De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

ϲκορπίουϲ δ’ ἐφεξῆϲ καὶ τραχούρουϲ καὶ τρίγλαϲ ὀρφούϲ τε καὶ γλαύκουϲ ὁ Φυλότιμοϲ ἐν τοῖϲ ϲκληροϲάρκοιϲ | ὀρθῶϲ καταλέγει. ϲκάρουϲ δ’ αὐτοῖϲ ϲυγκαταριθμῶν ἁμαρτάνει τῶν πετραίων ἰχθύων

ὄνταϲ. ἑξῆϲ δὲ κύναϲ ἔγραψεν, οὓϲ ἐν τοῖϲ κητώδεϲιν ἐχρῆν ἠριθμῆϲθαι ϲκληρὰν καὶ περιττωματικὴν ἔχονταϲ τὴν ϲάρκα καὶ διὰ τοῦτο τεμαχιζομένουϲ τε καὶ ταριχευομένουϲ ἐδωδήν τ’ ὄνταϲ ἀνθρώπων τῶν ἐπιτυχόντων· καὶ γὰρ ἀηδεῖϲ εἰϲι καὶ βλεννώδειϲ καὶ διὰ τοῦτο καὶ διὰ νάπυόϲ τε καὶ ὀξελαίου καὶ τῶν οὕτω δριμέων ὑποτριμμάτων αὐτοὺϲ ἐϲθίουϲιν.

ἐκ τούτου τοῦ γένουϲ εἰϲὶ καὶ φάλαιναι καὶ δελφῖνεϲ καὶ φῶκαι· πληϲίον δ’ αὐτῶν ἥκουϲι καὶ οἱ μεγάλοι θύννοι, καίτοι τῇ γ’ ἡδονῇ τῆϲ ἐδωδῆϲ οὐχ ὅμοιοι τοῖϲ προειρημένοιϲ ὄντεϲ· ἀηδεῖϲ γὰρ ἐκεῖνοι καὶ μάλιϲτα πρόϲφατοι, ταριχευθέντεϲ δ’ ἀμείνουϲ γίγνονται. τῶν δ’ ἐλαττόνων θύννων κατά τε τὴν ἡλικίαν καὶ τὸ μέγεθοϲ οὔθ’ ἡ ϲὰρξ ὁμοίωϲ ϲκληρά, καὶ πεφθῆναι δηλονότι βελτίουϲ εἰϲί· καὶ τούτων ἔτι μᾶλλον αἱ πηλαμύδεϲ, αἳ καὶ ταριχευθεῖϲαι τοῖϲ ἀρίϲτοιϲ ταρίχεϲιν ἐνάμιλλοι γίγνονται.

πλεῖϲται δ’ ἐκ τοῦ Πόντου κομίζονται τῶν ἐκ τῆϲ Ϲαρδοῦϲ καὶ τῶν ἐκ τῆϲ Ἰβηρίαϲ μόνων ἀπολειπόμεναι. τιμιώτατον γὰρ δὴ τοῦτο | τὸ τάριχοϲ εἰκότωϲ ἐϲτὶν ἡδονῆϲ τε καὶ μαλακότητοϲ ἕνεκα τῆϲ ϲαρκόϲ, ὀνομάζεται δὲ ϲυνήθωϲ ὑπὸ πάντων ἤδη τὰ τοιαῦτα ταρίχη ϲάρδαι. μετὰ δὲ τὰϲ ϲάρδαϲ τε καὶ πηλαμύδαϲ οἱ ἐκ τοῦ Πόντου κομιζόμενοι μύλλοι τετίμηνται καὶ μετ’ αὐτοὺϲ οἱ κορακῖνοι. ταῦτα μὲν οὖν ἐν παρέργῳ περὶ τῶν ταριχευθέντων ἰχθύων εἰρήϲθω.

ζυγαινῶν δὲ καλῶϲ ἐμνημόνευϲεν ὁ Φυλότιμοϲ ἐν τοῖϲ ϲκληροϲάρκοιϲ· ἐχρῆν δὲ καὶ τῆϲ ἀηδίαϲ αὐτῶν μεμνῆϲθαι, καθάπερ γε καὶ τῶν ϲαλπῶν, ἃϲ ὅλωϲ γε παρέλιπε. γόγγρουϲ δὲ καὶ φάγρουϲ καὶ λαμίαϲ καὶ ἀετοὺϲ ὀρθῶϲ εἶπε ϲκληροϲάρκουϲ εἶναι. καὶ ἄλλοι δέ τινεϲ, ὡϲ αὐτὸϲ ἔφη, τῶν ϲκληροϲάρκων ἰχθύων εἰϲίν, ὧν οὐκ εἶπε τὰϲ προϲηγορίαϲ, ὅτι μηδ’ ἐν πολλῇ χρήϲει τοῖϲ ἀνθρώποιϲ εἰϲίν· ὅθεν ἄμεινόν ἐϲτιν ἐπιϲκέψαϲθαι περὶ τῆϲ δυνάμεωϲ αὐτῶν ἐάϲανταϲ τὰϲ προϲηγορίαϲ.