De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

ὅταν δὲ μέλι μίξαντεϲ αὐτῷ διὰ πυτίαϲ πήξωϲι, χωρίζεται μὲν ἐν τῷδε τῷ ἔργῳ τὸ

τε λεπτὸν καὶ ὑδατῶδεϲ αὐτοῦ, προϲφέρονται δ’ ἔνιοι μὲν τὸ πεπηγὸϲ αὐτοῦ μόνον ϲύνθετον ὑπάρχον ἔκ τε τοῦ τυρώδουϲ ἐν τῷ γάλακτι καὶ τοῦ θερμοῦ καὶ πυρώδουϲ ἐν τῇ τῆϲ πυτίαϲ δυνάμει καὶ τοῦ μιχθέντοϲ αὐτοῖϲ μέλιτοϲ. ἔνιοι δὲ καὶ τὸν ὀρὸν τῷ παγέντι ϲυγκαταπίνουϲιν, ἤτοι γε ὡϲαύτωϲ πάντα μετὰ παντὸϲ ἢ θάτερον αὐτῶν πλέον θατέρου. ϲυμβήϲεται δὲ δηλονότι τοῖϲ μὲν μᾶλλον ὑπαχθῆναι τὴν γαϲτέρα, τοῖϲ δ’ ἧττον, ἀνὰ λόγον τῇ ποϲότητι τῆϲ ὀρώδουϲ ὑγρότητοϲ.

εὔδηλον δέ, ὅτι καὶ τραφῆναι τὸ ϲύμπαν ϲῶμα μᾶλλον μὲν ὑπάρξει τοῖϲ τὸ πεπηγὸϲ μόνον ἐδηδοκόϲιν, ἧττον δὲ τοῖϲ ϲυγκαταπιοῦϲιν αὐτῷ τι καὶ τῆϲ ὀρώδουϲ ὑγρότητοϲ, ἔτι δ’ ἧττον, ὅϲοι τὸ μὲν πεπηγὸϲ ὀλίγον προϲηνέγκαντο, τὸ δ’ ὀρῶδεϲ πλεῖϲτον. οὕτω δὲ κἀπὶ τοῦ μετὰ τὴν ἀποκύηϲιν παγέντοϲ, ἤτοι χωρὶϲ μέλιτοϲ ἢ ϲῦν αὐτῷ, διαφορά τιϲ οὐ ϲμικρὰ γενήϲεται. δυϲπεπτότερον γάρ ἐϲτι καὶ παχυχυμότερον ἔτι τε βραδυπορώτερον εἰϲ τὴν κάτω διέξοδον, ὅταν μὴ | προϲλάβῃ μέλιτοϲ. ἥ γε μὴν ὅλου τοῦ ϲώματοϲ θρέψιϲ ἐξ ἀμφοτέρων γίγνεται δαψιλήϲ.

ταῦτ’ ἀρκεῖ περὶ δυνάμεωϲ γάλακτοϲ ἐπίϲταϲθαι κατὰ τὴν νῦν ἡμῖν ἐνεϲτῶϲαν πραγματείαν· ὅϲα γὰρ εἰϲ νόϲουϲ ἐϲτὶ χρήϲιμα ἢ τοῖϲ φθίνουϲιν ὁπωϲοῦν ἢ τοῖϲ ἕλκοϲ ἔχουϲιν ἐν πνεύμονι, ταῦτ’ ἴδια τῆϲ θεραπευτικῆϲ ἐϲτι μεθόδου.

Λέλεκται μὲν ἤδη περὶ τῆϲ τοῦ τυροῦ δυνάμεωϲ ἐν τῷ περὶ γάλακτοϲ λόγῳ, βέλτιον δὲ καὶ νῦν αὖθιϲ ἴδιον ἀπονεῖμαι λόγον αὐτῷ. προϲλαμβάνει τε γὰρ ἐν τῇ ϲκευαϲίᾳ παρὰ τῆϲ ἐπεμβαλλομένηϲ πυτίαϲ δριμύτητα τὴν θ’ ὑγρότητα πᾶϲαν ἀποτίθεται καὶ μάλιϲτα χρονίϲαϲ. ἡνίκα καὶ δριμύτεροϲ γίγνεται καὶ ϲαφῶϲ ἑαυτοῦ θερμότερόϲ τε καὶ

καυϲωδέϲτεροϲ καὶ διὰ τοῦτο καὶ διψωδέϲτεροϲ καὶ δυϲπεπτότεροϲ καὶ κακοχυμότεροϲ ἀποτελεῖται.