De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

γίγνονται δ’ ἄριϲται τρίγλαι κατὰ τὴν καθαρὰν θάλατταν, ὡϲπερ καὶ οἱ ἄλλοι πάντεϲ ἰχθύεϲ, οὐχ ἥκιϲτα δὲ καὶ διὰ τὰϲ τροφάϲ. αἱ γοῦν τὰϲ καρκινάδαϲ ἐϲθίουϲαι καὶ δυϲώδειϲ εἰϲὶ καὶ ἀηδεῖϲ καὶ δύϲπεπτοι καὶ κακόχυμοι. διάγνωϲιϲ δ’ αὐτῶν πρὶν μὲν ἐϲθίειν ἀναπτύξαντι τὴν κοιλίαν, ἐϲθίοντι δὲ κατὰ τὴν πρώτην εὐθέωϲ ὀδμήν τε καὶ γεῦϲιν. |

Πετραίουϲ ὀνομάζουϲιν ἰχθύαϲ ἀπὸ τῶν χωρίων, ἐν οἷϲ εὑρίϲκονται διατρίβοντεϲ· οὐ γὰρ ἐν τοῖϲ λείοιϲ ἢ γεώδεϲιν ἢ ψαμμώδεϲιν αἰγιαλοῖϲ, ἀλλ’ ἔνθα πέτραι τινέϲ εἰϲι καὶ ἀκταί, φωλεύουϲί τε καὶ τίκτουϲιν.

ἄριϲτοϲ δ’ ἐν αὐτοῖϲ ἡδονῆϲ ἕνεκεν ὁ ϲκάροϲ εἶναι πεπίϲτευται, μετ’ αὐτὸν δὲ κόττυφοί τε καὶ κίχλαι καὶ μετὰ τούτουϲ ἰουλίδεϲ τε

καὶ φυκίδεϲ καὶ πέρκαι. τροφὴ δ’ ἐξ αὐτῶν οὐ μόνον εὔπεπτοϲ, ἀλλὰ καὶ ὑγιεινοτάτη τοῖϲ τῶν ἀνθρώπων ϲώμαϲίν ἐϲτιν, αἷμα γεννώντων μέϲον τῇ ϲυϲτάϲει. καλῶ δὲ μέϲον, ὃ μήτε πάνυ λεπτόν ἐϲτι καὶ ὑδατῶδεϲ, ἀλλὰ μηδ’ ἱκανῶϲ παχύ. πλάτοϲ δ’ ἀξιόλογον ἔχοντοϲ τοῦ μέϲου περὶ τῶν ἐν αὐτῷ διαφορῶν ἐπὶ προήκοντι τῷ γράμματι ῥηθήϲεται.