De ptisana

Galen

Galen, De ptisana, Claudii Galeni Opera Omnia, Kühn, Volume 6, 1823

Ἐπειδὴ πρὸ μικροῦ τινὰς εὗρον τῶν ἰατρῶν περί τινα τῶν νοσούντων τῷ χυλῷ τῆς πτισάνης χρωμένους, μήτε, ἐφ’ ὧν ἐνδέχεται ἢ οὐκ ἐνδέχεται παρέχειν ἀῤῥώστων, προσδιοριζομένους, μήτε τὸν τρόπον, καὶ τὸ ποσὸν τῆς δόσεως, καὶ τὸν ἁρμόζοντα καιρὸν τῇ προσφορᾷ τοῦ ῥοφήματος προσαφορίζοντας, ἀλλ’, ὡς ἔοικε, τὴν τῆς πτισάνης χρῆσιν εὔθετον εἶναι λογιζομένους, ὁπηνίκ’ ἂν βουληθῶσι, ᾧδ’ ἔδοξέ μοι περὶ τῆς χρήσεως αὐτῆς ὅσα τῷ Ἱπποκράτει

817
σαφέστερον ἐκθεμένῳ διὰ τὴν τῶν πολλῶν παρακολούθησιν ἑρμηνεῦσαι τόν τε τρόπον τῆς ἑψήσεως καὶ τὴν δύναμιν αὐτῆς καὶ ἐνέργειαν, καὶ τὸν καιρὸν καὶ τὸ ποσὸν καὶ τὸν τρόπον τῆς δόσεως, ὁπόσα τε ἀγαθὰ τοῖς σώμασι τῶν καμνόντων δίδωσιν ἁρμοζόντως προσφερομένη, καὶ τοὐναντίον πάλιν φαῦλα ἀκαίρως προσενεχθεῖσα, καὶ πρὸς τούτοις ποίοις σώμασιν αὐτὴν προσήκει προσφέρειν, καὶ ποίοις οὐ προσήκει. ἀλλ’ ἐπειδὴ σύνθετόν τι πρᾶγμα ὑπάρχει ἡ πτισάνη καὶ ὁ χυλὸς, (ἐκ κριθῆς γὰρ κατασκευάζεται πτισθείσης καλῶς, ὅ ἐστιν ἐκλεπισθείσης, καὶ ὕδατος, καὶ τοιᾶσδε ἑψήσεως,) πρῶτον περὶ τῶν μερῶν αὐτῆς ἔκρινα εἰπεῖν διὰ κεφαλαίων. εἰ μὴ γὰρ ταῦτά τις πρότερον διορίσηται, μεγάλως βλάψει, κᾂν καὶ τὰ λοιπὰ πάντ’ ἀκριβολογήσηται ἐφεξῆς.

Ὅτι μὲν οὖν τὸ ἄριστον ὕδωρ ἐκλέγεσθαι χρὴ εἰς τὴν κατασκευὴν τῆς πτισάνης, οὐδεὶς, οἶμαι, ἀμφισβητεῖ. ἄριστον δὲ ὕδωρ συστάσει, καὶ γεύσει, καὶ

818
ὀσμῇ, καὶ χροιᾷ κρίνεται· τῇ μὲν γεύσει καὶ τῇ ὀσμῇ, ἵνα μηδεμίαν ἀλλόκοτον ὑπεμφαίνῃ ποιότητα, τουτέστιν ἵνα μὴ γλυκὺ ὑπάρχῃ, μήθ’ ἁλυκὸν, μήτ’ ὀξῶδες, ἢ δριμὺ, ἢ δυσῶδες, ἢ σηπεδονῶδες, ἢ ὅλως ἄλλην τινὰ ἐπίκτητον ποιότητα κεκτημένον, ἀλλ’ ἄποιον παντελῶς, καὶ χωρὶς πάσης ἐπικτήτου ποιότητος, καὶ χωρὶς πάσης ἐπιμιξίας γευστικῆς τε καὶ ὀσφραντικῆς. δεῖ μέντοι καὶ διαυγὲς εἶναι καὶ καθαρὸν καὶ μηδὲν ἰλυῶδες ἔχον, ἀλλ’ ὥσπερ ἀκριβῶς διηθημένον, καὶ τῶν ἐν αὐτῷ ἐμφερομένων ψηγμάτων ἀπηλλαγμένον. τὸ γάρ τοι τοιοῦτον ὕδωρ πρὸς τὴν μὲν χρῆσίν ἐστι λυσιτελὲς, πρὸς δὲ τὴν φύσιν οὐδ’ οὕτως ἐστὶ καθαρὸν, ὥσπερ οὐδ’ ἄλλο τι τῶν αἰσθητῶν στοιχείων. εἰ δὲ τοιοῦτόν ἐστιν, οἷον εἶπον, τὸ ὕδωρ, εὐθύς ἐστι λεπτομερέστερον αὐτὸ, ῥᾳδίως τε πεττόμενον καὶ ἀναδιδόμενον, καὶ τὰ ὑποχόνδρια ταχέως διεξερχόμενον, καὶ οὐ μόνον τῇ φυσικῇ θερμότητι πλησιάζον εὐαλλοίωτόν ἐστιν, ἀλλὰ καὶ τῷ ἔξωθεν πυρὶ προσομιλῆσαν θερμαίνεται συντόμως. καὶ μάρτυς Ἱπποκράτης τοῦ λόγου ὕδωρ γὰρ τὸ ταχέως θερμαινόμενον
819
καὶ αὖθις ταχέως ψυχόμενον κουφότατον εἶναι βούλεται, οὐ τὸ ἐλαφρὸν καὶ σταθμῷ διακρινόμενον, ἀλλὰ τὸ λεπτομερὲς καὶ ῥᾳδίως εἰς ἑαυτὸ τὰς ἐναντίας ποιότητας δεχόμενον. τὸ δὲ τοιοῦτον ὕδωρ καὶ ψυχρόν ἐστι καὶ ὑγρὸν, καὶ ὕδωρ κυρίως. τὰ δ’ ὑπό τινος οὐσίας ἢ ποιότητος νοθευθέντα, ὁποῖά εἰσι τὰ ἀσφαλτώδη, καὶ θειώδη, καὶ στυπτηριώδη, τοσοῦτον τῆς τοῦ ὕδατος φύσεως ἀφεστήκασιν, ὅσον καὶ ἐνοθεύθησαν. εἰ δὲ καὶ ἀπόδειξιν ζητεῖς τοῦ ψύχειν τε καὶ ὑγραίνειν τὸ ὕδωρ, οὐ τοῦ νῦν ἐστι λόγου, περὶ πτισάνης προθεμένου διεξελθεῖν· πλὴν ὅτι ψυχρόν ἐστι καὶ ὑγρὸν, ἅπαντες οἱ παλαιοὶ ἀπέδειξαν, καὶ ἡ πεῖρα μαρτυρεῖ, καὶ πάντων δὲ λόγῳ ὁμολογούμενον τοῦτο λαβὼν εἰς τὸν περὶ κριθῆς λόγον ἔρχομαι.

Κριθὴ τοίνυν, ὡς μὲν καθόλου λαμβανομένη, ψύχει καὶ ξηραίνει, ἔχει δέ τι καὶ ῥυπτικὸν καὶ φυσῶδες. κατὰ μέρος δὲ τὸ μὲν ἐκτὸς αὐτῆς λέπυρον, τὸ πιτυρῶδες, ξηρότερον ὑπάρχει καὶ ῥυπτικώτερον· τὸ δ’ ἐντὸς αὐτῆς, οἷον σαρκῶδες καὶ τρόφιμον, ῥύπτει μὲν καὶ

820
αὐτὸ, ἀλλ’ ἔλαττον τοῦ πιτύρου, ἔχει δὲ καὶ φυσῶδες ἐν ἑαυτῷ. ὁ δ’ ἕτερος ὑμὴν ὁ λεπτὸς, ὁ ἔσωθεν τοῦ πιτύρου κείμενος, περιέχων δὲ τὴν κριθὴν, μεταξὺ τούτων ἐστὶ κατὰ τὴν δύναμιν· διὸ ῥύπτει μὲν τοῦ πιτύρου ἔλαττον, μᾶλλον δὲ τῆς κριθῆς. δεῖ δὲ προσυπακούειν τῷ λόγῳ τὰς ἀρίστας κριθὰς καὶ μηδὲν ἐχούσας ἀπὸ σηπεδόνος ἐπίκτητον, ἢ περιττωματικὴν ὑγρότητα, καὶ μήτ’ ἄγαν νέας, μήτε πάντῃ παλαιάς. αἱ μὲν γὰρ νέαι πλήρεις εἰσὶν ὑγρότητος περιττωματικῆς, ἣν ἀπὸ τῆς χώρας ἔλαβον, [καὶ πλήρεις ὑγρότητος,] καὶ πνεύματος ἀνάμεστοι· αἱ δὲ παλαιαὶ τῷ χρόνῳ ἐξίτηλοι καὶ ἀσθενεῖς ἐγένοντο, ἀποβαλλόμεναι τὴν ἑαυτῶν δύναμιν· καὶ σημεῖον ἡ ῥυτίδωσις ἡ ἐν αὐταῖς γενομένη, καὶ τοῦ μεγέθους ἡ μείωσις, καὶ τὸ κοπτομένων αὐτῶν ὥσπερ κόνιν τινὰ ἀποπίπτειν λεπτήν. πλήρεις οὖν εἶναι ἁρμόζει τὰς κριθὰς τὰς εἰς τὴν ποίησιν τῆς πτισάνης ἐκλεγομένας, μήτε νέας μήτε παλαιὰς πάνυ, καὶ πάσης ἀπηλλαγμένας ἐπικτήτου ποιότητος. ἀλλ’ οὐκ ἀρκεῖ τοῦτο μόνον, ἀλλὰ καὶ τὴν ἀπὸ τῆς πείρας βάσανον αὐταῖς 
821
προσακτέον. εἰ γὰρ πρὸς τοῖς εἰρημένοις καὶ τῇ ἑψήσει εἰς ὄγκον ἐπαίρονται πλείονα, καὶ ταύτας λαμβάνειν χρὴ εἰς τὴν ἕψησιν, εἰ μέλλοι τις κατὰ λόγον αὐτὴν καὶ ὡς ἐνδέχεται ποιεῖν. τί μὲν οὖν ἐστι τὸ ἄριστον ὕδωρ, καὶ πῶς διακρίνεται, καὶ τίς ἡ καλλίστη κριθὴ, καὶ ποίοις γνωρίσμασιν αὐτὴν γνωριοῦμεν, εἴρηται μὲν ἡμῖν διὰ κεφαλαίων.

Λοιπὸν δὲ τρίτον ἐστὶν εἰπεῖν περὶ τῆς ἑψήσεως. σκευάζουσι μὲν γὰρ αὐτὴν ἐν ὅλμῳ διακόψαντες πρότερον εἰς μικρὰ μόρια, ἔπειτα ταχέως ἑψήσαντες ἐπιβάλλουσιν οἱ μὲν ἕψημα, οἱ δὲ ἄμυλον, καί τινες κύμινον καὶ μέλι. ἔστι δ’ ἡ τοιαύτη σκευασία μοχθηρά· ἡ δ’ ἀρίστη καὶ καλῶς γινομένη τοιάδε τίς ἐστιν. προδιαβρέχειν αὐτὴν πρότερον ἐν ὕδατι ὠμὴν οὖσαν, ἔπειτα τρίβειν ταῖς χερσὶν ἐπὶ τοσοῦτον, ἄχρις ἂν ὁ λεπτὸς ὑμὴν ἀποτιναχθῇ. καὶ διὰ τοῦτ’ αὖθις τρίβεται ἰσχυρῶς μετὰ τῶν χειρῶν, ἕως ἂν ἅπαν τὸ ἀχυρῶδες ἀποτινάξηται, πλὴν εἴ τις αὐτὴν βούλεται ποιῆσαι ῥυπτικωτέραν· τότε γὰρ ἄμεινον μᾶλλον

822
σὺν τῷ ὑμένι αὐτὴν καθέψειν. ἡ δὲ ἕψησις αὐτῆς γενέσθω τόνδε τὸν τρόπον, ἵνα πρότερον μὲν ἐπὶ πολὺ ἀναβράσῃ, ὕστερον δ’ ἐπὶ μαλακοῦ πυρὸς ἄχρι πολλοῦ χυλωθῇ.

Οὕτω γὰρ ἑψημένη τὸ μὲν φυσῶδες ἀποτίθεται πᾶν, ἐπικτᾶται δ’, ὅσα περ αὐτῇ ἀγαθὰ ὁ Ἱπποκράτης προσμαρτυρεῖ. τὸ γὰρ γλίσχρασμα αὐτῆς, φησὶ, λεῖον καὶ συνεχὲς καὶ προσηνές ἐστι, καὶ ὀλισθηρὸν, καὶ πλαδαρὸν μετρίως, καὶ ἄδιψον, καὶ εὐέκπλυτον καὶ εὐέκκριτον, εἴ τι καὶ τούτου προσδέοι, καὶ οὔτε στύψιν ἔχει, οὔτε ἄραδον κακὸν, οὔτε ἀνοιδίσκεται ἐν τῇ κοιλίᾳ. ἀνῴδηκε γὰρ ἐν τῇ ἑψήσει, ὁκόσον πλεῖστον ἐπεφύκει διογκοῦσθαι. ὅτι μὲν οὖν οὐδὲν ἔχει κολλῶδες καὶ ἐμπλαστικὸν ἡ πτισάνη, καθάπερ πάντα τὰ γλίσχρα, πρόδηλον. ῥύπτει γὰρ οὐ τὸν ῥύπον μόνον τοῦ σώματος, ἀλλὰ καὶ τὸν ἐν τῇ γαστρὶ φλεγματικὸν χυμὸν ἀποκαθαίρει πως διδομένη. ἡ δὲ πολλὴ ἕψησις καὶ ἀκριβὴς ἕνωσις τῶν μιχθέντων τὴν φαινομένην ταύτην ἐργάζεται γλισχρότητα. τοῦτο τοίνυν τὸ φαινόμενον

823
αὐτῆς γλίσχρασμα οὐδεμίαν ἔχει τραχύτητα, ἀλλὰ λεῖόν ἐστι πάντῃ, καὶ ὁμαλὸν, καὶ μένον, καὶ συνεχές. οὐδεμιᾶς γὰρ στύψεως μετέχον ἢ δριμύτητος, ἐξ ὧν ἡ τραχύτης γίνεται, τὸ λεῖον ἐξ ἀνάγκης ἔχει, οὐ κατὰ τὴν ἁφὴν μόνον, ἀλλ’ ἤδη καὶ τὴν δύναμιν. τὰ μὲν γὰρ ἄλλα γλίσχρα, ὥσπερ τὸ ἔλαιον, καὶ τὸ μέλι, καὶ τὰ λοιπὰ, ἁπτομένῳ σοι φανεῖται λεῖα καὶ ὁμαλῆ, μηδὲν ἔχοντα ἐν ἑαυτοῖς ἀνώμαλον, ὡς τὸ μὲν εἶναι λεπτὸν, τὸ δὲ παχὺ, ἢ διεσπασμένον τε καὶ διηρημένον, ὡς διὰ τοῦτο τὸ κατὰ τὴν ἁφὴν λεῖον κεκτῆσθαι, κατὰ δὲ τὴν πρὸς ἄλλα τινὰ ἐνέργειάν τε καὶ δύναμιν οὐδαμῶς. οὐ γὰρ διαβρέχει πάντα τὰ μόρια τοῦ σώματος ὁμαλῶς τε καὶ συνεχῶς, ὧν ἂν προσεγγίζῃ, ἀλλὰ διίστανται κατὰ τοῦτ’ ἀπ’ ἀλλήλων τὰ τῶν γλίσχρων ἁπάντων μόρια χωρὶς τῆς πτισάνης. αὕτη γὰρ, λεία τυγχάνουσα κατὰ τὴν ἁφὴν καὶ συνεχὴς καὶ ἀδιάσπαστος, καὶ κατὰ τὴν δύναμιν τοιαύτη καθέστηκε. κᾀκεῖνα μὲν οὐδεμίαν ἔχουσιν ἡδονὴν κατὰ τὴν γεῦσιν, αὕτη δὲ πρὸς τοῖς ἄλλοις καὶ τὸ κατὰ τὴν γεῦσιν
824
ἡδὺ καὶ προσηνὲς κέκτηται, καὶ μάλιστ’ ἐπὶ τῶν νοσούντων. ἄρτος δ’, εἰ καὶ τῶν ἄλλων ὑπερέχει κατ’ ἀρετὴν, ἀλλὰ καὶ οὗτος ἀηδίαν ἔχει πολλὴν, κᾂν ὕδατι διάβροχος ᾖ, ὡς δεόμενος μασσήσεως. δεύτερον δὲ ἡ πτισάνη καὶ τοῦτο πλεονεκτεῖ, τὸ μηδεμίαν ἐκ τῆς μασσήσεως ἀηδίαν ἐμποιεῖν. ἔχει μέντοι καὶ τὸ ὀλισθηρὸν, καὶ μάλισθ’ ὁ χυλὸς, μηδὲν ἐμπεπλασμένον καταλιπὼν κατὰ τὴν δίοδον, καθάπερ πάντα τὰ γλίσχρα χωρὶς τῆς πτισάνης· αὕτη γὰρ ῥᾳδίως διέρχεται εἰς τὰ κατὰ τὸν θώρακα μόρια διὰ τὸ ἐν αὐτῇ ῥυπτικὸν, ὥσπερ καὶ πρὸς τὴν ὑποχώρησίν ἐστιν ἐπιτηδεία, καὶ πρὸς τὴν ἀνάδοσιν, καὶ μάλιστα ἐφ’ ὧν εἰς τὰ κυρτὰ τοῦ ἥπατος οὐ διέρχεται εὐκόλως τὰ λαμβανόμενα. πλαδαρὸν δ’ ἐστὶ μετρίως, ὅπερ ἐστὶν ὑγρὸν, καὶ ἄδιψον. καὶ τὸ μὲν ὑγρὸν ἔχει ἀπὸ τοῦ ὕδατος, πλὴν κεκλασμένον διὰ τὴν φύσιν τῆς κριθῆς μετρίως ξηραίνουσαν· τὸ γὰρ ἐξ ἐναντίων συγκείμενον δυνάμεων, ἄλλην τινὰ φύσιν ἐπίκτητον κτησάμενον, τὰ ἄκρα ἐξέφυγε. ἄδιψον δ’, ὡς ὑγρόν· πλέον δὲ τοῦ ὕδατος ἔχει τὸ ἄδιψον,
825
εἰ καὶ κατὰ τὴν ὑγρότητα ἐλαττοῦται, ὅτι καὶ τάχιον ἀναδίδοται, καὶ ὅτι παραμένουσαν αὑτῇ ἔχει τὴν ὑγρότητα διὰ τὴν γλισχρότητα, καὶ πρὸς τούτοις ὅτι καὶ ψυχρόν ἐστι. διὰ ταῦτα καὶ διακαέσι πυρετοῖς ἁρμοδιώτατον, ὡς κατὰ πάντα αὐτοῖς ἐναντιουμένη, ψύχουσά τε καὶ ὑγραίνουσα, καὶ ῥύπτουσα τοὺς σηπεδονώδεις χυμοὺς, καὶ τροφὴν οὐκ ὀλίγην παρέχουσα τῷ σώματι, τοὺς δ’ ἡμισαπεῖς συμπέττουσά τε καὶ εἰς χρηστὸν χυμὸν μεταβάλλουσα. ταῦτα δ’ ἔχει πάντα μετὰ τοῦ μηδεμίαν ἔχειν στύψιν ἢ τοῦ στομάχου ἀνατροπήν. ἡ μὲν γὰρ στύψις, ὅσον εἰς ῥῶσιν τῆς γαστρὸς ἱκανὴ, τοσοῦτον εἰς τὸ παχῦναι τοὺς χυμοὺς ἐπιτήδειος· ἡ δ’ ὑγρότης, τὸ παχύνειν οὐκ ἔχουσα, τὸ ἀμετάτρεπτον ἔχει. ἅπαν μέντοι πέφευγεν ἡ πτισάνη διὰ τὸ μηδὲν ἄμετρον ἔχειν κακόν. ἀλλ’ οὐδὲ ταραχὴν, οὐδὲ θόρυβόν τινα ἐν κοιλίᾳ ποιεῖ διὰ τὸ μηδεμίαν δύναμιν ἔχειν ἀπὸ δριμύτητος ἢ πνεύματος φυσώδους· καὶ τοῦτο γὰρ ἐν τῇ ἑψήσει ἀποβάλλεται. τὰ μὲν οὖν ἀγαθὰ τῆς πτισάνης, ἃ ἐκ τῆς χρηστῆς ἑψήσεως ἐκτήσατο, 
826
ταῦτ’ ἐστί. καὶ κατὰ μακρὸν μὲν ὁ λόγος ἐδίδαξε, καὶ αὖθις δὲ διὰ κεφαλαίων ἐρεῖ. λεῖα μέν ἐστιν αὐτῆς τὰ μόρια, καὶ ὁμαλὰ, καὶ συνεχῆ, καὶ ἡνωμένα, ὡς μὴ τὸ μὲν αὐτῆς φαίνεσθαι λεπτὸν, τὸ δὲ παχὺ ἢ ὅλως ἀνώμαλον. καὶ τοῦτο οὐ κατὰ τὴν ἁφὴν ἔχει μόνον, ἀλλ’ ἤδη καὶ κατὰ τὴν ἑαυτῆς ἐνέργειάν τε καὶ δύναμιν. ἔστι δὲ καὶ κατὰ τὴν γεῦσιν προσηνὴς, τουτέστιν μηδεμίαν ἔχουσα ἀηδίαν, καὶ ὑγρὰ, καὶ ἄδιψος, διὰ τὴν παροῦσαν αὐτῇ γλισχρότητα. τὸ δὲ λεῖον καὶ ὑγρὸν καὶ προσηνὲς καὶ στύψεως ἀπήλλακται καὶ ἄλλης ἰσχυρᾶς ποιότητος. ἐπὶ πᾶσι δὲ τούτοις καὶ ἄφυσον διὰ τὴν χρηστὴν ἕψησιν. οὕτως δ’ ἔχουσα τοῖς ὀξέσι πυρετοῖς ὑπάρχει ἁρμόδιον, οὐ μόνον ὅτι κατὰ πάντα αὐτοῖς ἀντίκειται, ἀλλ’ ὅτι καὶ εὐπεπτότατόν ἐστι, καὶ ἀσθενέστατον κατὰ πᾶσαν ποιότητα, καὶ εὐανάδοτον, καὶ τοὺς μὲν σεσηπότας χυμοὺς καθαίρουσα διὰ τὸ ῥυπτικὸν, τοὺς δὲ ἡμισαπεῖς ἔτι συμπέττουσα.

Πλὴν οὐχ ἁπλῶς δοτέον αὐτὴν ἐπὶ τῶν νοσημάτων, ἀλλὰ προσδιορισμῶν δεῖται πολλῶν. οὔτε γὰρ

827
ἐν τοῖς ἐπικινδύνως ἔχουσι διδόναι αὐτὴν προσήκει, οὔτε τοῖς φλεβοτομίας ἢ καθάρσεως δεομένοις ἢ κλυστῆρός τινος, ἢ τοῖς πεπληρωμένοις τῶν κατὰ γαστέρα περιττωμάτων, ἢ τοῖς ὑπὸ ὀδύνης ἐνοχλουμένοις μεγάλης, καὶ μηδαμῶς δεομένοις ταῖς ἰατρικαῖς πυρίαις, ἢ φλεβοτομίαις, ἢ καθάρσεσιν, ἀλλ’ οὐδὲ τοῖς ξηροτάτοις νοσήμασι προσφέρειν αὐτὴν ἁρμόζει. κσυνεπισκέπτεσθαι δὲ χρὴ καὶ τὸν καιρὸν, καὶ τὸ ποσὸν τῆς δόσεως, καὶ τὸ ἦθος τοῦ κάμνοντος, καὶ τὸ πότε τὸν χυλὸν μόνον προσήκει, ἢ καὶ τὴν πτισάνην αὐτὴν, ἢ καὶ ἀμφότερα, ἢ καὶ οὐδέτερα. ὁ μὲν οὖν καιρός ἐστι τοῦ διδόναι ῥοφήματος, ὁπηνίκα διορισάμενος μέλλεις αὐτὴν παρασχεῖν, ὁπότε τὸ σῶμα γέγονε διακείμενον ὁμαλῶς, καὶ μὴ τὸ μὲν αὐτοῦ ἐστι θερμότερον, τὸ δὲ ψυχρότερον. τοιοῦτον δ’ ἐστὶ, καθ’ ὃν καιρὸν ἡ τοῦ νοσήματος παρακμή· μετὰ ταῦτα γὰρ ἡ τοῦ σώματος σύμπασα θερμότης ὁμαλῶς ἐπὶ πάντα τὰ μόρια διακέχυται. τὸ δὲ πλῆθος μὴ πολὺ ὑπάρχῃ μηδὲ ὑπέρπαχυ. σφαλερὸν γάρ ἐστι καὶ αὐτῷ τῷ Ἱπποκράτει τὸ κατὰ
828
πολὺ καὶ ἀθρόως πληροῦν, κατὰ βραχὺ δὲ ἀσφαλές. τιθέσθω καὶ πρὸς τὸ ἔθος παραμετρείσθω. εἰ μὲν γὰρ ἅπαξ ἦν εἰθισμένος διαιτᾶσθαι, παρέχε καὶ αὐτὸς καθάπαξ τὸ πόμα· εἰ δὲ δὶς τῆς ἡμέρας ἐτρέφετο, διπλασίαζε καὶ αὐτὸς τὴν δόσιν. ἡ δὲ παραύξησις καὶ ἡ προσθήκη τοῦ ῥοφήματος ἐπὶ μὲν τῶν ξηροτέρων νοσημάτων οὐ χρὴ γίνεσθαι· δεῖται γὰρ τὸ τοιοῦτον προπομάτων ἰσχυροτέρων, ἢ κατὰ πτισάνην, ἵνα πλέον ὑγρανθῇ. ξηρὰ δὲ νοσήματά εἰσι πλευρῖτις καὶ περιπνευμονία, καὶ ὅλως τὰ κατὰ θώρακα, ὅταν μηδὲν ἐξ αὐτῶν ἀναπτύηται, τὰ δὲ καθ’ ἧπαρ καὶ γαστέρα καὶ ἔντερα, ὅταν μηδὲν ἐκκρίνηται, καὶ σκληρὰ, καὶ μὴ πρὸς ἀνάγκην, καὶ μὴ ἄξια λόγου. αἱ δὲ κατὰ τὰς ἀρτηρίας τε καὶ φλέβας ξηρότητες διὰ τῆς γλώττης καὶ τοῦ ἔξω δέρματος διαγινώσκονται· οὕτως δὲ καὶ τὰ ἐν τῇ κεφαλῇ πάθη, μηδενὸς δι’ ὑπερώας ἢ ῥινὸς ἐκκαθαιρομένου. κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ φλεγμοναὶ καὶ ἕλκη ξηρὰ τυγχάνουσιν, ἀφ’ ὧν μηδὲν εἰς ἰχῶρας ἀποκρίνεται.
829
ἐπὶ δὲ τῶν τοιούτων νοσημάτων οὐ προσήκει ποιεῖσθαι τὴν πτισάνην, οὔτε γὰρ ὑγραίνειν αὐτὰ δύναται, ἅτε μὴ ἄγαν ὑγραίνουσα τὰ πολλῆς καὶ ἰσχυρᾶς δυνάμεως ὑγραινούσης δεόμενα, καὶ ἔτι τὴν ἀπὸ πληρώσεως βλάβην τοῖς σώμασι παρέχουσα. ἂν δὲ καὶ τὸ σῶμα ὑγρότερον ᾖ, καὶ εἴ τι ἀπὸ τοῦ πνεύμονος ἐκπτύεται, τότε χρὴ ἐπαύξειν ἀεὶ καὶ προστιθέναι τὴν πόσιν αὐτῆς· ὑγραίνουσα γὰρ καὶ τέμνουσα ὁμοίως τὰ προσόντα ἐν τῷ σώματι ὑγρὰ, καὶ ῥῶσιν τοῖς μορίοις παρέχουσα διὰ τὴν τροφὴν, καθαρὸν ἀποτελεῖ συντόμως τὸ ζῶον τῆς ἐνοχλούσης κακοχυμίας. συνελθόντων γὰρ ἀμφοτέρων ῥᾳδίως ἐκκαθαίρεται τὰ μοχθηρὰ περιττώματα, οὐδενὸς δὲ τῶν ἄλλων, ὅσα ὡς φάρμακον ἢ τροφὴ προσφέρεται, ἀμφότερα ταῦτα κεκτημένου, ἀλλ’ ἢ κατὰ τὸ λεπτύνειν ἐνδεόντως καὶ ὑγραίνειν τὸ τρόφιμον ἔχοντος, καθάπερ ἄρτος καὶ χόνδρος καὶ ὠὰ καὶ ἰχθῦς, ἢ τὸ μὲν τέμνειν ἔχοντος, τὸ δ’ ὑγραίνειν τε καὶ τρέφειν οὐ περιφέροντος, καθάπερ ὀξύμελι, καὶ εἴ τι τοιοῦτον ἕτερον. ταῦτα δὲ πάντα τὰ ἀγαθὰ ἥκουσι τῇ πτισάνῃ. ἀλλ’ ὅμως
830
οὐδεμίαν ὠφέλειαν προξενεῖ χωρὶς τῶν προδιορισμῶν προσαγομένη, ὅπου γε καὶ θανάτου μᾶλλον καθεστήκασιν αἴτια διδόμενα. τοῦ γὰρ κάμνοντος κλυστῆρος δεομένου διὰ τὴν τῶν περιττωμάτων κάθαρσιν, ἢ φλεβοτομίας διὰ περιουσίαν αἵματος καὶ τῆς ὀδύνης, μὴ ἐνδεούσης χρείαν ἔχοντος ὀδύνης αἴτιον πλῆθος, αἰτία θανάτου γέγονεν ἡ πτισάνη προσφερομένη, τάχα καὶ αὐτὴ καὶ διπλασιάζουσα τὸ πλῆθος. διὰ τοῦτο οὐ χρὴ παρέχειν αὐτὴν πυρετῷ ἐνδεχομένῳ, εἴτε σὺν ὀδύνῃ ἐστὶν εἴτε χωρὶς ὀδύνης ὁ πυρετὸς, ἢ μετ’ ὀλίγον τῆς τροφῆς ὁ ἄνθρωπος πυρέττειν ἤρξατο, καὶ μήπω ὑπεχώρησεν. οἱ αὐτοὶ δὲ διορισμοὶ οὐκ ἐπὶ τοῦ χυλοῦ μόνον, ἀλλὰ καὶ ἐπ’ αὐτῆς τῆς πτισάνης. οἷς δὲ χρήσιμος ἦν, καὶ αὐτοῖς οὐκ εὐθὺς διδόναι προσήκει, ἀλλὰ πρῶτον μὲν τὸν χυλὸν μόνον, ᾔ τὰ πλείονα μὲν τὸν χυλὸν, ὀλίγον δὲ τὴν πτισάνην, εἶτα ἐπίσης ἀμφότερα, εἶτα καὶ μόνην αὐτὴν, ἐπιστάμενον, εἰς μὲν ῥῶσιν καὶ θρέψιν τοῦ σώματος
831
μέγιστα συντελεῖν τὴν πτισάνην, εἰς δὲ τὸ εὐκατέργαστον καὶ εὔπεπτον καὶ εὐανάδοτον τὸν χυλόν. ταῦτα δ’ ὡς ἐν κεφαλαίῳ περὶ τῆς πτισάνης εἰρήσθω, ἵν’ ἔχῃς εἰδέναι τήν τ’ εὔκρατον αὐτῆς χρῆσιν καὶ τοὺς ἀναγκαίους διορισμούς.