De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Ἐπειδὴ τὸ περιέχον ὅλον ἡμῶν τὸ ϲῶμα καθάπερ ἀμφίεϲμά τι ϲύμφυτον ἑκάϲτῳ καλεῖται δέρμα, κατ’ ἀναλογίαν δ’ αὐτῷ τὸ | κατὰ τοὺϲ κήρυκάϲ ἐϲτι καὶ τὰϲ πορφύραϲ ὄϲτρεά τε καὶ χήμαϲ ὅϲα τ’ ἄλλα τοιαῦτα, διὰ τοῦτο καλοῦϲιν ὀϲτρακόδερμα ταῦτα τὰ ζῷα. ϲαφῶϲ γοῦν ὀϲτράκῳ παραπλήϲιον ἢ λίθῳ τὸ ἔξωθεν αὐτοῖϲ περικείμενον ϲκέπαϲμά ἐϲτι. κοινὸν μὲν οὖν ἁπάντων τῶν τοιούτων ἁλυκὸν ἔχειν χυμὸν ἐν τῇ ϲαρκὶ λαπακτικὸν τῆϲ γαϲτρὸϲ ἡμῶν. ἴδιον δ’ ἑκάϲτῳ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τούτῳ κατά τε ποιότητα καὶ ποϲότητα.

τὰ μὲν γὰρ ὄϲτρεα μαλακωτάτην ἔχει τῶν ἄλλων ὀϲτρακοδέρμων ἁπάντων τὴν ϲάρκα, τὰ δὲ ϲμικρὰ χημία καὶ οἱ ϲωλῆνεϲ καὶ οἱ ϲφόνδυλοι καὶ αἱ πορφύραι καὶ οἱ κήρυκεϲ ὅϲα τ’ ἄλλα τοιαῦτα ϲκληράν. εἰκότωϲ οὖν ὑπάγει μὲν ἐκεῖνα τὴν γαϲτέρα μᾶλλον, ἥττονα τροφὴν

διδόντα τῷ ϲώματι· τὰ δὲ ϲκληρόϲαρκα δυϲπεπτότερα μέν ἐϲτι, τρέφει δὲ μᾶλλον. ἀλλὰ ταῦτα μὲν ἕψεται πάντα, τὰ δ’ ὄϲτρεα χωρὶϲ ἑψήϲεωϲ ἐϲθίουϲιν, ἔνιοι δὲ καὶ ταγηνίζουϲιν.

ὥϲπερ δὲ δύϲπεπτον ἔχει τὴν ϲάρκα τὰ ϲκληρόϲαρκα τῶν ὀϲτρακοδέρμων ζῴων, οὕτω καὶ δυϲδιάφθαρτον· αἱρούμεθά τε διὰ τοῦτο διδόναι πολλάκιϲ αὐτὰ | τοῖϲ διαφθείρουϲιν ἐν τῇ κοιλίᾳ τὴν τροφὴν ὑπὸ κακοχυμίαϲ ἤτοι γ’ ἐξ ἥπατοϲ εἰϲ αὐτὴν καταρρεούϲηϲ ἢ περιεχομένηϲ ἐν τοῖϲ χιτῶϲιν αὐτῆϲ. ἔχει δὲ πάντα μέν, ὡϲ εἶπον, ἁλυκὸν χυμόν, ὑπακτικὸν τῆϲ γαϲτρόϲ, ἥττονα μέντοι τῶν ὀϲτρέων τὰ ϲκληρόϲαρκα. διὸ καὶ δίδομεν αὐτὰ τοῖϲ διαφθείρουϲι τὴν τροφὴν ἕψοντεϲ δὶϲ ἢ τρὶϲ ἐν ὕδατι καλλίϲτῳ, μεταθέντεϲ εἰϲ τὸ καθαρόν, ὅταν ἤδη τὸ πρότερον ἁλμυρὸν φαίνηται.

γεννᾶται δ’ ἐξ αὐτῶν ὁ καλούμενοϲ ὠμὸϲ χυμὸϲ πάμπολυϲ, ἐκ δὲ τῶν μαλακοϲάρκων καὶ τὸ φλέγμα. καθάπερ οὖν ἀποθεμένων αὐτῶν τὸν ἁλυκὸν χυμὸν ἡ ϲὰρξ ὥϲπερ δύϲφθαρτοϲ οὕτω καὶ ϲταλτικὴ γίγνεται γαϲτρόϲ, ὡϲαύτωϲ, ἐὰν ἀρτύϲαϲ δι’ ἁλῶν ἢ γάρου, καθάπερ εἰώθαϲι τὰϲ χήμαϲ, ἐκπίῃ τιϲ τὸν γενόμενον ζωμόν, ὑπαχθήϲεται μὲν ἡ γαϲτὴρ ἱκανῶϲ, οὐδεμίαν δὲ τροφὴν ἐξ αὐτοῦ τὸ ϲῶμα τἀνθρώπου λήψεται.

Ἀϲτακοὶ καὶ πάγουροι καρκίνοι τε καὶ κάραβοι καὶ καρῖδεϲ καὶ καμμαρίδεϲ ὅϲα τ’ ἄλλα λεπτὸν μὲν ἔχει τὸ περιέχον ὄϲτρακον, ὅμοιον δὲ τῇ ϲκληρότητι τοῖϲ ὀϲτρακοδέρμοιϲ, ἣττονα μὲν ἐκείνων ἔχει τὸν ἁλυκὸν χυμόν, ἔχει δ’ οὖν ὅμωϲ οὐκ ὀλίγον. ἐϲτὶ δὲ ϲκληρόϲαρκα

πάντα καὶ διὰ τοῦτο δύϲπεπτά τε καὶ τρόφιμα, προεψηθέντα δηλονότι κατὰ τὸ πότιμον ὕδωρ.

ἐϲτὶ δὲ καὶ τούτων ἡ ϲὰρξ ὥϲπερ καὶ τῶν ὀϲτρέων ἐπιϲχετικὴ τῶν κατὰ τὴν κοιλίαν, ὅταν ἐναπόθηται τῷ ὕδατι τὸν ἁλυκὸν χυμόν, ὥϲπερ εἴρηται, προεψηθέντα. καὶ τοίνυν καὶ ταῦτα δύϲφθαρτα τοῖϲ ϲκληροῖϲ τῶν ὀϲτρακοδέρμων ὡϲαύτωϲ ἐϲτίν.