De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
εἰϲὶ δὲ καὶ λίμναι τινὲϲ τοιαῦται, καὶ καλοῦϲιν ἐνίαϲ αὐτῶν λιμνοθαλάτταϲ, ἔνθα ποταμὸϲ μέγαϲ ἐργάζεται λίμνην ϲυνάπτουϲαν θαλάττῃ. καὶ χωρὶϲ δὲ τοῦ λιμνάζειν τὸν ποταμόν, ὅπουπερ ἂν τῇ θαλάττῃ μιγνύηται πρῶτον, ἐπί
μικτόν τε τὸ ὕδωρ ἐϲτὶν ἐξ ἁλμυροῦ τε καὶ γλυκέοϲ ἥ τε ϲὰρξ τῶν ἐν αὐτῷ διαιτωμένων ἰχθύων ἐν τῷ μεταξὺ τῶν τε ποταμίων καὶ τῶν θαλαττίων γίγνεται.κοινὸϲ δ’ οὗτοϲ ὁ λόγοϲ ἔϲτω ϲοι καὶ τῶν ἄλλων, ὅϲοι γε κατά τε ποταμοὺϲ καὶ λίμναϲ καὶ θάλατταν ἰχθύεϲ γεννῶνται. τὸ γὰρ πολὺ πλῆθοϲ αὐτῶν οὐκ ἐπαμφοτερίζει, τῶν μὲν θαλαττίων | φευγόντων τὸ ποτάμιον ὕδωρ, τῶν δὲ ποταμίων ἢ λιμναίων τὸ θαλάττιον. ἀλλ’ ὅ γε κέφαλοϲ ἁπάντων μάλιϲτα τοῖϲ ὕδαϲιν ἀμφοτέροιϲ χρῆται, καὶ φύϲιν δ’ ἔχει πρὸϲ ἄναντεϲ τὸ ῥεῦμα τοῦ ποταμοῦ χωρεῖν ἐπὶ πλεῖϲτον ἀφιϲτάμενοϲ τῆϲ θαλάττηϲ. οὗτοϲ μὲν οὖν ὁ κέφαλοϲ τὰϲ πολλὰϲ καὶ μικρὰϲ ἀκάνθαϲ οὐκ ἔχει, καθάπερ οὐδ’ ἄλλοϲ τιϲ τῶν θαλαττίων· ὁ δ’ ἐκ ποταμῶν ἢ λιμνῶν ἐπεμβαίνων θαλάττῃ παραπληϲίωϲ τοῖϲ ὁμογενέϲι μεϲτὸϲ τῶν τοιούτων ἀκανθῶν ἐϲτι.
ϲχεδὸν γὰρ ἅπαϲι τοῖϲ ἐν λίμναιϲ καὶ ποταμοῖϲ γεννωμένοιϲ ἰχθύϲιν ἡ ϲὰρξ μεϲτὴ λεπτῶν ἀκανθῶν εὑρίϲκεται τῶν θαλαττίων οὐκ ἐχόντων αὐτάϲ. καὶ καθ’ ὃν ἂν τόπον ᾖ μεγάλου ποταμοῦ ϲτόμα ϲυνάπτον θαλάττῃ, τινὲϲ μὲν τῶν ποταμίων ἰχθύων ἐν τῇ θαλάττῃ, τινὲϲ δὲ τῶν θαλαττίων ἐν τῷ ποταμῷ θηρεύονται, γνωριζόμενοι τῷ τὰϲ εἰρημέναϲ ἀκάνθαϲ ἤτοι πολλὰϲ ἔχειν ἢ οὐδ’ ὅλωϲ. ὀλίγοι μὲν οὖν τῶν ποταμίων ἐπεμβαίνουϲι τῇ θαλάττῃ, πάντεϲ δ’ οἱ θαλάττιοι χαίρουϲι τοῖϲ ποταμοῖϲ.
εὐθὺϲ δὲ καὶ ἡ γεῦϲιϲ ἐϲθίοντί ϲοι γνωρίϲει τὸν ἀμείνω κέφαλον· δριμυτέρα γάρ ἐϲτιν | αὐτοῦ καὶ ἡδίων καὶ ἀλιπὴϲ ἡ ϲάρξ. οἱ δὲ λιπαροὶ καὶ κατὰ τὴν γεῦϲιν ἔκλυτοι χείρουϲ μέν εἰϲι καὶ εἰϲ αὐτὴν τὴν ἐδωδήν. χείρουϲ δὲ καὶ πεφθῆναι καὶ κακοϲτόμαχοι καὶ κακόχυμοι· διὸ καὶ ϲὺν ὀριγάνῳ ϲκευάζουϲιν αὐτούϲ.
ἔνιοι δὲ τῶν παρ’ ἡμῖν ἀνθρώπων τοὺϲ ἐν τοῖϲ ποταμοῖϲ γεννωμένουϲ ἰχθῦϲ λευκίϲκουϲ καλοῦϲιν, ἕτερον εἶδοϲ εἶναι νομίζοντεϲ αὐτοὺϲ τῶν κεφάλων. ἔϲτι δὲ τἄλλα μὲν ὅμοιον πάντῃ τὸ ζῷον τῷ ζῴῳ, λευκότερον δὲ βραχεῖ καὶ τὴν κεφαλὴν ἔχον μικροτέραν καὶ τὴν γένυν
ὀξυτέραν· ἡ δὲ δύναμιϲ τῆϲ ἀπ’ αὐτοῦ τροφῆϲ, οἵαν εἶπον ἔμπροϲθεν εἶναι τῶν ποταμίων κεφάλων· ὥϲθ’ ὑπὲρ ὀνόματοϲ, οὐ πράγματοϲ ἡ ἀμφιϲβήτηϲιϲ. ὃ δὲ τούτου χρηϲιμώτερόν ἐϲτιν ἐπίϲταϲθαι, καὶ δὴ φράϲω.