De symptomatum causis

Galen

Galen, De symptomatum causis

Ὥσπερ οὖν ἐν τούτοις ἡ κατασκευὴ τῶν μορίων ἐνεδείξατο τὰς τῶν συμπτωμάτων αἰτίας, οὕτω καὶ κατὰ τὴν γλῶττάν τε καὶ τὴν ῥῖνα ἐνδείξεται, γιγνωσκόντων γε ἡμῶν κᾀκεῖ τό τε πρῶτον αἰσθητικὸν μόριον καὶ τἄλλα τὰ συμπληροῦντα τὸ σύμπαν ὄργανον. ἐδείχθη γὰρ ἡ μὲν γλῶττα διὰ τὸ δυοῖν ὑπηρετεῖν δυνάμεσιν αἰσθητικῇ τε καὶ προαιρετικῇ, δύο καὶ τὰς ἐνεργείας ἔχουσα, καὶ νῦν αὐτὴν ὡς αἰσθητικήν ἐπισκοπούμεθα· τὸ δὲ τῶν ὀσμῶν αἰσθητήριον αὐτὰς ἐπεδείκνυμεν εἶναι τὰς κοιλίας τοῦ ἐγκεφάλου. τὰ μὲν οὖν τῆς γευστικῆς αἰσθήσεως συμπτώματα, τό τε μηδὲ ὅλως αἰσθάνεσθαι χυμῶν ἐστι καὶ τὸ κακῶς αἰσθάνεσθαι. διττοῦ δὲ τοῦ κακῶς ὑπάρχοντος, ὡς ἐδείκνυτο, τοῦ μὲν ἀμυδρῶς, τοῦ δὲ ὡς ἄν τις εἴποι παρατυπωτικῶς, τὸ μὲν ἀμυδρῶς ἀνάλογόν ἐστι τῇ κατὰ μὲν τὴν ὄψιν ἀμβλυωπίᾳ, κατὰ δὲ τὴν ἀκοὴν βαρυηκοΐᾳ· τὸ δὲ παρατυπωτικῶς, ὅταν ὑπηλλαγμένα ταῖς χρόαις ἢ τοῖς σχήμασιν ἢ 

105
τοῖς μεγέθεσιν ἢ ταῖς σχέσεσιν ὁρῶντες τύχωσιν, ὅπερ ἐν ἀκοῇ παράκουσις ὠνόμασται. τὰ δὲ τῶν εἰρημένων συμπτωμάτων αἴτια νοσήματα κατὰ τὴν γευστικὴν ἐνέργειάν τε καὶ δύναμιν ἔν τε τῷ τῆς γλώττης ἐστὶν ὁμοιομερεῖ σώματι καὶ τῷ περὶ αὐτὴν χιτῶνι, καὶ τοῖς νεύροις τοῖς μαλακοῖς, καὶ τῇ χώρᾳ μάλιστα ἐκείνῃ τοῦ ἐγκεφάλου, καθ’ ἣν ἀποφύεται ταῦτα. τὰ μὲν οὖν ἄλλα νοσήματα τῶν εἰρημένων ἁπάντων εὔδηλα· τὸ δὲ οἷον παρατυπωτικῶς αἰσθάνεσθαι τῶν χυμῶν, ὅταν ἀλλοκότου τινὸς ὑγρότητος ἡ γλῶττα πληρωθῇ, συμβαίνειν εἴωθεν, ἤτοι πάντων ὧν ἂν γεύσηταί τις ἁλμυρῶν φαινομένων, ἢ πάντων πικρῶν, ἤ τινα ἄλλην ἀτοπίαν ἔχειν δοκούντων ἄῤῥητον ἢ ῥητήν. ὡς γὰρ ἐπὶ τῶν ὑποχεομένων ἡ ὀπτικὴ δύναμις ἐκτὸς ἐδόκει θεᾶσθαι τὰ κατὰ τὸν ὀφθαλμὸν ἐμφαινόμενα, τὸν αὐτὸν τρόπον ἡ γευστικὴ τὰ κατὰ τὴν γλῶτταν τοῖς αἰσθητοῖς ἀναφέρει τὰ τῶν ὀργάνων συμπτώματα, ἐπὶ μὲν τῶν ἰκτεριώντων τὴν πικρότητα τῆς χολῆς οὐ τῆς γλώττης πάθος, ἀλλ’ ὧν γεύεται, ὑπολαμβάνουσα, καὶ κατὰ τὰς ἄλλας δέ τινας διαθέσεις ἁλυκότητας ἢ ὀξύτητας ἐν τοῖς ἐδέσμασι περιέχεσθαι φανταζομένη, τοῦ
106
μὲν προσελθόντος ἔξωθεν αἰσθητοῦ τὴν τέως ἡσυχάζουσαν ἐν τῇ γλώττῃ κακοχυμίαν ἀνακινοῦντος, αἰσθανομένης δὲ τῆς γευστικῆς δυνάμεως οὐ τοῦ προσελθόντος, ἀλλὰ τοῦ πλεονάζοντος ἐν αὐτῇ. σπανιάκις δέ ποτε καὶ πρὸ τοῦ γεύσασθαί τινος αἴσθησις γίνεται τῶν ἐν τῇ γλώττῃ χυμῶν, ἀκριβεία τῆς γευστικῆς αἰσθήσεως. ὅμοιόν τι τούτῳ σύμπτωμα τὸ κατ’ ὀφθαλμοὺς ἐπὶ στομαχικαῖς διαθέσεσιν ἢ φαντασίαν ὑποχύσεως συμπίπτειν, ἢ ἐν ὠσὶν ἤχους, οὐδενὸς ἔξωθεν ψοφοῦντος, ἀλλ’ αὐτῆς τῆς κατὰ τὰς μήνιγγας κινήσεως τὸ φάντασμα πεμπούσης· ἢ κατὰ τὰς ῥῖνας ὀσμῆς τινος ἀπὸ τῶν αὐτόθι περιεχομένων χυμῶν. ἀλλὰ γὰρ ἐπειδὴ καὶ τῆς ῥινὸς ἐμνημονεύσαμεν διτταῖς ὑπηρετούσης δυνάμεσιν, ὥσπερ καὶ ἡ γλῶττα (καὶ γὰρ καὶ τῶν ὀσφρητικῶν ὀργάνων οἱονεὶ πέρας τι καὶ τῶν ἀναπνευστικῶν ἐστιν) ἄμεινον ἂν εἴη καὶ περὶ ταύτης ὡσαύτως τοῖς εἰρημένοις διελθεῖν. εἰ γὰρ τι συμβαίη κατ’ αὐτὴν νόσημα τῷ πόρῳ λυμαινόμενον, ἤτοι χεῖρον ἢ οὐδ’ ὅλως αἰσθήσεται τῶν ὀσμῶν ἡ ὀσφρητικὴ δύναμις. ἰσχυρῶς τε οὖν συντριβεῖσα καὶ πολύπουν ἤ τινα ὄγκον παρὰ φύσιν ἔχουσα, τὴν ὁδὸν τοῦ πνεύματος ἐμφράξει. τούτου τοῦ
107
γένους ἐστὶ καὶ ἡ περὶ τὸν ἔνδοθεν αὐτῆς ὑμένα γιγνομένη φλεγμονὴ, καὶ μὲν δὴ καὶ ὅσα κατά τινα τῶν ἠθμοειδῶν ὀστῶν ἤτοι τὰς ταύτῃ μήνιγγας, ἢ αὐτὰς τῶν ὀστῶν τὰς διατρήσεις ἐμφράττει, καὶ ταυτὶ βλάπτει τὴν ὀσφρητικὴν αἴσθησιν· ἔτι δὲ ἂν μᾶλλον, εἰ κατὰ τὰς ἀποφύσεις γένοιτο τοῦ ἐγκεφάλου τὰς εἰς ταῦτα τὰ μόρια καθηκούσας. ἐν μέν τοι κατάῤῥοις τε καὶ κορύζαις καὶ ὅλως ἐν ὅσοις ὑπ’ ἐκκαύσεως ἢ ψύξεως ἢ ὑγρότητος ἐπληρώθησαν αἱ ἐμπρόσθιαι κοιλίαι τοῦ ἐγκεφάλου, οὐ μόνον ἔμφραξις γίγνεται τῶν ἐνταῦθα χωρίων, ἀλλὰ καὶ τοῦ πνεύματος αὐτοῦ τοῦ κατὰ τὰς κοιλίας, ἔτι τε τοῦ περιέχοντος ἐγκεφάλου δυσκρασία τις ἕπεται. καὶ μὲν δὴ καὶ θλίψεις καὶ διαιρέσεις ἀξιόλογοι τῶν εἰρημένων μορίων αὐτοῦ δυσαισθησίας τε καὶ ἀναισθησίας ἐργάζονται τῶν ὀσμῶν. ἡ δὲ οἷον παρατυπωτική τε καὶ πλημμελὴς αἴσθησις ἐνταῦθα γίγνεται διὰ κακοχυμίαν τινὰ ἐγχώριον, ἥτις ἀτμίζουσα δυσῶδες ἐπιθολοῖ τοὺς ἀναφερομένους ἐπὶ τὴν ὀσφρητικὴν δύναμιν ἀτμοὺς ἀπὸ τῶν πλησιαζόντων σωμάτων, ὅμοιόν τε σύμπτωμα τοῦτο κατὰ τήνδε συμπίπτει
108
πίπτει τὴν δύναμιν, οἷόν τι καὶ κατὰ τὴν γευστικὴν ἐν ἰκτέροις ἐῤῥέθη συμβαίνειν.

Ἐπεὶ δὲ περὶ τῶν ἐν τοῖς ἰδίοις μέρεσι τοῦ ζώου γιγνομένων αἰσθήσεων αὐτάρκως εἴρηται, περὶ τῆς ἐν ἅπασι τοῖς ὁπωσοῦν αἰσθανομένοις κοινῆς ἤδη λέγωμεν, ἣν ὀνομάζουσιν ἁφήν. ἔστι δὲ δήπου καὶ ταύτης ἀνάλογον μὲν ταῖς ἄλλαις τὰ συμπτώματα· κέχρηται δὲ οὐκ ἰδίαις, ἀλλὰ κοιναῖς ταῖς προσηγορίαις, ὥσπερ καὶ τῶν εἰρημένων ἔνιαί τινες· οὔτε γὰρ ἐπὶ τῆς γευστικῆς, οὔτ’ ἐπὶ τῆς ὀσφρητικῆς δυνάμεως ἔχομεν ὄνομα τοιοῦτον, οἷον ἐπὶ μὲν τῆς ὀπτικῆς ἀμβλυωπίας τε καὶ τυφλότητας καὶ παροράσεις τινάς· ἐπὶ δὲ τῆς ἀκουστικῆς, βαρυηκοΐας τε καὶ κωφότητας, ἔτι τε παρακούσεις, ἢ παρακοὰς, ἢ παρακούσματα, διαφέρει γὰρ οὐδὲν εἴς γε τὰ παρόντα χρῆσθαι τοῖς ὀνόμασιν ὅπως ἂν θέλῃ τις. τὸ μέν τοι τῆς αἱμωδίας ὄνομά τε καὶ σύμπτωμα τῆς ἁπτικῆς δυνάμεως ἐξαίρετον ὑπάρχει. ἀλλὰ τοῦτο μὲν ἐν τῷ στόματί τε καὶ κατὰ τοὺς ὀδόντας μάλιστα συμπίπτειν εἴωθεν ἐπ’ ὀξέσι τε καὶ στρυφνοῖς ἐδέσμασιν· ἡ νάρκη δὲ καὶ καθ’ ὅλον τὸ σῶμα καὶ μάλιστα κατὰ

109
τὰ κῶλα, σύνθετος ἐκ δυσαισθησίας τε καὶ δυσκινησίας ὑπάρχουσα, φαίνεται προφανῶς μὲν ἐπὶ ψύξεσι καὶ θλίψεσι νευρωδῶν σωμάτων γιγνομένη, καὶ πρὸς τούτοις ἔτι τῆς νάρκης τοῦ θαλαττίου ζώου ψαυσάντων· αὐτομάτως δ’ εἰ συμβαίη μηδενὸς αἰτίου τοιούτου προσγινομένου, βίος ἀργὸς καὶ πλῆθος ἐδεσμάτων ἤτοι παχέων ἢ γλίσχρων, ἤ τις ἐποχὴ συνήθων ἐκκρίσεων προηγεῖται ἐξ ἀνάγκης. τὸ μὲν οὖν συνέχον αἴτιον ἢ συνεκτικὸν ἢ προσεχὲς ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, τοιαύτη τίς ἐστιν ἐν τῷ νεύρῳ ἡ διάθεσις, ὡς ἐμποδίζεσθαι τὴν ἀπὸ τῆς ἀρχῆς ἐπιπεμπομένην αὐτῷ δύναμιν. ἐμποδίζεται δὲ, εἰ μὲν ἔχοι τινὰ πόρον τὸ νεῦρον, ὥσπερ ἐναργῶς ὁρᾶται τὰ ἐπὶ τοὺς ὀφθαλμοὺς ἔχοντα δι’ ἔμφραξιν ἢ θλίψιν· εἰ δ’ οὐκ ἔχει, διὰ πίλησιν ἢ ψύξιν ἢ θλίψιν. ὅτι μὲν οὖν, εἴπερ ἔχει τινὰ πόρον οἷον ὁδὸν ἀπὸ τῆς ἀρχῆς διὰ τοῦ νεύρου τεταμένην ἡ ψυχικὴ δύναμις, ἐμφραχθείσης ταύτης ἐμποδισθήσεται, πρόδηλον παντί· καὶ μὲν δὴ καὶ ὡς θλιβέντος ἔξωθεν τοῦ νεύρου στενοχωρία τις ἕπεται κατὰ 
110
τὸν πόρον, οὐδὲ τοῦτο ἄδηλον· ὅτι δὲ καὶ εἰ μηδεὶς εἴη πόρος, ἀλλ’ ὥσπερ δι’ ὕδατος ἢ ἀέρος αἱ ἀκτῖνες τοῦ ἡλίου διεξέρχονται, τὸν αὐτὸν τρόπον ἡ ἀπὸ τῆς ἀρχῆς δύναμις αὐτὸ τὸ σῶμα τῶν νεύρων εἰ διέρχοιτο, παρεμποδισθήσεται κατὰ τὴν δίοδον ἐπὶ τὸ παχυμερέστερον ἀλλοιωθέντων αὐτῶν, οὐδὲ τοῦτο δοκεῖ μοι δεῖσθαι μακρῶν πίστεων ἀναμνησθέντι τῶν περί τε τὸ ὕδωρ καὶ τὸν ἀέρα συμβαινόντων. ὁμίχλη μὲν γὰρ καὶ καπνὸς καὶ νέφος ἐν ἀέρι συνιστάμενα, βόρβορος δὲ καὶ ἰλὺς ἐν ὕδατι, παραποδίζουσί τε καὶ κωλύουσιν εἰλικρινῆ φέρεσθαι πρόσω τὴν ἡλιακὴν αὐγήν· οὕτως οὖν καὶ τὸ νεῦρον εἰ παχυμερέστερόν τε καὶ σκληρότερον ἑαυτοῦ γίγνοιτο, παραβλάψει τι τὴν φορὰν αὐτῆς τῆς δυνάμεως. ἔσται δὲ δή που παχυμερὲς, ἤτοι γλίσχροις τε καὶ παχέσι τρεφόμενον χυμοῖς, ἢ ψύξει βιαίᾳ πιληθέν. εἰ δὲ δὴ καὶ θλίβοιτο πρός τινος ἔξωθεν ὁμιλοῦντος αὐτῷ σκληροῦ σώματος, οὐδ’ οὕτως ἀκώλυτον παρέξει τὴν φορὰν τῇ δυνάμει. ταῦτ’ ἄρα καὶ ὅσα βρόχοις ἢ χερσὶ διαλαμβάνεται νεῦρα, καὶ ὅσα πρός τινος ἔξωθεν ἤτοι φλεγμαίνοντος ἢ σκιῤῥουμένου θλίβεται,
111
καὶ ὅσα διακινηθέντων ὀστῶν ἐν ἐξαρθρήμασιν ἢ κατάγμασι στενοχωρεῖται, ναρκώδη μὲν τὸ πρῶτον, ὕστερον δὲ παντάπασιν ἀναίσθητά τε καὶ ἀκίνητα γίγνεται. καὶ καλεῖται μὲν ἡ τοιαύτη κάκωσις αὐτῶν παράλυσις· ἐν ταὐτῷ δὲ γένει οὖσα τῇ νάρκῃ, τῷ μεγέθει διαλλάττει. καὶ εἰ κατὰ πάντα συμβαίη τὰ νεῦρα, παραχρῆμα μὲν ἀναίσθητόν τε καὶ ἀκίνητον ἐργάζεται τὸ σύμπαν σῶμα, θάνατον δὲ ὀξὺν ἐπιφέρει στερήσει τῆς ἀναπνοῆς. εἰ μὲν οὖν ἡ ἀρχὴ τοῦ νωτιαίου βλαβείη, τοῖς κατὰ τὴν κεφαλὴν μορίοις αἰσθάνονταί τε καὶ κινοῦνται μόνοις, ἄχρι περ ἂν ζῶσιν· εἰ δὲ καὶ κατὰ τὸν ἐγκέφαλον ἡ βλάβη συμπέσοι, πάντων παραχρῆμα τῶν μορίων ἀκρατεῖς καὶ ἀναίσθητοι γίγνονται· ζῶσι δὲ ἑκάτεροι τοσοῦτον χρόνον, ὅσον ἂν ἔζησαν οἱ ἀγχόνῃ συσχεθέντες. ὅσοις δὲ κατωτέρω τῆς ἐκφύσεως τῶν διαστελλόντων τὸν θώρακα νεύρων ἔπαθεν ὁ νωτιαῖος, ἤτοι σπονδύλου τινὸς ἐκστάντος ἢ καὶ ἄλλως, ἐπὶ μὲν ταῖς μεγάλαις διαθέσεσιν ἀναίσθητοί τε καὶ ἀκίνητοι τὰ κάτω πάντα παραχρῆμα γίγνονται, ναρκώδεις δὲ ἐπὶ ταῖς σμικροτέραις· οὐ μὴν ἀποθνήσκουσιν οὗτοι, διὰ τὸ φυλάττεσθαι τὴν ἀναπνοὴν
112
αὐτοῖς. ἡ μέντοι τῶν χειρῶν αἴσθησις, οἷς μὲν ὁ νωτιαῖος ἔπαθε κατὰ τὸν πέμπτον σπόνδυλον, ἀπόλλυται πᾶσα μετὰ τῆς κινήσεως· οἷς δὲ κατὰ τὸν ἕκτον, οὐ πᾶσα· τὰ γὰρ πρῶτα μέρη τοῦ βραχίονος ἀπαθῆ διαφυλάττεται· πολὺ δὲ δὴ μᾶλλον, εἰ κατὰ τὸν ἕβδομον σπόνδυλον ὁ νωτιαῖος πάθοι· εἰ δὲ κατὰ ὄγδοον, ὀλίγιστον· εἰ δὲ ὁ μετ’ αὐτὸν, οὐδὲ ὅλως ἔτι πάσχουσιν αἱ χεῖρες οὐδέν. ἀπόλλυται μέν τοι ἡ φωνὴ πᾶσιν, οἷς ἂν ὁ ἐν τραχήλῳ πάθοι νωτιαῖος· οὐ μὴν ἐπί γε τοῖς τοῦ νώτου σπονδύλοις ἅπασιν, ἀλλ’ ὁπόσον τι καθ’ ἕκαστον ἐν τοῖς περὶ φωνῆς διώρισται. νυνὶ γάρ μοι δοκῶ καὶ πλείω τοῦ δέοντος εἰρηκέναι. οὐ γὰρ ἐπελθεῖν ἅπαντα τὰ κατὰ μέρος ἐν τῷδε τῷ γράμματι συμπτώματα προὐθέμην, ἀλλ’ εἰς τὰς γενικωτέρας αἰτίας ἀναγαγεῖν. κοινῇ τοίνυν εἰρήσθω μοι κατὰ πάσης βλάβης αἰσθήσεως, ὡς ὑφ’ ὧν ἕκαστα χορηγεῖται νεύρων ἐῤῥωμένων, ὑπὸ τούτων βλάπτονται παθόντων. εἰ δέ τις ἑκάστου νεύρου τὴν δύναμιν ἐπίστασθαι ποθεῖ, τῶν μὲν εἰς ἀναπνοὴν συντελούντων
113
ἐν τοῖς περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων διώρισται· τῶν δὲ εἰς τὰς φωνὰς, ἐν τῇ περὶ φωνῆς πραγματείᾳ λέλεκται. ταῦτα μὲν οὖν ἠκρίβωται πρὸς ἡμῶν ἑτέρωθι. τὰ δὲ τοῖς κατὰ τράχηλόν τε καὶ κεφαλὴν ἐπιγάστριόν τε καὶ χεῖρας καὶ σκέλη χορηγοῦντα νεῦρα καὶ ἄλλοι τινὲς ἔμπροσθεν οὐ φαύλως ἔγραψαν ἡμεῖς τε ἐγράψαμεν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν. ὁ μὲν οὖν ἐνεστηκὼς λόγος περὶ τῶν κατὰ τὰς αἰσθήσεις συμπτωμάτων ἦν. ἐπεὶ δὲ ὅσα μόρια καθ’ ὁρμὴν κινεῖται διὰ νεύρου τινὸς, εὐθὺς ταῦτα καὶ τὴν αἴσθησιν ἔχει δι’ αὐτοῦ, διττὴν ἀναγκαῖον αὐτοῖς γενέσθαι βλάβην ἐπὶ τῷ τοῦ νεύρου νοσήματι, τὴν μὲν ἑτέραν τῆς αἰσθήσεως, τὴν δὲ ἑτέραν τῆς κινήσεως. πῶς οὖν ἔνια μὲν μόρια παραλελύσθαι δοκεῖ τῆς κινήσεως τῶν καθ’ ὁρμὴν ἐνεργειῶν, αἰσθάνεσθαι δέ; καὶ πῶς πάλιν ἕτερα κινεῖσθαι μὲν, οὐκ αἰσθάνεσθαι δέ; κατὰ μὲν δὴ τὴν γλῶτταν καὶ τοὺς ὀφθαλμοὺς οὐδὲν ἄπορον, ἐπειδὴ διττὰ νεύρων γένη τούτοις ἐστί· ἐν οἷς δὲ μέλεσι τὰ σκληρὰ μόνον ἐστὶ, διοριστέον ὡδὶ τὸν λόγον. εἰ μὲν ἀφῃρημένου
114
τοῦ δέρματος ὁ ὑποκείμενος μῦς γυμνὸς ὢν ἀκίνητος μὲν φαίνεται, ψαυόντων δὲ αἰσθάνοιτο, μικρὰν ἡγητέον αὐτῷ συμπεπτωκέναι τὴν βλάβην, ὡς μέρος τοσοῦτον δυνάμεως δέχεσθαι ψυχικῆς, ὅσον αἰσθάνεσθαι μὲν ἱκανόν ἐστιν, κινῆσαι δὲ τὸν μῦν οὐχ ἱκανόν. ἐν γὰρ τῷ πάσχειν μᾶλλον ἤπερ ἐν τῷ ποιεῖν ἐστιν ἡ τῆς ἁφῆς αἴσθησις, ὥστ’ ἐγχωρεῖ καὶ δι’ ὀλίγης αὐτὴν ἐπιτελεῖσθαι δυνάμεως· ἡ δὲ τῶν μυῶν κίνησις ἐν τῷ ποιεῖν, οὐκ ἐν τῷ πάσχειν, ἔχουσα τὴν ἐνέργειαν (ὅλον γὰρ ὑπὸ ταύτης μεταφέρεται τὸ σῶμα) πολλῆς δεῖται δυνάμεως ψυχικῆς. ἔμπαλιν δὲ οὐκ ἂν εὕροις ποτὲ γεγενημένον ὡς κινεῖσθαι μὲν, ἀναίσθητον δὲ εἶναι τὸν γυμνὸν μῦν. εἰ δὲ τὸ μὲν περικείμενον αὐτῷ δέρμα τὴν αἴσθησιν ἀπολέσειεν, ὁ δὲ μῦς κινοῖτο, θαυμαστὸν οὐδέν· ὥσπερ οὐδὲ εἰ δυοῖν μυοῖν ὁ μὲν εἴη κινούμενος, ὁ δὲ ἀκίνητος· ἢ ὁ μὲν αἰσθανόμενος, ὁ δὲ ἀναίσθητος. ὥσπερ γὰρ ἐπ’ ἐκείνων ἐγχωρεῖ τοῦ μὲν ἑτέρου βεβλάφθαι τὸ νεῦρον, ἀβλαβὲς δὲ εἶναι θατέρου, κατὰ τὸν αὐτὸν τρόπον ἐνδέχεται τὸ μὲν εἰς τὸ δέρμα διασπειρόμενον βεβλάφθαι, τὸ δὲ εἰς τὸν μῦν μὴ βεβλάφθαι· οὕτω δὲ καὶ τοὐναντίον 
115
ἀβλαβὲς μὲν εἶναι τὸ τοῦ δέρματος νεῦρον, οὐκ ἀβλαβὲς δὲ τὸ τοῦ μυός. περὶ μὲν οὖν τῶν προτεθέντων συμπτωμάτων ἱκανὰ καὶ ταῦτα.

Ἥδεσθαι δὲ καὶ ἀλγεῖν ἁπάσαις μὲν ἐγγίγνεται ταῖς αἰσθήσεσιν, οὐχ ὁμοίως δὲ ἐναργῶς, ἀλλ’ ἐν μὲν τῇ τῆς ὄψεως ἥκιστα, μάλιστα δὲ ἐν τῇ τῆς ἁφῆς τε καὶ γεύσεως· ἐφεξῆς δὲ τούτων ἐν ὀσφρήσει· καὶ μετὰ ταύτας ἐν ἀκοῇ. τίς οὖν ἥ τε κοινὴ πάντων αἰτία καὶ τίς ἡ καθ’ ἕκαστον ἰδία; κοινὴ μὲν, ἥνπερ καὶ Πλάτων ἐν Τιμαίῳ φησὶ γράφων οὕτως· τὸ μὲν παρὰ φύσιν καὶ βιαίως γιγνόμενον ἀθρόως ἐν ἡμῖν πάθος, ἀλγεινόν· τὸ δὲ εἰς φύσιν ἀπιὸν αὖ πάλιν ἀθρόον, ἡδύ· τὸ δὲ ἠρέμα καὶ κατὰ μικρὸν, ἀναίσθητον. οὕτω μὲν ὁ Πλάτων· ὁ δὲ Ἱπποκράτης ἔτι παλαιότερος ὢν, τοῖς τὴν φύσιν, ἔφη, διαλλαττομένοισι καὶ διαφθειρομένοισιν αἱ ὀδύναι γίγνονται. τὸ μὲν γὰρ διαφθειρομένοισι τάχος τε ἅμα καὶ μέγεθος ἐνδείκνυται τῆς μεταβολῆς. εἰσὶ δὲ καὶ κατὰ τὴν ἁφὴν αἱ μεγάλαι μεταλλαγαὶ τῆς φύσεως ὑπὸ ψυχροῦ καὶ θερμοῦ βιαίας προσβολῆς,

116
ὅσα τε θλᾷν, ἢ τέμνειν, ἢ διατείνειν, ἢ διαβιβρώσκειν πέφυκε. τὸ γὰρ ὑγρὸν ἢ ξηρὸν ἄνευ τοῦ θερμαίνειν ἢ ψύχειν ἀβίαστον ἔχει τὴν ὁμιλίαν, ὡς ἔνεστί σοι μαθεῖν ἀναλεξαμένῳ τὴν περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείαν, ἔνθα καὶ τὸ ψυχρὸν ἐδείχθη καθ’ ἕτερον μὲν τρόπον ἧδον ἢ τὸ θερμὸν, ἀλλὰ καὶ αὐτὸ τῷ διασπᾷν τὴν οὐσίαν ὀδυνηρὸν γίγνεσθαι. φαίνεται δὲ καὶ τὰ θλῶντα καὶ τὰ τείνοντα κίνδυνον τοῦ ῥαγῆναι φέροντα τοῖς σώμασιν ἀλγημάτων αἴτια γίγνεσθαι, καθάπερ γε καὶ τὰ νύττοντα καὶ τὰ τέμνοντα. οὐ γὰρ δὴ μετὰ τὸ τμηθῆναί τε καὶ ῥαγῆναι τὴν ὀδύνην ἐπιφέρει, ἀλλ’ ἐν τῷ γίγνεσθαι τὰ τοιαῦτα πάντα πόνων αἴτια καθίσταται, πλὴν εἰ μὴ κατά τι συμβεβηκὸς ἀκολουθήσειε τοῖς οὕτω παθοῦσιν ὀδύνη, ποτὲ μὲν ὑγρῶν δριμέων δακνόντων τὸ ἡλκωμένον σῶμα, ποτὲ δὲ φλεγμονῆς ἐπιγενομένης, ἥ τις καὶ αὐτὴ διαπαντὸς μὲν τῷ διατείνειν ὀδυνᾷ, πολλάκις δὲ καὶ διὰ τὴν θερμασίαν ἢ διὰ τὴν τῶν ὑγρῶν δριμύτητα. διασπᾶται δὲ καὶ τὸ τῆς γεύσεως ὄργανον, ᾗ μὲν τῆς ἁφῆς μετέσχηκεν, ὑπὸ τῶν εἰρημένων, ᾗ δὲ καὶ τῆς γεύσεώς ἐστιν ἴδιον,
117
ὑπό τε τῶν ὀξέων καὶ πικρῶν καὶ στρυφνῶν καὶ δριμέων, ὅτι καὶ τούτων ἕκαστον, ὡς ἀποδέδεικται, διαιρεῖ τὸ συνεχές. ἀνιαροὶ δέ εἰσι καὶ κατὰ τὴν ὄσφρησιν οἱ τῶν εἰρημένων χυμῶν ἀποῤῥέοντες ἀτμοὶ, διότι καὶ οὗτοι διασπῶσι τὸ συνεχές. ἐν ἀκοῇ δὲ ἥ τε τραχεῖα καὶ ἡ μεγίστη καὶ ἡ ταχίστη φωνὴ, ὧν καὶ συνελθουσῶν εἰς ταὐτὸν ἐν ταῖς φοβερωτάταις βρονταῖς, ἀνάπηροι παντάπασιν ἔνιοι τὴν ἀκουστικὴν αἴσθησιν ἐγένοντο τῷ διασπασθῆναι τῇ βίᾳ τοῦ ψόφου τὸ ὄργανον αὐτῆς. καὶ μέντοι γε καὶ τὴν ὄψιν αἱ λαμπρόταται τῶν αὐγῶν ἀνιῶσί τε ἅμα καὶ διαφθείρουσι τῷ διακρίνειν ἐπὶ πλεῖστον. ἔστι δὲ δήπου καὶ τὸ διακρίνειν ἐκ τοῦ τῶν διαιρούντων γένους, καὶ φαίνεται κοινὸν ἐν ἁπάσαις ταῖς αἰσθήσεσι τὸ ἀνιαρὸν πάθος, ἐκ διακρίσεώς τε καὶ διαιρέσεως τοῦ συνεχοῦς καὶ ἡνωμένου σώματος ἀποτελούμενον, ἐπειδὰν ἀθρόως συμπίπτῃ. καλῶ δὲ ἀθρόως τὸ κατὰ τὰ μεγάλα ἅμα καὶ ταχέως. τοῦτο δὲ δήπου καὶ ὁ Πλάτων ἐβούλετο, σύνθετον ἐκ βιαίου τε ἅμα καὶ ἀθρόου παθήματος ἐγγινομένου τοῖς αἰσθητικοῖς σώμασι τὴν ἀνιαρὰν αἴσθησιν ἀποτελεῖσθαι φάσκων. οὐδὲν γὰρ διοίσει λέγειν ἀνιαρὰν ἢ
118
λυπηρὰν ἢ ἀλγεινὴν ἢ ὀδυνηρὰν ἢ ἐπίπονον αἴσθησιν· ὥσπερ οὐδὲ αὐτὸ τὸ πάθος, ἀνίαν ἢ λύπην ἢ ὀδύνην ἢ πόνον ἢ ἀλγηδόνα. δηλοῖ δὲ καὶ αὐτὸς ὁ Πλάτων ὁμοτίμως χρώμενος ἐπὶ ταὐτοῦ πράγματος ἅπασι τοῖς εἰρημένοις ὀνόμασιν ἔν τε Τιμαίῳ καὶ Φιλήβῳ καὶ καθ’ ὅ τι ἂν ἕτερον αὐτῷ σύγγραμμα περὶ τῶν αὐτῶν ὁ λόγος ἦν. ὅτι δὲ καὶ ἡ Ἱπποκράτους δόξα τῆς αὐτῆς ἔχεται διανοίας ἔν τε τοῖς ὀνόμασι καὶ τοῖς πράγμασιν, εὔδηλον ἔκ τε τῶν ἔμπροσθεν ὀλίγον εἰρημένων καὶ τῶν ἐν ἅπασι τοῖς βιβλίοις αὐτοῦ γεγραμμένων. οὕτω μὲν δὴ πᾶν πάθος λυπηρὸν ἐν ἁπάσαις γίγνεται ταῖς αἰσθήσεσι· τὸ δ’ ἐναντίον αὐτῷ τὸ ἡδὺ διὰ τὴν ἐναντίαν αἰτίαν. τοῦ γὰρ κινδυνεύοντος διασπασθῆναι ἡ εἰς τὸ κατὰ φύσιν ἐπάνοδος ἀθρόα τὴν ἡδονὴν ἀπεργάζεται. διὰ τοῦτο τοῖς ὀφθαλμοῖς ἥδιστον θέαμα τὸ κυανοῦν, ὥσπερ ὀδυνηρότατον τό τε λαμπρὸν ἅμα καὶ λευκὸν, οἷον ὁ ἥλιος. ἐφεξῆς δὲ τούτων ἐν μὲν τοῖς λυποῦσι τὸ λευκὸν, ἐν δὲ τοῖς ἥδουσι τὸ φαιόν. τὸ μὲν γὰρ τῷ διακρίνειν τε ἅμα καὶ
119
διαλύειν τὴν οὐσίαν αὐτῆς, τὸ δὲ τῷ ἀβιάστως συνάγειν. οὐ γὰρ δή που τὸ συνάγειν γε μόνον ἱκανὸν καὶ αὔταρκες· οὕτω γὰρ ἂν ἦν που καὶ τὸ μέλαν ἡδὺ, νῦν δ’ οὐκ ἔστιν· ἐναντίον γὰρ ὑπάρχον τῇ τῆς ὄψεως οὐσίᾳ συνάγει βιαιότερον αὐτὴν, ἢ ὡς εἰς τὴν φύσιν ἐπανάγειν. ἧττον δέ ἐστι τὸ μελάντατον τοῦ λαμπροτάτου ἀνιαρὸν, οὐχ ὅτι τὸ ἐναντίον ἧττον λυπεῖ τῆς κατὰ τὸ συγγενὲς ἀμετρίας, (κατὰ τοῦτο μὲν γὰρ μᾶλλον ἀνιαρὸν ἦν τοῦ λαμπροτάτου τὸ μέλαν) ἀλλ’ ὅτι τὸ μὲν τῆς ὄψεως ὄργανον αὐγοειδὲς, αὐγὴ δὲ πᾶσα λεπτομερὴς οὐσία· τὸ δὲ μέλαν ἀεὶ παχυμερές· ἀεὶ δ’ ἐν τῇ φύσει δραστικώτερόν ἐστι τὸ λεπτομερὲς· ἀεὶ δ’ ἐν τῇ φύσει δραστικώτερόν ἐστι τὸ λεπτομερὲς τοῦ παχυμεροῦς. ὅταν μὲν οὖν εἰς ταὐτὸν ἀλλήλοις ἥκῃ τὸ λεπτομερὲς καὶ παχυμερὲς, ἧττον εἰς τὸ λεπτομερὲς ἐνεργεῖ τὸ παχυμερὲς, εἴπερ μᾶλλον πάσχειν ὑπ’ ἐκείνου πέφυκεν. οὕτως οὖν καὶ ὁ ἥλιος ἀνιᾷ τὴν ὄψιν, ὅτι λεπτομερέστερος ὤν ἑτοίμως αὐτὴν διακρίνει. τῇ μὲν οὖν οἰκειότητι τῆς οὐσίας ἧττόν ἐστι τῶν ἐναντίων ἀνιαρὸς, τῷ δὲ ἰσχυρῷ τῆς ἐνεργείας βιαιότερος ὑπάρχων, τούτῳ καὶ τὸ τάχος ἴσχει τῆς εἰς τὴν ὄψιν βλάβης. 
120
ὃ γὰρ ἐν ἐλαχίστῳ χρόνῳ πρὸς τῆς ἡλιακῆς αὐγῆς ἡ ὄψις ἡμᾶν πάσχει, τοῦτο ἐν παμπόλλῳ, μηδ’ ὅλως αὐγὴν θεασαμένη μηδεμίαν, ἀλλ’ ἐν βαθεῖ σκότῳ διαιτηθεῖσα· καὶ γὰρ καὶ αὕτη πρὸς τὸ φῶς ἀναχθεῖσα βλέπειν οὐ δύναται, τῷ κατεσβέσθαι τρόπον τινὰ καὶ πεπαχύνθαι καὶ σκοτώδης γεγονέναι. ἥδιστόν γε οὖν εἰκότως ἐστὶ καὶ ὠφελιμώτατον ὄψει τὸ κυανοῦν χρῶμα, πλὴν τῆς ὑφ’ ἡλίου διαπεφορημένης. ἐκείνῃ μὲν γὰρ, ὡς ἂν ἤδη νοσούσῃ, τὸ ἐναντίον ἴαμα· τῇ δὲ ὑγιαινούσῃ μὲν, κεκμηκυίᾳ δὲ, τὸ κυανοῦν ἢ τὸ φαιὸν ὑγιεινότατον θέαμα, μήτε διακρῖνον αὐτὸν ὡς τὸ λευκόν τε καὶ λαμπρὸν, ἀλλὰ μήτε συνάγον καὶ σβεννύον, ὡς τὸ μέλαν. τὸ μὲν οὖν φαιὸν ἐκ λευκοῦ τε ἅμα καὶ μέλανος κραθέντων γίγνεται· τὸ κυανοῦν δὲ, λευκοῦ καὶ λαμπροῦ συνελθόντων, καὶ εἰς μέλαν κατακορὲς ἐμπεσόντων. οὕτω γὰρ ἡμᾶς καὶ ὁ Πλάτων ὑπὲρ ἀμφοῖν ἐδίδαξεν. ὥστ’ ἐκ τῶν ἐναντίων τε καὶ ἄκρων κραθέντων ἔμμεσά τε καὶ σύμμετρα γίγνεται ταυτὶ τὰ χρώματα, τήν θ’ ὑπερβολὴν ἑκατέραν ἐκφυγόντα, καθ’ ἣν ἡ ὄψις ἐβλάπτετο, καὶ τοὺς μετρίους αὐτῆς ἐπανορθούμενα
121
καμάτους, ὥσπερ τὰς ἐπὶ τῇ διακρίσει νόσους τὸ μέλαν. τὸ δ’ ἐναργὲς τῆς ἡδονῆς τῆς ἀπ’ αὐτῶν οὐχ ὅμοιόν ἐστι τῇ κατὰ τὰς ἄλλας αἰσθήσεις, ὅτι μηδὲ τὸ τῆς ὀδύνης ἶσον ὑπῆρχεν. ἡ γὰρ λεπτομέρεια τῆς ὄψεως οὔτ’ ἐν τῷ διακρίνεσθαι βίαιόν τι πάσχει, διὰ τὴν οἰκειότητα τῆς οὐσίας (ἐφ’ ὃ γὰρ ἄγεται, φθάνουσα σπεύδει καὶ καθ’ ἑαυτὴν) οὔτ’ ἐν τῷ συγκρίνεσθαι, διὰ τὴν ἀσθένειαν τῆς μεταβολῆς. ἐδείχθη γὰρ ἀσθενῶς συναγόμενον ὑπὸ τοῦ παχυμεροῦς τὸ λεπτομερές. οὕτω μὲν ἔχει τὰ κατὰ τὴν ὄψιν ἡδονῆς τε καὶ λύπης. ἐπὶ δὲ τῆς ἀκοῆς ἡδίστη μὲν ἡ λειοτάτη καὶ ἡ βραδυτάτη φωνὴ, διότι καὶ ἡ τραχυτάτη καὶ ταχίστη λυπηροτάτη. ἀλλὰ ταῦτα μὲν ὑγιαινούσης ἀκριβῶς τῆς αἰσθήσεως ἡδέα τε καὶ λυπηρά· κεκμηκυίας δὲ, πρὸς τῇ λείᾳ τε καὶ βραδείᾳ, καὶ ἡ σμικρὰ προσφιλής· νοσούσης δὲ, ἡ λειοτάτη τε ἅμα καὶ βραδυτάτη καὶ σμικροτάτη, καὶ ταύτης ἔτι μᾶλλον ἡ εὔρυθμος. ἡ γὰρ παντελὴς ἡσυχία ἀνάλογον ἔχει τι τοῦτο τῷ σκότει τῷ κατὰ τὴν ὄψιν, ὅθεν καὶ ζήτησιν ἔσχεν, εἴτ’ ἐναντίον τῷ φωτὶ τὸ σκότος ἐστὶν, εἴτε στέρησις· ὥσπερ
122
φωνῆς μὲν ἡσυχία, κινήσεως δὲ ἠρεμία. τὸ δὲ τῆς ἡδονῆς ἐναργέστερον ἐνταῦθα, διότι καὶ τὸ τῆς οὐσίας παχυμερέστερον. ἔτι δὲ ἐναργέστερον ἐν τῇ τῆς ὀσφρήσεως αἰσθήσει τὸ τερπνὸν, ὅτι καὶ ἡ οὐσία παχυμερεστέρα. εἰς ὅσον γὰρ ἀὴρ αὐγῆς παχύτερος, εἰς τοσοῦτον ἀέρος ἀτμός. ἔστι δὲ αὐγῆς μὲν, ἡ τῆς ὅψεως αἴσθησις· ἀέρος δὲ, ἡ τῆς ἀκοῆς· ἀτμοῦ δὲ, ἡ τῆς ὀσφρήσεως· ὥσπέρ γε καὶ ἡ μὲν τῆς γεύσεως, ὑγρᾶς φύσεως· ἡ δὲ ἁφῆς, στερεοῦ σώματος. ἐπεὶ δὲ ὁμογενής ἐστιν ἡ τῆς ὀσφρήσεως αἴσθησις τῇ τῆς γεύσεως, ἑνὶ μόνῳ διαφέρουσα τῷ λεπτομερεστέρῳ τῆς οὐσίας, (ὁ γὰρ ἀτμὸς ὑγρόν ἐστι λελεπτυσμένον) ὑπὲρ ἀμφοῖν ἅμα ῥηθήσεται, τὴν ἀρχὴν ἀπὸ τῆς γεύσεως ποιησαμένοις, ἕνεκα σαφηνείας. ἥδιστοι τοίνυν εἰσὶ ταύτῃ χυμοὶ, κατὰ φύσιν μὲν ἐχούσῃ πάντες οἱ γλυκεῖς καὶ λιπαροὶ, οὗτοι γὰρ πάντες ἐδείχθησαν οἰκειότατοι τῇ τοῦ σώματος οὐσίᾳ· κεκακωμένῃ δ’ ἔναγχος ὑπό τινος τῶν ἀνιώντων αὐτὴν, οἱ λιπαροί· μάλιστα γὰρ οὗτοι τὸ τετραχυσμένον ἐκλεαίνουσι· νοσούσῃ δὲ, οἱ ἐναντίοι τοῖς νοσάζουσι, τοῖς μὲν παχέσιν οἱ λεπτύνοντες, τοῖς δὲ λεπτοῖς οἱ παχύνοντες, τοῖς δὲ γλίσχροις οἱ τέμνοντες, τοῖς δὲ τραχύνουσιν
123
οἱ ἐκλεαίνοντες, οὕτω δὲ καὶ τοῖς μὲν θερμοῖς οἱ ψυχροὶ, τοῖς δὲ ψυχροῖς οἱ θερμοὶ, καὶ τοῖς μὲν ξηροῖς οἱ ὑγροὶ, τοῖς δὲ ὑγροῖς οἱ ξηροί. εἴρηται δὲ περὶ τῆς φύσεως αὐτῶν ἐν τῷ τετάρτῳ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, καὶ χρὴ μὲν μὴ παρέργως ἀναλέγεσθαι τὸν λόγον ἐκεῖθεν εἴς τε διάγνωσιν καὶ εῖς θεραπείαν ὄντα ὠφέλιμον. ἡ μὲν γὰρ κοιλία τοῖς τε σπλάγχνοις ὑπηρετεῖ καὶ ταῖς φλεψὶν, ὥστε οἵων ἂν ἐκεῖνα δέηται χυμῶν, τοιούτων ὀρέγεσθαι· ταύτης δ’ αὖ γνώμων ἡ γλῶττα προβέβληται, τούτοις μάλιστα χαίρουσα τῶν χυμῶν, ὧν ἂν ἡ κοιλία δέηται. τῆς κοινωνίας δὲ ὁ περιαλείφων αὐτὴν χιτὼν μάλιστα αἴτιος. ἥδεται μὲν οὖν ἡ γλῶττα κατὰ διαφέροντας καιροὺς, ἄλλοις ἄλλοτε τῶν ἔξωθεν αὐτῇ προσπιπτόντων χυμῶν· ἥδεται οὖν ἐνίοτε καὶ τῶν ἐν αὐτῇ γλυκέων αἰσθανομένη, (φλέγματος δέ ἐστιν εἶδος ὁ γλυκὺς οὗτος χυμὸς) ὥσθ’ ὁσάκις γε ἀπὸ τῶν φλεβῶν ἐγχυθέντος αἵματος αἴσθησιν ὡς γλυκέος ἔλαβεν ἡ γλῶττα, τοῖς ἔξωθεν αὐτῇ προσπίπτουσιν ἀνάλογον ἔπαθεν. ἐπὶ μέντοι τῆς ὀσφρητικῆς δυνάμεως, ἡ μὲν τῶν ἔξωθεν ἡδέων τε καὶ
124
ἀνιαρῶν αἴσθησις ἀνάλογον ἔχει τῇ γευστικῇ· τῶν δὲ κατ’ αὐτὴν ἀτμῶν ἀηδῶν μὲν ὄντων, ὡς εἴρηται πρόσθεν, αἰσθάνεταί ποτε· γλυκέων δὲ ἢ ὅλως ἡδέων οὐκ αἰσθάνεται, καθάπερ οὐδὲ ἡ ὄψις, οὐδὲ ἡ ἀκοή. τῷ γὰρ εἶναι λεπτομεροῦς οὐσίας αἰσθήσεις οὐ πάσχουσι πάθος οὐδὲν ἰσχυρὸν ἐν αὐταῖς. ἡ δὲ ἀφὴ καὶ ἡ γεῦσις, σφοδρὸν μὲν οὐδὲν οὐδὲ αὗται· πάσχουσι δ’ ἐνίοτε καὶ τοιοῦτόν τι πάθος ἀμυδρὸν, ἡ μέντοι γλῶττα πρὸς γλυκέος, ὡς εἴρηται, φλέγματος, ὅνπερ ὁ Πραξαγόρας τε καὶ Φιλότιμος ἰδιώτερον ὀνομάζουσι γλυκὺν χυμόν· ἡ δὲ ἁφὴ τῆς ἐν αὐτῇ κινήσεως αἰσθάνεται πολλάκις, ἐπειδὰν εἰς τὸ κατὰ φύσιν ἐπανέρχηται, τῶν τραχυνόντων γε αὐτὴν ἔνδον ἤτοι πεττομένων ἢ διαπνεομένων ἢ αἰσθητῶς ἐκκρινομένων. καὶ μὴν καὶ οἱ κοπωθέντες, ἐπειδὰν τρίψεσί τε μαλακαῖς ἢ λουτροῖς ἁπαλυνθέντες τὸ σῶμα μετὰ ταῦθ’ ἡσυχάζωσιν, ἐναργῶς αἰσθάνονται τῆς ἡδονῆς. ἔτι δὲ δὴ μᾶλλον ἐν αὐταῖς ταῖς εἰρημέναις κινήσεσιν ἥδονται τοῖς κεκμηκόσι μορίοις εἰς τὸ κατὰ φύσιν ἐπανερχομένοις. οὐ μόνον δὲ ἐν τῷ λούεσθαι καὶ ἀνατρίβεσθαι μαλακῶς ἐλαίῳ 
125
δαψιλεῖ συμβαίνουσιν ἡδοναὶ τοῖς κεκοπωμένοις μέρεσιν, ἀλλὰ κᾀν ταῖς μείζοσιν ὀδύναις ἐπαφὴ μαλακὴ καὶ πραεῖα καὶ λεία φέρει τινὰ παραμυθίαν οὐ σμικράν. ἔξωθεν δὲ ἤδη τὰ τοιαῦτα, καὶ λεκτέον ἑξῆς ὑπὲρ ἁπάντων αὐτῶν. οὐδὲν γὰρ ἔτι δεόμεθα περὶ τῶν ὀσφρητῶν διεξέρχεσθαι, τοῖς γευστικοῖς ἀνάλογον ἐχόντων. ἡδόμεθα τοίνυν ἐν τούτῳ τῷ γένει τῆς αἰσθήσεως, ἁπλῶς μὲν εἰπεῖν, εἰς τὸ κατὰ φύσιν ἐπανερχόμενοι· καὶ γίγνεται τοῦθ’ ἡμῖν ἀεὶ διὰ τῶν ἐναντίων, ἐάν γέ τις, ὡς προσήκει, λαμβάνῃ τὸ ἐναντίον. προσήκει δὲ δήπου τὸ πρώτως τε καὶ καθ’ ἑαυτὸ, καὶ μὴ δι’ ἑτέρου μέσου, τοῦ τέλους αἴτιον, οὐ τὸ προκατάρχον τε καὶ προκαταρκτικὸν ὀνομαζόμενον, ἐν τοῖς τοιούτοις ἅπασι σκοπεῖν, ὅπερ Ἱπποκράτης ἡμᾶς ἐν ἄλλοις τε πολλάκις ἀναμιμνήσκειν ἔοικε κᾀν τῷ φάναι, ἔστι δὲ ὅκου ἐπὶ τετάνου ἄνευ ἕλκεος, νέῳ εὐσάρκῳ, θέρεος μέσου, ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιέεται· θέρμη δὲ ῥύεται ταῦτα. δόξειε μὲν γὰρ ὅ γέ τις ὑπὲρ τῶν τοιούτων ἀσκεπτότερον ἀποφαινόμενος ὑπὸ τῶν ὁμοίων ἐνίοτε θεραπεύεσθαί τι τῶν
126
παρὰ φύσιν, ὥσπερ καὶ τὸν τέτανον ὑπὸ τῆς ψυχρολουσίας. ἔχει δὲ οὐχ οὕτως τἀληθές· ἀλλ’ ἀεὶ πάντα πρὸς τὸ κατὰ φύσιν ἐπανέρχεται διὰ τῶν ἐναντίων, ὥσπερ καὶ ὁ τέτανος διὰ τῆς κατὰ τὴν θερμασίαν ἐπανακλήσεως. εἰ μὲν οὖν ἀθρόως τοῦτο γίγνοιτο, μεθ’ ἡδονῆς ἡ θεραπεία συντελεῖται· κατὰ μικρὸν δὲ συμβάντος, ἀναίσθητος ἡ εἰς τὸ κατὰ φύσιν ἐπάνοδος ἔσται. οὕτω δὲ καὶ ἡ ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν ὁδὸς, ἡ μὲν ἀθρόως γιγνομένη βίαιός τε καὶ ὀδυνηρὰ πάντως ἐστίν· ἡ δὲ κατὰ μικρὸν, ἀναίσθητος. καὶ διὰ τοῦτο τῆς κατ’ ὀλίγον ἀθροιζομένης ἐν τῷ σώματι διαθέσεως οὐ κατὰ φύσιν, ἀναισθήτου παντάπασιν οὔσης, ἡ εἰς τὰ κατὰ φύσιν ἐπάνοδος, ἐπειδὰν ἀθρόως ἐπιτελῆται, μετ’ αἰσθήσεώς τε ἅμα καὶ ἡδεῖα γίγνεται. καὶ μάλιστα ἐπὶ τῶν οἰκειοτάτων ἡμῖν, οἷά περ ἐστὶν ἐν μὲν τῇ γεύσει τὰ γλυκέα· κατὰ δὲ τὴν ὄσφρησιν, ὅσα τούτοις μὲν ἀνάλογον ἔχει, καλεῖται δὲ εὐώδη. ἴδιον δέ τι πέπονθεν ἐξαίρετον ἡ τῶν γεννητικῶν μορίων αἴσθησις, ὅτι καὶ δύναμιν ἰσχυροτάτην ἔχει, κατὰ μὲν τὸ ἄῤῥεν γένος ἀποκριτικὴν τοῦ σπέρματος,
127
κατὰ δὲ τὸ θῆλυ καὶ ταύτην μὲν ἔν τε τοῖς ὄρχεσι καὶ τοῖς σπερματικοῖς ἀγγείοις, ἀλλὰ καὶ τὴν ἑλκτικὴν ἐν ὅλῃ τῇ μήτρᾳ· συνῆψε γὰρ ἡ φύσις ὑπερέχουσαν ἐπιθυμίαν τε ἅμα καὶ ἡδονὴν τῇ τε προέσει καὶ τῇ συλλήψει τοῦ σπέρματος. ἀλλ’ ἡ μὲν ἀνία, τοῦ περιττοῦ σπέρματος μένοντος ἔσω, ἀθροίζεται κατ’ ὀλίγον ἐν χρόνῳ πλείονι, καὶ διὰ τοῦτο, καὶ τοι μεγάλα λυποῦσα (περὶ ὧν ἑτέρωθι λέξομεν) ἀπολείπεται τῷ μεγέθει τῆς ἡδονῆς, ἣν ἐν τοῖς ἀφροδισίοις ἴσχοι. ἡ δ’ ἀπόκρισις ἡ τοῦ λυποῦντος ἀθρόως γιγνομένη τῷ τάχει τῆς εἰς τὸ κατὰ φύσιν ἐπανόδου καὶ τὸ τῆς ἡδονῆς μέγεθος ἀνάλογον ἔχει.