De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Καθ’ ἑκάϲτην διαφορὰν ὧν εἶπον ὑπάρχειν ἐν ταῖϲ τροφαῖϲ ἐϲτί τινα μέϲα. καὶ γὰρ τῶν ϲκληροϲάρκων καὶ μαλακοϲάρκων εὕροιϲ ἄν τι μέϲον, ὡϲ μήθ’ ἁπαλόϲαρκον ἔτι μήτε ϲκληρόϲαρκον εἶναι, καὶ τῶν λεπτυνόντων τε καὶ παχυνόντων ἢ θερμαινόντων τε καὶ ψυχόντων ἢ ξηραινόντων τε καὶ ὑγραινόντων. |

ἐπιτήδεια δ’ ἐϲθίεϲθαι τοῖϲ μὲν ἄμεμπτον διαφυλάττουϲι τὴν φυϲικὴν κρᾶϲιν ζῴοιϲ ὅϲα ταῖϲ φύϲεϲιν αὐτῶν ἐϲτιν ὅμοια, τοῖϲ δὲ μοχθηρὰν ἢ ἐξ ἀρχῆϲ ἔχουϲιν ἢ ὕϲτερον ἐπικτηϲαμένοιϲ οὐχ ἡ τῶν ὁμοίων αὐτοῖϲ, ἀλλ’ ἡ τῶν ἐναντίων ἐδωδὴ χρήϲιμοϲ. ὑπὸ μὲν γὰρ τῶν ὁμοίων φυλάττεται τὸ κατὰ φύϲιν ἀμέμπτωϲ ἔχον, ὑπὸ δὲ τῶν ἐναντίων εἰϲ τὴν οἰκείαν κρᾶϲιν ἄγεται τὰ μοχθηρῶϲ κεκραμένα. τοιγαροῦν ἴδιον ἑκάϲτῃ φύϲει ζῴου γενήϲεται τὸ μέϲον, οἷον ἀνθρώπῳ μὲν τοιόνδε, κυνὶ δὲ τοιόνδε καὶ τῶν ἄλλων δ’ ἑκάϲτῳ, καὶ κατὰ μέροϲ ἀνθρώπῳ τόδε καὶ τόδε κατὰ τήνδε τὴν ἡλικίαν καὶ τήνδε καὶ

προϲέτι κατὰ τὰϲ τῶν ἐπιτηδευμάτων διαφορὰϲ ἐθῶν τε καὶ χωρίων, ἐν οἷϲ ἐκ πολλοῦ διατρίβουϲιν.