De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

τούτου δὲ τοῦ γένουϲ ἐϲτὶ καὶ πήγανον καὶ ὕϲϲωπον ὀρίγανόν τε καὶ μάραθον καὶ κορίαννον, περὶ ὧν ἐν τοῖϲ ὀψαρτυτικοῖϲ ϲυγγράμμαϲι λέγεται, κοινοῖϲ | μέν πωϲ οὖϲιν ἰατροῖϲ τε καὶ μαγείροιϲ, ἔχουϲι δὲ τέλοϲ καὶ ϲκοπὸν ἴδιον· ὠφελείαϲ γὰρ ἡμεῖϲ ϲτοχαζόμεθα τῆϲ ἐκ τῶν ἐδεϲμάτων, οὐχ ἡδονῆϲ. ἐπεὶ δ’ ἐνίων ἡ κατὰ τὴν ἐδωδὴν ἀηδία μέγα μέροϲ εἰϲ ἀπεψίαν ϲυμβάλλεται, κατὰ τοῦτο μετρίωϲ ἡδύνειν αὐτὰ βέλτιόν ἐϲτιν· ἡ δὲ τῶν μαγείρων ἡδονὴ μοχθηροῖϲ οὕτωϲ ἀρτύμαϲιν ὡϲ τὸ πολὺ χρῆται ϲυνήθωϲ, ὡϲ ἀπεψίαν μᾶλλον ἢ εὐπεψίαν αὐτοῖϲ ἕπεϲθαι.