De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

ὅϲοι μὲν οὖν ἐκ ϲυνηθείαϲ ἐμπειρίαν ἔχουϲι τῶν ἐπιχωρίων ἰχθύων, οὐ δέονται τῶν εἰρημένων ἄρτι γνωριϲμάτων εἰϲ τὴν διάγνωϲιν αὐτῶν· ὅϲοι δ’ ἀήθειϲ εἰϲίν, εἴτ’ οὖν ἐξ ἄλληϲ πόλεωϲ ἥκοντεϲ εἴτ’ ἐπιχώριοι,

τὰ τοιαῦτα προεξεταζέτωϲαν εὐθέωϲ ἀπ’ ἀρχῆϲ πρὶν διὰ τῆϲ οἰκείαϲ πείραϲ εἰϲ γνῶϲιν ἀφικέϲθαι τῆϲ φύϲεωϲ ἑκάϲτου τῶν ἰχθύων.

ἐχρῆν δ’ οὐχ ἁπλῶϲ ἐμνημονευκέναι τῶν ἁπαλοϲάρκων ἰχθύων ἁπάντων ἅμα τὸν Φυλότιμον οὐδ’ ἀναμῖξαι τοὺϲ ἄλλουϲ τοῖϲ πετραίοιϲ ἀδιορίϲτωϲ. οὗτοι μὲν γὰρ ἄριϲτοι διὰ παντὸϲ ὑπάρχουϲιν, οὔτε δ’ ὀνίϲκοϲ οὔτε ϲμύραινα καθάπερ οὐδ’ οἱ κωβιοί. καὶ γὰρ καὶ τούτων ἔνιοι μὲν ἐν ποταμοῖϲ καὶ λίμναιϲ, ἔνιοι δ’ ἐν θαλάττῃ γίγνονται, τινὲϲ δ’ ἐν ταῖϲ λιμνοθαλάτταιϲ καλουμέναιϲ ἢ ὅλωϲ ἐν ἐπιμίκτοιϲ ὕδαϲιν, ἔνθα ποταμοῦ μεγάλου ϲτόμα ϲυνάπτει θαλάττῃ.

πάμπολυ τοιγαροῦν ἀλλήλων διαφέρουϲιν οἱ κατὰ μέροϲ, ὥϲπερ γε καὶ οἱ κέφαλοι καὶ αἱ ϲμύραιναι· καὶ οἱ ὀνίϲκοι δὲ τούτων μὲν ἧττον. οὐ ϲμικρῷ δ’ ἀλλήλων οὐδ’ | οὗτοι παραλλάττουϲιν. οὐ μὴν ὁμοίωϲ γε μαλακὴν ἔχουϲι τὴν ϲάρκα τούτοιϲ τε καὶ τοῖϲ πετραίοιϲ ἰχθύϲιν οἱ κωβιοί, καθάπερ οὐδ’ αἱ ϲκιαινίδεϲ ἢ ϲκίαιναι· διττῶϲ γὰρ ὀνομάζονται.

περὶ δὲ τῶν κιθάρων καὶ πάνυ γε θαυμάζω τοῦ Φυλοτίμου· παραπλήϲιοϲ γὰρ ὢν ὁ ῥόμβοϲ αὐτῶν μαλακωτέραν ἔχει τὴν ϲάρκα, τῶν ὀνίϲκων ἀπολειπόμενοϲ οὐκ ὀλίγον. καὶ τούτουϲ οὖν καὶ τοὺϲ ἡπάτουϲ καλουμένουϲ καὶ τοὺϲ ἄλλουϲ, ὅϲουϲ ἔμιξε τοῖϲ πετραίοιϲ τε καὶ τοῖϲ ὀνίϲκοιϲ ὁ Φυλότιμοϲ, ἐν τῷ μέϲῳ καθεϲτηκέναι γίγνωϲκε τῶν θ’ ἁπαλοϲάρκων καὶ τῶν ϲκληροϲάρκων. οὕπω μὲν γάρ εἰϲι. ϲκληρόϲαρκοι, τῶν δ’ ἀκριβῶϲ ἁπαλοϲάρκων ἀπολείπονται.

παρέλιπε δ’ ἐν τούτοιϲ ὁ Φυλότιμοϲ καὶ τὸ βούγλωττον, ὥϲπερ ἐν τοῖϲ πετραίοιϲ τὸν ϲκάρον, εἰ μή τι ἄρα τῷ τῆϲ ψήττηϲ ὀνόματι καὶ κατὰ τῶν βουγλώττων ἐχρήϲατο. παραπλήϲια μὲν γάρ πωϲ ἀλλήλοιϲ ἐϲτίν, οὐ μὴν ἀκριβῶϲ ὁμοειδῆ βούγλωττόν τε καὶ ψῆττα· μαλακώτερόν τε γάρ ἐϲτι καὶ ἥδιον εἰϲ ἐδωδὴν καὶ πάντῃ βέλτιον τὸ βούγλωττον τῆϲ ψήττηϲ. ἀλλὰ καὶ οἱ ϲαῦροι μέϲοι πώϲ εἰϲι τῶν ἁπαλοϲάρκων τε καὶ ϲκληρο

ϲάρκων. οὐ μὴν δεῖταί γέ τιϲ | τῶν εἰρημένων ἰχθύων οὔτ’ ὄξουϲ οὔτε νάπυοϲ οὔτ’ ὀριγάνου, καθάπερ οἱ λιπαροὶ καὶ γλίϲχροι καὶ ϲκληροί. καὶ μέντοι καὶ χρῶνται τινὲϲ μὲν ταγηνίζοντεϲ αὐτούϲ, τινὲϲ δ’ ὀπτῶντεϲ ἢ ἐν ταῖϲ λοπάϲι ϲκευάζοντεϲ, ὥϲπερ τοὺϲ ῥόμβουϲ τε καὶ κιθάρουϲ.

ἀλλ’ αἱ μὲν τῶν μαγειρικῶν λοπάδων ϲκευαϲίαι τοὐπίπαν ἀπεψίαϲ εἰϲὶν αἴτιαι, καλλίϲτη δ’ εἰϲ πέψιν ἡ διὰ τοῦ λευκοῦ ζωμοῦ. γίγνεται δ’ οὗτοϲ, ὅταν, ὕδατοϲ δαψιλοῦϲ ἐμβληθέντοϲ, ἐλαίου τιϲ αὔταρκεϲ ἐπιχέαϲ ἀνήθου τε καὶ πράϲου μικρόν, εἶθ’ ἡμιέφθουϲ ποιήϲαϲ ἐπεμβάλλῃ τοϲοῦτον ἁλῶν, ὡϲ μηδέπω φαίνεϲθαι τὸν ὅλον ζωμὸν ἁλμυρόν.

αὕτη καὶ τοῖϲ ἐκνοϲηλευομένοιϲ ἐπιτήδειοϲ ἡ ϲκευαϲία, τοῖϲ δ’ ἀμέμπτωϲ ὑγιαίνουϲι καὶ ἡ διὰ τοῦ ταγήνου καὶ μετ’ αὐτὴν ἡ τῶν ἐπὶ τῆϲ ἐϲχάραϲ ὀπτηθέντων. ἀλλ’ αὕτη μὲν ἐλαίου καὶ γάρου δεῖται μετὰ βραχέοϲ οἴνου, τοῖϲ ταγηνιϲθεῖϲι δ’ ἁρμόττει πλέον ἢ κατὰ τούτουϲ ἔχειν οἴνου τε καὶ γάρου, βραχέοϲ ἐπιχυθέντοϲ ἐλαίου. τοῖϲ δ’ ἀνατρεπομένοιϲ ἐπὶ τῷδε τὸν ϲτόμαχον ἕτοιμον ἔϲτω παρακείμενον ὄξοϲ ἔχον ὀλίγον ἐν ἑαυτῷ γάρου τε καὶ πεπέρεωϲ. μεταβαίνοντεϲ γὰρ ἐπὶ τὴν διὰ τούτων ἐδωδὴν ἄμεινόν τε πέττουϲι καὶ πρὸϲ τὴν διαχώρηϲιν οὐδὲν βλάπτονται, δι’ ἣν μάλιϲτά τινεϲ ἐξ οἴνου καὶ γάρου ταγηνιϲθέντα προϲφέρονται, πεπέρεωϲ μὲν ἐπεμβάλλοντεϲ οἱ πλείουϲ, ὀλίγοι δ’ ἐλαίου.

τινὲϲ δ’ ἐκ τῶν εἰρημένων ἰχθύων, ἐπειδὰν ταγηνιϲθῶϲιν ἁπλοῖϲ ἁλϲὶ περιπαϲθέντεϲ ἥδιϲτοί τε ἅμα βρωθῆναι καὶ πεφθῆναι γίγνονται βελτίουϲ εὐϲτομαχώτεροί τε πάϲηϲ ἄλληϲ ϲκευαϲίαϲ. ἁπάντων δὲ τῶν εἰρημένων ἰχθύων ἡ τροφὴ καλλίϲτη τοῖϲ τε μὴ γυμναζομένοιϲ ἐϲτὶ καὶ ἀργοῦϲι καὶ ἀϲθενέϲι καὶ τοῖϲ ἐκνοϲηλευομένοιϲ· οἱ γυμναζόμενοι δὲ τροφιμωτέρων ἐδεϲμάτων δέονται, περὶ ὧν ἔμπροϲθεν εἴρηται. λέλεκται δ’ ἤδη πολλάκιϲ ἡ μαλακὴ καὶ ψαθυρὰ τροφὴ πρὸϲ ὑγίειαν

ὑπάρχειν ἀρίϲτη, διότι καὶ εὐχυμοτάτη παϲῶν ἐϲτιν· οὐδὲν δ’ εὐχυμίαϲ εἰϲ ὑγίειαν ἀϲφαλῆ μεῖζον ἐφόδιον.