De morborum differentiis

Galen

Galen, De morborum differentiis, Claudii Galeni Opera Omnia, Kühn, Volume 6, 1823

Πρῶτον μὲν εἰπεῖν χρὴ, τί ποτε νόσημα καλοῦμεν, ἵν’ ᾖ δῆλον, ὑπὲρ οὗ σπουδάζει τὸ γράμμα· δεύτερον δ’ ἐπὶ τούτῳ, πόσα τὰ σύμπαντά ἐστιν ἁπλᾶ τε καὶ πρῶτα νοσήματα καὶ οἱονεὶ στοιχεῖα τῶν ἄλλων· ἐφεξῆς τε τρίτον, ὁπόσα τὰ ἐκ τούτων συντιθέμενα γίνεται.

Ληπτέον δὴ κᾀνταῦθα ὁμολογουμένην ἀρχὴν, ὡς ἅπαντες ἄνθρωποι, ἐπειδὰν μὲν τὰς ἐνεργείας τῶν τοῦ σώματος μορίων εἰς τὰς κατὰ τὸν βίον πράξεις ὑπηρετούσας ἀμέμπτως ἔχωσιν, ὑγιαίνειν εἰσὶ πεπεισμένοι, βλαβέντες δ’

837
ἡντιναοῦν ἐξ αὐτῶν, νοσεῖν ἐκείνῳ τῷ μέρει νομίζουσιν. εἰ δὲ ταῦθ’ οὕτως ἔχει, τὴν ὑγείαν ἐν δυοῖν τούτοιν ζητητέον, ἢ ἐν ταῖς κατὰ φύσιν ἐνεργείαις, ἢ ἐν ταῖς κατασκευαῖς τῶν ὀργάνων, ὑφ’ ὧν ἐνεργοῦμεν· ὥστε καὶ ἡ νόσος ἢ ἐνεργείας ἐστὶν, ἢ κατασκευῆς βλάβη. ἀλλ’ ἐπεὶ καὶ κοιμώμενοι, καὶ ἄλλως ἐν σκότῳ καὶ ἡσυχίᾳ διάγοντες, ἢ κατακείμενοι πολλάκις οὔτε τι μέρος κινοῦμεν, οὔθ’ ὅλως αἰσθανόμεθα τῶν ἔξωθεν οὐδενὸς, οὐδὲν μὴν ἧττον ὑγιαίνομεν, κᾀν τούτῳ δῆλον, ὡς οὐ τὸ ἐνεργεῖν ἐστι τὸ ὑγιαίνειν, ἀλλὰ τὸ δύνασθαι. δυνάμεθα δὲ ἐνεργεῖν ἐκ τῆς κατὰ φύσιν κατασκευῆς· ἐν ταύτῃ ἄρα τὸ ὑγιαίνειν ἐστίν. ἕξει δὴ λόγον αἰτίας ἡ κατασκευὴ πρὸς τὴν ἐνέργειαν· ὥστ’, εἴτε τὴν κατὰ φύσιν ἁπάντων τῶν μορίων κατασκευὴν ὑγείαν ὀνομάζειν ἐθέλοις, εἴτε τὴν τῶν ἐνεργειῶν αἰτίαν, εἰς ταὐτὸν ἄμφω τὼ λόγω συμβαίνουσιν. ἀλλ’ εἴπερ ἡ ὑγεία τοῦτο, δῆλον ὡς ἡ νόσος τὸ ἐναντίον, ἤτοι κατασκευή τις παρὰ φύσιν, ἢ βλάβης ἐνεργείας αἰτία. δῆλον δὲ ὡς, εἰ καὶ διάθεσιν εἴποις παρὰ
838
φύσιν, ὀνόματί τε χρήσῃ παλαιῷ καὶ δηλώσεις ταὐτό. κατὰ πόσους δὲ τρόπους ἐξιστάμενα τὰ σώματα τοῦ κατὰ φύσιν ἐμποδίζεται περὶ τὰς ἐνεργείας, εἴπερ εὕροιμεν, οὕτως ἂν ἤδη τὸν ἀριθμὸν ἁπάντων τῶν ἁπλῶν νοσημάτων εὑρηκότες εἴημεν. ἀρχὴ δὲ κᾀνταῦθα ὁμολογουμένη, σύμμετρον μὲν εἶναι τὸ κατὰ φύσιν οὐκ ἐν ζώῳ μόνον, ἀλλὰ καὶ ἐν φυτῷ καὶ σπέρματι καὶ ὀργάνῳ παντὶ, τὸ δὲ αὖ παρὰ φύσιν ἄμετρον. εἴη ἂν οὖν ἡ μὲν ὑγεία συμμετρία τις, ἡ δὲ νόσος ἀμετρία. τίνων οὖν ἡ νόσος ἀμετρία, σκεπτέον ἐφεξῆς. ἢ δηλονότι, ὧνπερ ἡ ὑγεία συμμετρία, τούτων ἡ νόσος ἀμετρία; εἰ μὲν οὖν ἐν πόρων συμμετρίᾳ τὸ ὑγιαίνειν ἐστὶν, ἐν πόρων ἀμετρίᾳ γενήσεται καὶ τὸ νοσεῖν· εἰ δ’ ἐν εὐκρασίᾳ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὸ ὑγιαίνειν ἐστὶν, ἐν τῇ τούτων δυσκρασίᾳ καὶ τὸ νοσεῖν ἐξ ἀνάγκης συμβήσεται. κατὰ ταὐτὰ δὲ, κᾂν ἐν ἄλλῳ τινὶ γένει συμμέτρῳ τὸ ὑγιαίνειν ὑπάρχῃ, δῆλον ὡς καὶ τὸ νοσεῖν
839
ἐν τῷ κατ’ ἐκεῖνο τὸ γένος ἀμέτρῳ συστήσεται. πάλιν δὲ δὴ τὸ αὐτὸ τοῦτ’ ἐπισκεψώμεθα λογικώτερον. ἁπλοῦν εἴ τι σῶμα καὶ ἀκριβῶς ἐστιν ἓν, οὐκ ἄν ποτε δέξαιτο τὸ μᾶλλόν τε καὶ ἧττον, οὐδ’ ἂν εἴη τι κατ’ ἐκεῖνο τὸ γένος ἕτερον ἑτέρου βέλτιόν τε καὶ χεῖρον· εἰ δ’ ἐκ πλειόνων συγκέοιτο, πολλοὶ μὲν ἂν οὕτω γε τρόποι τῆς συνθέσεως ἐν αὐτῷ γίνοιντο βελτίους τε καὶ χείρους· εἴη δ’ ἂν οὕτω· καὶ αὐτὰ τὰ συντιθέμενα κρείττω τε καὶ φαυλότερα· τὸ δ’ ἄριστα συγκείμενον ἁπάντων ἄριστον ἂν εἴη τῶν ὁμογενῶν. ἆρ’ οὖν ἐν τοῖς τῶν ζώων σώμασι τὸ μᾶλλόν τε καὶ ἧττόν ἐστιν, ὡς τὸ μὲν ἄκρως εὐεκτικὸν εἰπεῖν, τὸ δ’ ἁπλῶς εὐεκτικὸν, οὐ μὴν ἄκρως, καὶ τουτὶ μὲν ὑγιεινὸν, οὐ μὴν εὐεκτοῦν, ἕτερόν δέ τι δυσαρεστούμενον, ἄλλο δὲ ἤδη νοσοῦν, καὶ τούτου τὸ μὲν ἐπιεικῶς, τὸ δὲ ὀλεθρίως, καὶ τὸ μὲν μετρίως, τὸ δὲ σφοδρῶς; ἢ πάντες ὁμοίως διακείμεθα νοσοῦντές τε καὶ ὑγιαίνοντες; οὐκ ἔστιν εἰπεῖν. οὐκ οὖν ἕν ἐστι τὸ τῶν ζώων σῶμα, καθάπερ ἢ ἄτομος ἡ Ἐπικούρειος, ἢ τῶν ἀνάρμων τι
840
τῶν Ἀσκληπιάδου· σύνθετον ἄρα πάντως. ἀλλ’ εἰ μὲν ἐξ ἀτόμων, ἢ ἀνάρμων, ἢ ὅλως ἐξ ἀπαθῶν τινων σύγκειται, τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τῷ ποιῷ τῆς συνθέσεως ἕξει δίκην οἰκίας ἐξ ἀπαθῶν μὲν λίθων συγκειμένης, οὐ μὴν ἐν τῇ συνθέσει γε πάντῃ κατορθουμένης. εἰ δὲ εἶεν οἷοί τε πάσχειν τι καὶ οἱ λίθοι, πολυειδέστερον ἂν οὕτω γε τὸ μᾶλλόν τε καὶ ἧττον ὑπάρχοι κατὰ τὴν οἰκίαν. εἰ δὲ καὶ αὐτὰ τὰ στοιχεῖα τῶν ἡμετέρων σωμάτων ἀλλοιοῦσθαί τε καὶ πάσχειν πέφυκεν, οὐ μόνον ἂν ἐν τῇ συνθέσει τε καὶ οἷον διαπλάσει τῶν μορίων, ἀλλὰ καὶ δι’ ὅλων ἑαυτῶν τὸ μᾶλλόν τε καὶ ἧττον ἐπιδέχοιτ’ ἄν. καὶ δὴ καὶ νοσήσει δηλονότι δι’ ὅλων ἑαυτῶν εἴδη τοσαῦτα νοσημάτων ἁπλᾶ τε καὶ πρῶτα καὶ οἷον στοιχεῖα τῶν ἄλλων, ὅσαπερ ἂν ᾖ τὰ συντιθέντα. τοῦτο δὲ τὸ δι’ ὅλων οὐκ ἐν τοῖς ἀπαθέσιν ἐστὶ στοιχείοις· οὐ γὰρ ἐνδέχεται παθεῖν τι τὴν ἄτομον αὐτὴν, ἀλλ’ ἐν τῇ συνθέσει τε καὶ διαπλάσει τὸ πάθημα.

841

Σύνθεσις δὲ καὶ διάπλασις ἐν τοῖς τῶν ζώων σώμασιν ὑπάρχει τριττή· πρώτη μὲν ἡ τῶν ὁμοιομερῶν ὀνομαζομένων, ἀρτηριῶν, καὶ φλεβῶν, καὶ νεύρων, καὶ ὀστῶν, καὶ χόνδρων, καὶ συνδέσμων, ὑμένων τε καὶ σαρκῶν· δευτέρα δὲ ἡ τῶν ὀργανικῶν, ἐγκεφάλου τε καὶ καρδίας, καὶ πνεύμονος, καὶ ἥπατος, καὶ κοιλίας, καὶ σπληνὸς, καὶ ὀφθαλμῶν, καὶ νεφρῶν· τρίτη δὲ ἡ τοῦ σύμπαντος σώματος. ἕκαστον γὰρ τῶν ὀργανικῶν τούτων μορίων ἔκ τινων ἑτέρων ἁπλῶν ὡς πρὸς τὴν αἴσθησιν σύγκειται, κᾀκείνων ἕκαστον ἐκ τῶν πρώτων στοιχείων. σαρκὸς οὖν αὐτῆς, ᾗ σὰρξ, ἐν τῇ συνθέσει μόνῃ τῶν πρώτων στοιχείων ἡ διαφορὰ, ᾗ μέντοι μόριον ὀργάνου, παρά τε τὴν διάπλασιν καὶ τὸ μέγεθος· καὶ γὰρ οὖν καὶ αὐτῶν τῶν ὀργάνων ἐν τούτοις αἱ διαφοραί. πόσα τοίνυν ἐστὶ καὶ τίνα κατὰ τὴν πρώτην ὑπόθεσιν τὰ σύμπαντα νοσήματα τῶν ὁμοιομερῶν σωμάτων, διελθόντες, ἑξῆς ἐπὶ τὴν ἑτέραν μεταβησόμεθα, τὴν ἀλλοιοῦσθαί τε καὶ τρέπεσθαι τὴν οὐσίαν ὅλην δι’ ὅλης ἑαυτῆς ὑποτιθεμένην.

842

Ἔστι δὲ δύο τὰ πρῶτα πάθη, τὸ μὲν εὐρύτης τις πόρων, τὸ δὲ στέγνωσις. ἀπαθῶν γὰρ ὑποκειμένων τῶν πρώτων στοιχείων, ἐν τῇ συνθέσει μόνῃ τὰ παθήματα· συνθέσεως δὲ πάσης αἱ προειρημέναι διαφοραί. ὥστ’ ἀναγκαῖον ἐῤῥῶσθαι μὲν ἕκαστον τῶν ὁμοιομερῶν, ὁπόταν ἡ συμμετρία τῶν πόρων αὐτοῦ φυλάττηται, διαφθειρομένης δὲ ταύτης ἐξίστασθαι τοῦ κατὰ φύσιν. ἀλλ’ ἐπειδὴ συμμετρίας ἁπάσης ἡ διαφορὰ διττὴ, (τὸ μὲν γὰρ ὑπερβολὴ, τὸ δὲ ἔλλειψις,) δῆλον, ὡς καὶ τὰ πρῶτα νοσήματα τῶν ἁπλῶν σωμάτων ἔσται διττὰ, τὸ μὲν εὐρύτης τις πόρων, τὸ δὲ στέγνωσις. καὶ ὀστοῦν δὴ καὶ σὰρξ καὶ τῶν ἄλλων ἕκαστον τῶν ἁπλῶν σωμάτων πρὸς τὴν αἴσθησιν, εἰ μὲν στεγνότερον ἢ μανότερον εἴη τοῦ συμμέτρου, κακῶς διακεῖσθαι φήσομεν, εἰ δ’ ἐν τῷ μέσῳ τῆς ὑπερβολῆς ἑκατέρας, ὡς ἂν μάλιστα συμφέρῃ ταῖς χρείαις αὐτῶν, ἄκρως ὑγιαίνειν ἐροῦμεν τηνικαῦτα· τὰ δὲ ἐφ’ ἑκάτερα τῆς ἀκριβοῦς συμμετρίας βραχείας ἐκτροπὰς οὐδέπω μὲν εἶναι νόσους,

843
ἔστ’ ἂν μηδέπω βλάβην αἰσθητὴν ἐνεργείας τινὸς ἀπεργάζωνται· πολὺ δ’ ἐν ταύταις ὑπάρχειν τὸ μᾶλλόν τε καὶ ἧττον, ὡς ἂν ἱκανὸν ἐχούσης διάστημα τῆς νοσώδους ἀμετρίας παρὰ τὴν ἀκριβῶς ὑγιεινὴν συμμετρίαν· ἐν τούτῳ δὴ παντὶ τῷ πλάτει τὰς τῶν ὑγιαινόντων συνίστασθαι διαφοράς· ἐν δὲ τῷ μετὰ τοῦτο, τῷ τῆς αἰσθητῆς ἀμετρίας, τὰς νόσους, ἄχρις ἂν ἐπ’ ἐκείνην ἀφίκωνται τὴν ἀμετρίαν, ἥτις ἤδη φθορὰν ἐργάζεται τοῦ μορίου. οὐ γὰρ δὴ μέχρι γε παντὸς στεγνοῦσθαί τε καὶ μανοῦσθαι τὰ τῶν ζώων σώματα πέφυκεν, ἀλλ’ ἔστι τις κᾀνταῦθα ὅρος, οὗ περαιτέρω προελθεῖν αὐτοῖς ἄνευ διαλύσεώς τε καὶ φθορᾶς ἀδύνατον. ἡ μὲν δὴ τῶν ἀπαθῶν στοιχείων ὑπόθεσις ὧδε ἔχει.

Τῶν δὲ πάσχειν ὑποτιθεμένων αὐτὰ, καὶ μέντοι καὶ δρᾷν εἰς ἄλληλα, καὶ κεράννυσθαι δι’ ὅλων, ὅσαπερ ἂν ὑπόθηταί τις εἶναι τὰ πρῶτα στοιχεῖα, τοσαῦτα ἐξ ἀνάγκης ἐρεῖ καὶ τὰ πρῶτα νοσήματα. φέρε γὰρ εἶναι τὰ πρῶτα στοιχεῖα τέτταρα, τὸ θερμὸν, καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν,

844
καὶ τὸ ὑγρὸν, ἐκ τούτων δὲ κεραννυμένων ἀλλήλοις συμμέτρως μὲν ὑγιαίνειν τὸ ζῶον, ἀμέτρως δὲ νοσεῖν. ἔσται δὴ καὶ τὰ πρῶτα νοσήματα τέτταρα, τό θ’ ὑπὲρ τὴν κατὰ φύσιν συμμετρίαν πρῶτον θερμὸν, καὶ δεύτερον τὸ ψυχρὸν, καὶ τρίτον τὸ ὑγρὸν, καὶ τέταρτον τὸ ξηρόν. αὗται μὲν καὶ αἱ κατὰ τὴν δευτέραν ὑπόθεσιν νόσοι τῶν ὁμοιομερῶν ὀνομαζομένων σωμάτων, ἃ δὴ καὶ τελέως ἁπλᾶ φαίνεται.

Τὰ δὲ τῶν συνθέτων ἐν ἡμῖν ὀργάνων νοσήματα κοινὰ τῶν ὑποθέσεων ἑκατέρων ἐστίν. ἐπέλθωμεν οὖν καὶ ταῦτα διὰ βραχέων, αὐτὸ τοῦτο πρῶτον ἐπιδεικνύντες, ὅπως ἐστὶ κοινά. δεομένου δὴ παντὸς τοῦ πρὸς αἴσθησιν συνθέτου σώματος, ὃ δὴ καὶ ἀνομοιομερὲς ὀνομάζουσιν, εἰ μέλλοι καλῶς ἐνεργήσειν, οὔτ’ ἐξ οἵων ἔτυχε συγκεῖσθαι μορίων τῶν ἁπλῶν, οὔτ’ ἐξ ἀριθμοῦ τινος ἢ μεγέθους οὐ προσήκοντος, οὔθ’ ὃν ἔτυχε τρόπον συνθέσεως ὑπάρχειν, ἐν τέσσαρσι τούτοις γένεσι τὰ τῶν ὀργάνων ἁπάντων ἔσται νοσήματα. διαφοραὶ δὲ καθ’ ἕκαστον γένος αἵδε. κατὰ μὲν τὸ πρῶτον

845
ῥηθὲν, ὅταν ἡ προσήκουσα μορφὴ τοῦ μορίου διαφθείρηται, ἢ σχῆμα μὴ δέον, ἢ κοιλότητα λαβόντος, ἢ πόρον, ἤ τι τούτων ἀπολέσαντος, ὧν εἶναι δέον. ἐκ τούτου τοῦ γένους ἐστὶ καὶ ἡ τραχύτης αὐτοῦ καὶ ἡ λειότης οὐ προσηκόντως ὑπαλλαττόμεναι. ἐν δὲ τῷ δευτέρῳ γένει, τῷ κατὰ τὸν ἀριθμὸν τῶν ἁπλῶν καὶ πρώτων μορίων, διττὴ νοσημάτων ἔσται διαφορὰ, ἢ ἐλλείποντός τινος ὧν εἶναι δέον, ἢ πλεονάζοντος ὧν οὐκ εἶναι δέον. καὶ μὲν δὴ κᾀν τῷ τρίτῳ γένει, τῷ κατὰ τὸ μέγεθος, ὁμοίως διττὴ νοσημάτων ἔσται διαφορά. μεῖζον γὰρ εἴτι γένοιτο, δεόμενον ἔλαττον ὑπάρχειν, ἢ αὖθις ἔλαττον ἀποτελεσθείη, μεῖζον εἶναι δεόμενον, οὐκ ὀρθῶς ἂν ἔχοι τὸ σύμπαν ὄργανον. ἐν δὲ δὴ τῷ λοιπῷ γένει τῶν νοσημάτων, τῷ κατὰ τὴν σύνθεσιν, ἤτοι τῆς κατὰ φύσιν ἐξαλλαττομένης θέσεως, ἢ τῆς πρὸς ἄλληλα τῶν μορίων κοινωνίας, αἱ διαφοραὶ συστήσονται. ὥσπερ δ’ ἐκ τῶν ἁπλῶν σωμάτων ἕκαστον τῶν πρώτων ὀργάνων ἢ κατορθοῦται συντιθέμενον ἢ διαμαρτάνεται, καὶ ἐκ τούτων αὐτῶν τό θ’ ὑγιαίνειν ὑπάρχει καὶ τὸ νοσεῖν, 
846
οὕτω πάλιν ἐξ αὐτῶν τούτων τῶν ὀργάνων τῶν πρώτων τὰ δεύτερα συνίσταται. μῦς μὲν γὰρ καὶ φλὲψ καὶ ἀρτηρία τῶν πρώτων ὀργάνων, δάκτυλος δὲ τῶν δευτέρων, καὶ τούτου μᾶλλον ἔτι ποὺς καὶ ποδὸς τὸ σκέλος. καθόλου γὰρ, ὅσα μὲν ἐκ τῶν ὁμοιομερῶν συνελθόντων ἐγένετο μιᾶς ἐνεργείας ἕνεκεν, ἐν τοῖς πρώτοις ὀργάνοις ἀριθμηθήσεται, τὰ δ’ ἐκ τούτων πάλιν συντιθέμενα, κᾂν ὅτι μάλιστα μίαν ἐργάζηται τοῦ παντὸς ὀργάνου τὴν ἐνέργειαν, ἐν τοῖς δευτέροις τετάξεται. τὰ δὲ αὐτὰ ταῦτα καὶ τούτων τῶν ὀργάνων ἔσται νοσήματα τοῖς ἐπὶ τῶν πρώτων εἰρημένοις. ἀλλὰ περὶ μὲν τῶν ὀργάνων τῆς διαφορᾶς ἐν ἑτέρῳ διῄρηται λόγῳ, τίνα μὲν ἀκριβῶς ἐστι τὰ πρῶτα, τίνα δ’ ἐπ’ αὐτοῖς δεύτερά τε καὶ τρίτα καὶ τέταρτα τίθεσθαι προσῆκεν. ἔνια γὰρ ἐπαμφοτερίζει τοῖς γνωρίσμασιν, ὡς καὶ πρῶτα δοκεῖν εἶναι καὶ δεύτερα. δεῖται δὲ οὐδὲ ὅ γε παρὼν λόγος τῆς τοιαύτης ἀκριβολογίας· εἰς ἓν δὲ τοῦτ’ ἀποβλέπειν ἀξιῶ, εἴθ’ ἁπλοῦν ἐστιν ὡς πρὸς τὴν αἴσθησιν, εἴτε σύνθετον τὸ μόριον. τοῦ μὲν
847
γὰρ ἁπλοῦ τὰ πρῶτα ῥηθέντα νοσήματα τῇ διαφορᾷ τῶν φυσικῶν στοιχείων εἰσὶ διωρισμένα, τοῦ συνθέτου δὲ τὰ δεύτερα, κοινὰ τῶν ὑποθέσεων ὑπάρχοντα. γένος δ’ οὐδέν ἐστι νοσήματος οὔτε ἐν τοῖς ἁπλοῖς σώμασιν οὔτ’ ἐν τοῖς συνθέτοις ἴδιον ἑκατέρων· ἡ γὰρ τῆς διαιρέσεως μέθοδος ἐνδείκνυται τὸ ἀδύνατον· ἀλλ’ ἓν ἔτι ἐστὶ κοινὸν ἁπάντων τῶν σωμάτων καὶ τῶν συνθέτων, εἴτ’ οὖν τῶν πρώτων ὀργάνων, εἴτε καὶ τῶν δευτέρων, εἴτε καὶ τῶν τρίτων ὑπάρχει τὸ νῦν λεχθησόμενον. μέθοδος δὲ καὶ τούτου τῆς εὑρέσεως τὸ κοινῇ πᾶσι τοῖς εἰρημένοις ὑπάρχον μορίοις. εἰ γὰρ ὑπάρχει τι κοινὸν αὐτοῖς ἐν τῷ κατὰ φύσιν ἔχειν, ὡς ἐνέργειαν ἢ χρείαν τινὰ τῷ ζώῳ παρεχόμενον, πάντως δήπου καὶ διαφθειρομένου τούτου κοινὸν αὐτοῖς τι καὶ νόσημα συστήσεται. τί δὲ τοῦτ’ ἔστι τὸ πᾶσιν ὑπάρχον κοινόν; ἕνωσις τῶν ἰδίων μορίων, ἧς ἕκαστον μεταλαβὸν ἓν εἶναι λέγεται καὶ μίαν ἐνέργειαν ἢ χρείαν ἀποτελεῖν. εἰ δὲ καὶ ἥδε λύοιτο κατά τι, νόσος καὶ τοῦτ’ ἔστι τοῦ μέρους. οἷον δέ τι καθ’ ἕκαστον τῶν
848
μορίων ἡ νόσος ἥδε κέκτηται τοὔνομα, μικρὸν ὕστερον ἐροῦμεν, ὅταν καὶ τὰς τῶν εἰρημένων γενῶν διαφορὰς εἰς τὰ κατὰ μέρος εἴδη διελώμεθα.

Καὶ δὴ ποιῶμεν ἤδη τοῦτο πάλιν ἀπὸ τῆς προτέρας ὑποθέσεως ἀρξάμενοι. δύο οὖν ἐν ταύτῃ τῶν ὁμοιομερῶν σωμάτων ὑπῆρχε νοσήματα ἐν πόρων ἀμετρίᾳ συνιστάμενα, τὸ μὲν εὐρύτης τις αὐτῶν οὖσα, τὸ δὲ στέγνωσις. ἑκατέρου δὲ τούτων ἡ διαφορὰ διττή. στεγνώσεως μὲν οὖν συνίζησίς τε τοῦ σώματος εἰς ἑαυτὸ πανταχόθεν, καὶ αὐτῶν τῶν πόρων ἔμφραξις· εὐρύτητος δὲ τοῦ μὲν σώματος εἰς πᾶν μέρος ἔκτασις, αὐτῶν δὲ τῶν πόρων οἷον ἀναπέτειά τις οὖσα ἐκπτώσει τῶν στοιχείων, ἃ δὴ καὶ κυρίως σώματα προσαγορεύεσθαι φασὶν ἁπλᾶ τε καὶ πρῶτα ὑπάρχοντα· τὰ γὰρ ἐκ τούτων συντιθέμενα συγκρίματα καλοῦσιν. ἐπὶ δὲ τῆς δευτέρας ὑποθέσεως ἡ διαφορὰ τῶν νοσημάτων διττὴ τυγχάνει, ποτὲ μὲν δὴ ταῖς ποιότησι μόναις ἀλλοιουμένων τῶν ὁμοιομερῶν σωμάτων, ἔστιν ὅτε δὲ ῥυείσης εἰς αὐτά τινος οὐσίας τὰς

849
εἰρημένας ἐχούσης ποιότητας. ὁ μὲν δὴ δεύτερος τρόπος, ὄγκον περὶ τοῖς σώμασιν ἐργαζόμενος, ὑπ’ οὐδενὸς ἀγνοεῖται τῶν ἰατρῶν. ἐρυσιπέλατα γὰρ, καὶ φλεγμοναὶ, καὶ οἰδήματα, καὶ φύματα, καὶ φύγεθλα, καὶ χοιράδες, ἐλεφαντιάσεις τε καὶ ψῶραι, καὶ λέπραι, καὶ ἀλφοὶ, καὶ σκίῤῥοι τούτου τοῦ γένους εἰσὶν, οὐδένα λαθεῖν δυνάμενα. τὰ δ’ ἐν τῇ τῶν ποιοτήτων αὐτῶν μόνῃ δυσκρασίᾳ συνιστάμενα νοσήματα δυσφωρατότερα, πλὴν εἰ μὴ μεγάλη ποθ’ ἡ τοῦ μέρους εἰς τὸ παρὰ φύσιν ἐκτροπὴ γένοιτο. τηνικαῦτα γὰρ ἅπασιν ἤδη γνωρίζεται ῥᾳδίως, ἐπὶ μὲν ὅλου τοῦ σώματος ὀνομαζομένη πυρετὸς, ἐπειδὰν τὸ θερμὸν κρατῇ, καὶ κατὰ τὰ μόρια δ’ ἐναργῶς ἐνίοτε φαινομένη. καὶ γὰρ καὶ σκέλη τοῖς πλείω περιπατήσασιν ἀήθως, καὶ χεῖρες, εἴ τις ταύταις πονήσειεν ἐπιπλέον, ἢ ἐρέσσων, ἢ σκάπτων, ἤ τι τοιοῦτον διαπραττόμενος, ἐναργῶς φαίνονται θερμότεραι καὶ αὐτοῖς τοῖς κάμνουσι, καὶ τοῖς ἔξωθεν ἁπτομένοις αὐτῶν. ἐὰν μέντοι τις ὄγκος μέγας προσγένηται τοῖς μορίοις, ἐπιῤῥυείσης τινὸς οὐσίας αὐτοῖς
850
θερμῆς, ἐκ τῆς δευτέρας ἔσται διαφορᾶς τῶν νοσημάτων. ἐκ δὲ τῆς πρώτης ταῦτά τε πάντα τὰ νῦν εἰρημένα καὶ ἢ καθ’ ἓν ὁτιοῦν μέρος, ἢ τὸ σῶμα τοῦ ζώου σύμπαν, ἢ ἐξ ἐγκαύσεως ἡλίου, ἢ παρὰ πυρὶ θάλψεως ὑπολειπομένη συνίσταται διάθεσις, οἷαι καὶ αἱ τυφώδεις καὶ πυρετώδεις ὀνομαζόμεναι. τοῦ δὲ ἐναντίου τῷ θερμῷ νοσήματος τοῦ ψυχροῦ περὶ μὲν τοῖς ἄκροις ἐναργῶς ἡ διάθεσις συνίσταται πολλάκις οὕτως, ὥστε καὶ ἀποπεσεῖν αὐτὰ νεκρωθέντα, περὶ δὲ τῷ σύμπαντι σώματι, οἵα τοῖς ὁδοιπορήσασιν ἐν κρύει καρτερῷ γίνεται. πολλοὶ γὰρ τούτων, οἱ μὲν ἐν αὐταῖς ταῖς ὁδοῖς ἀπέθανον, οἱ δὲ εἰς πανδοχεῖον, πρὶν ἢ οἴκαδε παραγενέσθαι φθάσαντες, ἡμιθνῆτές τε καὶ κατεψυγμένοι φαίνονται. γίγνεται δὲ καὶ τοῖς ἀποπληκτικοῖς, καὶ τοῖς ἐπιληπτικοῖς, καὶ τοῖς τρομώδεσι, καὶ τοῖς σπασμώδεσιν ἡ τοιαύτη πολλάκις διάθεσις. καὶ τῶν ὑπὸ κρύους ἐν ὁδοῖς ἀποθανόντων οἱ μὲν ἐμπροσθοτόνοις, οἱ δὲ ὀπισθοτόνοις, οἱ δὲ τετάνοις, οἱ δὲ ταῖς καλουμέναις πήξεσιν ἑάλωσαν, οἱ δὲ ἀποπληξίᾳ τι παραπλήσιον ἔπαθον. ἐν δὴ τοῖς τοιούτοις ἅπασιν, ἐν οἷς 
851
ἐπιγίγνεταί τι σύμπτωμα, περιέλκει τὴν διάνοιαν τῶν πολλῶν ἐφ’ αὑτὸ, ὡς τὸ μὲν σύμπτωμα νόσημα νομίζεσθαι, τὸ νόσημα δ’ αὐτὸ τὴν αἰτίαν τοῦ συμπτώματος. ὅσοις μέντοι τῶν ἐνεργειῶν αἱ βλάβαι νοσήματα νομίζονται, κατὰ λόγον οὗτοι καὶ τοὺς σπασμοὺς, καὶ τὰς ἀναισθησίας, καὶ τὰς νάρκας, καὶ τὰ ἄλλα τὰ τοιαῦτα νοσήματα καλοῦσιν. ἀλλ’ ἡμῖν ἐν ἀρχῇ διῄρηται περὶ τῶν ὀνομάτων, ὥστε γνωρίζειν ἐπὶ τῶν τοιούτων ἁπάντων, οὐκ ἐν τοῖς πράγμασιν αὐτοῖς εἶναι τὴν διαφωνίαν, ἀλλὰ ἐν τοῖς ὀνόμασιν. ἐκείνους μέντοι μέμψαιτ’ ἄν τις μόνους, ὅσοι μὴ διαφυλάττουσιν ἐν ἅπασι τὴν σφετέραν ὑπόθεσιν, ἀλλ’ οἴονται σοφόν τι πράττειν, καίτοι γε πλημμελοῦντες. ἔστι γὰρ αὐτῶν ἀκοῦσαι διοριζομένων ἐνίοτε καὶ φασκόντων, εἰ μὲν ἐπὶ φλεγμονῇ γίγνοιτο σπασμὸς, ἐπιγέννημά τε καὶ σύμπτωμα εἶναι τῆς φλεγμονῆς αὐτὸν, εἰ δ’ ἐπὶ δυσκασίᾳ μόνῃ, νόσημα. ταὐτὸ δὴ τοῦτο καὶ ἐπὶ πυρετοῦ ποιοῦσιν, ἐπειδὰν. μὲν ἐπιγίγνηταί τινος μέρους αἰσθητὴ διάθεσις, σύμπτωμα νομίζοντες, εἰ δ’ ἄλλως, νόσημά τε καὶ πάθος προσαγορεύοντες. τούτους μὲν οὖν μεμπτέον,
852
οὐκ ἀναμένοντας τὸν ἔξωθεν ἔλεγχον, ἀλλ’ αὐτοὺς ἑαυτοῖς περιπίπτοντας. ὅσοι δ’ ἤτοι τὰς βλάβας τῶν ἐνεργειῶν ὑποθέμενοι προσαγορεύειν νοσήματα διὰ παντὸς οὕτω ποιοῦσιν, ἢ καί τι τοιοῦτον ἄλλο παρορῶσιν, ἐν ὀνόμασιν ἐσφάλθαι χρὴ νομίζειν αὐτοὺς, οὐδὲν δὲ εἰς τὰ πράγματα πλημμελεῖν. εἴρηται δ’ ἐπὶ πλέον ὑπὲρ ἁπάντων τῶν ἰατρικῶν ὀνομάτων ἑτέρωθι, καὶ ὅστις ὀρθῶς αὐτοῖς βούλεται χρῆσθαι, τὴν πραγματείαν ἐκείνην ἀναλεγέσθω. νῦν δὲ (περὶ γὰρ αὐτῶν τῶν πραγμάτων πρόκειται σκοπεῖσθαι) τῇ προειρημένῃ συνθήκῃ τῶν ὀνομάτων ἑπόμενοι τῶν ἐφεξῆς ἐχώμεθα. περὶ μὲν δὴ τῶν χωρὶς ὕλης ἐπιῤῥύτου θερμῶν καὶ ψυχρῶν διαθέσεων εἴρηται. κατὰ δὲ τὸν αὐτὸν τρόπον τά θ’ ὑγρὰ καὶ ξηρὰ νοσήματα γενήσεται, τῆς ὅλης φύσεως ἀλλοιουμένης τῶν σωμάτων, οὐκ ἔξωθεν οὐσίαν τινὰ εἰς ἑαυτὰ δεχομένων. αἱ μὲν οὖν μικραὶ παραλλαγαὶ δυσφώρατοι, τὰς μεγάλας δ’ ἔστιν ἐναργῶς ἰδεῖν ἐπὶ τῶν νεκρουμένων μάλιστα μορίων. ἔνια μὲν γὰρ αὐτῶν οἷον τεταριχευμένα φαίνεται καὶ
853
πάνυ ξηρὰ, καὶ τοῦτο μὲν σπανιώτερον· ἔνια δὲ οὕτω βρυώδη τε καὶ πλαδαρὰ καὶ θεωμένοις φαίνεται καὶ ἁπτομένοις, ὥστ’, εἰ καὶ μόρια αὐτῶν ἐθέλοις μεταχειρίσασθαι, διαῤῥεῖ παραχρῆμα, καὶ τῶν δακτύλων ἐκπίπτει καθάπερ ὕδωρ. οὕτω καὶ τῶν ὀστῶν τῶν σαπρῶν τὰ μὲν οἷον ψάμμος φαίνεται, τοῖς ὑπὸ χρόνου διεφθαρμένοις ξύλοις ἐοικότα, τὰ δὲ οἷον βρυώδη, ὧν ἡ τῆς δυσκρασίας ἀμετρία, δι’ ὑγρότητα ἢ ξηρότητα γενομένη, τὸ σύμπαν ὀστοῦν ἐνέκρωσεν. αἱ δ’ ἄλλαι πᾶσαι δυσκρασίαι τῶν μορίων αἱ βραχεῖαι, λανθάνουσαι τοὺς πολλοὺς, ἀτονίαι πρὸς αὐτῶν ὀνομάζονται. φλεγμονῆς μὲν γὰρ ἢ ἕλκους ἤ τινος ἄλλου τοιούτου κατὰ τὴν κοιλίαν ὑπάρχοντος, οὐδεμίαν ἑτέραν ἐπιζητοῦσι τοῦ μὴ πέττειν αἰτίαν. εἰ δὲ μηδὲν εἴη τῶν τοιούτων, ἀτονίαν εἶναι φασὶ τῆς κοιλίας, ὥσπερ ἕτερόν τι λέγοντες αὐτοῦ τοῦ φανερῶς γιγνομένου, τοῦ μὴ πέττεσθαι καλῶς τὰ σιτία. τί γὰρ ἄλλο τὴν ἀτονίαν αὐτοὺς λέγειν ἄν τις ὑπολάβοι πλὴν τῆς κατὰ τὴν ἐνέργειαν ἀῤῥωστίας;
854
ἀλλ’ οὐ τοῦτ’ ἔστι τὸ ζητούμενον, ἀλλὰ τίς ἡ ταύτης τῆς ἀτονίας αἰτία. διὰ τί γὰρ ἀῤῥωστεῖ περὶ τὸ ἴδιον ἔργον ἡ γαστὴρ, μήτε φλεγμαίνουσα, μήτε σκιῤῥουμένη, μήθ’ ἡλκωμένη, μήτ’ ἄλλο μηδὲν ἔχουσα τοιοῦτον; οὐ γὰρ δή γε χωρὶς αἰτίας τινὸς ἐστέρηται τοῦ πέττειν καλῶς. πάντως οὖν ἢ πόρων ἀμετρίαν ἢ δυσκρασίαν αἰτιατέον· ᾧ καὶ δῆλον, ὡς οὐδὲν τῶν πράτων νοσημάτων, ὅσα τῶν ὁμοιομερῶν ἐστιν αὐτῶν ἴδια, λογικῶς θεραπεῦσαι δυνήσονται χωρὶς τοῦ περὶ τῶν πρώτων τι ἐπεσκέφθαι στοιχείων. ἀλλὰ πρὸς μὲν τούτους ἐν ἑτέροις εἴρηται τὰ εἰκότα· τὸ δέ γε νῦν εἶναι χρὴ γινώσκειν, ὡς καὶ γαστρὸς ἀτονίαν, καὶ φλεβὸς, καὶ ἀρτηρίας, καὶ μυὸς, καὶ παντὸς ἁπλῶς ὀργάνου ζωτικοῦ τε καὶ ψυχικοῦ ἢ διά τινα πόρων ἀμετρίαν ἢ δυσκρασίαν ἀναγκαῖον ὁμολογεῖν γίγνεσθαι. πῶς δὲ χρὴ τὰς τοιαύτας αὐτῶν διαθέσεις γνωρίζειν, οὐ τοῦ νῦν ἐνεστῶτός ἐστι λόγου· πρόκειται γὰρ οὐ διαγνώσεις εἰπεῖν, ἀλλ’ αὐτὰ τὰ πρῶτα καταριθμήσασθαι
855
νοσήματα. καὶ μοι δοκεῖ τὸ μὲν τῶν ὁμοιομερῶν εἰρῆσθαι πάντα.

Λέγειν δὲ ἑπόμενον ἂν εἴη τὰ τῶν ὀργανικῶν. ἐν τούτοις οὖν ὅτι μὲν ἕν τι πάντως ἐστὶ μόριον αἴτιον τῆς ἐνεργείας, τὰ δ’ ἄλλα πάντα χρείαν τινὰ τούτῳ παρέξοντα γέγονεν, ἑτέρωθι δέδεικται. βλαβήσεται δὲ ἡ ἐνέργεια τοῦ παντὸς ὀργάνου μάλιστα μὲν καὶ πρώτως αὐτοῦ τοῦ τῆς ἐνεργείας αἰτίου σώματος νοσήσαντος, ἤδη δὲ καὶ τῶν ἄλλων ἁπάντων αἱ μείζους διαθέσεις ἐμποδίζουσι τὴν ἐνέργειαν. ὅσαι μὲν οὖν οὐ καθ’ ἑαυτὰς, ἀλλὰ τῷ βλάπτειν δὴ τὸ πρῶτον αὐτῆς ὄργανον ἐμποδίζουσιν, αἰτίαι νοσημάτων εἰσὶν, οὐκ αὐταὶ νοσήματα εἰσίν. χωρὶς δὲ τοῦ βλάπτειν τι τὸ πρῶτον τῆς ἐνεργείας μόριον εἰ τὴν ἐνέργειαν ἐμποδίζειν δύναιντο, νοσήματα ἤδη τὰς τοιαύτας διαθέσεις κλητέον. ἔσονται δὲ, ὡς ἐλέγομεν, ἤτοι τῆς κατὰ φύσιν ὑπηλλαγμένης διαπλάσεως, ἢ μὴ σωζομένου τοῦ δέοντος ἀριθμοῦ τῶν μορίων, 

856
ἢ τὸ μὴ προσῆκον ἑκάστου φυλάττοντος μέγεθος ἢ ὡς οὐ χρὴ συγκειμένων αὐτῶν. ἐπειδὴ γὰρ ἀπεδείχθη μηδὲν τούτων εἰκῆ γεγονέναι πρὸς τῆς φύσεως, ἀλλὰ πάνθ’ ἕνεκα τοῦ βέλτιον ἢ ἀσφαλέστερον ἐνεργεῖν τὸ σύμπαν ὄργανον, ἀνάγκη πᾶσα καὶ τὰς βλάβας αὐτῶν, ὅσαι μὲν ἤτοι κωλύουσιν ὅλως ἐνεργεῖν ἢ ἐμποδίζουσιν αὐτὰ, νοσήματα νομίζεσθαι, τὰς δ’ εἰς τὴν βλάβην τοῦ πρώτου τῆς ἐνεργείας μορίου διαφερούσας αἰτίας νοσημάτων, ὡς ἀρτίως εἵρηται, προσαγορεύεσθαι.

Διὰ τοῦτ’ οὖν οἵ τε βλαισοὶ καὶ ῥαιβοὶ καὶ οἱ λείας ἔχοντες τὰς βάσεις χεῖρον ἐνεργοῦσι τοῖς σκέλεσιν ἁμαρτίᾳ τοῦ προσήκοντος σχήματος. οὕτω δὲ καὶ ὅσοι κάταγμα σχόντες οὐκ ὀρθῶς διεπλάσθησαν, οὐδ’ αὐτοὶ καλῶς ἐνεργοῦσι τῷ κώλῳ. κακῶς δὲ καὶ ὅσοι διὰ μέγεθος ἀρθρίτιδος ἐξεστράφησαν, ἢ, τῶν ὀφρύων περιθραυσθεισῶν τῶν κατὰ τὰς διαρθρώσεις, ἑτοίμως ὑπερβαῖνον καὶ ἐκπῖπτον ἔσχον τὸ ἄρθρον, ἢ, πώρου κατ’

857
αὐτὸ πλείονος ἐπιτραφέντος ἐν ταῖς τοιαύταις διαθέσεσι, δυσκίνητον ὑπὸ στενοχωρίας τὴν ὅλην ἔσχον διάρθρωσιν. αὗται μὲν οὖν ἐπίκτητοι κακίαι σχημάτων. σύμφυτοι δὲ κυουμένων ἔτι κατὰ τὴν πρώτην διάπλασιν ἐμποδισθεῖσαν ἐν ἅπαντι μορίῳ τοῦ σώματος γίγνονται, νοσῶδες ἐκείνῳ τῷ μορίῳ τὸ ζῶον ἐργαζόμεναι. χρὴ γὰρ καὶ τὸ τῆς καρδίας σχῆμα, καὶ τὸ τοῦ πνεύμονος, καὶ τὸ τῆς γαστρὸς, ἐγκεφάλου τε καὶ γλώσσης, καὶ σπληνὸς, καὶ νεφρῶν, καὶ τῶν ἄλλων ἁπάντων φυλάττεσθαι· γενομένης γάρ τινος βλάβης ἀμφ’ αὐτὰ, χεῖρον ἀνάγκη καὶ τὸ οἰκεῖον ἔργον ἀποτελεῖσθαι τοῦ σύμπαντος ὀργάνου. καὶ μὴν καὶ τὸ τῶν κοιλοτήτων ἁπασῶν τῶν κατὰ τὰ μόρια μέγεθός τε καὶ πλῆθος εἰ μὴ φυλάττοιτο, βλάπτοιτο ἂν ἐξ ἀνάγκης καὶ διὰ ταῦθ’ ἡ ἐνέργεια. πολλὰ δὲ τὰ τοιαῦτα νοσήματα, τὰ μὲν συμφύσει τινὶ, τὰ δὲ ἐμφράξει γλίσχρων ὑγρῶν καὶ παχέων συνιστάμενα, τὰ δ’ αὖ αὐαινομένων τῶν σωμάτων, ἢ στενοχωρουμένων ὑπό τινος τῶν περικειμένων, ἐμπίπτοντος αὐτοῖς καὶ θλίβοντος. ἐνίοτε
858
δὲ καὶ αὐτῶν τῶν τοὺς τοιούτους πόρους ἐχόντων σωμάτων ἡ οὐσία σκιῤῥουμένη τε καὶ φλεγμαίνουσα, καὶ σφακελίζουσα, καὶ διαπυϊσκομένη, καὶ οἰδισκομένη, καὶ ἄλλως ὁπωσοῦν ἐπίκτητον μέγεθος προσλαμβάνουσα, κᾄπειτα τὸν ὄγκον εἰς τὰς ἐντὸς ἀποχέουσα κοιλότητας, ἐμφράττει τοὺς πόρους, ἑτέρους ὄντας τούτους ἐκείνων τῶν πόρων, ὧν οἱ τῆς προτέρας αἱρέσεως ἡγεμόνες ὑπετίθεντο κατὰ τὴν τῶν πρώτων καὶ ἀπαθῶν στοιχείων σύνοδον γίνεσθαι. τοὺς γὰρ τῶν ἐντέρων, καὶ φλεβῶν, καὶ ἀρτηριῶν, καὶ πάντων τῶν τοιούτων ὀργάνων πόρους, τούτους δὴ τοὺς μεγάλους τε καὶ σαφεῖς ἅπαντες ἐναργῶς ὁρῶμεν. εἰ δὲ καὶ διαλανθάνοι ποτὲ τὴν αἴσθησιν ὑπὸ σμικρότητος ὁ τοιοῦτος πόρος, οὐδ’ οὗτος ἐκ ταὐτοῦ γένους ἐστὶν ἐκείνοις τοῖς πόροις, οὓς ἡ προτέρα τῶν αἱρέσεων ὑπετίθετο. κατὰ δὴ τὰς τοιαύτας ἁπάσας διαθέσεις, ἐν αἷς, τῶν σωμάτων αὐτῶν εἰς ὄγκον τινὰ ἀρθέντων, ἀποκλείεσθαί τε καὶ στενοχωρεῖσθαι τοὺς πόρους συμβαίνει, ποτὲ μὲν ἓν ἔσται νόσημα μόνον, ἡ ἔμφραξις ἡ τὴν ἐνέργειαν βλάπτουσα, ποτὲ δὲ καὶ τοῦτο μὲν, ἀλλὰ καὶ ἡ τῶν
859
σωμάτων διάθεσις ἡ τὴν ἔμφραξιν ἐργασαμένη. μηδεμίαν οὖν ἔχοντος ἰδίαν ἐνέργειαν τοῦ τὸν ὄγκον κεκτημένου σώματος, ἓν μὲν τὸ νόσημα ἔσται τὸ κατὰ τὴν ἔμφραξιν, αἰτία δὲ αὐτοῦ καὶ οὐκ ἔτι νόσημά ἐστιν ἡ τοῦ τὸν ὄγκον ἔχοντος σώματος διάθεσις. εἰ μὲν γὰρ ὁ χιτὼν τῆς ἐν τοῖς σιμοῖς τοῦ ἥπατος, εἰ τύχοι, φλεβὸς ὁτιοῦν τοιοῦτον παθὼν ἐστεγνώθη τὸν πόρον, ἐξ οὗ μεταλαμβάνει τὸ αἷμα τὰ ἐν τοῖς κυρτοῖς τοῦ ἥπατος ἀγγεῖα, δύο ἂν οὕτως εἴη νοσήματα, τό τε τῆς φλεβὸς αὐτῆς, ἣ πέπονθε, καὶ ἡ κατὰ τὸν πόρον ἔμφραξις. ἐμποδίζει γοῦν ἡ μὲν τῆς φλεβὸς διάθεσις αἵματος χρηστοῦ γένεσιν, ἡ δὲ ἔμφραξις ἀνάδοσιν· ἐνέργεια δ’ ἑκατέρου τούτων ἀναγκαία τῷ ζώῳ. δῆλον γὰρ, ὡς αἱ διαθέσεις αἱ βλάπτουσαι τὰς ἐνεργείας πρώτως αὗται λέγοιντ’ ἂν εἶναι νοσήματα. τῆς μέντοι φλεβὸς αὐτῆς μηδὲν πεπονθυίας, εἰ διὰ γλίσχρους τινὰς ἢ παχεῖς χυμοὺς σφηνωθέντας ἐν τοῖς πόροις ἡ ἀνάδοσις βλάπτοιτο, μόνον ἂν τοῦτ’ εἴη νόσημα κατὰ τὸ σπλάγχνον ἡ ἔμφραξις. οὕτω δὲ καὶ κατὰ τὸ ἔντερον εἰ μὲν ἔμφραξις εἴη μόνον, ἓν ἔσται καὶ τὸ νόσημα· φλεγμαίνοντος
860
δὲ αὐτοῦ καὶ διὰ τοῦτο ἀποκλείοντος τὴν ἐντὸς εὐρυχωρίαν καὶ κωλύοντος ἰέναι κάτω τὰ περιττώματα, δύο ἂν εἴη καὶ τὰ νοσήματα. πολλάκις μὲν γὰρ ὑπὸ νοσήματος γίγνεται νόσημα, καθάπερ ἐπί τε τῶν προειρημένων ἔχει, κᾀπειδὰν ἐπὶ φλεγμοναῖς, ἢ ἐρυσιπέλασιν, ἢ ἕρπησιν, ἢ ἄνθραξιν, ἤ τινι τοιούτῳ ἐπιγένηται πυρετός. ἐνίοτε δὲ τὸ μὲν ἀποτελούμενον ἐνεργείας ἐστὶ βλάβη, καὶ χρὴ καλεῖν αὐτὸ πάθημά τε καὶ σύμπτωμα, τὸ δ’ αἴτιον αὐτοῦ δηλονότι νόσημα, καθάπερ ἡ μὲν ἔμφραξις τοῦ μηκέτι ἀναδίδοσθαι τὴν τροφὴν, ἡ κατάψυξις δὲ τῆς δυσαισθησίας αἴτιον ὑπάρχει, νόσημα οὖσα συμπτώματος. ὅταν δ’ αὐτὴ μὲν ἡ διάθεσις ἐνέργειαν βλάπτῃ πρώτως, τὸ δ’ αἴτιον αὐτῆς μὴ βλάπτῃ πρώτως, τὴν μὲν διάθεσιν νόσημα, τὸ δ’ ἐργαζόμενον αὐτὴν αἰτίαν ὀνομάζειν χρὴ νοσήματος, ὥσπερ ἐπί τε τῶν γλίσχρων ἔχει χυμῶν καὶ τῆς ἐμφράξεως· αὐτὴ μὲν γὰρ ἡ ἔμφραξις τὸ νόσημά ἐστιν, οἱ χυμοὶ δὲ αἴτιοι τοῦ νοσήματος. ἅπαντ’ οὖν ὅσα περὶ τὰς κοιλότητας γίνεται νοσήματα, ποτὲ μὲν ἐμφραττομένων, 
861
ποτὲ δὲ ἀμέτρως εὐρυνομένων, ὑπὸ τὸ τῆς διαπλάσεως τοῦ μέρους ἀναχθήσεται γένος· ἐμποδίζεται γάρ πως ἐν τούτοις ἅπασιν ἡ φυσικὴ διάπλασις. ἀλλὰ μὲν δὴ καὶ λειότης καὶ τραχύτης οὐδ’ αὗται ματαίως ὑπὸ τῆς φύσεως ἐγένοντο διαπλαττούσης τὰ μόρια. συστήσεται γοῦν κᾀνταῦθα νοσήματα κατὰ πάντα τὰ μόρια, τοῦ μὲν φύσει λείου τραχυνθέντος, τοῦ δ’ αὖ τραχέος λείου γενομένου. φανερώτατα δ’ αὐτῶν τοῖς ἰατροῖς ἐστι τά τ’ ἐν τοῖς ὀστοῖς γινόμενα τραχυνομένοις τε καὶ λειαινομένοις, αἵ τε τῆς φάρυγγος τραχύτητες ἐργαζόμεναι βῆχας. χρὴ δὲ κᾀνταῦθα γινώσκειν, ὡς ἐνίοτε τὸ σχῆμα τοῦ μορίου βλαβὲν ἐκάκωσεν ἅμα ἑαυτῷ τινα πόρον, οἷόν τι κᾀπὶ τῆς ῥινὸς φαίνεται γιγνόμενον, ἐπειδὰν ὑπὸ πληγῆς βιαίου ποτὲ σιμωθεῖσα στεγνωθῇ τὸν ἐντὸς πόρον εἰς τοσοῦτον, ὡς ἤτοι μηδ’ ὅλως ἢ μόγις ἀναπνεῖν δι’ αὐτοῦ. δῆλον οὖν, ὡς ἐν ταῖς τοιαύταις διαθέσεσιν ἡ μὲν στενοχωρία τοῦ πόρου τὸ νόσημά ἐστι, (πρώτως γὰρ αὕτη τὴν τῆς ἀναπνοῆς ἐνέργειαν ἐμποδίζει,) προηγουμένη δ’ αὐτῆς αἰτία τῆς ῥινὸς ἡ σιμότης, βλάβη τοῦ κατὰ φύσιν ἐν αὐτῇ σχήματος
862
ὑπάρχουσα. κατὰ μὲν δὴ τὸ τῆς διαπλάσεως γένος τὸ ἐξιστάμενον τοῦ κατὰ φύσιν εἰς τοσοῦτον, ὡς ἐνέργειαν ἤδη βλάπτειν, αἱ προειρημέναι διαφοραὶ τῶν νοσημάτων γενήσονται.

Κατὰ δὲ τὸν ἀριθμὸν τῶν ἁπλῶν μορίων, ἐξ ὧν ἕκαστον τῶν ὀργάνων συνίσταται, διτταὶ μὲν αἱ πρῶται διαφοραὶ τῶν νοσημάτων γενήσονται, ἢ ἐλλείποντός τινος μέρους, ἢ περιττεύοντος· ἐν ἑκατέρᾳ δ’ αὐτῶν ἕτεραι. τῶν μὲν γὰρ περιττευόντων τὰ μὲν ἐκ τοῦ γένους ἐστὶ τῶν κατὰ φύσιν, ὡς εἰ καί τῳ γένοιτο ἕκτος δάκτυλος, ἢ ἐν ὀφθαλμῷ πτερύγιον, ἢ ἐν ῥινὶ βλάστημα σαρκὸς, ἢ κατ’ ἄλλον τινὰ πόρον ὁτιοῦν τοιοῦτον ἕτερον. ἔσται δὴ καὶ τούτων αὐτῶν τὰ μὲν νοσήματα, καθάπερ τὸ πτερύγιον, (ἐμποδίζει γὰρ, ὅταν ἱκανῶς αὐξηθῇ, τὴν ὄψιν, ἐπισκοτοῦν τῇ κόρῃ,) τὰ δ’ αἴτια τῶν νοσημάτων, ὡς τα βλαστήματα τοὺς πόρους ἐμφράττοντα· πρώτως γὰρ νόσημα ἡ ἔμφραξίς ἐστιν, ὅτι καὶ πρώτως βλάπτει τὴν ἐνέργειαν. ἔνια δ’ ὅλῳ

863
τῷ γένει παρὰ φύσιν ἐστὶν, ὡς ἕλμινθές τε καὶ ἀσκαρίδες, καὶ ὁ ἐν τῇ κύστει λίθος, καὶ τὸ χαλάζιον ἐν ὀφθαλμῷ, καὶ τὸ ὑπόχυμα, καὶ τὸ πύον, ἀκροχορδόνες τε καὶ μελικηρίδες καὶ ἀθερώματα καὶ στεατώματα, καὶ ἄλφοι, καὶ λέπραι, καὶ λεῦκαι, καὶ πῶροι, καὶ τὰ ἐν τοῖς ἀποστήμασιν εὑρισκόμενα ἅπαντα. ὅτι δὲ καὶ τούτων ὅσα μὲν ἐνέργειαν ἐμποδίζει πρώτως, νοσήματα ἐροῦμεν, ὥσπερ τὸ ὑπόχυμα, τὰ δὲ μὴ τοιαῦτα νοσημάτων αἴτια, πρόδηλον παντί. τῶν δ’ ἐλλειπόντων μορίων τὰ μὲν ὅλα τελέως ἀπόλωλε, τὰ δὲ οἷον ἐξ ἡμίσεως ἀποκέκοπταί τε καὶ κεκολόβωται. κατὰ μὲν δὴ τὴν πρώτην γένεσιν ὡς πάμπολλα γίγνεται τοιαῦτα, πρόδηλον παντί. μετὰ δὲ τὴν ἀποκύησιν ἐξαιρεῖται μὲν ὅλα πολλάκις ὀστᾶ κατά τε τοὺς δακτύλους καὶ τὰ κῶλα καὶ τὴν κεφαλὴν καὶ τὰς πλευράς· ἀφαιρεῖται δὲ καὶ δάκτυλος ἐνίοτε καὶ ποὺς καὶ ἄκρα χεὶρ καὶ κνήμη καὶ πῆχυς· ἐξαιροῦνται δὲ καὶ φλέβες κιρσώδεις καὶ ἀδένες σκιῤῥωθέντες καὶ ὀδόντες τρηθέντες· καὶ μὲν δὴ καὶ γαργαρεὼν ἀφαιρεῖται καὶ ἐπίπλοον καὶ πόσθη καὶ αὐτοῦ τι τοῦ αἰδοίου, καὶ πολλάκις γε καὶ σύμπαν
864
αἰδοῖον, ὥσπερ γε καὶ οἱ ὄρχεις. ἐνδακὼν δέ τις ἔναγχος ἐπὶ σπασμῷ μεγάλῳ τοῦ παντὸς σώματος ἀπέτραγε τῆς γλώττης τὸ πρόσθει, εἶτ’ ἐσώθη μὲν ἐκ τοῦ σπασμοῦ, διαλέγεσθαι δὲ ὁμοίως οὐκ ἠδύνατο. τούτου τοῦ γένους ἐστὶ καὶ τὰ κολοβώματα καλούμενα χειλῶν καὶ ῥινῶν καὶ ὤτων, καὶ ὅσα ἑτέρων σαρκωδῶν μορίων ἢ ἀποσπασθέντα σφοδρῶς, ἢ διασαπέντα τελέως ἐξετμήθη. κατὰ πάσας γὰρ τὰς τοιαύτας περιστάσεις ὁ κατὰ φύσιν ἀριθμὸς οὐ συμπεπλήρωται τῶν μορίων, ἢ ἑνὸς ἢ δυοῖν ἢ καὶ πολλῶν λειπόντων καὶ ἤτοι τελέως ἀπολωλότων ἢ ἐκ μέρους ἀφῃρημένων. ὅσα μὲν δὴ τῶν τοιούτων ἐνεργείας ἐμποδίζει κατὰ τὸν ἑαυτῶν λόγον, ἐν τῷ τῶν νοσημάτων γένει τετάξεται· τὰ δ’ ἤτοι καταψύχοντά τι μόριον ἕτερον ἐνεργείας ἀπεργαστικὸν ἢ τροφὴν ἐλλιπῶς ἐπάρδοντα νοσημάτων αἴτια· τινὰ δὲ ἄμφω συλλαβόντα ἔχει καὶ τὴν ὡς αἰτίου χώραν καὶ τὴν ὡς νοσήματος, οἷον καὶ γαργαρεὼν, ὁπόταν ἕως βάσεως ἐκτμηθεὶς καὶ τὴν φωνὴν παραβλάπτῃ καὶ ψύχῃ τὰ κατὰ τὸν πνεύμονά
865
τε καὶ τὸν θώρακα. ἐπειδὴ γὰρ ἔμαθες ἐν τοῖς τῶν ἐνεργειῶν τε καὶ χρειῶν λογισμοῖς, ὡς ἁπάντων τῶν τοῦ ζώου μορίων τὰ μὲν εἰς ἐνέργειάν τινα συντελεῖ τῷ παντὶ ζώῳ χρησίμην, τὰ δ’ αὐτὰ μὲν οὐδὲν ἐνεργεῖ, χρείαν δέ τινα τοῖς ἐνεργοῦσι παρέχεται, δῆλον ὡς καὶ τὰς βλάβας αὐτῶν, τὰς μὲν εἰς ἐνέργειαν ἄντικρυς διαφερούσας νοσήματα ἐρεῖς πρώτως εἶναι τῶν τοῦ ζώου μορίων, τὰς δὲ εἰς χρείαν τινὰ νοσημάτων αἰτίας. ὥσθ’ ὅσα μόρια διττὰς ἐνεργείας ἢ διττὰς χρείας ἀποτελεῖ, κατὰ μίαν ἐνίοτε βλάβην διττὸν ἔξει λόγον, ἢ νοσήματος, ἢ αἰτίας. εἰ δέ τι μόριον ἅμα ἄμφω ποιεῖ, χρείαν καὶ ἐνέργειαν, ὥσπερ ἐνίοις εἶναι δοκεῖ καὶ ὁ γαργαρεὼν, ἡ τούτου τοῦ μέρους ἀπώλεια καθ’ ἕτερον μὲν λόγον ἔσται νόσημα, καθ’ ἕτερον δὲ νοσήματος αἰτία. δῆλον δὲ, ὡς τῷ λοιπῷ τῷ μένοντι καὶ σωζομένῳ τὸ νόσημά ἐστιν, οὐκ αὐτῷ τῷ μηκέτι ὄντι. τῆς γὰρ τοῦ στόματος εὐρυχωρίας κατ’ ἐκεῖνο τὸ μέρος, οὗ νῦν ἐστι τὸ πάθος, μόριον εἶναι φήσεις τὸν κίονά τε καὶ γαργαρεῶνα προσαγορευόμενον. 
866
ὅταν οὖν οὗτος ἀπόληται, λείπει τι τῷ χωρίῳ, καὶ οὕτω τὸ ὅλον ἓν νόσημά τι γίνεται, μένοντος τοῦ κατ’ ἀρχὰς ὁμολογηθέντος, τοῦ πᾶσαν ἐνέργειαν ὑπὸ νοσήματος βλάπτεσθαι. ἢ τοίνυν, ὡς οὐκ ἔστι μία τις ἐνέργεια τοῦ ζώον καὶ ἡ φωνὴ, καὶ ἡ εἰσπνοὴ, καὶ ἡ ἐκπνοὴ, δεικτέον ἐστὶν, ᾒ, εἴπερ τοῦθ’ οὕτως ἔχει, δῆλον, ὡς ἡ τοῦ κίονος ἀπώλεια νόσον ἐναπεργάζεται τῷ οὐρανίσκῳ. κατὰ δὲ τὰ αὐτὰ ταῦτα καὶ ἡ τοῦ ὀδόντος ἀπώλεια νόσημά ἐστιν τοῦ στόματος, εἰ μὲν τῶν πρὸς τὴν μάσσησιν ἐπιτηδείων εἴη, κατ’ ἐκεῖνο τὸ μέρος τῆς μασσήσεως βλαβέντος, εἰ δὲ τῶν τομέων ὀνομαζομένων, εἴς τε τὰς ἐδωδὰς καὶ τὰς διαλέξεις ἐμποδίζοντος. οὕτω δὲ καὶ εἰ τῆς γλώσσης ἀποτμηθείη τὸ ἥμισυ, τῷ λειπομένῳ μέρει παρὰ φύσιν ἐστὶ τὸ κεκολοβῶσθαι. κατὰ ταὐτὰ δὲ καὶ τῷ ἐπιπλόῳ, καὶ τῷ αἰδοίῳ, καὶ πᾶσι τοῖς οὕτω παθοῦσι. καὶ εἰ μὴ νόσημά τις αὐτὸ καλεῖν, ἀλλὰ πάθος ἢ πάθημα βούλοιτο, περὶ ὀνόματος, οὐ περὶ πράγματος ἀμφισβητήσει. δῆλον δὲ, ὡς τῇ μὲν γλώττῃ, καὶ τῷ ἐπιπλόῳ, καὶ τῷ αἰδοίῳ, καὶ ὅλως ἅπασι τοῖς τοιούτοις
867
κεκολοβωμένοις ὀργάνοις ἐστί τις μείωσις τοῦ μεγέθους ἐν ἅπασι τοῖς εἰρημένοις νοσήμασιν· αὐτῷ δὲ τῷ ζώῳ μείωσις μὲν οὐκ ἐξ ἀνάγκης ἔσται σαφὴς, ὡς φαίνεσθαι κολοβὸν, ἀριθμὸς δέ τις ἀφαιρεθήσεται μορίων, εἴγε δὴ καὶ ἀρτηρίαι, καὶ φλέβες, καὶ νεῦρα, καὶ δέρμα ἐνίοτε, καὶ πιμελὴ, καὶ ὑμένες, καὶ σὰρξ ἀφαιρεῖται κατὰ τὰς τοιαύτας διαθέσεις. ἐπὶ μέντοι τοῦ γαργαρεῶνος καὶ τῶν κιρσωδῶν ἀγγείων ἐκτμηθέντων καὶ αὐτῶν τῶν ὀργάνων ἀφαιρεῖταί τις ἀριθμὸς μορίων. καὶ δὴ καὶ τετάξεται τὰ μὲν τοιαῦτα πάντα ὑπὸ τὸν ἀριθμὸν τῶν μορίων ὑπαλλαττομένων· ὅσων δὲ ὀργάνων ἀφαιρεῖται μέν τι, οὐκ ἐξαιρεῖται δὲ τὰ μέρη, ταῦτα ἐν ἀμφοτέροις οἷον τετάξεται τοῖς γένεσι. καὶ γὰρ ἀριθμὸς ἐνδεῖ τῷ ζώῳ μορίων ἁπλῶν, καὶ μέγεθος ὀργάνου συνθέτου· κεκολόβωται γὰρ τὸ ὅλον. καὶ μὲν δὴ καὶ ὡς ἀμφοῖν τοῖν γενοῖν, τοῦ τε κατ’ ἀριθμὸν καὶ τοῦ κατὰ μέγεθος, ἀνωτέρω τάττειν ἑτέραν ἐγχωρεῖ κατηγορίαν τὴν τοῦ ποσοῦ, παντί που δῆλον, εἴγε δὴ τοῦ ποσοῦ τὸ μὲν διωρισμένον
868
ἐστὶν, ὃ δὴ καὶ ποσὸν ἰδικῶς ὀνομάζεται, τὸ δὲ συνεχὲς, ὃ δὴ καὶ πηλίκον προσαγορεύεται. ἀλλ’ ἐν τῷ παρόντι σαφέστερον ἔδοξέ μοι διαιρεῖν αὐτὰ οὕτω, κατὰ μὲν τὸν ἀριθμὸν τάξαντι τὴν ἑτέραν διαφορὰν τοῦ ποσοῦ, κατὰ δὲ τὸ μέγεθος τὴν ἑτέραν.

Ἀλλ’ ἐπειδὴ καὶ τὰ κατὰ τοῦτο τὸ γένος εἴρηται νοσήματα, περὶ τῶν κατὰ τὸ μέγεθος ἢ τὸ πηλίκον τῶν μορίων, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι, διέλθωμεν. ἔστι δὲ οὐ ταὐτὸν τοῦτο τῷ προειρημένῳ. μένοντος γὰρ τοῦ κατὰ φύσιν σχήματος τῷ μορίῳ, διαφθειρομένου δὲ τοῦ μεγέθους, ὅταν ἐνέργειά τις βλάπτηται, διὰ τοῦτο νόσημα ἔσται τοῦ μορίου τὸ συμβεβηκὸς, οἷον εἴ τῳ τηλικαύτη γένοιτο ἧ γλῶττα κατὰ τὴν πρώτην εὐθὺς διάπλασιν, ὡς ἤτοι μηδεμίαν ἔχειν ἀναστροφὴν ἐν τῷ στόματι διὰ τὸ μέγεθος, ἢ διὰ σμικρότητα μὴ ψαύειν ἁπάντων αὐτοῦ τῶν μερῶν. ἐπὶ δὲ τῶν ἤδη τετελειωμένων αἱ μὲν παρὰ φύσιν ἐπαυξήσεις τῶν μορίων οὐ πάνυ

869
τι φαίνονται συνεχῶς γιγνόμεναι, μειοῦνται μέντοι πολλάκις, καὶ καλεῖται τὸ νόσημα πρὸς μὲν ἐνίων ἀτροφία, πρὸς ἄλλων δὲ φθίσις τοῦ μέρους. αἱ δὲ ἐπαυξήσεις τῶν μορίων ἔν τε τοῖς ὑπερσαρκοῦσιν ἕλκεσι γίγνονται κᾀν τῷ καλουμένῳ πριαπισμῷ. Νικομάχῳ δὲ τῷ Σμυρναίῳ πᾶν ἀμέτρως ηὐξήθη τὸ σῶμα, καὶ οὐδὲ κινεῖν ἔτι δυνατὸς ἦν ἑαυτόν· ἀλλὰ τοῦτον μὲν ὁ Ἀσκληπιὸς ἰάσατο. γλῶσσαν δέ τινος ἐπιπλεῖστον αὐξηθεῖσαν ἐθεασάμεθα χωρὶς ἀπάσης ὀδύνης, ὥστε μήτ’ οἴδημα δοκεῖν εἶναι, μήτε σκίῤῥον, μήτε φλεγμονήν· οὔτε γὰρ ἐκοιλαίνετο ὑπὸ πιεζόντων, οὔτ’ ἀναίσθητος ἦν, οὔτ’ ὠδυνᾶτο, ἀλλ’ αὐτὸ τοῦτο μόνον αὔξησίς τις ἄμετρος ὑπῆρχεν, οὐδὲν τῆς οὐσίας αὐτῆς τοῦ μορίου βεβλαμμένης. οὕτω δὲ καὶ ὄρχεις καὶ μαστοὶ τοῖς μὲν ἀμφότεροι, τοῖς δὲ ἀμέτρως ὁ ἕτερος ηὐξήθη. καὶ ἡ καλουμένη δὲ χοιρὰς τούτου τοῦ γένους ἐστὶ, δυσχρηστίαν οὐ μικρὰν ἐν ταῖς ἐνεργείαις, ὅταν ἀμέτρως αὐξηθῇ, παρεχομένη. καὶ μὲν δὴ καὶ αἱ τῶν κανθῶν ἀμετρίαι τούτου τοῦ γένους εἰσίν ὀνομάζεται δὲ
870
ἡ μὲν ἐπὶ πλέον αὔξησις ἐγκανθὶς, ἡ μείωσις δὲ ῥυάς. τοιαῦται μὲν δή τινες καὶ τούτου τοῦ γένους τῶν νοσημάτων αἱ διαφοραί.

Τῆς δὲ συνθέσεως τῆς κατὰ φύσιν ὑπαλλαττομένης, γίνεται νοσήματα, παρὰ μὲν τὴν θέσιν ἐν ταῖς ἐξαρθρήσεσί τε καὶ παραρθρήσεσι κᾀν ταῖς ἐντεροκήλαις τε καὶ ἐπιπλοκήλαις ὀνομαζομέναις, παρὰ δὲ τὴν πρὸς τὰ παρακείμενα μόρια μὴ κατὰ φύσιν ὁμιλίαν σύνδεσμός που χαλασθεὶς, ἢ συνταθεὶς, ἢ ἀποῤῥαγεὶς ἐμποδίζει τὴν ἐν ἐκείνῳ τῷ μορίῳ κίνησιν τῆς διαρθρώσεως. ἐν τούτῳ τῷ γένει καὶ οἱ τῆς γλώττης εἰσὶν ἄμετροι δεσμοὶ, καὶ οἱ τῶν αἰδοίων, ἐφ’ οἷς ἡ μὲν εἰς τὸ διαλέγεσθαί τε καὶ μασσᾶσθαι ἱκανῶς ἐμποδίζεται, τὸ δὲ αἰδοῖον ἐν τῷ κατασπείρειν εἰς τὸ θῆλυ πόῤῥω καὶ κατὰ εὐθὺ προπέμπειν ἀδυνατεῖ τὸ σπέρμα, διεστραμμένου τοῦ πόρου. καὶ μὲν δὴ καὶ αἱ συμφύσεις αἱ παρὰ φύσιν ἢ χειλῶν ἑλκωθέντων, ἢ βλεφάρων, ἢ δακτύλων, ἢ ἕδρας, 

871
ἤ τινος ἑτέρου τοιούτου ταύτης εἰσὶν τῆς διαφορᾶς. τοιαῦται μὲν δὴ καὶ αἱ τοῦ παρὰ τὴν σύνθεσιν τῶν μορίων γένους ἰδέαι τῶν νοσημάτων.

Λοιπὸν δέ ἐστι καὶ πέμπτον γένος νοσήματος, ἡ τῆς ἑνώσεως λύσις, εἴτ’ οὖν ἐν ἑνί τινι τῶν ἁπλῶν γένοιτο μορίων τῶν ὁμοιομερῶν ὀνομαζομένων, εἴτε κᾀν τοῖς συνθέτοις, ὅθεν καὶ μικρῷ πρόσθεν ἐν τοῖς κοινοῖς ἑκατέρων τῶν μορίων νοσήμασι ἐμνημονεύσαμεν αὐτῆς. ὅπου γὰρ διασπᾶται σύνδεσμος ἢ ἀρτηρία, κοινὸν τὸ πάθημά ἐστι καὶ τοῦ παντὸς ὀργάνου καὶ αὐτοῦ τοῦ διασπασθέντος μορίου. λέλυται γὰρ ἑκάτερον τῆς συνεχείας, τὸ μὲν ὅλον, μηκέτι συναπτομένων αὐτοῦ μηδ’ ἑνουμένων τῶν μορίων, αὐτὸ δὲ τὸ διασπασθὲν οὐκ ἔτι μένον ἓν, ἀλλὰ δύο γενόμενον. εἰ μέντοι μὴ διασπασθείη τελέως, ἀλλ’ ἐκ μέρους τινὸς, οὐκ ἔτι τοῦτο τοῦ παντὸς ὀργάνου τὸ νόσημά ἐστι, πλὴν εἰ μὴ κατὰ συμβεβηκὸς, ὅτι μόριον αὐτοῦ πέπονθεν, ἀλλ’ αὐτοῦ μόνον τοῦ πεπονθότος ἴδιον

872
ἐξαίρετον. ὀνομάζεται δὲ κατὰ μὲν ὀστοῦν ἡ τῆς συνεχείας λύσις κάταγμα, κατὰ δὲ τὰ σαρκώδη πάντα κοινῶς ἕλκος. τὸ δὲ ῥῆγμα καὶ τὸ σπάσμα τοῦ μὲν αὐτοῦ γένους ἐστί· συνίσταται δὲ τὸ μὲν ἐν σαρκώδει, τὸ δὲ ἐν νευρώδει μορίῳ, τῶν ἐν αὐτοῖς ἰνῶν διασπασθεισῶν ὑπὸ βιαίας τινὸς θλάσεως, ἢ ἐξαιφνιδίου τε καὶ ἀθρόας τάσεως. τὰ δὲ ἀποσπάσματα καλούμενα μόνων τῶν ὀργανικῶν ἐστι μορίων ἴδια παθήματα. αὗται μὲν αἱ σύμπασαι διαφοραὶ τῶν ἁπλῶν νοσημάτων.

Ἐπὶ δὲ τὰς συνθέτους ἤδη μετιέναι καιρὸς ἀπὸ τῶν ὁμοιομερῶν αὖθις ἀρξαμένους σωμάτων. ἔσται δὴ κατὰ μὲν τὴν προτέραν ὑπόθεσιν ἐξ εὐρύτητός τε καὶ στεγνώσεως πόρων νόσημά τι σύνθετον, οὐχ ἑκάστου τῶν κατὰ μέρος πόρων ἀμφότερα πάσχοντος, ἀλλὰ ἐναλλὰξ, τῶν μὲν στεγνουμένων, τῶν δ’ εὐρυνομένων σωμάτων, ὡς μηδὲν μᾶλλον εὐρύτητα πόρων ἢ στέγνωσιν

873
ἔχειν αἰτιᾶσθαι κατὰ τὸ σύμπαν ὁμοιομερὲς σῶμα, μηδ’. εἶναί τι λαβεῖν αἰσθητὸν αὐτοῦ μέρος, ᾧ θάτερον ὑπάρχει μόνον, ἀλλ’ αἰεὶ τὸ λαμβανόμενον ἅπαν ὑπ’ ἀμφοτέρων συνέχεσθαι. κατὰ δὲ τὴν δευτέραν ὑπόθεσιν ἐπὶ μὲν ταῖς ποιότησι μόναις ἐξισταμέναις τοῦ κατὰ φύσιν ἐν ἑκάστῳ τῶν ὁμοιομερῶν σωμάτων ἔσται σύνθετα νοσήματα τέτταρα, θερμὸν ἅμα καὶ ξηρὸν, καὶ θερμὸν ἅμα καὶ ὑγρὸν, καὶ ψυχρὸν ἅμα καὶ ξηρὸν, καὶ ψυχρὸν ἅμα καὶ ὑγρόν· οὐσίας δέ τινος ἐπιῤῥυείσης αὐτοῖς, ὁμοίως ἕτερα τέτταρα, τὰς αὐτὰς τῶν ποιοτήτων ἔχοντα συζυγίας. ἐπεὶ δὲ καὶ ἡ τῆς συνεχείας διαίρεσις οὐκ ἐν τοῖς συνθέτοις μόνον ὀργάνοις, ἀλλὰ καὶ ἐν τοῖς ἁπλοῖς ἐγγίνεται σώμασιν, ἐπιπλακήσεταί ποτε καὶ ἥδε τοῖς τε νῦν εἰρημένοις συνθέτοις νοσήμασι κατ’ ἀμφοτέρας τὰς ὑποθέσεις καὶ τοῖς εὐθὺς ἐν ἀρχῇ τοῦ παντὸς λόγου γεγραμμένοις τοῖς ἁπλοῖς. οὐ γὰρ ἀδύνατον ἡλκῶσθαί τε ἅμα καὶ ξηρότερον εἶναι τοῦ κατὰ φύσιν ἢ ὑγρότερον ἢ ψυχρότερον ἢ θερμότερον τὸ μόριον, οὐδ’ ἡλκῶσθαι μὲν ἅμα
874
καὶ ὑγρότερον ὑπάρχειν, οὐχὶ δὲ καὶ θερμότερον εἶναι. τά γ’ οὖν ἡλκωμένα τε ἅμα καὶ φλεγμαίνοντα μόρια τριχῇ τοῦ. κατὰ φύσιν ἐξίσταται, διὰ μὲν τὴν ἕλκωσιν ἀπολλύντα τὴν ἕνωσιν τῶν οἰκείων μορίων, ὅτι δὲ φλεγμαίνει, θερμότερά τε καὶ ὑγρότερα τοῦ κατὰ φύσιν ἀποτελούμενα. τὸν γὰρ δὴ ὄγκον τὸν ἐν αὐτοῖς, ὅταν μὲν ἐπὶ τοσοῦτον αἴρηται μέγεθος, ὡς βλάπτειν τι δι’ αὐτὸ τοῦτο τὴν ἐνέργειαν, ἤδη νόσημα νομιστέον, ἄλλως δὲ σύμπτωμά τε καὶ πάθημα μόνον, ὥσπερ καὶ τὴν ὀδύνην. ἅπαντ’ οὖν τὰ φλεγμαίνοντά τε ἅμα καὶ ἡλκωμένα σώματα τριχῇ μὲν ἐξ ἀνάγκης, τετραχῇ δ’ ἔστιν ὅτε νοσεῖ, φλεγμονὴν ὀνομαζόντων ἡμῶν δηλονότι νῦν οὐ τὴν οἷον φλόγωσιν τῶν μορίων, ὥσπερ ἦν ἔθος τοῖς παλαιοῖς, ἀλλὰ τὸν ἐρυθρόν τε καὶ ἀντίτυπον καὶ ὀδυνηρὸν ὄγκον. οὕτω δὲ καὶ τοῖς ἐρυσιπέλασι συμπίπτει πόθ’ ἕλκη. τοῖς μὲν γὰρ ἄνθραξιν ἀδύνατον ἄλλως συστῆναι, μέσα δὲ τούτων ἐστὶ τὴν φύσιν ἕρπητές τε καὶ καρκῖνοι, τὰ πολλὰ
875
μὲν ἅμα τοῖς ἕλκεσιν, ἔστιν ὅτε δὲ καὶ χωρὶς ἐκείνων συνιστάμενα. σύνθετα γοῦν ἐστι τὰ τοιαῦτα πάντα νοσήματα, κᾂν χωρὶς ἕλκους γίγνηται· καθ’ ἕνα μὲν τρόπον, ὅτι πάντα περιττῆς ὑγρότητος ἤτοι θερμῆς ἢ ψυχρᾶς ἐστιν ἔγγονα, χολῆς μὲν ξανθῆς ἐρυσίπελας, μελαίνης δὲ καρκῖνος αἵματος δὲ φλεγμονὴ, καὶ φλέγματος οἴδημα· καθ’ ἕτερον δὲ, διότι τῶν εἰρημένων χυμῶν, εἰ καὶ κατὰ τὴν ἰδέαν ὑγροὶ σύμπαντες εἰσὶν, ἀλλὰ τήν γε δύναμιν οὐχ ὑγροί· ὁ μὲν γὰρ τῆς μελαίνης χολῆς ξηρὸς καὶ ψυχρός· ὁ δὲ τῆς ξανθῆς ξηρὸς καὶ θερμός· ὁ δὲ τοῦ φλέγματος ὑγρὸς καὶ ψυχρός· ὑγρὸν δὲ καὶ θερμὸν τὸ αἷμα· κατὰ δ’ αὖ τρίτον τρόπον, ὅτι πάντα ἀλλήλοις ἐπιπλέκεται, καὶ σπάνιόν ἐστιν εὑρεῖν ἕκαστον αὐτῶν εἰλικρινές. ἀναμέμικται γὰρ ὡς τὰ πολλὰ ταῖς μὲν φλεγμοναῖς ἢ ἐρυσιπελατῶδες, ἢ οἰδηματῶδες, ἢ σκιῤῥῶδές τι, τοῖς δ’ ἐρυσιπέλασιν ἢ φλεγμονῶδες, ἢ οἰδηματῶδες, ἢ σκιῤῥῶδες, καὶ τῶν ἄλλων ὁμοίως ἑκάστῳ. σύνθετα τοίνυν γίγνεται πολυειδῶς ἅπαντα τοιαῦτα νοσήματα· καὶ ῥηθήσεται 
876
περὶ αὐτῶν ἐπὶ πλέον ἔν τε τῷ περὶ τῶν νοσερῶν αἰτίων γράμματι, καὶ ἐν τῷ μετ’ αὐτὸ, τῷ τῶν νοσωδῶν συμπτωμάτων, καὶ πρὸς τούτοις ἔτι διὰ τῆς θεραπευτικῆς πραγματείας, ἧσπερ ἕνεκα σύμπαντα ταῦτα γράφεται.

Νυνὶ δὲ, ἐπειδὴ τὸν τρόπον αὐτῶν τῆς ἐπιπλοκῆς εἴπομεν, ἐπὶ τὰ τῶν ὀργάνων ἤδη μετέλθωμεν νοσήματα, δεικνύντες ὅπως καὶ ταῦτα γίγνεται σύνθετα. πρῶτον δ’ ἀναμνῆσαι χρὴ τοῦ κατ’ ἀρχὰς ῥηθέντος, ὡς ἔστιν ἕτερα μὲν τῶν πρώτων σωμάτων τῶν ὁμοιομερῶν, ἕτερα δὲ τῶν ὀργανικῶν τε καὶ συνθέτων τὰ νοσήματα, φλεγμονὴ μὲν τῶν πρώτων, ἐξάρθρημα δὲ τῶν ὀργανικῶν. ὅταν οὖν ἐξαρθρήσῃ τε ἅμα καὶ φλεγμήνῃ τι κῶλον, αὐτοῦ μὲν πρώτως ἐστὶ τοῦ σύμπαντος ὀργάνου νόσος ἡ ἐξάρθρησις, ἡ φλεγμονὴ δὲ οὐ πρώτως, οὐδ’ ἰδίως, ἀλλὰ κατὰ συμβεβηκός. ἐπειδὴ γὰρ ἑνὸς ἑκάστου τῶν μορίων αὐτοῦ νόσημά ἐστιν ἡ φλεγμονὴ, κατὰ συμβεβηκὸς ἂν εἴη καὶ τοῦ σύμπαντος ὀργάνου τὸ νόσημα. καὶ μὲν δὴ καὶ ὀφθαλμία φλεγμονὴ μέν ἐστι τοῦ ἐπιπεφυκότος

877
ὑμένος τῷ κερατοειδεῖ, κατὰ συμβεβηκὸς δὲ τοῦ ὀφθαλμοῦ νόσημα. συμβαίνει δέ ποτε, τοῦ κερατοειδοῦς χιτῶνος ἕλκος ἔχοντος βαθὺ, κᾄπειτα διαβρωθέντος ὅλου, προπεσεῖν μέν τι τοῦ μετ’ αὐτὸν τοῦ ῥαγοειδοῦς ὀνομαζομένου, παρασπασθῆναι δὲ καὶ τὴν κόρην· καὶ τούτων ἕκαστον τῶν τριῶν ὀφθαλμοῦ πάθημα νομίζεται. καίτοι τὸ μὲν ἑλκωθῆναί τε καὶ διαβρωθῆναι τοῦ κερατοειδοῦς ἦν μόνου, τὸ δὲ προπεσεῖν τοῦ ῥαγοειδοῦς, τὸ δὲ παρασπασθῆναι τῆς κόρης. ἀλλ’, ὡς εἴρηται, τὰ τῶν ὁμοιομερῶν σωμάτων νοσήματα τοῦ σύμπαντος ὀργάνου κατὰ συμβεβηκός ἐστι. καὶ τοίνυν, ἐπειδὰν μὲν ἓν ὁτιοῦν ἐξ αὐτῶν νοσῇ σύνθετον νόσημα, τοῦ σύμπαντος ὀργάνου καὶ τοῦτο ἔσται νόσημα κατὰ συμβεβηκός· ἐπειδὰν δὲ πλείω μὲν, ἀλλ’ ἕκαστον ἑνὶ κατέχηται νοσήματι, σύνθετον ἂν εἴη οὕτως τὸ νόσημα τοῦ σύμπαντος ὀργάνου. ἔστω γὰρ, εἰ τύχοι, κατὰ τὸν ὀφθαλμὸν (οὐ γὰρ ἀδύνατος ἡ ὑπόθεσις) ἅμα μὲν πτερύγιον, ἅμα δὲ ὀφθαλμία, καὶ διάβρωσις τοῦ κερατοειδοῦς, καὶ πρόπτωσις τοῦ ῥαγοειδοῦς, καί τις ἀρχὴ γενέσεως ὑποχύματος. ὅτι μὲν οὐχ
878
ἓν οὐδ’ ἁπλοῦν ἐστι τὸ νόσημα, πρόδηλον παντί. καλέσει δ’ ὁ μέν τις αὐτὸ σύνθετον ὀφθαλμοῦ νόσον, ὁ δέ τις οὐδεμίαν σύνθετον, ἀλλὰ πολλὰ νοσήματα ἐρεῖ κατὰ τὸν ὀφθαλμὸν ὑπάρχειν ἐν διαφόροις αὐτοῦ μέρεσι συνεστῶτα. διαφέρει δ’ οὐδὲν ὡς πρὸς τὴν τῆς θεραπευτικῆς ἐνδείξεως ποικιλίαν, ἧσπερ ἕνεκα τὰ τοιαῦτα σύμπαντα ζητοῦμεν, εἴθ’ ἓν εἴη σύνθετον, εἴτε πολλὰ μαχομένης ἰάσεως δεόμενα. ῥηθήσεται δὲ δηλονότι περὶ αὐτῶν ἐπὶ πλέον ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. εἰς δὲ τὸν νῦν ἐνεστῶτα λόγον ἀπόχρη τό γε τοσοῦτον ἐνδείξασθαι καὶ δηλῶσαι, τὸ πιθανῶς ἂν ἑκατέρους δοξάζειν, τούς τε πολλὰ νοσήματα κατὰ τὸν ὀφθαλμὸν ὑπάρχειν ὑπολαμβάνοντας, τούς τε, καθάπερ ἓν τὸ πάσχον ὄργανον, οὕτω καὶ τὸ νόσημα ἓν εἶναι νομίζοντας, σύνθετον δὲ, ὅταν, ὡς εἴρηται, πλείονα μόρια πεπόνθῃ κατ’ αὐτόν. ὥσπερ οὖν τῶν ἁπλῶν νοσημάτων τὸ μὲν αὐτοῦ πρώτως ἦν νόσημα τοῦ σύμπαντος ὀργάνου, καθάπερ τὸ ὑπόχυμα, τὸ δὲ κατὰ συμβεβηκὸς, ὡς ἡ τοῦ κερατοειδοῦς ἕλκωσις, οὕτω καὶ τῶν συνθέτων νοσημάτων ἴδια μὲν ἔσται τοῦ
879
σύμπαντος ὀργάνου τὰ πολλοῖς αὐτοῦ μορίοις ἅμα διοχλοῦντα, κατὰ συμβεβηκὸς δὲ τὰ καθ’ ἕν τι μόριον ἐν αὐτῷ συνιστάμενα νοσήματα σύνθετα, καθάπερ ἡ ὀφθαλμία, φλεγμονὴ τοῦ ἐπιπεφυκότος ὑμένος ὑπάρχουσα. σύνθετον γὰρ ἐδείκνυτο πάθος ἡ φλεγμονή· προσγινομένου δὲ ἕλκους κατὰ τὸν αὐτὸν τοῦτον ὑμένα, πολὺ μὲν ἂν οὕτω γε μᾶλλον ἐν συνθέτῳ νοσήματι τὸ μόριον εἴη, λέγοιτο δ’ ἂν οὐδὲν ἧττον καὶ αὐτὸς ὁ σύμπας ὀφθαλμὸς ὑπὸ συνθέτου νοσήματος ἔχεσθαι. τὰ μὲν δὴ τοιαῦτα κατὰ συμβεβηκὸς ὅλων τῶν ὀργάνων ἐστὶ νοσήματα σύνθετα· τὰ δ’ ἐκ τοῦ πολλὰ μόρια πεπονθέναι καθ’ ἕνα χρόνον αὐτῶν τῶν ὀργάνων ἐστὶ πρώτως νοσήματα σύνθετα, καὶ μᾶλλον εἰ καὶ τῶν κατὰ μέρος ἕκαστον τῶν ἁπλῶν μὴ κατά τι συμβεβηκὸς, ἀλλὰ πρώτως εἴη τοῦ σύμπαντος ὀργάνου νόσημα, καθάπερ ἐν ὀφθαλμῷ πτερύγιον, ὑπόχυμα, ῥυάς. ἕκαστόν τε γὰρ τούτων ἴδιόν ἐστιν ὀφθαλμοῦ νόσημα, καὶ πάνθ’ ἅμα γιγνόμενα σύνθετον ὀφθαλμοῦ νόσον ἰδίαν ἐργάζεται. τοιαύτῃ τις ἂν χρώμενος μεθόδῳ πάντα ἐξευρίσκοι τὰ σύνθετα νοσήματα τῶν
880
ὅλων ὀργάνων. ἐμοὶ δὲ ἐπεξέρχεσθαί τε καὶ συντιθέναι πάντα περιττὸν ἐδόκει. μεμαθηκώς τις γὰρ τά θ’ ἁπλᾶ νοσήματα πάντα καὶ τὸν τρόπον αὐτῶν τῆς συνθέσεως, ἱκανὸς ἂν εἴη γυμνάζειν ἑαυτὸν ἐν τοῖς κατὰ μέρος· ὡς τό γ’ ἀναγνῶναι μόνον εἰσάπαξ, ὅσα γέγραπται κατὰ τόδε τὸ βιβλίον, οὐδὲν ὄφελος, εἰ μὴ μέλλοι τις ἐν αὐτοῖς ἐπὶ πλεῖστον γυμνάζεσθαι.