. ὑγρανθῆναι μὲν γὰρ χρὴ τὰς τρεῖς διαθέσεις, καὶ τοῦτ’ αὐταῖς κοινὸν ἐπὶ κοινῇ τῇ ξηρότητι, θερμανθῆναι δεομένης τῆς μιᾶς, ἣν τῷ γήρᾳ προσεικάζομεν. ὥσπέρ γε καὶ ψύξαι μίαν, ἣν περιφρυγῆ μαρασμὸν ὀνομάζομεν. ἐπιμίκτου δέ πως ἰάσεως ὁ συγκοπώδης δεῖται μαρασμὸς, οὔτε γεγονὼς ἤδη, μεμνῆσθαι
    689
    γὰρ χρὴ τούτου διαπαντὸς, ἀλλ’ ἔτι γινόμενος, ἐκδαπανωμένης τῆς συμφύτου τοῖς στερεοῖς μορίοις ὑγρότητος. οὗτοι μὲν οἱ σκοποὶ τῆς ἰάσεως. ὅπως δ’ ἄν τις εὕροι τὰς ὕλας τῶν βοηθημάτων, ἔτι τε σὺν· αὐτοῖς τὸν τρόπον τῆς χρήσεως, ἐφεξῆς ἂν εἴη σκεπτέον. ἄμεινον μὲν οὖν γεγράφθαι τῷ Φιλίππῳ, μὴ μόνον ὅσα γέγραπται κατὰ τὸ πρῶτον περὶ μαρασμοῦ βιβλίον ὑπέρ τε γενέσεως τοῦ πάθους καὶ τῆς κατ’ αὐτὸ διαφορᾶς διαγνώσεώς τε καὶ μεταπτώσεως, ἀλλὰ καὶ περὶ τῆς θεραπείας τι. νυνὶ δὲ ταύτην μὲν, ὡς ἔοικεν, οὐκ ἔφθασεν γράφειν. ζητήσας γοῦν ἐγὼ πάνυ πολλοῖς ἔτεσι τὸ περὶ μαρασμοῦ δεύτερον, οὔτ’ αὐτὸς εὗρον οὔτ’ ἄλλῳ συνέτυχον ἀνεγνωκέναι ποτὲ φάσκοντι. κατὰ δὲ τὸ πρῶτον βιβλίον, ὅ τινες οὐδὲ πρῶτον ἐπιγράφουσιν, ἀλλ’ ἁπλῶς περὶ μαρασμοῦ, διὰ τὸ μὴ φαίνεσθαι τὸ δεύτερον, ἐπεμνήσθη βαλανείου χρήσεως. οὐ μὴν ἀποδέχεται τοὺς χρωμένους ὡς βοηθήματι, βλάπτεσθαι νομίζων ὑπ’ αὐτοῦ τοὺς μαραινομένους· ἅτε δ’ ἐν παρέργῳ μνημονεύσας, οὔτ’ ἐπεξῆλθεν οὔθ’, ὡς εἴωθεν, ἀκριβῶς ἐσκέψατο περὶ τοῦ
    690
    βοηθήματος. καίτοι γε φαίνεται ἐναργῶς ὑγραῖνον τοὺς κατεξηρασμένους, ὡς ἔνεστιν ἐπί τε τῶν ὁδοιπορησάντων ἐν ἡλίῳ θερινῷ, ἢ καὶ ἄλλως ὁπωσοῦν γυμνασαμένων ἢ ἐγκαυθέντων θεάσασθαι· τούτους τε γὰρ ἅπαντας ἔτι τε πρὸς αὐτοῖς ὅσοι διψώδεις εἰσὶν, ὑγροὺς καὶ ἀδίψους καθίστησί τε καὶ ἐργάζεται· φαίνεται δὲ καὶ τοὺς ἄλλους ὁπωσοῦν ἐξηρασμένους, ἢ ὑπὸ ἀγρυπνίας, ἢ φροντίδος, ἢ ἀφροδισίων, ἢ βρωμάτων, ἢ φαρμάκου ξηραίνοντος, ἢ θυμοῦ, πάντας ἐπιτέγγον τε καὶ ἀνακτώμενον. ἀλλά μοι δοκεῖ Φίλιππος ἐπὶ τῶν ἤδη ὄντως μεμαρασμένων κατεγνωκέναι βαλανείου, οὓς οὐδ’ ἄλλο οὐδὲν ἰᾶται, ὥστε με διχόθεν ἀποστῆναι τῆς γνώμης αὐτοῦ, ἐξ ὧν τε νομίζει τῶν ὄντως μαρανθέντων ἰάσασθαί τινας, ἐξ ὧν τε βαλανείου κατέγνωκεν. ἔνεστι γὰρ ἐναργῆ τῆς δυνάμεως αὐτοῦ λαβεῖν τὴν πεῖραν ἐπὶ τῶν μηδέπω τὸν ἀθεράπευτον νοσούντων μαρασμὸν, ὃν οὐδὲ μαρασμὸν ἄν τις ἴσως ἀκριβολογεῖσθαι βουλόμενος ὀνομάζοι. ἀλλ’ ἡμῖν γε ὀνομάτων οὐ μέλει, δυναμένοις ἑρμηνεῦσαι λόγου τὰ πράγματα σαφέστερον.

    691

    Οὐσῶν γὰρ τῶν πρώτων τε καὶ γενικωτάτων ἐν τοῖς πυρετοῖς διαφορῶν τριῶν, ἐξαίρομεν ἔν γε τῷ παρόντι τοὺς ἐφημέρους· ὁ δέ μοι λόγος ὑπέρ τε τῶν ἐπὶ χυμῶν γενήσεται καὶ τῶν ἑκτικῶν. τῶν μὲν οὖν ἐπὶ χυμοῖς σηπομένοις ἀναπτομένων πυρετῶν μετὰ τὴν πέψιν τῶν χυμῶν ἴαμα βαλανεῖόν ἐστι· τοῖς δὲ ἑκτικοῖς μόνοις μὲν συνισταμένοις χωρὶς ἐπιπλοκῆς τινος ἑτέρου πυρετοῦ πᾶς χρόνος ἐπιτήδειός ἐστι πρὸς λουτρόν· εἰ δὲ ἐπιπλέκοιτό τινι τῶν ἐπὶ χυμῶν, ὅταν ἐκεῖνοι πεφθῶσι. τοὺς δ’ αὐτοὺς χρὴ νομίζειν εἶναι καιροὺς ὡς ἔγγιστα καὶ δόσεως ψυχροῦ. ἀλλὰ τούτου μὲν ἡ ἀποτυχία μετὰ μεγάλης βλάβης γίνεται· βαλανείου δ’ ἀκίνδυνος ἡ χρῆσις ἐπὶ τῶν εἰρημένων πυρετῶν ἐστι, πλὴν εἴπου μὲν ὑποπτεύοις ἀσθένειαν δυνάμεως· καὶ ἡμεῖς γε πολλοὺς ἐθεραπεύσαμεν ἐπιδόξους μαρανθήσεσθαι διὰ τούτων βοηθημάτων. εἴρηται δ’ ἐν τῷ πρώτῳ περὶ διαφορᾶς πυρετῶν, ὅτι καὶ τῶν ἐφημέρων τινὲς κοινωνοῦσι τῷ γένει τῶν ἑκτικῶν, καὶ ὡς οὐκ ἔστιν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν

    692
    ἀκριβῶς γνωρίζειν αὐτοὺς, ἀλλ’ ἤτοι περὶ τὴν δευτέραν, ἢ πάντως γε τὴν τρίτην· καὶ ὡς ἐπειδὰν πρῶτόν τις γνῷ, διδόναι τὸ ψυχρὸν ὕδωρ· ἀκινδυνότατον γὰρ ἐν τούτῳ τῷ καιρῷ, τῆς τε δυνάμεως ἐῤῥωμένης ἔτι καὶ δαψιλοῦς τοῦ αἵματος ἐν τῷ σώματι περιεχομένου. χρονίζοντες μὲν γὰρ ἀσθενεῖς γίνονται δυνάμει, ὀλίγον δ’ ἴσχουσι τὸ αἷμα. βλάπτονται τοιγαροῦν ὡς τὰ πολλὰ βλάβην διττὴν, μίαν μὲν τῷ πλήττεσθαί τε καὶ καταψύχεσθαί τινα τῶν μορίων ἐν τῇ πόσει τοῦ ψυχροῦ· ἑτέραν δὲ, ἐπειδὰν οἱ διδόντες αὐτοῖς τὸ ὕδωρ μὴ κρατήσαντες τοῦ συμμέτρου καταψύξωσιν οὐ μόνον ἄλλο τι μόριον, ἀλλὰ καὶ αὐτὸ τὸ τὴν ἀρχὴν ἔχον τῆς γενέσεως τοῦ πυρετοῦ. εἰ δὲ καὶ τὴν καρδίαν ἐπιπλέον ἐμψύξαιεν, εἰ μὲν ἔτι διαφυλάττει τὴν ἔμφυτον ἰκμάδα, κατάπτωσις γίνεται δυνάμει· εἰ δὲ ἤδη ξηροτέρα ὑπάρχουσα, ἡ τῷ γήρᾳ διάθεσις ἐοικυῖα διαδέξεται. κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἐν ᾧ πρῶτα τὰ γνωρίσματα σαφῆ τῶν ἑκτικῶν πυρετῶν ἐστι, καὶ ἡ τῶν ἔξωθεν ἐπιτιθεμένων ψυχόντων φαρμάκων προσφορὰ χρήσιμος ὑπάρχει κατ’ αὐτῆς ἐπιτιθεμένων, ὡς ἂν εἴποι τις,
    693
    τῆς ἑστίας τοῦ πυρετοῦ, περὶ ἧς ὀλίγον ὕστερον ἀκριβῶς διοριοῦμεν. νυνὶ δὲ ἐπὶ τὸ βαλανεῖον ἐπάνειμι χρήσιμον ὑπάρχον ἐν ἅπασι τοῖς αὐχμώδεσι πυρετοῖς, ὅταν γε ἄλλο μηδὲν κωλύοι τῶν ἐπιπλεκομένων αὐτοῖς· χρησιμώτερον δ’ ἔστιν ὅτε καὶ τῶν ἐμψύχων φαρμάκων, ὅταν ἐπικρατῇ τὸ αὐχμῶδες ἤτοι καθ’ ὅλον τὸ ζῶον ἢ κατὰ τὴν ἑστίαν. λέγω δὲ ἑστίαν τοῦ πυρετοῦ τὸ μόριον ἐκεῖνο τοῦ ζώου τὸ πρῶτον ἀμέτρως θερμανθὲν τοῖς στερεοῖς μέρεσιν ἑαυτοῦ. πρώτη μὲν οὖν ἡ καρδία θερμοτέρα τοῦ προσήκοντος γενομένη τὸν ἑκτικὸν πυρετὸν ἐπιφέρει· ἐφεξῆς δὲ τὸ ἧπαρ οὐ καθ’ ἑαυτὸ μὲν, ὥσπερ ἡ καρδία, τῷ δὲ ἐκείνην ἄγειν εἰς συμπάθειαν, ἡνίκα τὸ τῆς καρδίας πάθος μὴ αὐτὸν τῆς αἰτίας ἐφέξει λόγον, ἀλλὰ τὰ τῶν γειτνιώντων αὐτῇ σωμάτων. ἑξῆς δὲ τούτοις ἐστὶν ἡ γαστὴρ, καὶ μετὰ ταύτην ὅσα δύναται συνεκθερμαίνειν ἑαυτοῖς τὴν καρδίαν. ὅσον μὲν οὖν ἐπὶ τῇ γειτνιάσει, μάλιστα πάντων ἐχρῆν τῷ πνεύμονι συνεκθερμαινομένην τὴν καρδίαν ἑκτικὸν καὶ ξηρὸν ἐπιφέρειν πυρετὸν, ᾧ μαρασμὸς ἕπεται· οὐ μὴν φαίνεται γιγνόμενον, ἅμα μὲν ὅτι τὸ σπλάγχνον ὑγρὸν,
    694
    ἅμα δ’ ὅτι διὰ τῆς ἀναπνοῆς ψυχόμενον, οὐ ῥᾳδίως ἄν ποτε διάθεσις ὁμοίαν αἰτίαν κτήσεται. ὡς τὰ πολλὰ μὲν οὖν κατὰ τὰ λοιπὰ σπλάγχνα μετὰ χολώδους χυμοῦ συνίστασθαι πέφυκεν ὁ ἑκτικὸς πυρετὸς, ἀναποθέντος εἰς τὴν γαστέρα τοῦ πάσχοντος τόπου. καὶ διὰ τοῦτο καὶ ὁ Φίλιππος ἐρυσιπελατώδη διάθεσιν ἐν τῇ γαστρὶ γενέσθαι νομίζει κατὰ τοὺς πλείους τῶν μαραινόντων πυρετῶν. εἰ δὲ ἐν γαστρὶ, ἀναγκαῖον καὶ καθ’ ἧπαρ ὑπονοῆσαι τὴν αὐτὴν συνίστασθαι διάθεσιν, ἐφ’ οἷς σπλάγχνοις πάσχουσι μόνοις ἔοικέν ὁ Φίλιππος ἡγεῖσθαι γίνεσθαι μαρασμόν. ἐθεασάμην δ’ οὐκ ὀλιγάκις τινὰς, ἀπαθῶν ὑπαρχόντων τούτων, ἐν τῇ καρδίᾳ μαρανθέντας, ἧς οὐκ οἶδ’ ὅπως ἐπιλέλησται ὁ μὴ ἐφ’ ἥπατι καὶ γαστρὶ μόνοις πάσχουσιν ἐπιδεῖξαι δυνάμενος ὅπως γίνεται μαραίνων πυρετὸς ἄνευ τοῦ τῇ καρδίᾳ διαδοθῆναι τὸ πάθος. οὐ μόνον δὲ κατὰ τοῦτό μοι σφάλλεσθαι δοκεῖ, ἀλλὰ καὶ καθ’ ὅσον ἐπὶ τοῖς ἄλλοις μέρεσιν οὐχ ἡγεῖται συνίστασθαι μαρασμώδη πυρετόν. εἴτε γὰρ ἐρυσιπελατώδης διάθεσις μόνη κατὰ γαστρὸς
    695
    γεννηθεῖσα τὸν τοιοῦτον ἐπάγει πυρετὸν, εἴτε καὶ χωρὶς ταύτης ἔστιν ὅτε τὸ σῶμα αὐτὸ μόνον ἐκπυρωθὲν ἄνευ χολώδους ὑγρότητος, ἐγχωρεῖ καὶ κατ’ ἄλλό τι μέρος ὁμοίαν γίνεσθαι διάθεσιν· ἀλλ’ εἴπερ εἴη τὸ μόριον ἐκεῖνο τοιοῦτον, οἷον ἑαυτῷ συνεκθερμῆναι τὴν καρδίαν, ἀνάγκη πᾶσα πυρετὸν γεννῆσαι τὴν διάθεσιν αὐτοῦ, καὶ τοῦτον πάντως ἐν τῷ χρόνῳ γενόμενον ἑκτικὸν, εἰ μὴ λύοιτο, μαρασμὸν ἐπενεγκεῖν. ἄλλως τε ὅπερ εἶπον ἔμπροσθεν, οὐ περὶ τῶν ὀνομάτων σπουδάζειν προσήκει, ἀλλὰ τὰς ξηραινούσας ἁπάσας διαθέσεις τὸ σῶμα διαγινώσκειν τε ἅμα καὶ θεραπεύειν ὀρθῶς, ὧν ἐστι μία καὶ ἡ μετὰ πυρώδους θερμότητος, ἣν βαλανεῖον ὀνίνησιν διαπαντὸς, ὅταν αὕτη καθ’ ἑαυτὴν ὑπάρχῃ μόνη. γίνεται γὰρ, ὡς εἴρηται, ποτὲ σὺν ἐρυσιπελατώδει διαθέσει πυρετὸς ἑκτικός τε καὶ μαρασμώδης, καὶ δεῖται ψυχθῆναι πρότερον ἐδέσμασι τε καὶ πόμασι καὶ τοῖς ἔξωθεν ἐπιτιθεμένοις· ἀλλ’ αὐτὸς καθ’ ἑαυτὸν ὁ τοιοῦτος πυρετὸς ἄμικτος ἑτέρῳ νοσήματι βαλανείου χρῄζει, καθάπερ καὶ αἱ ἄλλαι πᾶσαι ξηρότητες, εἴτε θερμαὶ τύχοιεν, εἴτε ψυχραί τινες οὖσαι. θαυμαστὸν γὰρ δὴ τοῦτο τοῖς 
    696
    βαλανείοις ὑπάρχει τὸ καὶ τὰς θερμὰς ξηρότητας ὀνίνασθαι καὶ τὰς ψυχρὰς, ὥσπερ γε καὶ τὸ διψώδεις μὲν ποιεῖν τοὺς μὴ διψῶντας, ἀδίψους δὲ τοὺς διψώδεις. ὅτι μὲν ἐργάζεται ταῦτα, καὶ χωρὶς λόγου παντὸς ἐναργῶς ὁρᾶται. φαίνονται γὰρ, ὡς εἴρηται πρόσθεν, ἐξ ἡλίου τε καὶ ὁδοιπορίας θερμαινόμενοί τε καὶ ξηραινόμενοι λουσάμενοι θαυμαστῶς ὅπως ὑγραινόμενοί τε καὶ ψυχόμενοι· καὶ τούτων οὐδὲν ἧττον οἱ ἐκ κρύους ἰσχυροῦ θερμανθῆναι δεόμενοι, τάχιστα καὶ οὗτοι θερμαινόμενοι. καὶ μέν γε καὶ οἱ ἐξ ὁδοιπορίας τε καὶ ἡλίου διψώδεις ἀδιψότεροι γίνονται, καὶ οἱ μὴ διψώδεις δὲ, λουσάμενοι διψῶσι. χρὴ δὲ τούτους μὲν πλεονάκις, ἐκείνους δὲ ἅπαξ λούσασθαι. ταυτὶ μὲν οὕτω φαίνεται γινόμενα, καὶ τὰς αἰτίας αὐτῶν ἐν ἑτέροις εἴπομεν.

    Ἐπὶ δὲ τὸ προκείμενον αὖθις ἰτέον, ὡς ἅπαντας τοὺς ἑκτικοὺς πυρετοὺς ὀνίνησι βαλανεῖον, ὅταν γε αὐτὸ τοῦτο μόνον ἑκτικοὶ τυγχάνουσιν ὄντες· ἂν δὲ ἐρυσίπελας, ἢ φλεγμονή τις, ἢ σηπόμενοι χυμοὶ καὶ ἔτι

    697
    ἄπεπτοι περιέχονται κατὰ τὸ σῶμα, διὰ ταῦτα βλαβῆναι συμβήσεται τοὺς νοσοῦντας, οὐ διὰ τὸν ἑκτικὸν πυρετόν. αὐτὸς μὲν γὰρ, ᾗ πυρετός ἐστι, διαπαντὸς ὑπό τε ψυχροῦ σβέννυται πόματος ὑπό τε βαλανείων ὀνίναται, διὰ δὲ τὰς ἐπιμιγνυμένας αὐτῷ διαθέσεις οἱ κάμνοντες βλάπτονται. τὰ μὲν δραστικώτατα τῶν βοηθημάτων, ὡς κωλῦσαι γενέσθαι μαρασμὸν, ταῦτά ἐστι, καὶ χρὴ παραλαμβάνειν αὐτὰ πάνυ θαῤῥούντως κατὰ τοὺς ἑκτικοὺς πυρετούς. εἰ δὲ ἐρυσιπελατώδης εἴη διάθεσις, ἀπέχεσθαι μὲν χρὴ βαλανείου τοπᾶν, ὕδατι δὲ ψυχρῷ κατὰ μὲν τὴν ἀκμὴν τοῦ νοσήματος χρηστέον ἀγωνιστικῶς, οὕτω δ’ ὀνομάζειν εἴωθεν, ὅταν ἀθρόον τε καὶ ψυχρότατον δῶμεν· ἐν ἀρχῇ δ’ οὐ χρηστέον, εἰ μὴ καταναγκασθείημεν ὑπὸ τοῦ κάμνοντος ἐν ἔθει τε ψυχροποσίας ὄντος, οὐ φέροντός τε τὸ δίψος, ἀλλ’ ἔξωθεν ἐπιτιθέναι χρὴ τὰ ψύχοντα, καὶ εἰ μηδὲν ἀνύῃ, καὶ εἴσω τοῦ σώματος ἀναγκάζειν λαμβάνειν. μάλιστα δ’ αὐτοῖς ἁρμόττουσιν αἱ ὑγραὶ καὶ νέαι θριδακίναι, πεπλύσθωσαν δὲ ἀκραιφνεῖ ψυχρῷ, μάλιστα μὲν οὕτω ληφθεῖσαι, δεηθέντος δέ ποτε τὴν ἀηδίαν τῆς
    698
    προσφορᾶς παραμυθήσασθαι τοῦ κάμνοντος, ὄξος ὕδατι ψυχρῷ μίξαντες συγχωρεῖν ἐν τούτῳ βάπτειν. ἔστω δὲ ἀκριβῶς ἀποκεχωρηκὸς ἁπάσης οἰνώδους ποιότητος τὸ ὄξος. ἔξωθεν δὲ καὶ αὐτὸς μὲν ὁ τῆς θριδακίνης χυλὸς ἐπιτήδειος, ἀλλὰ καὶ ἀειζώου καὶ σέρεως ὅσα τ’ ἄλλα ψύχοντα. κάλλιστον δ’ ᾧ μάλιστα χρώμεθα κατὰ καιρὸν, τῶν ὀμφάκων. ἐνθλίψαντες γὰρ αὐτῶν τὸ ὑγρὸν, ἐμβάλλομεν ὅλμῳ μετὰ τῶν ἀνδραχνῶν, εἶτα κόψαντες ἐκπιέζομεν, ἐνστήσαντες τότε ἀγγεῖον ὕδατι ψυχρῷ, κάλλιον δὲ εἰ καὶ χιόνος ἔχει τι. μίγνυμεν δὲ ἐπὶ τῆς χρήσεως ὀλίγον ἀλφίτου λευκοῦ, κᾄπειτα δεύσαντες εἰς ὀθόνιον δίπτυχον, ἐπιτείνομεν ἔξωθεν αὐτὸ κατὰ τῶν ὑποχονδρίων, οὐκ ἐῶντες χρονίζειν, ἀλλ’ ἐπειδὰν γένηται χλιαρὸν, αἴροντες μὲν τοῦτο, χρώμενοι δὲ ἑτέρῳ παραπλησίως, καὶ τοῦτο διαπαντὸς ἐκ διαδοχῆς ποιοῦντες, ἄχρις ἂν ὁ κάμνων αἰσθάνηται τοῦ βάθους ψυχόμενος, καὶ ἀδιψότερος γένηται. μίγνυμεν δὲ ἐνίοτε καὶ ἔλαιον ὀμφάκινον ἢ ῥόδινον, ἐπειδὰν μάλιστα καὶ φλεγμονῶδές τι καθ’ ὑποχονδρίου ᾖ.
    699
    τὰς μὲν οὖν ἐρυσιπελατώδεις διαθέσεις οὕτως ἐμψύχειν χρὴ, γινώσκειν δὲ ὡς εἴπερ εἴη τις τοιαύτη διάθεσις, τὸν πυρετὸν ἀκριβῶς ἑκτικὸν ἀδύνατον ὑπάρχειν. ἀκριβῶς δὲ ἑκτικός ἐστιν ὁ μηδεμίαν ἀρχὴν, ἢ ἐπίδοσιν, ἢ ἀκμὴν, ἢ παρακμὴν μερικοῦ παροξυσμοῦ ποιούμενος. εἴρηται δ’ ἐν τῷ περὶ τῆς διαφορᾶς τῶν πυρετῶν τά τ’ ἄλλα καὶ ὡς ἐπὶ ταῖς τροφαῖς μόναις ἀναζέουσιν οἱ ἑκτικοὶ πυρετοὶ, καθάπερ ἡ τίτανος ἐπιχυθέντος ὕδατος, ἀλλ’ ἀφαιρεθείσης γε τῆς τοιαύτης αὐξήσεως, ἴσοι διαμένουσιν ἀεί. εἰ δὲ καὶ παρεμπίπτει ποτὲ κᾂν βραχυτάτη τις αὔξησις ἢ ἐπισημασία, διασκέπτεσθαι, μήτις ἤτοι χυμῶν σηπεδὼν, ἢ τόπος ὁ πρῶτος πεπονθὼς ἕτερός ἔστι παρὰ τὴν καρδίαν, οὐδ’ αὐτὸς ἁπλῆν οὐδ’ ἑκτικὴν ἔχων διάθεσιν, ἀλλ’ ἤτοι φλεγμονώδη τινὰ, ἢ ἐρυσιπελατώδη. καὶ οὕτω τὴν θεραπείαν οἰκείαν ἐφαρμόττειν ταῖς διαθέσεσι.

    Τοῦ μὲν οὖν περιφρυγοῦς μαρασμοῦ τὴν γένεσιν ἐκ τῶν καυσωδῶν πυρετῶν λαμβάνοντος ἡ κώλυσις ἐν τοῖς ψυκτηρίοις ἐστὶν ἰάμασιν, ἔξωθέν τε κατὰ τοῦ

    700
    πεπονθότος ἐπιτιθεμένοις, εἴσω τε τοῦ σώματος λαμβανομένοις. εἰ δ’ ἀποτελεσθείη γῆρας ἐκ νόσου, τὸ μὲν ἀκριβῶς ἤδη γεγονὸς ἀδύνατον ἰάσασθαι· τὸ δ’ οὔπω μὲν ἀπηκριβωμένον, ἐγγὺς δὲ ἧκον αὐτοῦ τῆς γενέσεως, ἕνα μὲν ἔχει τὸν τῆς ἰάσεως σκοπὸν, ὃν ἀνάληψίν τε καὶ ἀνάθρεψιν ὀνομάζομεν, ἐκ πολλῶν τε τῶν κατὰ μέρος ἐνεργειῶν, ἃ πολλά τε καὶ παμπόλλης ἀσφαλείας δεόμενα, ὑπὲρ ὧν εἰ λέγοιμι νῦν, ὁ λόγος ἄν μοι γένοιτο μήκιστος, εἴρηται δὲ ἱκανῶς ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ. νυνὶ δ’ ἀρκεῖ τό γε τοσοῦτον εἰπεῖν, ὡς τὰ ἐξηραμμένα τῶν σωμάτων στερεῶν ἰᾶται τροφή. δέδεικται δὲ ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων, ὡς οὐχ ἑαυτὴν ἡ τροφὴ ποδηγεῖ πρὸς ἅπαντα τὰ μέρη τοῦ σώματος, ἀλλ’ ὑπ’ αὐτῶν ἕλκεται τῶν τρέφεσθαι δυναμένων. ἄτονα δέ ἐστιν ἐν τοῖς μαρασμοῖς ταῦτα, καὶ ἕλκειν ἄῤῥωστα διὰ τὴν ξηρότητα, προσελθούσης δὲ καὶ ψύξεως ἐγγὺς ἤδη νεκρῶν τυγχάνει. χρὴ τοίνυν εὔελκτον εἶναι τὴν τροφὴν, ἵν’ ὅπερ ἐνδεῖ τῇ ῥώμῃ τῶν ἑλκόντων, ἐκ τῆς κατὰ τὴν ὕλην ἐπιτηδειότητος 
    701
    ἀναπληρῶται. εὔελκτος δέ ἐστιν ἡ λεπτομερής τε καὶ φύσει θερμὴ, ἀλλ’ αὕτη γε τοὐπίπαν ἄτροφός ἐστιν. ἐπιδέδεικται γὰρ ὥστε τροφὴν μόνην ἀναγκαῖον παχεῖάν τε εἶναι καὶ γλίσχραν, ὡς ἂν μόνιμός τε καὶ δυσδιάπνευστος ᾖ, καὶ τοῖς τρεφομένοις σώμασιν ἑτοίμως ὁμοιῶται. μαχομένων γ’ οὕτω τῶν σκοπῶν τούτων, ἀδύνατον μὲν εὐπορῆσαι τροφῆς ἀκριβῶς διασωζούσης ἀμφότερα· πειρατέον δὲ ὅμως κᾂν μετρίως ἑκάτερον ἐργάζεσθαι δυνάμενον ἐξευρεῖν. ἐμοὶ μὲν δὴ βέλτιον οὐδὲν εἰς τὰ τοιαῦτα γάλακτος εἶναι δοκεῖ, μάλιστα μὲν εἴ τις αὐτὸ ὑπομένει βδάλλειν ἐντιθέμενος τῷ στόματι γυναικεῖον τιτθὸν, ὥσπερ Εὐρυφῶν τε καὶ Ἡρόδικος ἐπὶ τῶν φθινόντων ἀξιοῦσιν· εἰ δὲ μὴ, ἀλλὰ τό γε τῆς ὄνου λαμβάνειν ἔτι θερμὸν, ἐλαχίστῳ χρόνῳ ὡμιληκὸς τῷ περιέχοντι. συμφέρει μὲν οὖν ὁ τοιοῦτος σκοπὸς τῶν τροφῶν οὐ μόνον τοῖς γήρᾳ παραπλησίαν ἔχουσι διάθεσιν, ἢ συγκοπώδεσι μαρασμοῖς, ἀλλὰ καὶ τοῖς περιφρυγέσιν ὑπὸ τοῦ Φιλίππου προσαγορευομένοις. χρηστέον δὲ ταῖς ὕλαις τῶν τροφῶν,
    702
    ἐπί γε τούτων, μὴ θερμαῖς, ὥσπερ ἐπὶ τοῦ γήρως, ἀλλὰ ψυχραῖς. ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἔστωσαν αἱ ταῖς συγκοπώδεσι διδόμεναι. γάλα μὲν οὖν καὶ πτισάνη καὶ χόνδρος ἐπὶ τῶν τριῶν διαθέσεων ἁρμόττουσιν. ἀλλὰ τοῦ χόνδρου μὲν, δι’ ὄξους ὁμοίως πτισάνῃ σκευαζομένου, πρὸς τὸ ῥᾴδιον ἀναδίδοσθαι. μέλι δὲ ἐν μὲν ταῖς ψυχραῖς διαθέσεσι ὠφελιμώτατον, ἐν δὲ ταῖς θερμαῖς βλαβερώτερον. οὕτως οὖν ἔχει κᾀπὶ τῶν ἐπιδόξων μαρανθήσεσθαι τοὺς εἰρημένους μαρασμούς. ἐναντιώτατον μὲν γὰρ τοῖς περιφρυγέσιν, ὠφελιμώτατον δὲ τοῖς τῶν γερόντων κινδυνεύουσιν ἴσχειν διάθεσιν. ἐν δὲ τοῖς συγκοπώδεσιν, εἰ μὴ κωλύοι τὰ τῆς γαστρὸς, ἑψῶντα διδόναι καθ’ ἑαυτό τε καὶ σὺν τοῖς ἄλλοις ἐδέσμασι. βαλανείου δὲ χρῆσις εὔκαιρος εἴς τε τἄλλα τὰ προειρημένα καὶ εἰς τὰς ἀναδόσεις τῆς τροφῆς ἄριστον βοήθημα. παραλαμβάνειν δὲ αὐτὸς, πεπεμμένης ἤδη τῆς τροφῆς, οὐκ ἐπ’ ἐνδείᾳ μακροτέρᾳ. τῷ μὲν γὰρ ἀρτίως ἐδηδοκότι προσεισφερόμενον λουτρὸν ὠμῶν καὶ ἀπέπτων χυμῶν ἐμπίπλησι τὸ
    703
    σῶμα· τῷ δ’ ἐπ’ ἐνδείᾳ μακροτέρᾳ τὴν δύναμιν καθαιρεῖ. ἐν δὲ ταῖς ἄλλαις ἁπάσαις καταστάσεσι τοῦ σώματος, καὶ μάλιστα ἐν τῇ νῦν προειρημένῃ, πειρατέον, ὡς εἴρηται, λούειν ἐπὶ συμπεπληρωμένῃ τῇ πέψει. καὶ ἡ τοῦ οἴνου δὲ χρῆσις ἐπὶ μὲν τοῦ ψυχροῦ μαρασμοῦ μεγάλως ὠφέλιμος, ἐπὶ δὲ τοῦ περιφρυγοῦς φευκτέον· μέση δέ πώς ἐστιν ἐν τῇ συγκοπώδει, διότι καὶ ἡ διάθεσις αὕτη μέση τέ ἐστι καὶ μικτὴ, τὸ μέν τι ψύξεως ἔχουσα, τὸ δέ τι καὶ τοῦ πυρετοῦ διασώζουσα. μεταβαλλούσης δὲ τῆς τοιαύτης διαθέσεως πρὸς τἀναντία, ἐν μέρει ποτὲ μὲν κατάψυξίν τε καὶ ἀσφυξίαν φερούσης καὶ ἁπλῶς εἰπεῖν τὰ τῆς συγκοπῆς ἴδια, ποτέ δὲ θερμότητα καὶ σφυγμοὺς ὁμοίους τῷ περιφρυγεῖ, καὶ τὰ τῆς θεραπείας χρὴ συμμεταβάλλεσθαι κατὰ τὴν τῶν ἐπικρατούντων φύσιν, ἐν μὲν τοῖς συγκοπώδεσιν οἶνόν τε καὶ τροφὰς εὐκράτους διδόντων ἡμῶν, καὶ πιλούντων καὶ πυκνούντων τὸ σύμπαν σῶμα, ἐν δὲ τῷ περιφρυγεῖ τἀναντία. τὴν δὲ κατὰ μέρος ἁπάντων ἐπιδέξιον χρῆσιν
    704
    ὁ γεγυμνασμένος ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν ἐξευρήσει. τουτὶ γὰρ τὸ βιβλίον οὐ τοῖς ἐπιτυχοῦσιν, ἀλλὰ τοῖς ἕξιν ἔχουσί τινα κατὰ τὴν τέχνην γέγραπται.