De symptomatum causis

Galen

Galen, De symptomatum causis

Αἱ δὲ τῶν οὔρων ἐπισχέσεις τε καὶ μοχθηραὶ κενώσεις ἀνάλογον ἔχουσι ταῖς κατὰ τὴν γαστέρα τῶν περιττωμάτων ἐπισχέσεσί τε καὶ παρὰ φύσιν ἐκκρίσεσιν. ἴσχονται μὲν γὰρ ἢ ἀδυνατούσης ἐκκρίνειν τῆς κύστεως, ἢ στεγνωθέντος αὐτῆς τοῦ στομάχου. ταυτὶ μὲν οὖν ἄμφω τὰ νοσήματα τῆς κύστεως ἓν κοινὸν ἔχει σύμπτωμα, τὴν ἰσχουρίαν· ἴσχεται γὰρ ἐν αὐτῇ τὰ οὖρα. καλοῦσι δὲ οὐδὲν ἧττον οἱ πολλοὶ τῶν ἰατρῶν ἰσχουρίαν κᾀκεῖνο τὸ σύμπτωμα, καίτοιγε οὐκ ἦν ἰσχουρία, ἐπειδὴ μηδόλως εἰς τὴν κύστιν ἀφικνεῖται τὸ οὖρον, ἀπολλυμένης τῶν νεφρῶν τῆς ἐνεργείας. καὶ συγχωρητέον γε αὐτοῖς ὀνομάζειν οὕτως ἀποροῦσι προσηγορίας οἰκείας· οὐ μὴν ἀγνοεῖσθαι προσήκει γε τὴν διαφορὰν τῶν διαθέσεων. ἑτέρα μὲν γὰρ ἐστι διάθεσις, ὅταν μηδὲν ἐκκρίνηται, πεπληρωμένης τῆς κύστεως· ἑτέρα δὲ, ὅταν ὑπάρχῃ κενὴ, μηδὲν ὅλως ἐν αὐτῇ περιέχουσα. κατὰ γοῦν τὴν τοιαύτην διάθεσιν ἐν ᾗ πλήρης ἡ κύστις ἐστὶν, ἤτοι γε ἐστέγνωται τὸ στόμα αὐτῆς, ἢ τούτου κατὰ φύσιν ἔχοντος ἀῤῥωστεῖ περιστέλλεσθαί τε καὶ ἐξωθεῖν ἔξω τὸ οὖρον. αἱ μὲν οὖν

249
στεγνώσεις τοῦ στομάχου δι’ ἔμφραξίν τε καὶ μύσιν ἀποτελοῦνται. καὶ γίνεται ἡ μὲν ἔμφραξις ὑπὸ θρόμβου τε καὶ πύου παχέος καὶ λίθου καὶ πώρου καὶ διὰ βλάστημά τι κατ’ αὐτὸν ἐπιτραφὲν τὸν πόρον, ὁποῖα κᾀν τοῖς ἄλλοις ἅπασιν ἐκτὸς ὁρᾶται γινόμενα κατά τε τὰ ὦτα καὶ ῥῖνας αἰδοῖά τε καὶ ἕδραν. ἡ δὲ μύσις ἤτοι δι’ ὄγκον τινὰ παρὰ φύσιν ἢ διὰ ξηρότητα γίνεται πολλήν. ὁ μὲν οὖν ὄγκος ἐπὶ φλεγμοναῖς ἀποτελεῖται καὶ σκίῤῥοις καὶ τοῖς ἄλλοις οἰδήμασιν, ὅσα τε τὸν τράχηλον ἐξαίροντα τῆς κύστεως εἰς τὸν ἐντὸς πόρον ἀποχεῖ τὸν ὄγκον· ἡ δὲ ξηρότης ἐν τοῖς καυσωδεστάτοις τε καὶ αὐχμωδεστάτοις πυρετοῖς, ἐν οἷς πολλάκις ὁρῶμεν οὐδὲ φθέγξασθαι δυναμένους τοὺς κάμνοντας, ἄνευ τοῦ διαβρέξαι τὸ στόμα. τῆς δὲ κατὰ τὴν κύστιν ἀτονίας οὐδὲν ἔτι δέομαι λέγειν τὰς αἰτίας· εἴρηνται γὰρ ἤδη μοι πολλάκις ἐπὶ πολλῶν μορίων, εἴθ’ ὡς ὁμοιομερέσιν αὐτοῖς, εἴθ’ ὡς ὀργανικοῖς συμπίπτουσιν. περιττότερον δέ τι κατὰ τὴν κύστιν ἔοικε συμπίπτειν ὑπερπληρωθεῖσαν, ὅπερ οὐχ ἡμεῖς μόνοι τεθεάμεθα γινόμενον, ἀλλὰ καὶ παρ’ ἄλλων ἐπυθόμεθα. πληρωθείσης 
250
γὰρ αὐτῆς αἰδεσθέντων τινῶν ἐξαναστῆναι τοῦ δείπνου καὶ οὐρῆσαι, τὴν ἐνέργειαν ἀπολέσθαι συνέβη, καὶ οὐκ ἔτ’ ἠδυνήθησαν ἐκκρῖναι τὸ οὖρον, κᾂν ἱκανῶς βιαζόμενοι τύχοιεν. ἔοικε δέ τι καὶ κατὰ τὴν γαστέρα συμπίπτειν τοιοῦτον καὶ τὰ ἔντερα, ἀλλὰ τοὺς πολλοὺς λανθάνειν, ἐπὶ μὲν τῶν κατ’ αὐτὴν τὴν κοιλίαν τοῦτο παθόντων, ἀποπνίγεσθαι φθανόντων· ἐπὶ δὲ τῶν ἐν τοῖς ἐντέροις ἅπασιν ἠθροικότων τὸ περίττωμα, διὰ τὰ παρεπόμενα συμπτώματα περιελκομένων ἐπ’ ἄλλα τῶν ἰατρῶν· ἐν μόναις γὰρ καθάρσεσι συνδοθείσαις μὲν εἰς ἔντερα, μεινάσαις δὲ εἰς αὐτὰ, εἴωθε τὸ τοιοῦτον συμπίπτειν. αὗται μὲν οὖν αἱ διαθέσεις τὴν οἷον στέρησιν τῆς ἀποκρίσεως τῶν οὔρων ἐπιφέρουσιν· αἱ δ’ ὁμογενεῖς μὲν αὐταῖς, ἀπολειπόμεναι δὲ μεγέθει, τὰς οἷον ἀμυδράς τε καὶ ναρκώδεις ἐνεργείας ἀποτελοῦσιν. ἐπ’ ἄλλαις δὲ διαθέσεσι τὸ τρίτον γένος τῶν συμπτωμάτων ἐπιγίγνεσθαι πέφυκεν, ἐν ταῖς πλημμελέσι κενώσεσι συνιστάμενον. ἰδέαι δὲ πλείους αὐτῶν· πρώτη μὲν ἡ στραγγουρία καλουμένη, δι’ ἀτονίαν τῆς κύστεως ἢ δριμύτητα τῶν οὔρων ἀποτελουμένη· δευτέρα δὲ
251
τοῖς κατὰ τὴν γαστέρα ῥεύμασιν ἐοικυῖα, περὶ ἧς ἄμεινον ἐπὶ πλέον εἰσάπαξ εἰπεῖν ἐν τῷδε. γίγνεται δή τις οἷον ἀναστοιχείωσις, ἢ σύντηξις, ἢ ἀνάλυσις, ἢ ὡς ἄν τις ὀνομάζειν ἐθέλοι, ποτὲ μὲν ἅπαντος τοῦ σώματος, ἔστιν ὅτε δὲ τῶν ἐν ταῖς φλεψὶ μόνων χυμῶν· καὶ ταύτης τὸ σύντηγμα ποτὲ μὲν εἰς τὴν γαστέρα συῤῥεῖ, ποτὲ δὲ εἰς τὰ οὖρα, ποτὲ δὲ εἰς ἱδρῶτας ἀποτρίβεται. τῶν μὲν οὖν ἐν ταῖς φλεψὶ χυμῶν εἰς ἰχῶρας ὀῤῥώδεις ἀναλυομένων, οἱ νεφροὶ τὸ τοιοῦτον πεφυκότες ἕλκειν περίττωμα, καὶ μάλισθ’ ὅταν ὑγιαίνοντες τύχωσιν, ἐκκαθαίρουσι μὲν τῶν φλεβῶν τὸν ὀῤῥὸν, ἐπιφέρουσι δὲ τῇ κύστει τὸ ῥεῦμα συνεχῶς. ὅταν δὲ καὶ οἱ νεφροὶ τύχωσιν ἕλκειν ἀδύνατοι, ἢ εἰς τὴν γαστέρα καταπέμπουσιν αἱ φλέβες τὸν τοιοῦτον ὀῤῥὸν, ἢ παντὶ τῷ σώματι μεταδιδοῦσαι, τὰς ἐξαιφνιδίους ὑδερώδεις καταστάσεις ἐπιφέρουσιν. ἐὰν δὲ τὸ σύντηγμα παχύτερον ᾖ, καὶ οἷον οὐ πεφύκασιν ἕλκειν οἱ νεφροὶ, συῤῥεῖ πᾶν ἐξ ἀνάγκης εἰς τὴν γαστέρα. τοῦ δὲ σαρκώδους γένους οὕτως συντηκομένου, καὶ ἡ γαστὴρ μὲν ἐνδέχεται τὸ ῥεῦμα, ἐπειδὰν παχύτερον ᾖ, καὶ ἱδρῶτες ἐπιγίνονται
252
πολλοί· ἀναλυθέντος δὲ εἰς ἀτμοὺς, ἱδρῶτες. ταῦτα μὲν περὶ τῆς κατὰ τὰς σάρκας τε καὶ τὸ αἷμα συντήξεως εἴς γε τὸ παρὸν ἱκανά. τὰ δ’ ἄλλα τῶν οὔρων συμπτώματα τὰ μὲν ἤτοι κύστεως ἢ νεφρῶν ἐνδείκνυταί τινα διάθεσιν, ὑπὲρ ὧν ἐν ἀφορισμοῖς ἔγραψεν Ἱπποκράτης· τὰ δὲ, εἰς ὅσον ἀπεψίας ἢ πέψεως ἥκει τὸ αἷμα, διδάσκει. γέγραπται δὲ περὶ αὐτῶν ἐν τῷ προγνωστικῷ.

Μεταβαίνειν οὖν ἤδη καιρὸς ἐπὶ τοὺς ἱδρῶτας, ὑπὲρ ὧν εἴρηται μέν που τό γε τοσοῦτον ὡς ἀναλυομένης ἐνίοτε γίγνονται τῆς ἕξεως, καὶ καλεῖται τὸ πάθημα συγκοπή· τούτῳ δὲ ἐναντία κατάστασίς ἐστιν ἡ ἐν τοῖς κρισίμοις ἱδρῶσιν, ἐῤῥωμένην ἐνδεικνυμένοις, οὐ διαλυομένην τὴν φύσιν. οἱ μὲν δὴ τοιοῦτοι τῶν ἱδρώτων ἐκκαθαίρουσι τὸ σῶμα· παραπλήσιοι δ’ αὐτοῖς εἰσιν οἱ κατὰ τὰ μέτρια γυμνάσια καὶ τὰ βαλανεῖα καὶ τὸ θάλπος τὸ θερινόν. ἐν δὲ τοῖς ἀμέτροις γυμνασίοις ἤδη τι καὶ τοῦ χρηστοῦ συναπέρχεται. τὴν δ’ ὀσμὴν ἴσχουσι καὶ τὴν χρόαν τῷ κενουμένῳ ὁμοίαν περιττώματι· τὸ δὲ πλῆθος ἤτοι διὰ τὴν ἀραιότητα

253
τοῦ σώματος, ἢ διὰ τὸ πλῆθος τοῦ περιττώματος, ἢ διὰ τὴν λεπτότητα τοῦ κενουμένου. διὰ δὲ τἀναντία τούτων ἴσχεσθαι πεφύκασιν, ὅταν ὀλίγον ἢ γλίσχρον ἢ παχὺ τύχῃ τὸ περιττὸν, ἢ οἱ πόροι στεγνωθῶσι. πάσχουσι δὲ τοῦτο δι’ ἔμφραξιν ἢ μύσιν. ἐμφράττονται μὲν οὖν ὑπὸ παχέων τε καὶ γλίσχρων ὑγρῶν· μύουσι δὲ δι’ ἀτροφίαν, ἢ ψύξιν, ἢ μαλακότητα. γίγνεται δὲ καὶ δι’ ἀτονίαν τῆς κατὰ τὰς σάρκας δυνάμεως ἐπίσχεσίς τε καὶ ἔκκρισις ἱδρώτων, ὥσπερ καὶ τῶν ἄλλων περιττωμάτων. καὶ γὰρ καὶ κύστις καὶ γαστὴρ ἐνίοτε μὲν ἀνέχονται μᾶλλον ἐν ἑαυτοῖς περιεχομένων τῶν περιττωμάτων, ἀποκρίνειν ὀκνοῦντα· πολλάκις δ’ ἔμπαλιν, οὐδὲ γὰρ βραχύτατον φέρουσιν, ἀλλὰ βαρύνονταί τε καὶ ἀποῤῥίπτουσι παραχρῆμα.

Κοινὸν δὲ τοῦτον ὑπάρχοντα λόγον ἁπάντων τῶν μορίων ἐφύλαξα τελευταῖον ἐπὶ πᾶσι διελθεῖν ἅμα. καὶ γὰρ ἄπορον δοκεῖ εἶναι, βλαβέντος τινὸς σώματος, οὐκ ἐξ ἴσου συμβλάπτεσθαι τὰς δυνάμεις αὐτοῦ πάσας, ἀλλὰ

254
τὰς μὲν μᾶλλον, τὰς δὲ ἧττον, ἐνίας δ’ οὐδ’ ὅλως. ὅτι μὲν οὖν ἄνευ τοῦ βλαβῆναί τι τὴν οὐσίαν ἑκάστου τῶν ὄντων, οὐχ οἷόν τε τὴν ἐνέργειαν αὐτοῦ παραποδισθῆναι, πρόδηλον παντί· πολλάκις δὲ ἐνεργοῦντος ἑκάστου τῶν μορίων, ἄλλοτε ἄλλη βλάπτεται τῶν ἐνεργειῶν, οὐ γὰρ ὁμοίας δεῖται κατασκευῆς εἰς τὰς ἀλλοιωτικάς τε καὶ πρακτικὰς ἐνεργείας. ἡ μὲν γὰρ ἀλλοίωσις γίγνεται τῶν πλησιαζόντων ἁπάντων ἀλλήλοις οὐδὲν δεομένων οὔτε τόπον ἐκ τόπου μεταχωρεῖν, οὔτ’ ἀντιλαμβάνεσθαί τινος, οὔτε κατέχειν, οὔτε ἀντιστηρίζεσθαι· τῶν δ’ ἤτοι τι μελλόντων ἕλξειν ἢ καθέξειν ἢ ἀπώσασθαι, σὺν τῇ κατὰ τόπον κινήσει τὴν ἐνέργειαν ἀνάγκη γίγνεσθαι. κᾀν τούτῳ τὸ μὲν οὕτω μαλακὸν, ὡς ὑγρόν τε εἶναι καὶ ῥυτὸν καὶ ἀστήρικτον, οὔτε ἕλκειν ὁμοίως οὔτε κατέχειν οὔτε ἀποκρίνειν ἐστὶ δυνατόν· ἐν ἅπασι γὰρ τοῖς τοιούτοις ἔργοις ἀποστήριξιν καὶ τάσιν ὑπάρχειν χρὴ τοῖς ἐνεργοῦσιν· ἀλλοιοῦν δὲ, κᾂν ὑγρότατον ᾖ, τὰ πλησιάζοντα δύναται, καὶ μάλισθ’ ὅταν ἅμα καὶ θερμότατον ὑπάρχῃ· φαίνεται γὰρ οὐδεμία τῶν δραστικῶν ποιοτήτων οὕτω ταχέως ἀλλοιοῦσα τὸ πλησιάζον, 
255
ὡς ἡ θερμότης· ἐξ ὧν δῆλον, ὡς τὸ μὲν θερμότατον καὶ ὑγρότατον σῶμα τάχιστα ἀλλοιώσει, τοῦτ’ ἔστι πέψει τε ἅμα τὴν οἰκείαν τροφὴν ἑαυτῷ κᾀξομοιώσει· τὸ δὲ σκληρὸν εἰς τοσοῦτον, εἰς ὅσον μὴ δυσκαμπὲς μὲν ὑπάρχειν, στηρίζεσθαι δ’ ἀσφαλῶς, ἕλκειν τε δυνήσεται σφοδρῶς, ὅ τι ἂν ἐθελήσῃ, καὶ ὠθεῖν βιαίως καὶ κατέχειν εὐρώστως. οὔτε γὰρ ὀκλάζει κατὰ τὴν τάσιν, ὡς τὰ λίαν μαλακὰ, καὶ κίνδυνος οὐδεὶς αὐτῷ ῥαγῆναι σφοδρότερον ἐνταθέντι, καὶ ὧν ἂν ἅπαξ ἀντιλάβηται, κατέχει ταῦτα περιπτυσσόμενον, οὔτε τῶν διὰ σκληρότητα δυσκάμπτων οὕτως ἐνεργεῖν δυναμένων, οὔτε τῶν δι’ ὑγρότητα μαλακῶν· τὰ μὲν γὰρ οὐκ ἀσφαλῶς περιστέλλεται, τὰ δὲ ἀῤῥώστως χρώμενα ταῖς λαβαῖς ἀποῤῥεῖ ῥᾳδίως ὧς ἀντιλαμβάνεται. κάλλιστα μὲν οὖν τρέφεται τὰ ὑγρὰ καὶ θερμὰ σώματα· καὶ γὰρ ἀλλοιοῖ τάχιστα καὶ παραδέχεται τὴν τροφὴν εἰς ἑαυτὰ καὶ προσφύει καὶ ἐξομοιοῖ· κάκιστα δὲ τὰ ψυχρὰ καὶ ξηρὰ, μήτε ἀλλοιοῦν δυνάμενα, μήτε εἰς ἑαυτὰ καταδέχεσθαι, μήτε προσφύειν, μήθ’ ὁμοιοῦν. ὅτι μὲν οὖν ἀλλοιοῖ
256
τάχιστα τὸ θερμότατον, εἴρηται καὶ πρόσθεν· ἐν τούτῳ γὰρ ἦν τὸ πέττειν· ὅτι δὲ τὸ ὑγρότατόν τε καὶ μαλακώτατον ἑτοίμως εἰς ἑαυτὸ παραδέχεται τὸ ἀλλοιωθὲν, ἀναμνήσεως δεῖ μᾶλλον ἢ πίστεως· ὥσπέρ γε τὸ ξηρόν τε καὶ σκληρὸν οὐδὲν εἰς ἑαυτὸ παρίησιν εἰσιέναι, πρὶν διαστῆναί τε κατά τι καὶ οἷον ἑλκωθῆναι. καὶ γὰρ δὴ ὅτι προσφύεταί τε καὶ συμφύεται τὰ μὲν ὑγρότερα ῥᾷόν τε καὶ θᾶττον, ὅσα δὲ σκληρότερα, τὰ μὲν οὐδὲ ὅλως, τὰ δὲ μόγις, οὐδεὶς ἀγνοεῖ. ἵνα γοῦν παρῇ τις χαλκὸν καὶ σίδηρον καὶ χρυσὸν καὶ λίθον, ἐπὶ μόλιβδόν τε τὸν λόγον ἀγάγῃ, φαίνεται μηδ’ ὅλως ἑτέρῳ μολίβδῳ συμφυόμενος ἄνευ τοῦ θερμανθεὶς χυθῆναι. τοῖς μὲν οὖν παιδίοις, ὅσα τε ἄλλα σώματα θερμότερά τε καὶ ὑγρότερα ταῖς κράσεσιν ὑπάρχει, τά τε τῶν πέψεων ἄριστά ἐστι καὶ τὰ τῶν προσθέσεων, καὶ προσφύσεων, καὶ θρέψεων. ἡ μὲν γὰρ πέψις τε καὶ θρέψις ἀλλοιώσεις εἰσίν· ἡ δὲ πρόσθεσις εἰς ἑαυτὸ καταδεχομένου τὴν τροφὴν δροσοειδῶς τοῦ τρεφομένου γίγνεται· ἡ πρόσφυσις δὲ κόλλησίς τίς ἐστι καὶ ἕνωσις· ἐφ’ οἷς ἅπασιν οὐ σμικρὸν ἀγαθὸν εἰς ἐξομοίωσιν ἡ
257
ὑγρότης τοῦ τρεφομένου σώματος, ὁμοία τῷ τρέφοντι τὴν σύστασιν ὑπάρχουσα. τὰ δὲ τῆς ἀναδόσεως ὄργανα τοῖς παισὶν εἰ καὶ μὴ σφόδρα ἰσχυρὰ ταῖς ἐνεργείαις ἐστὶν, ἀλλ’ ἱκανά γε καὶ οὐδαμῶς ἐνδεῆ. σύμμετρον γὰρ ἤδη σκληρότητα καὶ τόνον αἱ φλέβες ἔχουσιν. αἱ καθεκτικαὶ δὲ δυνάμεις ἀσθενέστεραι τούτοις εἰσὶ, καὶ διὰ τοῦτο ταχέως ἀποκρίνουσιν, ἤν τε βαρύνωνταί ποτε πρός τινος, ἤν τε ἄλλως ἀνιῶνται. ταύταις δ’ ὁμοίως αἱ ἀποκριτικαὶ μέτριαι κατὰ τὴν ἀῤῥωστίαν εἰσί. καίτοι φαίνονται οὐ παισὶ μόνοις, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν αἱ καθεκτικαὶ δυνάμεις τῶν ἀποκριτικῶν ἀσθενέστεραι, κᾂν ὁμοίως ἔχωσι, διὰ τὸ πολυχρόνιον τῆς ἐνεργείας. ἐπὶ πλεῖστον μὲν γὰρ αἱ καθεκτικαὶ δυνάμεις ἐνεργοῦσιν, ὡς ἂν κατέχειν ἔργον πεποιημέναι· βραχυχρόνιον δὲ ἔχουσι τὴν ἐνέργειαν αἱ ἐκκριτικαὶ, διώσασθαί τε καὶ ἀποῤῥῖψαι τὸ λυποῦν ἐν πτώσει μιᾷ δυνάμεναι. ὡς οὖν. ἐπὶ τῶν ἐκτὸς ὁ αὐτὸς ἄνθρωπος ἀποῤῥῖψαι τὸ φορτίον ἱκανώτατος ὑπάρχων ἀδυνατεῖ βαστάζειν αὐτὸ δι’ ὅλης ἡμέρας, οὕτω κᾀν τοῖς ἔνδον ὀργάνοις ἀπώσασθαι τὸ λυποῦν
258
ἑτοιμότερόν ἐστι τοῦ κατέχειν ἐπιπλέον. οἱ γοῦν παῖδες, ὑπὲρ ὧν ὁ λόγος, ἀλλοιωτικήν μὲν ἔχουσι δύναμιν ἰσχυροτέραν τῶν ἀκμαζόντων, ἑλκτικὴν δὲ τῆς μὲν τῶν ἀκμαζόντων ἀσθενεστέραν, οὐ μὴν ἐλλιπῆ γε πρὸς τὴν ἑαυτῆς χρείαν, τὰς λοιπὰς δὲ δύο τῶν ἀκμαζόντων ἀσθενεστέρας. ἀλλ’ οὐκ ἐξελέγχεται τῆς ἀποκριτικῆς ἡ ἀσθένεια διὰ τὸ βραχυχρόνιον τῆς ὑπηρεσίας. ἐμοῦσι γὰρ καὶ διαχωροῦσι συνεχέστερον τῶν ἀκμαζόντων, οὐ ῥώμῃ τῆς ἀποκριτικῆς, ἀλλ’ ἀῤῥωστίᾳ τῆς καθεκτικῆς. ἐν δὲ ταῖς κατὰ τὴν γαστέρα πέψεσιν, ὅσα μὲν ὑγρὰ καὶ μαλακὰ, παραπλησίως τοῖς ἀκμάζουσιν· ὅσα δὲ σκληρὰ, χεῖρον πέπτουσι. παισὶ μὲν γὰρ ἀτμοειδέστερον τὸ θερμὸν, ἀκμάζουσι δὲ ξηρότερον. καὶ μὲν δὴ καὶ ὅσοις μὲν ὑγρότερόν ἐστι τὸ σῶμα, τῶν θρεψόντων ὑγροτέρων δέονται· οἷς δὲ ξηρότερον, ξηροτέρων. εἴπερ οὖν ἡ πέψις ἀλλοίωσίς ἐστιν εἰς τὴν οἰκείαν τοῖς τρεφομένοις ποιότητα, τοῖς μὲν παισὶν οἰκειότερα τὰ μαλακώτερα καὶ ὑγρότερα τῶν ἐδεσμάτων ἐστί· τοῖς δ’
259
ἀκμάζουσιν οἰκειότερα τὰ σκληρότερα· γέρουσι δὲ πρὸς ἁπάσας σχεδόν τι τὰς ἐνεργείας κακῶς διάκειται τὸ σῶμα· ξηρότερόν τε γάρ ἐστι πολὺ πλέον ἢ τοῖς ἀκμάζουσι καὶ μόνοις ψυχρόν. οὔτ’ οὖν πέττουσι καλῶς ἐνδείᾳ θερμότητος οὔτε τρέφονται διὰ ξηρότητά τε ἅμα καὶ τῆς ἀλλοιωτικῆς δυνάμεως ἀῤῥωστίαν· ἥ τ’ ἀνάδοσις αὐτοῖς οἷον ὑπὸ ναρκώντων ἤδη διὰ ψυχρότητα τῶν ὀργάνων ἀποτελεῖται βραδεῖά τε ἅμα καὶ ἀσθενής· αἵ τ’ ἀποκρίσεις, ὅσαι μὲν ὀλιγοχρόνιοι, τὴν ἀῤῥωστίαν οὐκ ἐξελέγχουσι τῆς δυνάμεως· ὅσαι δὲ πολυχρονιώτεραι, κακῶς ἐπιτελοῦνται. πρὸς δὲ τὰς πρακτικὰς ἐνεργείας τὸ μὲν ξηρὸν καὶ θερμὸν ὄργανον ἐπιτηδειότερόν ἐστι· τὸ δὲ ὑγρὸν καὶ ψυχρὸν ἀσθενέστερον· ἐν τῷ μέσῳ δ’ ἀμφοῖν αἱ λοιπαὶ δύο συζυγίαι καθεστήκασι. κατὰ μὲν οὖν τὰς ἡλικίας οὐκ ἂν εὕροις ὑγρὸν καὶ ψυχρὸν σῶμα· τὸ γὰρ τῶν γερόντων ἐδείχθη ψυχρὸν καὶ ξηρόν. ἐν δὲ ταῖς μοχθηραῖς κράσεσιν, ὅσαι τε κατὰ φύσιν ἑκάστῳ τὴν ἰδέαν εἰσὶ καὶ ὅσαι κατ’ ἐπικτήτους γίγνονται διαθέσεις· οἷον αὐτίκα φρενῖτις 
260
μὲν ξηρὸν καὶ θερμόν ἐστι νόσημα. καὶ διὰ τοῦτο ταῖς πρακτικαῖς ἐνεργείαις εὐρωστότατον· ὁ δὲ λήθαργος ἄῤῥωστον, ὑγρότητι δαψιλεῖ τε καὶ ψυχρᾷ διαβρέχων τὰ μόρια. τοιοῦτον δέ τι καὶ τὸ τῶν ὑδέρων ἐστὶ γένος, καὶ μάλιστα τῶν λευκοφλεγματιῶν τε καὶ ἀνὰ σάρκα. καὶ πανταχοῦ δὲ τὸ ψυχρὸν ἀσθενέστερόν τε καὶ ναρκῶδές ἐστιν, ἄν τε μετὰ ξηρότητος, ἄν τε μεθ’ ὑγρότητος ᾖ. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱ καθεκτικαὶ τῶν φυσικῶν δυνάμεων εὐρωστότεραι μὲν ἐπὶ ξηροτέροις τε καὶ θερμοτέροις ὀργάνοις, ἀῤῥωστότεραι δὲ ἐφ’ ὑγροτέροις καὶ ψυχροτέροις, εἴτ’ ἐκ γενετῆς εἰσιν, εἴτ’ ἄλλως ἐπιγένοιντο. προσέχειν δὲ τὸν νοῦν χρὴ ἐφ’ ἑκάστου μορίου τῷ ποσῷ τῆς ἀμετρίας, οἷον αὐτίκα νεῦρα μὲν καὶ τένοντας καὶ μῦς καὶ συνδέσμους εἰς ὅσον ξηροτέρους, εἰς τοσοῦτον καὶ ῥωμαλεωτέρους ὑπάρχειν ἀναγκαῖον, ἄχρι τῆς ἀμετρίας ἐκείνης, ἐν ᾗ δυσκαμπεῖς τε γίγνονται διὰ σκληρότητα καὶ οἷον κραῦροι διὰ ξηρότητα. σπάσμασι γὰρ οὕτως ἁλίσκονται. τὰ δ’ αὖ φυσικὰ τῶν ὀργάνων εἰς ὅσον μὲν
261
ὑγρότερα, τρέφεσθαι βελτίω, κᾂν ἐσχάτως ὑγρὰ ταῖς κράσεσιν ὑπάρχῃ· πρὸς δὲ τὰς πέψεις οὔτε βελτίω σφῶν αὐτῶν οὔτε τῶν ξηροτέρων, εἰ καὶ ὁμοίως εἴη θερμὰ, πλὴν εἴ γε τροφὴν ξηρὰν δοίης ὀργάνῳ ξηρῷ καὶ αὐχμώδει, μὴ μίξας ὑγρότητος αὐτῇ δαψιλοῦς. εἰς δὲ τὰς ἀναδόσεις τε καὶ τὰς ἀποκρίσεις τὰ λίαν σκληρὰ σώματα μοχθηρά· καὶ γὰρ καὶ διαστέλλεται καὶ συστέλλεται χαλεπώτερον, ὧν τὸ μὲν ὁλκὴν ἐργάζεται, τὸ δὲ ἔκκρισιν. ἴνα δὲ καὶ εἰς ὀλίγους ἀποβλέπῃ τις σκοποὺς, ἐν κεφαλαίοις διαιρήσω τὸ πᾶν. αἱ μὲν τῆς θερμασίας αὐξήσεις ἀλλοιοῦσιν ἱκανώτερον ἄχρι περ ἂν εἰς τοσοῦτον ἥκωσιν ἰσχύος, ὡς μηδέπω συντήκειν· τότε γὰρ πρῶτον εἰς ἅπαν ἄχρηστοι· αἱ δὲ ψυχρότητες εἰς οὐδεμίαν ἐνέργειαν χρησταί· ξηρότητες δὲ εἰς ῥώμην καὶ τόνον, ἄχρι τοῦ μηδέπω δυσκίνητα μηδὲ εὔρηκτα ποιεῖν· ὑγρότητες δὲ εἰς μὲν τὰς θρέψεις ἐπιτηδειόταται, πρὸς δὲ τὰς ἄλλας ἐνεργείας ἐναντιώταται, πλὴν αὐξήσεως, εἰς ταύτην δὲ πλέον ἢ κατὰ τὴν θρέψιν ὑπάρχουσι χρησταὶ, διατείνεσθαί τε
262
καὶ διαφυσᾶσθαι πάντῃ δεομένων ἑτοιμότατα τῶν μελλόντων αὐξηθήσεσθαι καλῶς.

Ἤρκει μὲν ἴσως ἐνταῦθά που καταπαύειν ἤδη τὴν πραγματείαν· ὡς γὰρ κᾀν τοῖς ἔμπροσθεν εἶπον, οὐχ ὑπὲρ τοῦ πάντα τὰ κατὰ μέρος ἐπελθεῖν, ἀλλ’ ἕνεκα τοῦ γυμνάσαι τοὺς φιλομαθεῖς ἐπὶ πλειόνων παραδειγμάτων, εἰς πολλὰ συμπτωμάτων εἴδη τε καὶ γένη τὸν λόγον ἤγαγον· χωροῦντος δ’ ἔτι τοῦ κατὰ τὸ γράμμα μεγέθους, εἰρήσεταί τι καὶ περὶ τῶν παραλελειμμένων. εἴτε γὰρ ἐκ ῥινῶν, εἴτ’ ἐξ ὤτων, εἴτ’ ἐξ ὑπερώας, εἴτ’ ἐξ ὀφθαλμῶν, εἴτ’ ἐκ φάρυγγος, εἴτ’ ἐκ μήτρας, εἴτ’ ἐξ ὅτου δὴ τῶν ἄλλων ἁπάντων ἐκκρίνοιτό τι, τό τε ποσὸν ἐν αὐτοῖς σκοπεῖσθαι προσήκει καὶ τὸ ποιὸν, ἔτι τε τὸν τρόπον τῆς ἐκκρίσεως εἰς τὰς εἰρημένας αἰτίας ἀναγαγόντα. πάντα γὰρ εὑρεθήσεται τὰ συμπτώματα διά τε τὰς δυσκρασίας γιγνόμενα τῶν ὁμοιομερῶν καὶ τὰ νοσήματα τῶν ὀργανικῶν, ἔτι τε τῆς ὕλης αὐτῆς τὸ ποιόν τε καὶ ποσόν. οἷον αὐτίκα καὶ κατάῤῥου καὶ κορύζης

263
αἴτιος ὁ ἐγκέφαλος, ἐν μὲν ταῖς ψύξεσιν ὡς ὁμοιομερὴς εἰς δυσκρασίαν ἀγόμενος, ὁμοίως δὲ κᾀν ταῖς ἐκκαύσεσιν· ὡς ὀργανικὸς δὲ, πληρούμενος. ὁποῖον οὖν ἡ διάῤῥοια πάθος ἐν τῇ γαστρὶ κατὰ δυσπεψίαν γίγνεται, τοιοῦτον ἑκάτερον τῶν εἰρημένων ἐν ἐγκεφάλῳ· κατάῤῥουν μὲν ὀνομαζόντων ἡμῶν, ἐπειδὰν εἰς τὸ στόμα καταῤῥέῃ τὸ περίττωμα· κόρυζαν δὲ, ἐπειδὰν εἰς τὰς ῥῖνας· ὁ δὲ βράγχος ἐπὶ κατάῤῥοις γίγνεται, διαβραχείσης τῆς φάρυγγος. εἰ δὲ εἰς τὸν γαργαρεῶνα κατασκήψειε τὸ ῥεῦμα, ἤτοι τὴν καλουμένην ἐν αὐτῷ σταφυλὴν ἐγέννησεν, ἢ ἄλλως εἰς ὄγκον ἔγειρεν αὐτόν· εἰ δὲ εἰς τοὺς ἑκατέρωθεν ἀντικειμένους ἀλλήλοις ἀδένας ἐν τῷ πέρατι τοῦ στόματος, ἀντιάδας· εἰ δὲ εἰς τὰ τούτων ἐχόμενα, παρίσθμια. καταφέρεται δὲ καὶ εἰς τὴν γαστέρα τὸ ἀπὸ τῆς κεφαλῆς ῥεῦμα καὶ εἰς τὴν τραχεῖαν ἀρτηρίαν, ἑκατέροις μεγάλως λυμαινόμενον. ἀλλὰ τὰς μὲν ἐκ τῶν τοιούτων ῥευμάτων βλάβας ἄλλοι τε πρὸ ἡμῶν ἐπιμελέστερον ἐξήγηνται καὶ ἡμεῖς ἐροῦμεν ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν τοῖς θεραπευτικοῖς· ὑπὲρ δὲ τῶν πνεύμονός τε καὶ θώρακος ἀναπτυομένων
264
ἤδη φθάνομεν ἐν τοῖς περὶ κρίσεων εἰρηκότες. οὐ μὴν οὐδὲ τὰ περὶ τὴν τῶν καταμηνίων ἐπίσχεσιν, ἢ μοχθηρὰν ἀπόκρισιν ἁπάντων τῶν ἐκ τῆς μήτρας, ἔτι χαλεπὸν ἐξευρεῖν, εἰς τοὺς ὁμοίους ἀναφέροντα σκοπούς. καί τοι γὰρ αὐτῆς τῆς μήτρας τὸ σῶμα πυκνὸν καὶ σκληρὸν ὑπάρχον, αἴτιον ἐπισχέσεως ἔσται, φύσει μὲν τοιοῦτον γεγονὸς, ὡς μηδ’ ὅλως μηδέποτε καθαρθῆναι, πλὴν εἰ φαρμάκοις τε καὶ χρόνῳ πολλῷ τις αὐτὸ μετακοσμήσειεν ἐπὶ τὸ βέλτιον· ἐν χρόνῳ δέ τινι, κατ’ ἐκείνην τὴν διάθεσιν, ἥ τις ἂν ἑκάστοτε τύχῃ τὰς ὑστέρας καταλαβοῦσα. καὶ ἡ τῶν φλεβῶν δὲ στενότης εὐθέως ἐξ ἀρχῆς συγγεννᾶται, μοχθηρῶς διαπλασθέντος ταύτῃ τοῦ θήλεος· ἀνάλογον δ’ αὐτῇ καὶ ἡ ἐκ τῶν περικειμένων ἐν τοῖς ἀγγείοις θλίψις ἐστὶν, ὅταν ἀμέτρως παχυνθῇ τὸ σῶμα. ἡ δὲ δυσκρασία τῆς ὑστέρας καὶ φύσει καὶ κατὰ διαθέσεις τινὰς γίγνεται, καθάπερ ἡ πυκνότης. ἔσται δέ ποτε καὶ διὰ τὴν ὕλην αὐτὴν ἐπίσχεσις τῶν καταμηνίων, ὅταν ἤτοι παχὺ τὸ κενούμενον, ἢ γλίσχρον 
265
γένηται. καὶ μέν γε καὶ εἰ αὐτὸ μὲν εἴη χρηστὸν, ἔμφραξις δέ τις ἐν τοῖς καθήκουσιν εἰς τὰς μήτρας ἀγγείοις ἐκ τῶν τοιούτων χυμῶν φθάνει γεγενημένη, καὶ οὕτως ἐπισχεθήσεται τὸ καταμήνιον. ἀλλὰ διὰ τὸ σύμπαν σῶμα ποτὲ μὲν οὐδ’ ὅλως καθαρθήσεται τὸ θῆλυ, ποτὲ δ’ ἔλαττον, ἢ πλέον, ἢ μοχθηρόν· οὐδ’ ὅλως μὲν, ἐπί τε γυμνασίοις πλείοσι καὶ διαίτῃ λεπτῇ, καὶ τῇ πρὸς ἄλλα μόρια ῥοπῇ τῶν χυμῶν· διὰ τὰ αὐτὰ δὲ ταῦτα μετριώτερα γενόμενα τοῦ κατὰ φύσιν, ἔλαττον· ἐπιπλέον δὲ, διά τε μακρὰν ἡσυχίαν καὶ δίαιταν ἁδράν. ἀλλὰ καὶ τὰ μοχθηρὰ διὰ τῶν ὑστερῶν ῥεύματα, καλεῖται δὲ τὸ σύμπτωμα ῥοῦς γυναικεῖος, ἐκκαθαιρομένου κατὰ τοῦτο τὸ μόριον ἅπαντος τοῦ σώματος γίγνεται. τοιοῦτον δ’ ἐστὶ τὴν ἰδέαν ἑκάστοτε τὸ κενούμενον, οἷον καὶ τὸ πλεονάζον ἐν τῷ ζώῳ· τὸ μὲν ἐρυθρὸν, ἰχὼρ αἵματος· ἕτερον δὲ λευκὸν, ἀπὸ φλέγματος· ὠχρὸν δὲ ἄλλο, τὸ πικρόχολον, ἄλλο δὲ ὑδατῶδες, καὶ ὀῤῥῶδες ἄλλο. ἔξωθεν δὲ τούτων ἐστὶ κένωσις τῶν ἐκ μήτρας μοχθηρὰ,
266
διά τι πάθος ἐν αὐτῇ γεγονός· ἔξωθεν δὲ καὶ ἡ τοιαύτη τῶν καταμηνίων ἐπίσχεσις, ὅταν μήτε δι’ ἔνδειαν αἵματος, ὡς ἐπί τε γυμνασίοις πλείοσιν εἴρηται καὶ λεπτῇ διαίτῃ, μήτε διὰ πάθος ἐν τῇ μήτρᾳ γεγονὸς, ἀλλ’ ἐνίοτε διὰ τὴν ῥώμην, εἰς ἕτερα μόρια κατασκήψαντος τοῦ αἵματος, αἱ κατὰ τὰς μήτρας ἴσχωνται καθάρσεις. ἀλλ’ ὡς ἀρτίως εἶπον, οὐδὲν οἶμαι χαλεπὸν, ἐπὶ πολλῶν ἤδη γεγυμνασμένον ἕκαστον τῶν ὁμιλούντων τοῖσδε τοῖς ὑπομνήμασι καὶ αὐτὸν ἐξευρίσκειν τὰ τοιαῦτα. καὶ γὰρ ὅτι διὰ τὰ τῆς μήτρας ἴδια νοσήματα, τά τε κατὰ τὰ κέρατα συνιστάμενα καὶ τὰ κατὰ τὸν τράχηλον, ἔτι τε καὶ καθ’ ὅλον τὸ κύτος, ἐνίοτε μὲν ἤτοι πλείονα τῶν πρόσθεν, ἢ ἐλάττονα φέρεται τὰ καταμήνια, ποτὲ δὲ οὐδ’ ὅλως, ἢ μοχθηρὰ, παντί που δῆλον, κατὰ τοῦτό που γένος ἐν τῇ τοῦ λόγου διαιρέσει καὶ τῶν ἀτρήτων εὑρισκομένων. οὕτω δὲ καὶ ὁ καλούμενος πριαπισμὸς οἴδησίς τε καὶ διαφύσησις ἀκούσιός ἐστι τοῦ τῶν ἀῤῥένων αἰδοίου, φυσώδους πνεύματος ἔκγονον σύμπτωμα.
267
καὶ μὴν καὶ αἱ γονόῤῥοιαι, χωρὶς μὲν τοῦ συνεντείνεσθαι τὸ αἰδοῖον, ἀῥῥωστίᾳ τῆς καθεκτικῆς δυνάμεως τῆς ἐν τοῖς σπερματικοῖς ἀγγείοις· ἐντεινομένου δέ πως, οἷον σπασμῷ τινι παραπλήσιον πασχόντων ἐπιτελοῦνται.

Οὐκ οὖν ἔτι χρὴ περὶ τῶν τοιούτων διέρχεσθαι, μεταβάντας δ’ ἐπὶ τὸ λοιπὸν γένος τῶν συμπτωμάτων, οὐ πολλοῦ δεόμενον οὐδ’ αὐτὸ λόγου διὰ τὰ προειρημένα περὶ τῶν ἑπομένων ἀλλήλοις συμπτωμάτων, καταπαύειν ἤδη τὴν πραγματείαν ἐνταῦθα. χρώματα μὲν οὖν ὑπαλλαχθήσεται, συνελόντι μὲν εἰπεῖν, διὰ τοὺς χυμοὺς ἐξισταμένους τῆς κατὰ φύσιν ἰδέας, ἢ ὑπονοστοῦντας εἰς τὸ βάθος, ἢ οἷον ἐπικλύζοντας τὸ δέρμα· κατὰ μέρος δὲ, διὰ τὰς τοὺς χυμοὺς ἀναγκαζούσας αἰτίας εἰς τὰς τοιαύτας ἀφικνεῖσθαι κινήσεις τε καὶ διαθέσεις. ἔστι δὲ δήπου τὰ πάθη τὰ ψυχικὰ καὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος αἱ εἰς θερμότητά τε καὶ ψυχρότητα μεταβολαί. καὶ αὐτοῦ τοῦ σώματος γὰρ αἱ διαθέσεις, ἢ θερμότερον ἴσχοντος, ἢ ψυχρότερον, ἢ ἔλαττον, ἢ πλέον, ἢ ὠθούμενον ἐκτὸς, ἢ ἀντισπώμενον ἔσω τὸ

268
αἷμα. τούτου δ’ ἐστὶ τοῦ γένους καὶ ἡ κακοχυμία πᾶσα, κατὰ τὴν ἑαυτῆς ἰδέαν ἀλλοιοῦσα καὶ τὴν ἅπαντος τοῦ σώματος χροιὰν, ἐν ἰκτέροις τε καὶ ὑδέροις καὶ ἐλέφασι καὶ σπληνὸς καὶ ἥπατος ἀτονίαις. ἀνάλογον δὲ καὶ αἱ καθ’ ὁτιοῦν μόριον ἄχροιαι συστήσονται. τὰ δὲ κατὰ φύσιν ὑπαλλαχθήσεται σχήματα, πληρουμένων ἀμετρότερον, ἢ κενουμένων τῶν μορίων, ἢ τῆς οἰκείας χώρας μεθισταμένων, ἢ παρασπωμένων. αἰτίαι δὲ δήπου καθ’ ἕκαστον αὐτῶν πλείους εἰσὶν, ἃς οὐδὲν ἔτι χαλεπὸν ἐξευρίσκειν, ὅτῳ μὴ παρέργως ἀνεγνώσθη τὰ πρόσθεν. οὕτω δὲ καὶ τὰς τῶν δυσωδιῶν αἰτίας, ἢ μαλακοτήτων, ἢ σκληροτήτων, ἢ τῶν ἄλλων ὅσα τούτοις ἀνάλογόν ἐστιν, οὐ χαλεπὸν ἐξευρίσκειν, ἀπὸ τῶν προειρημένων ὁρμώμενον. οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸ τελευταῖον ἤδη μοι μέρος εἴρηται τοῦ συγγράμματος, ὃ περὶ τῆς τῶν συμπτωμάτων διαφορᾶς ἐπιγέγραπται. οὔκουν ἔτι χρὴ μηκύνειν ὑπὲρ τῶν αὐτῶν, ἀλλ’ ἐν τῷδε τῶν ἐν τοῖς συμπτώμασιν αἰτίων ἡ πραγματεία τέλος ἐχέτω, τοῦτο ἔτι μόνον προσθέντων ἡμῶν, ὅπερ ἀνεβαλλόμην ἐν τῷ περὶ τῆς τῶν συμπτωμάτων 
269
διαφορᾶς ἐπιδείξειν ἐνταῦθα, τὸ τινὰ μὲν ἐξ ἀνάγκης ἀλλήλοις ἕπεσθαι συμπτώματα, τινὰ δὲ οὐκ ἐξ ἀνάγκης, ὅπερ οὐδ’ αὐτό μοι δοκεῖ δεήσεσθαι λόγου μακροῦ· ἀρκέσει δ’ ὡς ὑφ’ ἑνὸς παραδείγματος ἐπιδείξαντα τὴν μέθοδον αὐτοῦ, παραιτήσασθαι τὸ πλῆθος τῶν κατὰ μέρος. κελεύω δή σε σκοπεῖσθαι, πότερον ὑπὸ μιᾶς αἰτίας ἐπιτελεῖται τὸ γιγνόμενον, ἢ πλειόνων. εἰ μὲν γὰρ ὑπὸ μιᾶς, ἐξ ἀνάγκης ἀκολουθήσει τῷ ποιοῦντι, πλειόνων δ’ εἰς γένεσιν δεόμενον, οὐκ ἐξ ἀνάγκης. αὕτη μὲν οὖν ἐπὶ πάντων πραγμάτων ἡ μέθοδος κοινή. κατὰ δὲ τὸν αὐτὸν τρόπον χρή σε κᾀπὶ τῶν συμπτωμάτων σκοπεῖσθαι. εἰ μὲν ἓν ἐφ’ ἑνὶ γίγνοιτο, τὴν ἀκολουθίαν ἀναγκαίαν ἕξει· προσιόντων δὲ καὶ ἄλλων τινῶν αἰτίων εἰς τὴν γένεσιν τοῦ δευτέρου συμπτώματος, οὐκ ἔτι ἐξ ἀνάγκης ἀκολουθήσει τῷ προτέρῳ. οὐ γὰρ εἰ ἠπέπτησεν, ἐμπνευμάτωσιν ἀναγκαῖον ἀκολουθεῖν· ὥσπερ οὐδὲ δῆξιν, οὐδὲ ὑγρὰν διαχώρησιν ἢ πολλὴν, οὐδὲ ναυτίαν, ἢ ὄρεξιν ἐπιτεταμένην, ἢ ὄκνον εἰς τὰς πράξεις, ἢ νωθρότητα διανοίας, ἢ καρηβαρίαν, ἢ ἀγρυπνίαν, ἢ καρδιαλγίαν,
270
ἔτι δὲ μᾶλλον οὐδ’ ἐπιληψίαν, ἢ παράνοιαν, ἢ ἔκστασιν, ἢ κῶμα, καθάπερ οὐδὲ δυσθυμίαν, οὔτ’ ἄλλην ἀνίαν, οὔτε πολὺ μᾶλλον τὴν μελαγχολικὴν, οὐδὲ δὴ κώλου πάντως, ἢ νεφρῶν, ἢ σπληνὸς, ἢ ἥπατος, ἢ θώρακος, ἢ ἄρθρων ἄλγημα· καθάπερ οὐδὲ ἀνωμαλίαν, ἢ φρίκην, ἢ ῥῖγος, ἢ πυρετόν. καί τοι καὶ τούτων ἕκαστον καὶ τῶν ἄλλων σχεδὸν ἁπάντων συμπτωμάτων οὐκ ἔστιν εὑρεῖν ὃ μὴ κατά τινα καιρὸν ἐπιφαίνεται τοῖς ἀπεπτήσασιν, ἄλλα τε παρά τε τὸ μέγεθος τῆς ἀπεψίας καὶ τὴν διαφορὰν, καὶ τὴν τῆς τοῦ ἀνθρώπου φύσεως εὐαισθησίαν τε καὶ δυσαισθησίαν, ἑκάστου τε τῶν κατὰ τὸ σῶμα μορίων ἰσχὺν ἢ ἀσθένειαν, ἄλλοτε ἄλλο γενήσεται σύμπτωμα. μεγάλη μὲν γὰρ ἀπεψία μείζονά τε καὶ πλείονα φέρει τὰ συμπτώματα· μικρὰ δὲ ἔμπαλιν ἐλάττονά τε καὶ μικρότερα. καὶ τοίνυν καὶ αὐτῶν τῶν ἀπεπτηθέντων αἱ διαφοραὶ πρὸς μὲν τὸ ψυχρόν τε καὶ φλεγματῶδες ἐκτρεπόμεναι συμπτωμάτων ἑτέρων εἰσὶ γεννητικαί· πρὸς δὲ τὸ κνισῶδές τε καὶ θερμὸν, ἑτέρων· οὕτω δὲ καὶ δάκνουσαί τε καὶ μὴ δάνουσαι, καὶ εἰς ἀτμῶδες πνεῦμα λυόμεναί τε καὶ μὴ λυόμεναι. καὶ ἡ φύσις δὲ, ὡς
271
εἴρηται, τοῦ ἀνθρώπου συντελεῖ τε καὶ ἀντιπράττει τῇ γενέσει τῶν συμπτωμάτων. οἷον αὐτίκα οἷς δυσαίσθητος ἡ γαστὴρ, οὔτε δάκνονται σφοδρῶς, οὔτ’ ἀλγοῦσιν, οὔτ’ ἐκκρίνουσι πολλά· κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔτε καρδιαλγοῦσιν οὔτε κεφαλὴν ἀδικοῦνται ῥᾳδίως· ὅσοις δὲ εὐαίσθητος, ἑτοίμως ἅπαντα τούτοις ἕπεται, τῆς ἄνωθεν ἀρχῆς τὰ συμπτώματα ἐπιπεμπούσης. τί δεῖ λέγειν ὡς ἑκάστῳ τῶν ἀπεπτησάντων ἐκεῖνο μάλιστα τὸ μέρος αἰσθάνεται τῆς βλάβης, ὅπερ ἂν ἀσθενέστατον ᾖ; καὶ διὰ τοῦτο οὐκ ἔνεστιν εἰπεῖν ἐξ ἀνάγκης ἑπόμενον ἀπεψίᾳ σύμπτωμα οὐδέν. ἡ μέν τοι τῆς ἀναδιδομένης εἰς τὸ σῶμα τροφῆς εἴτ’ οὖν στέρησις εἴτ’ ἀῤῥωστία τῆς ἐνεργείας ἀτροφίαν ἐξ ἀνάγκης ἐπιφέρει, ὥσπερ γε καὶ ἡ τῆς καθ’ ἕκαστον μέρος ἀλλοιωτικῆς δυνάμεως βλάβη, καὶ ἡ περὶ τὴν διάκρισιν δὲ τῶν περιττωμάτων τοῦ αἵματος ἀποτυχία, σύμπτωμα οὖσα καὶ αὐτὴ διακριτικῆς ἐνεργείας, ἐξ ἀνάγκης ἐπιφέρει τὰ τῆς ἀχροίας συμπτώματα· παὶ καλεῖται τὸ μὲν ἕτερον αὐτῶν ἴκτερος· ἀνώνυμον δέ ἐστι τὸ ἐπὶ τῷ μελαγχολικῷ περιττώματι. κατὰ δὲ τὸν αὐτὸν
272
τρόπον ἐπὶ παντὸς γένους συμπτώματος ἐξευρήσεις ὅσα τε διὰ παντὸς ἀλλήλοις ἕπεται καὶ ὅσα μὴ διὰ παντός. ἐγὼ δὲ μήκους φειδόμενος ἐνταυθοῖ καταπαύσω τὸν λόγον.