De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
κατὰ δὲ τὴν ἐν τῇ γεύϲει διάγνωϲιν ἁπάντων μὲν ἄριϲτοϲ ὁ μηδεμίαν ἰϲχυρὰν ἔχων ποιότητα, βραχὺ δέ τι τῶν ἄλλων ὑπερέχουϲαν τὴν γλυκύτητα, βελτίων δὲ καὶ ὁ ἡδίων τοῦ ἀηδοῦϲ καὶ ὁ ϲυμμέτρωϲ ἁλῶν ἔχων τοῦ παμπόλλουϲ ἢ μηδ’ ὅλωϲ ἔχοντοϲ. μετά γε μὴν τὸ προϲενέγκαϲθαι τὸν οὕτω κριθέντα καὶ διὰ τῆϲ ἐρυγῆϲ ἔνεϲτι γνωρίζειν, ὁποῖοϲ αὐτῶν ἐϲτιν ἀμείνων τε καὶ χείρων. ὁ μὲν γὰρ κατὰ βραχὺ μαραινομένην ἴϲχων τὴν ποιότητα βελτίων, ὁ δὲ παραμένουϲαν οὐκ ἀγαθόϲ· εὔδηλοϲ γὰρ οὗτόϲ ἐϲτι δυϲμετάβλητόϲ τε καὶ δυϲαλλοίωτοϲ ὤν, ὥϲτε καὶ δύϲπεπτοϲ· ἀλλοίωϲιϲ γὰρ ἐξ ἀνάγκηϲ ἕπεται πεττομέναιϲ ταῖϲ τροφαῖϲ ἀπαϲῶν ὧν ἔμπροϲθεν εἶχον ποιοτήτων.
Ἅπαν μὲν αἷμα δύϲπεπτόν ἐϲτι, μάλιϲτα δὲ τὸ παχὺ καὶ μελαγχολικόν, οἷόνπερ ὑπάρχει τὸ τῶν βοῶν. τὸ δὲ τῶν λαγωῶν ὡϲ ἥδιϲτον τετίμηται, καὶ πολλοῖϲ δι’ ἔθουϲ ἐϲτὶν ἕψειν αὐτὸ ϲὺν τῷ ἥπατι, τιϲὶ δὲ καὶ μετὰ τῶν ἄλλων ϲπλάγχνων. ἔνιοι δὲ καὶ τὸ τῶν νέων ὑῶν ἐϲθίουϲιν, ὥϲπερ ἄλλοι καὶ τὸ τῶν μειζόνων, ὅταν εὐνουχιϲθῶϲι· τῷ μὲν γὰρ τῶν κάπρων | οὐδ’ ἐπιχειροῦϲιν ὡϲ ἀηδεῖ τε ἅμα καὶ δυϲπέπτῳ. τὸ δὲ τῶν αἰγῶν αἷμα καὶ Ὅμηροϲ οἶδεν ὑπό τινων ἐϲθιόμενον ὡϲ ἡδύ.
Ὄρνιθαϲ ὀνομαζόντων τῶν παλαιῶν ἅπαντα τὰ πτηνὰ καὶ δίποδα ζῷα τοῖϲ νῦν Ἕλληϲιν ἔθοϲ ἤδη γέγονε τὰϲ ὑπ’ ἐκείνων ἀλεκτορίδαϲ καλουμέναϲ μόναϲ οὕτω προϲαγορεύειν, ὥϲπερ γε καὶ τοὺϲ ἄρρεναϲ ἐν αὐταῖϲ ἀλεκτρυόναϲ.
ἔϲτι δὲ τὸ γένοϲ ἀπάντων τῶν πτηνῶν ζῴων ὀλιγοτροφώτερον, εἰ παραβάλλοιτο τῷ γένει τῶν πεζῶν, καὶ μάλιϲτα τῷ τῶν ὑῶν, ὧν τῆϲ ϲαρκὸϲ οὐδὲν ἂν ἄλλο τροφιμώτερον ἔχοιϲ εὑρεῖν. εὐπεπτοτέρα γε μὴν ἡ ϲάρξ ἐϲτι τῶν πτηνῶν ζώων, καὶ μάλιϲτα πέρδικοϲ ἀτταγῆνόϲ τε καὶ περιϲτερᾶϲ ἀλεκτορίδοϲ τε καὶ ἀλεκτρυόνοϲ.