De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Καὶ τῶν μυκήτων οἱ βωλῖται, καλῶϲ ἑψηθέντεϲ ἐν ὕδατι, πληϲίον ἥκουϲι τῶν ἀποίων ἐδεϲμάτων. οὐ μὴν οὕτω γε μόνοιϲ αὐτοῖϲ οἱ ἄνθρωποι χρῶνται, ϲκευάζουϲι δὲ καὶ ἀρτύουϲι πολυειδῶϲ, ὥϲπερ καὶ τἄλλα, ὅϲα μηδεμίαν ἐξαίρετον ἔχει ποιότητα. φλεγματώδηϲ δ’ | ἐϲτὶν ἡ ἐξ αὐτῶν τροφὴ καὶ δῆλον ὅτι καὶ ψυχρά, κἂν πλεονάζῃ τιϲ ἐν αὐτοῖϲ, κακόχυμοϲ.

ἀβλαβέϲτατοι μὲν οὖν τῶν ἄλλων μυκήτων εἰϲὶν οὔτοι, δεύτεροι δὲ μετ’ αὐτοὺϲ οἱ ἀμανῖται. τῶν δ’ ἄλλων ἀϲφαλέϲτερόν ἐϲτι μηδ’ ὅλωϲ ἅπτεϲθαι· πολλοὶ γὰρ ἐξ αὐτῶν ἀπέθανον. ἐγὼ δ’ οἶδά τινα καὶ τῶν βωλιτῶν αὐτῶν, οἵπερ ἀβλαβέϲτατοι δοκοῦϲιν εἶναι, πλείοναϲ οὐκ ἀκριβῶϲ ἑφθοὺϲ φαγόντα, θλιβέντα τε τὸ ϲτόμα τῆϲ κοιλίαϲ καὶ βαρυνθέντα καὶ ϲτενοχωρηθέντα καὶ δυϲπνοήϲαντα καὶ λειποψυχήϲαντα καὶ ψυχρὸν ἱδρώϲαντα καὶ μόγιϲ ϲωθέντα διὰ τῆϲ τῶν τεμνόντων τοὺϲ παχεῖϲ χυμοὺϲ προϲφορᾶϲ, ὁποῖόν ἐϲτιν ὀξύμελι καθ’ ἑαυτό τε καὶ μεθ’ ὑϲϲώπου καὶ ὀριγάνου μετρίωϲ ἑψηθέντων ἐν αὐτῷ. καὶ γὰρ ἐκεῖνοϲ ἔλαβε καὶ τούτων καὶ τοῦ λίτρου τὸν ἀφρὸν ἐπιπαϲθέντ’ αὐτοῖϲ, ἐφ’ οἷϲ ἤμεϲε τοὺϲ ἐδηδεϲμένουϲ μύκηταϲ, ἤδη πωϲ εἰϲ φλεγματώδη χυμὸν ἱκανῶϲ ψυχρὸν καὶ παχὺν ὑπηλλαγμένουϲ.