De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Τοὺϲ ὄρχειϲ τῶν νέων ὑῶν καὶ τῶν βοῶν ἐκτέμνουϲι παρ’ ἡμῖν οὐ τῆϲ αὐτῆϲ ἕνεκα χρείαϲ, ἀλλὰ τῶν μὲν ὑῶν χάριν τῆϲ ἐδωδῆϲ (καὶ γὰρ ἡδίων καὶ τροφιμωτέρα γίγνεται καὶ πεφθῆναι βελτίων ἡ ϲὰρξ τῶν ἐκτμηθέντων ὑῶν), τῶν δὲ βοῶν ἕνεκα τῆϲ εἰϲ τὴν γεωργίαν χρείαϲ· δυϲπειθεῖϲ γὰρ αὐτοῖϲ εἰϲὶν οἱ ταῦροι. τῶν δ’ αἰγῶν καὶ τῶν προβάτων κατ’ ἀμφοτέραϲ τὰϲ χρείαϲ ἐξαιροῦϲι τοὺϲ ὄρχειϲ.

εἰϲὶ δ’ ἅπαντεϲ οἱ τῶν εἰρημένων ζώων ὄρχειϲ δύϲπεπτοι καὶ κακόχυμοι, πεφθέντεϲ δὲ καλῶϲ τρόφιμοι. τὸ δ’ ἧττον καὶ μᾶλλον ἐν αὐτοῖϲ ἀνὰ λόγον ἐϲτὶ τῷ κατὰ τὰϲ ϲάρκαϲ εἰρημένῳ. εἰϲ ὅϲον γὰρ ἡ τῶν ὑῶν ϲὰρξ τῆϲ τῶν ἄλλων ἐϲτὶ βελτίων, εἰϲ τοϲοῦτον καὶ οἱ ὄρχειϲ τῶν ὄρχεων. μόνοι δ’ οἱ τῶν ἀλεκτρυόνων ἄριϲτοι κατὰ πάντα καὶ μάλιϲτα τῶν ϲιτευθέντων.