Ὅλου τοίνυν τοῦ νοσήματος ἐπινοοῦμεν καιροὺς ἀνάλογον ταῖς ἡλικίαις τῶν ζώων· ἕνα μὲν καὶ πρῶτον τῆς γενέσεως αὐτοῦ· δεύτερον δὲ τὸν τῆς ἀναβάσεως· τρίτον δὲ τὸν τῆς ἀκμῆς· καὶ τέταρτον τὸν τῆς παρακμῆς, ὅταν γε μέλλωσιν οἱ κάμνοντες σώζεσθαι· φθασάντων γὰρ ἀποθανεῖν αὐτῶν, ἤτοι κατὰ τὴν ἀνάβασιν, ἢ τὴν ἀκμὴν, εὔδηλον ὡς οὐ διεξῆλθεν ἅπαντας τοὺς καιροὺς ἡ τοιαύτη νόσος. ἀλλ’ ἥ γε διεξερχομένη σχεδόν τι περὶ πάντων αὐτῆς τῶν μορίων ἀμφισβητήσεις ἔχει, τινῶν μὲν ἕνα χρόνον εἶναι
441
λεγόντων τὴν ἀκμὴν, ἐπινοίᾳ μόνῃ λαμβανόμενον· ἐνίων δὲ, ὡς ἐν τοῖς συνόχοις, ἀκμὴν μὴ εἶναι τὸ σύμπαν· ἐνίων δὲ εἰς ἀρχὴν ὀλιγοχρόνιον εἰσάγειν τὴν ἀκμήν· ἄλλων δ’ οὐκ ἐν τούτοις μόνον, ἀλλὰ καὶ τοῖς λοιποῖς ἅπασι νοσήμασιν, ἀφαιρούντων, τὴν ἀρχήν· ἄλλων δ’ ἐνίοτε καὶ τὴν παρακμὴν ἀφαιρούντων, ἂν ἐξ ἀποκοπῆς, ὡς ἐκεῖνοι καλοῦσιν, ἡ νόσος λυθῇ. πρῶτον μὲν οὖν χρὴ τὰς ἀμφισβητήσεις διαλύεσθαι ταύτας, εἶτα ἀκριβῶς διαρθρῶσαι τὰς ἐννοίας τῶν καιρῶν τῆς ὅλης νόσου, καὶ μετὰ ταῦτ’ εἰπεῖν αὐτῶν τὰ γνωρίσματα, κᾄπειθ’ ἑξῆς εἴη δεῖξαι τὸ χρήσιμον, ἀναμίξαντας τοῖς κατὰ τὰς περιόδους.
Ἡ τοίνυν ἀρχὴ τῆς νόσου, καθ’ ὅσον εἰσβάλλει ποτὲ καταπιπτούσης τῆς ὑγιεινῆς καταστάσεως, ἐν ἁπάσαις αὐταῖς ἐστιν ἄνευ χρόνου παρατάσεως ἐπινοουμένη· σὺν τούτῳ μέντοι γε οὐ συγχωρεῖται παντὸς νοσήματος ὑπάρχειν οἷον γένεσιν, ὥσπερ ἐν τοῖς ζώοις ἐπινοοῦμεν. οὐ γὰρ ἐκ μορίων δή τινων ὥσπερ τὸ ζῶον ἐκ κεφαλῆς, καὶ θώρακος, καὶ κώλων, οὕτω καὶ τὰ νοσήματα σύγκειται. ἐκπίπτοντα
442
γὰρ τοῦ κατὰ φύσιν, ἐν ἀκαρεῖ μέν τινι χρόνῳ τὴν γένεσιν ἔχει, τοὐντεῦθεν δὲ ἀναβαίνει μέχρι τῆς ἀκμῆς. ἔστω γὰρ εἰ τύχοι κατὰ δυσκρασίαν τὸ νόσημα, καθ’ ἣν ἡμῖν ἐπιδέδεικται καὶ ὁ πυρετὸς συνιστάμενος. ἀναγκαῖον οὖν ἐπειδὰν πρῶτον ἡ παρὰ φύσιν αὕτη γένηται θερμασία, πυρέττειν τε τὸν ἄνθρωπον, ἐπιτείνεσθαί τε μέχρι τῆς ἀκμῆς τὴν θερμασίαν. οὗ γὰρ οὐκ ἔστι μέρη, πῶς ἂν εἴη γένεσις ἐν χρόνῳ τοῦδε; ταῦτ’ εἴρηταί μοι καὶ κατ’ ἀρχὰς εὐθέως, ἀπήντησά τε πρὸς αὐτὰ, τῶν μετὰ περιψύξεως εἰσβαλλόντων πυρετῶν ἀναμνήσας. ἀλλ’ ἐν μὲν ταῖς περιόδοις αὐτάρκης ἡ ἀπάντησις· εἷς γὰρ τῶν ἐν μέρει καιρῶν καὶ τῇ τάξει πρῶτος ὁ τῆς περιψύξεως τῆς συμπάσης νόσου· γελοιότατον δ’ ἂν εἴη τὸν τοῦ πρώτου παροξυσμοῦ πρῶτον καιρὸν ἀρχὴν ἡγεῖσθαι τοῦ νοσήματος ὅλου. τὸ γάρ τοι χρήσιμον ὁ καιρὸς οὗτος, ὃν ὀνομάζουσιν ἀρχὴν νοσήματος, εἰς τὰ βοηθήματα κέκτηται, καὶ πρὸς τοῦτον ἀποβλέπων εἶπεν· ἀρχομένων τῶν νούσων, ἤν τι δοκέῃ κινέειν, κίνει, ἀκμαζουσῶν δὲ, ἡσυχίαν ἔχειν βέλτιόν ἐστιν. ὡσαύτως δὲ κᾀκεῖνο λέλεκται αὐτῷ·
443
περὶ τὰς ἀρχὰς καὶ τὰ τέλεα πάντα ἀσθενέστερα. καὶ μέντοι καὶ τὸ περὶ φαρμακείας εἰρημένον, ὡς πέπονα χρὴ φαρμακεύειν καὶ κινέειν, μὴ ὠμὰ, μηδὲ ἐν ἀρχῇσιν, ἢν μὴ ὀργᾷ. καὶ πρὸς τούτοις γε ἔτι τὸ, ἐν τοῖσιν ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι τῇσι φαρμακείῃσι χρέεσθαι· πολλά τε πρὸς τούτοις ἕτερα, τὰ μὲν Ἱπποκράτει, τὰ δὲ τοῖς ἄλλοις ἰατροῖς ἅπασι τοῖς παλαιοῖς εἰρημένα, τὴν ἀρχὴν ἡμᾶς οὐκ ἐπιτρέπει νοεῖν τοῦ πρώτου παροξυσμοῦ τὴν εἰσβολὴν, ἀλλ’ ἐπὶ μακροτέρου, ὡς καὶ φλεβοτομῆσαι δύνασθαι, καὶ κλυστηρίῳ χρήσασθαι, ποτὲ δὲ εἰ κατεπείγει, καὶ καθῆραι, πρὸς τῷ καὶ γελοῖον εἶναι τῶν ἐντὸς τῆς ἑβδόμης ἡμέρας λυομένων νοσημάτων καὶ τῶν εἰς ἐνιαυτὸν παραμενόντων, ὥσπερ καὶ ὁ τεταρταῖος ἔστιν ὅτε, τὴν ἴσην ἀρχὴν τίθεσθαι. πολλὰ μὲν οὖν εἴρηταί μοι περὶ τῆσδε τῆς ἀρχῆς καὶ κατὰ τὸ περὶ κρίσεων πρῶτον, ἐπιδεικνύντι τὸν πρῶτον τοῦτον καιρὸν ὡς ἄν τις γνωρίσειεν. ἦν δ’ αὐτοῦ κεφάλαιον ἡ ἀπεψία τῆς νόσου. βέλτιον δὲ κᾀνταῦθα πρὸς ἐκείνοις εἰπεῖν, ὅσα τῇ παρούσῃ διεξόδῳ χρήσιμα.
444
Κείσθω τοίνυν πρῶτον ἀρχὴν φλεγμονῆς ζητεῖσθαι. τίς οὐκ ἂν φαίη τὴν οἱονεὶ γένεσιν αὐτῆς ὑπάρχειν ἐν ἐκείνῳ παντὶ τῷ χρόνῳ, καθ’ ὃν πληροῦται τὸ μόριον αἱματώδους οὐσίας; εἴτε γὰρ ἐπὶ παρεμπτώσει συμβαίνει τὸ τοιοῦτον, εἴτ’ ἐπὶ τῇ σφηνώσει πάντων τῶν ἀγγείων, εἴτε ἐπὶ περιστάσει τινὶ τῶν ὄγκων ἐν τοῖς πόροις, εἴθ’, ὡς ἡμεῖς ἐδιδάξαμεν ἔν τε τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας καὶ τῷ περὶ τῶν παρὰ φύσιν ὄγκων ὑπομνήματι, πλεονεξία τις αἵματος ἐν τῷ μορίῳ συνίσταται, γεννωμένης τῆς φλεγμονῆς, οὗτος ἔσται πρῶτος καιρὸς, ἐν ᾧ πληροῦται τὸ μέρος ἀνακείμενον τῷ μεγέθει τοῦ πάθους. ὅταν δὲ τὸ μὲν ἐπιῤῥέον παύσηται, τὸ δ’ ἐν τῷ φλεγμαίνοντι περιεχόμενον ὑπάρξηται σήπεσθαι, θερμασία τις γίνεται διὰ τὴν σηπεδόνα, καὶ ἡ χύσις ἐπιπλέον διὰ τὴν θερμασίαν, ἐφ’ ᾗ καὶ πνεῦμα γεννᾶται, καὶ δι’ ἄμφω ταῦτα διατείνεται μᾶλλον ἢ πρόσθεν τὸ μόριον, εἰ καὶ μηδὲν ἐπιῤῥέοι· δεύτερος οὗτός ἐστι χρόνος ὁ τῆς αὐξήσεως τῆς φλεγμονῆς. ὅταν δὲ εἰς πῦον ἤδη μεταβάλλῃ, μέγιστοι μὲν δή που πόνοι τηνικαῦτα
445
καταλαμβάνουσι. περὶ γὰρ τὰς γενέσιας τοῦ πύου οἱ πόνοι καὶ οἱ πυρετοὶ συμβαίνουσι μᾶλλον ἢ γενομένου· καλεῖται δ’ ἀκμὴ τοῦ πάθους ὁ τοιοῦτος καιρός. εἰ δὲ ἐκπυϊσκόμενον ἢ διαφορούμενον τὸ ῥεῦμα τόν τ’ ὄγκον ἐλάττω καὶ τὴν τάσιν ἀποφαίνει, παρακμῆς ἀρχὴ τὸ τοιοῦτόν ἐστιν. οὕτω μὲν ἐπὶ τῆς φλεγμονῆς οἱ καιροὶ διαιροῦνται. ἐπὶ πυρετοῦ δὲ τοῦ μὲν ἐπὶ φλεγμονῇ συνισταμένου τοὺς αὐτοὺς ἐκείνῃ τίθεσθαι καιρούς· τοῦ δ’ ἐπὶ χυμοῦ ἄνευ φλεγμονῆς, τὸν μὲν τῆς ἀπεψίας τῶν λυπούντων χυμῶν χρόνον, ἀρχήν· ὅταν δ’ ἄρξηται πέττεσθαι, πεπαῦσθαι μὲν τὴν ἀρχὴν, τὸν δεύτερον δ’ ἥκειν καιρὸν, τὸν τῆς ἀναβάσεως ὀνομαζόμενον· ὁπότε δὲ ἡ πέψις αὐτὴ συντελεῖται μάλιστα, τὸν τῆς ἀκμῆς· εἶθ’ ἑξῆς τὸν τῆς παρακμῆς, ἐν ᾧ πέπαυται μὲν ἤδη τό τε μέγεθος τῶν συμπτωμάτων καὶ τὸ πλῆθος τῶν πεττομένων, ὀλίγον δ’ ἐστὶν ἔτι λείψανον τῶν πεφθῆναι δεομένων χυμῶν. ἐδήλωσα δ’ ἐν τῇ περὶ κρίσεων πραγματείᾳ καὶ τὰ γνωρίσματα πάντα, τά τε τῆς πέψεως τῆς ἀμυδρᾶς καὶ τὰ τῆς παντελοῦς ἀπεψίας, καὶ τὰ τῆς ἐναργοῦς καὶ τὰ τῆς τελείας,
446
ἴδια μὲν ὑπάρχοντα τῶν κατὰ τὴν γαστέρα πέψεων, ἴδια δὲ τῶν κατὰ τὰς φλέβας, ἴδια δὲ ἄλλα τῶν ἀναπνευστικῶν. ἐλαμβάνετο δὲ τὰ μὲν ἐκ τῶν διαχωρημάτων, τὰ δὲ ἐκ τῶν οὔρων, τὰ δὲ ἐκ τῶν πτυσμάτων. καὶ ταῦτα ἐπιπλεῖστον ἐν ἐκείνῳ τῷ λόγῳ διῆλθον ἅμα ταῖς Ἱπποκρατείαις ῥήσεσιν, ἀρκεῖ δὲ ἐν τῷ νῦν ἐνεστῶτι τοσοῦτον μόνον εἰπεῖν, ὡς καὶ τῶν ἑλκῶν οἱ αὐτοὶ καιροί. πρῶτον μὲν γὰρ ἰχῶρες ὑδατώδεις ἄπεπτοι καὶ λεπτοὶ ῥέουσιν ἐξ αὐτῶν· εἶθ’ ἑξῆς ἐλάττους τε καὶ παχύτεροι· κᾄπειτα ἤδη πῦον λεπτόν· εἶτα ἔλαττον μὲν τῷ πλήθει τοῦτο γίνεται, παχύτερον δὲ καὶ λευκότερον· ὥστε οὐδέν ἐστι τῶν λυομένων παθῶν, ὃ μὴ διεξέρχεται τοὺς καιρούς. οὐ μὴν οὐδ’ ἐξ ἄλλου τινὸς ἡ γνῶσις αὐτῶν, ὅτι μὴ τῶν τῆς ἀπεψίας τε καὶ πέψεως σημείων, ἃ διὰ τῶν περιττωμάτων γνωρίζεται. τίς γὰρ οὐκ οἶδεν ἠπεπτηκέναι τὴν γαστέρα, διαχωρήματα θεασάμενος ἀχύλωτα; τίς δὲ οὐκ οἶδεν, οὖρον ὑδατῶδες ἰδὼν, ἠτυχῆσθαι τὴν ἐν τοῖς ἀγγείοις πέψιν; τίς δὲ λεπτὸν ἀναβηττόμενον πτύσμα κατὰ πλευρῖτιν, ἢ περιπνευμονίαν ἑωρακὼς, ὁμοίως οὐ συνήσει ὡς ἀρχή ἐστιν
447
ἔτι τοῦ πάθους; οὕτω δὲ κᾀν ταῖς ὀφθαλμίαις ἐν ἀρχῇ μὲν ἀποῤῥεῖ πολὺ καὶ λεπτὸν, ἄπεπτον ἱκανῶς· ἐφεξῆς δὲ, ἔλαττόν τε καὶ παχύτερον, ὑπογραφήν τινα πέψεως λαμβάνον· εἶτα ἐν τῷ χρόνῳ προϊόντι, τοῦ μὲν πλήθους μειουμένου, τῆς συστάσεως δὲ ἐπὶ τὸ παχύτερον ἰούσης, αὐξάνεται τὰ τῆς πέψεως εἰς τοσοῦτον, ὡς καὶ κολλᾶσθαι τὰ βλέφαρα κοιμηθέντων ὑπὸ τῆς γενομένης λήμης, ἥτις καὶ αὐτὴ καταρχὰς μὲν λεπτὴ καὶ πολλὴ, τῷ χρόνῳ δὲ ἐλάττων τε καὶ παχυτέρα γενομένη, τήν τε πέψιν τοῦ νοσήματος ἐνδείκνυται καὶ τὴν παρακμὴν τούτου. καὶ μὴν καὶ τῶν ἐξ ἐγκεφάλου καταῤῥεόντων δι’ ὑπερῴας καὶ ῥινῶν ἀρχὴ μὲν, ὅταν ὑδατῶδές τε καὶ λεπτὸν ᾖ καὶ πολὺ καὶ δριμὺ τὸ φερόμενον· ἐσχάτην γὰρ ἀπεψίαν ἐνδείκνυται ταῦτα· πέψεως δέ ἐστιν ἤδη γνωρίσματα παχύτερόν τε καὶ ἧττον δριμὺ καὶ ὀλίγον κενούμενον· εἰ δὲ καὶ ἡ καλουμένη μύξα καὶ βλέννα συναπέρχοιτο, βεβαιότερον ἤδη τοῦτό ἐστι πέψεως σημεῖον· ὥσπερ δὴ καὶ (εἰ) παχυτέρα μὲν αὐτῆς καὶ ἐλάττων γινομένη, πολὺ δὴ καὶ μᾶλλον πέψιν ἐνδείκνυται. καὶ οὗτοι μὲν οἱ καιροὶ τῶν νοσημάτων εἰσὶν, ἐξ ὧν οἱ κάμνοντες σώζονται.
448
Περὶ δὲ τῶν ἄλλων, ἐν οἷς ἀπόλλυνται, μικρὸν ὕστερον ἐρῶ, διαρθρώσας πρότερον, ὅσα διορισμοῦ τινος τῶν εἰρημένων δέονται. ἓν μὲν οὖν ἐστιν αὐτῶν καὶ τὸ περὶ τῆς ἀκμῆς, εἴτε ἄχρονος ὑπάρχει διαπαντὸς, ὅσον ἐφ’ ἑαυτῇ, κᾂν εἰ πρὸς τὴν αἴσθησιν φαίνοιτο παρεκτεινομένη πολλάκις ἀξιολόγοις χρόνοις· εἴτε διαπαντὸς ἔχει τι πλάτος, ὁτὲ μὲν μεῖζον, ὁτὲ δὲ ἔλαττον· εἴτ’ ἐπὶ τινῶν μὲν νοσημάτων ἔγχρονος, ἐπὶ τινῶν δὲ ἄχρονος. μακροτέρου δὲ λόγου δεομένου τοῦ σκέμματος, ἔοικα παραλείψειν αὐτὸν ἅπαντα, μιμησάμενος Ἱπποκράτη περὶ τῆς κατὰ τὸν ὦμον ἐκπτώσεως εἰπόντα· οὐ μέντοι ἰσχυρίζω ἔγωγε περὶ αὐτοῦ, καίτοι ἔχων ὅ τι λέγω. καθάπερ γὰρ ἐκεῖνος ἠρκέσθη τοῖς διαπαντὸς ἑωραμένοις αὐτῷ, κατὰ τὸν αὐτὸν τρόπον κᾀγὼ νῦν ὡς διαπαντὸς ἰδὼν ἐρῶ. πᾶσαν ἀκμὴν τῶν κατὰ μέρος παροξυσμῶν χρόνῳ γινομένην ἐθεασάμην, ὥστε κᾂν εἰ πρὸς τὴν φύσιν ἄχρονος εἴη, μηδεμιᾶς ἐξ αὐτοῦ χρείας ἀπολαύειν ἡμᾶς. ὅταν γὰρ πρῶτον αἰσθήσει σαφὴς ἡ παρακμὴ γένηται, τότε τοῖς ἁρμόττουσιν αὐτῇ βοηθήμασι χρώμεθα·
449
μέχρι δ’ ἂν ἀπὸ τῶν ἴσων ἀριθμῶν ἑστήκῃ τὸ μέγεθος τοῦ πυρετοῦ, μέχρι τοσούτου τῷ μεγέθει τῆς ἀκμῆς οἰκεῖα πράττειν προσήκει. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπ’ ὀφθαλμίας καὶ πλευρίτιδος καὶ πάσης φλεγμονῆς ἑκάστου τε τῶν ἄλλων νοσημάτων οἱ καθόλου καιροὶ τὴν τῶν διαφόρων βοηθημάτων ὑπαγορεύουσι χρῆσιν, αἰσθήσει μετρούμενοι. λογικὸν οὖν γίνεται σκέμμα τὸ περὶ τοῦ πλάτους τῆς ἀκμῆς, εἴτε τῶν κατὰ μέρος παροξυσμῶν, εἴτε τῆς ὅλης νόσου τι σκοποῖτο· νυνὶ δὲ οὐ πρόκειταί μοι τὰ τοιαῦτα διαιρεῖν, ὡς οἱ τὰ πάντα ἐν πᾶσι φέροντες πράττουσιν, ὧν εἷς ἐστι καὶ Ἀρχιγένης. ἀναμίγνυσι γὰρ οὗτος ὁ ἀνὴρ ἰατρικωτάταις πραγματείαις ἐνίοτε μὲν ὑπὲρ ὀνομάτων ζήτησιν, ἔστι δὲ ὅτε καὶ περὶ αὐτῶν τῶν πραγμάτων, ἀλλὰ λογικήν· ἡμεῖς δὲ ὥσπερ ἀεὶ τοῦτο ἐφυλαξάμεθα, καὶ νῦν οὕτω πράξομεν, ἐάσαντες ὑπὲρ ἀκμῆς ἑτέροις ζητεῖν, εἴτε ἄχρονός ἐστιν, εἴτε σὺν χρόνῳ τινὶ, τὴν χρείαν μετρήσομεν αὐτῆς, τὴν φύσιν ὁρῶντες ἐναργῶς ἔν τε ταῖς ἡλικίαις τὴν ἀκμαστικὴν ἐν πλατεῖ χρόνῳ διαλυομένην, ἔν τε τοῖς νοσήμασιν ἐνίοτε μὲν ἐν μακροτέρῳ, πολλάκις δ’ ἐν ἐλάττονι, πάντως δ’ οὖν ἐν αἰσθητῷ.
450
τουτὶ δὲ αὐτὸ τὸ τοῦ χρόνου διάφορον ἐναργέστερόν ἐστιν ἐπὶ τῆς κατὰ τὴν ἀκμὴν ἡλικίας ἐν τοῖς ζώοις θεάσασθαι· καὶ γὰρ δὴ καὶ κύνας θηρευτικοὺς, καὶ ἵππους ἀγωνιστὰς ὁρῶμεν ἤδη τι ποιοῦντας οἰκεῖον ἔργον ἐν τῷ τῆς αὐξήσεως καιρῷ, καὶ μετὰ ταῦτα τελείους τε αὐτούς φαμεν γεγονέναι, καὶ βλέπομεν ἐναργῶς ἰσχυροτέρους μὲν ἢ πρόσθεν, ὡσαύτως δὲ ἰσχύοντας οὐκ ἐνιαυτῷ μόνῳ, ἀλλὰ καὶ δυοῖν ἔστιν ὅτε καὶ τρισὶν ἔτεσιν· ὥσπερ καὶ ἀνθρώπους ἀθλητὰς οὐ τρισὶ τούτοις γε μόνον, ἀλλὰ καὶ τέτταρσι καὶ πέντε πολλάκις ἔτεσιν ἰσοσθενεῖς διαμείναντας ὡς πρὸς αἴσθησιν. οὕτω δὲ ὡς ἔφην καὶ κατὰ τὰς νόσους οἵ τε κατὰ μέρος παροξυσμοὶ τὰς ἀκμὰς ἐν χρόνῳ ποιοῦνται σαφεῖ, καὶ πολὺ δὴ μᾶλλον οἱ καθόλου καιροὶ τῆς ὅλης νόσου πλάτος ἔχουσιν, οἵ τε ἄλλοι πάντες ὅ τε τῆς ἀκμῆς οὐδὲν ἧττον (ἔστιν) ὅ τε τῶν ἄλλων ἕκαστος. γνωρίζειν δὲ αὐτὰς ἐνίοτε μὲν ἐγχωρεῖ σαφῶς, ἔστι δ’ ὅτε ἀμυδρῶς, ἢ καὶ παντάπασιν ἀγνοεῖν ἄχρι παμπόλλου. καὶ κατὰ τοῦτο ἔνια δοκεῖ τῶν νοσημάτων εὐθὺς εἰσβάλλειν ἀκμάζοντά· καὶ τοῦτο μὲν αὐτὸ τῶν ἀδυνάτων ἐστὶν, οὔτε
451
γὰρ ὁ λεγόμενος σύνοχος πυρετὸς εὐθὺς ἀπὸ τῆς ἀκμῆς ποτε εἰσέβαλεν, ἀλλ’ ἀπὸ τῆς πρώτης προσβολῆς ἄχρι τῆς τελεωτάτης ἀκμῆς ὥραις ἤτοι τέτταρσιν ἢ τρισὶν ἀφικνεῖται τοὐλάχιστον, ἐντεῦθεν δὲ πάντως ἴσος ἑαυτῷ μένων συνεχῶς ἄχρι κρίσεως. ἀλλ’ οὐδὲ τὸ μάλιστα ἐξαίφνης εἰσβάλλον ἀκμάζον εἴποι τις ἂν, τὴν ἀποπληξίαν· οὐδὲ γὰρ ἀκριβῶς ἐστι τὸ τοιοῦτον, ἀλλ’ ἐν μὲν βραχεῖ χρόνῳ διεξέρχεται τήν τε ἀρχὴν καὶ τὴν ἀνάβασιν, οὐ μὴν ἄναρχόν γέ ἐστιν, οὐδ’ εὐθὺς εἰσβάλλει τελεώτατα, ὥσπερ οὐδὲ ὁ τῆς ἐπιληψίας παροξυσμός· οὐδεὶς γὰρ οὕτως ἁλίσκεται ἐξαίφνης τῷ συμπτώματι, καθάπερ οἱ τὸν τράχηλον ἀφαιρούμενοι, καίτοι καὶ τούτων ἡ τομὴ πρῶτόν τινα χρόνον ἔχει καὶ δεύτερον καὶ τρίτον καὶ τέταρτον, ὥσπερ εἰ καὶ χειρουργός τις ὁτιοῦν τέμνοι. ἀλλὰ γὰρ, εἰ βούλει, συγχωρείσθω χωρὶς χρόνου τήν τε ἐπιληπτικὴν καὶ τὴν ἀποπληκτικὴν γίνεσθαι κατάπτωσιν, ἵν’ ὅ γε ἐξ ἀρχῆς προὐθέμην διέλθω. τουτὶ μὲν γὰρ αὐτὸ σύμπτωμά ἐστιν ἡ γινομένη κατάπτωσις, ἡ νόσος δὲ οὐ τοῦτό ἐστιν, ἀλλὰ χρὴ πάντως αὐτὴν, ὡς ἀπεδείξαμεν, εἶναί τινα διάθεσιν
452
σώματος. εἰ δὲ οὐκ ἔχομεν εἴτε γεννωμένης αὐτῆς, εἴτε αὐξανομένης γνώρισμά τι, τὸν μὲν ἀκόλουθον λόγον οὐκ ἀνατρέπει τοῦτο, καθ’ ὃν ἐλέγομεν παντὶ νοσήματι ἀναγκαῖον εἶναι διὰ τῆς ἀναβάσεως ἐπὶ τὴν ἀκμὴν ἀφικνεῖσθαι, δύσγνωστον δὲ ἐνίοτε καὶ πολλοῖς ἄγνωστον τῶν νοσημάτων ὁμολογεῖ εἶναι τὴν αὔξησιν. ὅτι δὲ ἀληθές ἐστιν ὃ λέγω, πείσαιμι ἄν σε βραχυτάτῳ λόγῳ τῷδε. σκιῤῥώδεις ὄγκους ἐθεασάμην πολλάκις ἐν σκέλεσιν εὐθέως ἐξ ἀρχῆς συνισταμένους ἄνευ τοῦ προηγήσασθαι φλεγμονὴν, καὶ τρισί γε ἐνίοτε καὶ τέτταρσιν ἔτεσιν αὐξανομένους κατὰ βραχὺ, χωρὶς τοῦ παρεμποδίζειν αἰσθητῶς τὰς ἀναγκαίας τοῦ σκέλους ἐνεργείας· ἐν δὲ τῷ χρόνῳ διὰ μέγεθος ἀξιόλογον ὕστερόν ποτε καὶ τὴν βάδισιν ἐνοχλοῦντας. ἐπινόησον τοίνυν, οὐ γὰρ ἀδύνατον, ἐν τοῖς σιμοῖς τοῦ ἥπατος ἤδη τινὰ ὄγκον συνίστασθαι σκιῤῥώδη· καὶ λήσεται μέχρι τινὸς τούτου ἡ σύστασις, ὕστερον μέντοι τὰ τῆς διαθέσεως αὐτῆς ἔσται φανερώτερα, μηδὲ τότε δυναμένων ἡμῶν ἐξευρεῖν, ἐφ’ ᾗ διαθέσει τοῦτο συμβαίνει· χρόνῳ δὲ ὕστερον ἤδη που καὶ παρέγχυσις ὑδερικὴ
453
συμβήσεται, μηδὲ τότε πρὸς τὴν ἁφὴν διασημαίνοντος τοῦ σκιῤῥώδους ὄγκου· ἀλλ’ ὕστερόν γε φανεὶς ἀξιόλογος ἀνέμνησεν ἡμᾶς τῆς ἔμπροσθεν ἀγνοίας. οὐκ ὀλίγους γοῦν ἐγὼ τεθέαμαι κατὰ τὴν τοιαύτην ὁδὸν τῶν συμπτωμάτων ἐν ὀλίγῳ χρόνῳ προφήναντας ὄγκον οὐ σμικρὸν ἐν ἥπατι σκιῤῥώδει, συνιστάμενον μὲν ἐκ πολλοῦ, λανθάνοντα δὲ διὰ τὴν αὐτοῦ σμικρότητα καὶ εὐτροφίαν τῶν καθ’ ὑποχόνδριον μυῶν. ἀλλ’ ὅταν αὐξανόμενος ὁ σκίῤῥος ἅμα μὲν ἐπαναβῇ τοῖς κύρτοις τοῦ ἥπατος, ἅμα δὲ ἀτροφίας αἴτιος γένηται τοῖς τε ἄλλοις τοῦ ζώου μορίοις καὶ τοῖς καθ’ ὑποχόνδριον μυσὶν, ἐξ ἀμφοτέρων τούτων ἐναργῶς ἐν ὀλίγῳ χρόνῳ διαγνώσεις, αὐτοῦ ἤδη ὑπάρξαντος ἀξιολόγου μεγέθους. τὰ μὲν δὴ τοιαῦτα πάντα συνῆπται τῇ τῶν πεπονθότων μορίων ἐπισκέψει, περὶ ἧς οὐ πρόκειται μὲν ἐν τῷ παρόντι σκοπεῖσθαι, δεδήλωται δὲ ὑπὲρ τῆς κοινωνίας αὐτῶν οὐκ ἀχρήστως. ἐπὶ δὲ τὸν ἐξ ἀρχῆς λόγον ἰέναι καιρός. ἑκάστου τῶν νοσημάτων ἴδιός ἐστι χρόνος ὁ τῆς γενέσεως, ἐνίοτε μὲν αἰσθητὸς, ἐνίοτε δὲ οὐκ αἰσθητός· ἀφ’ οὗ πάλιν ὁ τῆς αὐξήσεως οὐχ ὁμοίως ἐπὶ
454
πάντων αἰσθητὸς οὐδὲ οὗτος· οἷς ὁ τῆς ἀκμῆς ἕπεται πάντως αἰσθητὸς, ὁμολογούντων ἡμῶν ἔστιν ὅτε μηδὲν ἔχειν ἐναργὲς γνώρισμα τῆς ἀρχῆς τοῦ πάθους καὶ τῆς αὐξήσεως. ἐπὶ τούτων οὖν, ὡς πρὸς τὴν χρείαν τῆς τέχνης, ἀληθῶς τις ἐρεῖ τὸν τῆς ἀκμῆς μόνον ὑπάρχειν καιρόν· εἰ δὲ καὶ σώζεσθαι μέλλοιεν, ἕπεσθαι πάντως αὐτῷ τὸν τῆς παρακμῆς, αἰσθητὸν καὶ τοιοῦτον, ὡς ἂν ἐν χρόνῳ συνιστάμενον οὐκ ἀπλατεῖ. καὶ γὰρ εἰ ἢ δι’ αἱμοῤῥαγίας, ἢ δι’ ἱδρώτων τις ὀξέως κριθείη, χρόνος γοῦν τις ὑπάρχει καὶ τούτῳ αἰσθητὸς ὁ τῆς παρακμῆς· εἰ δ’ ἐλάττονος τούτου καθ’ ἕτερα νοσήματα γινομένου, τρισὶν ἢ τέτταρσιν ἢ καὶ πλέοσιν ἡμέραις παρακμάζοντος, τοῦτο οὐδὲν τὸν ἔμπροσθεν λόγον φαίνεται παραβλάπτον, οὐδὲ διαβάλλει τὸ κεφάλαιον τῆς ἀποφάσεως, ἀλλ’ ἔτι μένει, τὸ πάντων τῶν νοσημάτων, ὅσα λύεται, καθάπερ ἀκμὴν, οὕτω δὴ καὶ παρακμὴν ὑπάρχειν τινά.
Τούτων ἡμῖν αὐτάρκως ἀποδεικνυμένων, ἐπισκεψόμεθα περὶ τῶν μὴ λυομένων νοσημάτων. διττὴ δέ ἐστιν αὐτῶν ἡ φύσις· ἔνια μὲν γὰρ αὐτῶν ἔχει τὴν κατασκευὴν,
455
ὅταν ἀκριβῶς αὐτὴν ἔχῃ συμπληρουμένην· ἔνια δὲ ἐκ μὲν τῆς τῶν λυομένων ἐστὶ φύσεως, ἀλλ’ ὅταν ἀποκτεῖναι φθάσῃ, κατὰ τοῦτο αὐτοῖς γίνεσθαι συμβαίνει. τριττὸς δὲ καὶ τούτων ὁ τρόπος ἐστίν· ἢ γὰρ διὰ τὴν τοῦ κάμνοντος ἀδυναμίαν, ἢ διὰ τὴν τῶν νοσημάτων ἰσχὺν, ἢ διὰ τὰ συναμφότερα ἀναιρεῖ πρὶν λυθῆναι. καθ’ ἕτερον δὲ λόγον εἷς καινὸς τύπος ἁπάντων ἐστὶ τῶν τοιούτων, ὅταν ὑπὲρ τὴν δύναμιν ᾖ· τὸ γάρ τοι συνέχον αὐτὸ τῆς ἀπωλείας τοῦ κάμνοντος ἐν τούτῳ τέτακται, μήτε σωθῆναι δυναμένου τινὸς, εἰ μὴ κρατήσειεν ἡ φύσις τῆς νόσου, μήτε ἀπόλλυσθαι χωρὶς τοῦ νικηθῆναι μὲν τὴν φύσιν, ἐπικρατέστερον δὲ αὐτῆς γενέσθαι τὸ νόσημα. καὶ διὰ τοῦτό γέ τινες ἓν σημαίνεσθαι νομίζουσιν ἐκ τοῦ μεγάλου νοσήματος, ἐν τῷ πρός τι συνισταμένου, οὐκ εἰδότες ὅτι λέγεται μέν ποτε καὶ οὕτω τὸ μέγα νόσημα, καθάπερ ἂν εἰ καὶ μεῖζον ἐλέγομεν, ὅταν ὑπὲρ τὴν δύναμιν ᾖ· λέγεται δὲ καὶ κατ’ ἰδίαν οὐσίαν, ὡς ἄνθρωπος, ἢ ἵππος, ἢ βοῦς μέγας. ἀποδέδεικται δέ μοι καὶ περὶ τούτου τοῦ διττοῦ σημαινομένου πολλάκις ἤδη δι’ ἑτέρων· τὸ δὲ πάντα ἐν πᾶσιν ἐξεργάζεσθαι,
456
φλύαρον· ὅπερ οὖν εἰς τὰ παρόντα χρήσιμον ὑπάρχει, τοῦτο ἐρῶ. τῶν νοσημάτων ἕκαστον αὐτὸ μὲν καθ’ ἑαυτὸ κέκτηταί τινα πηλικότητα, βέλτιον γὰρ οὕτως εἰπεῖν ἕνεκα σαφηνείας, ἤτοι δὲ ὑπὲρ τὴν δύναμίν ἐστιν ἡ πηλικότης αὕτη τοῦ νοσήματος, ὡς βαρύνειν αὐτὴν, ἢ τοὐναντίον ἀσθενεστέρα τῆς δυνάμεως, ὡς νικηθῆναι πρὸς ἐκείνης, ἁπάντων τῶν καλῶς γινομένων. ὅταν οὖν ὑπὲρ τὴν δύναμιν ᾖ, τεθνήξεται πάντως ὁ ἄνθρωπος.
Οἱ καιροὶ δὲ τῆς νόσου τηνικαῦτα κατὰ τὶ μὲν ὡσαύτως τοῖς προειρημένοις λαμβάνονται, κατὰ τὶ δὲ οὐχ ὡσαύτως. ἡ μὲν γὰρ ἀρχὴ κατὰ τὸν αὐτὸν τρόπον ἐν τῇ γενέσει τοῦ νοσήματος ἔχουσα τὴν σύστασιν· ἡ δὲ ἀνάβασις οὐκ ἐν τῷ πέττεσθαι, καθάπερ ἐπὶ τῶν σώζεσθαι μελλόντων, ἀλλ’ ἐν τοῖς τῆς ἀπεψίας καὶ τοῖς ὀλεθρίοις σημείοις. ἐδείχθη γὰρ, εἴ τι μεμνήμεθα, διαφέροντα ταῦτα ἀλλήλων, λεχθήσεται δὲ ἀναμνήσεως ἕνεκα καὶ νῦν ἐξ αὐτῶν ἔνια. τὸ μὲν οὖν εὔχροον οὖρον καὶ μετρίως παχὺ πάντων οὔρων ἐστὶ κάλλιστον, ὅσον ἐπὶ τῇ χροιᾷ καὶ συστάσει· συμπαρεῖναι δὲ αὐτῷ χρὴ πάντως ἤτοι γε ἐναιώρημα χρηστὸν,
457
ἢ νεφέλην, ἢ ὑπόστασιν, ὡς ἂν ἡ τοῦ νοσήματος ἀπαιτῇ φύσις· ἄλλως μὲν γὰρ ἐδείξαμεν ἐν τοῖς χολώδεσι νοσήμασιν, ἄλλως δὲ ἐν τοῖς ἐξ ὠμῶν χυμῶν πλήθεσι τὰς ὑποστάσεις γινομένας. ἐκ διαμέτρου δὲ, ὡς ἄν τις εἴποι, τὸ μὲν ἄπεπτον οὖρόν ἐστιν, ὃ μήτε ἐναιώρημα μήτε ὑπόστασιν ἔχει μήτε νεφέλην, ἀλλὰ μηδὲ πάχος τι προσειληφὸς, ἢ ὠχρότητα, λευκὸν δέ ἐστι τῇ χροιᾷ, καὶ λεπτὸν τῇ συστάσει, καθάπερ ὕδωρ· εἰ μέντοι νεφέλη τις, ἢ ἐναιώρημα μέλαν, ἢ ὑπόστασις ἐν αὐτῷ γένοιτο μέλαινα, καὶ μᾶλλον εἰ καὶ σύμπαν εἴη ζοφῶδες, ὀλέθριον ὑπάρχει· καθάπερ εἰ καὶ κριμνώδη τινὰ, ἢ πεταλώδη κατ’ αὐτὸ φαίνοιτο· καὶ μὴν καὶ τὸ δυσῶδες ἰσχυρῶς, καὶ τὸ λιπαρὸν, ὅπερ ἐλαιῶδες ὀνομάζουσιν, ὀλέθριον. ταῦτα οὖν ἐστι τὰ οὖρα, μεγάλου νοσήματος γνωρίσματα, ὃ κατὰ τὴν ἑαυτοῦ φύσιν ἔλεγον ὑπάρχειν μέγα. μέγα δὲ, εἰ καὶ τὸ πτύσμα πλευριτικοῖς καὶ περιπνευμονικοῖς, ἤτοι μέλαν, ἢ πυῤῥὸν ἰσχυρῶς, ἢ ἀφρῶδες, ἢ δυσῶδες ἱκανῶς, ἢ μηδ’ ὅλως πτυόμενον, ἰσχυρᾶς ὀδύνης ἢ δυσπνοίας
458
κατεχούσης τὸν ἄνθρωπον. ἀνάλογον δὲ τοῖσδε κᾀπὶ τῶν ἄλλων νοσημάτων, ὅσα καθ’ ἧπαρ, ἢ γαστέρα συνίσταται, τῶν ὀλεθρίων σημείων ὑπάρχει γένος, ὅθεν οὐδὲ ὁρίσαι παραπλησίως οἷόν τε τῇ τῶν σωθησομένων ἀκμῇ τὴν ἐν τοῖς τοιούτοις νοσήμασιν· ἐκεῖ μὲν γὰρ οἱ μέγιστοι παροξυσμοὶ τὴν ἀκμὴν ἀφώριζον, ἐνταυθοῖ δὲ οὐχ ὁρίσαι τοὺς μεγίστους ὁμοίως, ὡς ἂν μηδὲ πεπτομένου τὴν ἀρχὴν τοῦ νοσήματος, ἀλλ’ ἐπινοίᾳ χρὴ λαμβάνειν τὸ μέγιστον, εἰς ὃ ποτὲ μὲν ἀφικνεῖται τὸ νόσημα, ποτὲ δὲ ἀναιρεῖ φθάνον. ἐπὶ μέν γε τῆς λυομένης φλεγμονῆς ἡ τοῦ πύου γένεσις ὅρος τῆς ἀκμῆς· ἐπὶ δὲ τῆς μὴ μελλούσης λύεσθαι δυνατὸν μὲν τὸν ἄνθρωπον ἀποθανεῖν ἐστι καὶ κατὰ τὴν ἀνάβασιν αὐτῆς· ἐγχωρεῖ δὲ καὶ διαρκέσαι τὴν δύναμιν ἰσχυροτάτην ὑπάρχουσαν ἄχρι τοῦ τελευταίου μεγέθους. ταύτης γάρ τοι τῆς φλεγμονῆς, ὅταν γε μὴ μέλλοι λύεσθαι, τὸ μέγιστον μέγεθος ἤτοι γε εἰς γάγγραιναν, ἢ εἰς σηπεδόνα τελευτᾷ· μέχρι δ’ ἂν μηκέτι τι τούτων ᾖ, δυνατὸν αὐτὴν αὐξηθῆναι. ἀνάλογον δὲ τῇ φλεγμονῇ καὶ αἱ καθ’ ἕκαστον γένος τῶν ἄλλων νοσημάτων
459
αὐξήσεις νοείσθωσαν. εἴρηται δὲ αὐτῶν οὐ τὰ γένη μόνον, ἀλλὰ καὶ αἱ διαφοραὶ καὶ τὰ εἴδη δι’ ἑνὸς ὑπομνήματος, ὃ περὶ διαφορᾶς νοσημάτων ἐπιγράφεται. ἐκείνῳ δὲ μάλιστά σε προσέχειν ἀξιῶ τὸν νοῦν, ὃ παροφθὲν ἱκανῶς ἄν τινα σφάλλοι.
Ἐνδέχεται γὰρ ἑνὶ καὶ τῷ αὐτῷ χρόνῳ καὶ δυσὶ καὶ τρισὶ νοσήμασιν ἔχεσθαι τὸν ἄνθρωπον, ὧν τὸ μὲν ἤδη παρακμάζει, τὸ δὲ τὸν ἀρχῆς ἔτι μένει καιρὸν, ἢ τὰ πρῶτα τῆς ἀναβάσεως, τὸ δ’ ἐπὶ πλεῖστον ηὔξηται· κᾄπειτα τὸν ἄνθρωπον ἀποθανεῖν, οὔτε διὰ τὸ παρακμάζον, οὔτε διὰ τὸ νῦν ἀρχόμενον, ἀλλὰ διὰ τὸ μεγάλως ηὐξημένον. μάλιστα μὲν οὖν ἐπισκέπτου τὰς τρεῖς ἀρχὰς τῶν διοικουσῶν ὅλον τὸ σῶμα δυνάμεων, ὅπως διάκεινται· λέγω δὲ ταύτας, ἐγκέφαλον, καρδίαν καὶ ἧπαρ· ἐφεξῆς δὲ καὶ τὰ ἄλλα σύμπαντα μόρια, τὰ ἀπὸ τῶν ἀρχῶν ἑκάστης πεφυκότα, νεῦρα, φλέβας καὶ ἀρτηρίας, καὶ ἅττα φύσιν μὲν ἰδίαν ἔχοντα, διοικούμενα δὲ ὑπὸ τῶν ἀρχῶν ἁπασῶν, ἔνια μὲν ὁμοτίμως, ἔνια δὲ ὑπὸ τῆς μὲν μᾶλλον, ὑπὸ τῆς δὲ ἧττον.
460
ἐκ γὰρ τῆς τοιαύτης θεωρίας πρῶτον μὲν, εἴθ’ ἕν ἐστιν, εἴτε καὶ πλείω νοσήματα κατὰ τὸν ἄνθρωπον, εὑρήσεις· εἶθ’ ἑξῆς ἑκάστου τοὺς ἰδίους ἐπίσκεψαι καιροὺς, ἀναγκαίους ὑπάρχοντας εἰς τὴν τῶν βοηθημάτων εὕρεσιν, ἧς ἕνεκα ἡμῖν ὁ λόγος ὅδε σπουδάζεται.
Περὶ μὲν γὰρ τὰς ἀρχὰς καὶ τὰ τέλη πάντα ἀσθενέστερα, περὶ δὲ τὰς ἀκμὰς ἰσχυρότερα, μεταξὺ δὲ τούτων ὅσα μεταξύ. τὰ μὲν γὰρ τῆς ἀρχῆς ἐγγυτέρω τῶν ἐγγυτέρω τῆς ἀκμῆς ἀσθενέστερα, καθάπερ γε καὶ τὰ τοῦ τέλους ἐγγυτέρω· τὰ δὲ ἶσον ἀπέχοντα τῆς ἀρχῆς τε καὶ τῆς ἀκμῆς μέσα τῆς ἰσχύος τῶν ἄκρων ἀμφοτέρων· οὕτω δὲ καὶ τὰ τῆς ἀκμῆς ἶσον ἀπέχοντα καὶ τῆς τελευτῆς, μέσα καὶ ταῦτα τῶν ἰδίων ἄκρων ἐστίν. ἐπικρατεῖν οὖν ἐν τῇ θεραπείᾳ προσήκει κατὰ μὲν τὴν ἀκμὴν τὸ παρηγορικὸν, ἐπὶ δὲ τῆς ἀρχῆς καὶ τῆς τελευτῆς τὸ ἀγωνιστικόν· ἀνάλογον δὲ τοῖς ἄκροις οἱ μεταξὺ καιροὶ λαμβανέσθωσαν, καθάπερ ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ λέλεκται ἐπὶ πλέον, νυνὶ δὲ ὅσον ὑπογραφῆς ἕνεκεν αὐτὰ τὰ κεφάλαια διῆλθον, ἐνδεικνύμενος τὴν χρείαν τῆς ἐν τοῖς νοσήμασι κατὰ
461
καιροὺς διαφορᾶς. οὐδὲ γὰρ ὅπως τις διαιτήσει δυνατὸν εὑρεῖν, οὐδὲ πότε δὲ θρέψει, χωρὶς τοῦ διορίσαι βεβαίως αὐτοὺς, εἴ γε χρὴ συντεκμαίρεσθαι κατ’ ἀρχὰς εὐθὺς, ὁπηνίκα μὲν ἡ ἀκμὴ τοῦ νοσήματος ἔσοιτο, πηλίκη δέ ἐστιν ἡ τοῦ κάμνοντος δύναμις. εἰ μὲν γὰρ ἐξαρκέσει τῷ τῆς ἀκμῆς καιρῷ καὶ χωρὶς τοῦ τροφὴν προσενέγκασθαι, κράτιστον ἀσιτεῖν ἄχρι τοῦ τὴν παρακμὴν ἀπάρξασθαι· εἰ δ’ οὐχ οἷόν τε ἀσιτοῦντα διαρκέσαι, θρεπτέον αὐτὸν ἀπ’ ἀρχῆς εὐθέως ἐν ἅπαντι καιρῷ τῷ δυναμένῳ προσδέξασθαι τροφὴν, ἔστι δὲ οὗτος ὁ τῆς ἀνέσεως. λέγω δὲ ἄνεσιν ἄρτι τὸ δεύτερον μόριον τῆς ὅλης περιόδου διαιρεθείσης εἰς δύο τὰ πάντα, παροξυσμόν τε καὶ ἄνεσιν. Ἱπποκράτης μὲν οὖν πάντων πρῶτος ὧν ἴσμεν ὀρθῶς περὶ τούτου διωρίσατο· βέλτιον δὲ ἂν ἐξεργάσασθαι τὴν τέχνην αὐτοῦ· σχεδὸν δὲ οὐδεὶς τοῦτο ἐποίησεν, ἔνιοι δὲ καὶ τελέως ἀποχωρήσαντες αὐτῆς εἰς μακρολογίαν ἐξετράποντο, καθάπερ καὶ Ἀρχιγένης ἔν τε τοῖς ἄλλοις ἅπασι κᾀν τοῖς δύο βιβλίοις, ἃ περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν ἐγράψατο. μαθήσῃ δὲ ἐναργῶς ὃ λέγω, δύο ταῦτα ἐξετάσας ἀκριβῶς·
462
ἓν μὲν, εἰ ταυτὶ τὰ νῦν ὑφ’ ἡμῶν εἰρημένα δι’ ὅλου τούτου τοῦ βιβλίου χρησιμώτατά ἐστιν εἰς θεραπείαν καὶ πρόγνωσιν· ἕτερον δὲ, εἰ λέλεκταί τι πρὸς Ἀρχιγένους. εἰ γὰρ μηδενὸς ἐλλείποντος τοῖσδε, φαίνεται λέγων ἕτερα, διττῶς πλημμελεῖ, μήτε τὰ χρήσιμα διδάσκων, βαρύνων τε τῇ τῶν ἀχρήστων πολυλογίᾳ τοὺς ἀναγινώσκοντας αὐτοῦ τὰ βιβλία.