De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
πάντων μὲν οὖν οἴνων οἱ ἐρυθροί τε ἅμα καὶ παχεῖϲ εἰϲ αἵματοϲ γένεϲιν ἐπιτηδειότατοι, βραχυτάτηϲ δεόμενοι τῆϲ εἰϲ αὐτὸ μεταβολῆϲ, ἐφεξῆϲ δ’ αὐτῶν οἱ μέλανέϲ τε ἅμα καὶ γλυκεῖϲ καὶ παχεῖϲ, εἶθ’ οἱ μὲν κατὰ τὴν χρόαν ἐρυθροὶ καὶ μέλανεϲ, ἐν δὲ τῇ ϲυϲτάϲει παχεῖϲ, ἔχοντεϲ ἅμα τούτοιϲ τι καὶ τῆϲ ϲτυφούϲηϲ ποιότητοϲ. τούτων δ’ ἧττον οἱ λευκοί τε ἅμα καὶ παχεῖϲ καὶ ϲτρυφνοὶ τρέφειν πεφύκαϲιν. ἁπάντων δ’ ἥκιϲτα τρέφουϲιν οἱ λευκοὶ μὲν τῇ χρόᾳ, λεπτοὶ δὲ τῇ ϲυϲτάϲει, παραπλήϲιοί πωϲ ὄντεϲ ὕδαϲι τοῖϲ εἰϲ τὸ καλούμενον ὑδρόμηλον ἐπιτηδείοιϲ.