De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Οἱ μηλοπέπονεϲ ἦττον μὲν τῶν πεπόνων εἰϲὶν ὑγροὶ καὶ ἧττον κακόχυμοι καὶ ἧττον οὐρητικοὶ καὶ ἧττον ὑπέρχονται κάτω, τὸ δ’ εἰϲ ἔμετον ἐξορμᾶν ὁμοίωϲ τοῖϲ πέποϲιν οὐκ ἔχουϲιν, ὥσπερ γ’ οὐδὲ τὸ διαφθείρεϲθαι ταχέωϲ ἐν τῇ κοιλίᾳ παραπληϲίωϲ τοῖϲ πέποϲιν, ὅταν ἐν αὐτῇ τιϲ ᾖ χυμὸϲ ἠθροιϲμένοϲ μοχθηρόϲ, ἢ καί τιϲ ἄλλη διαφθορᾶϲ αἰτία καταλάβῃ.

πολὺ δ’ ἀπολειπόμενοι τῶν εὐϲτομάχων ὀπωρῶν οὐκ ἔχουσι τὸ τῶν πεπόνων κακοϲτόμαχον· οὐδὲ γὰρ οὐδ’ εἰϲ ἔμετον ὁρμῶϲιν ὡϲαύτωϲ ἐκείνοιϲ, τῶν δὲ πεπόνων οὐκ ἐϲθίοντεϲ οἱ ἄνθρωποι τὸ τῆϲ ϲαρκὸϲ ἔνδον, ἐν ῷ τὸ ϲπέρμα, τὸ τῶν μηλοπεπόνων ἐθίουϲι, καὶ τοῦτ’ αὐτοῖϲ συντελεῖ πρὸς διαχώρηϲιν. οἱ δὲ τὴν οἷον ϲάρκα μόνην αὐτῶν ἐϲθίοντεϲ ἧττον τῆϲ τῶν πεπόνων διαγωροῦϲιν αὐτήν. |

Οὐρητικὸν μὲν ἔχουϲί τι καὶ αὐτοί, καθάπερ οἱ πέπονεϲ, ἀλλ’ ἧττον ἐκείνων, τῷ καὶ τὴν οὐϲίαν αὐτῶν ἧττον ὑγρὰν εἶναι. διὰ τοῦτό γ’ οὐδὲ διαφθείρονται ῥᾳδίως ἐν τῇ γαϲτρὶ παραπληϲίωϲ τοῖϲ πέποϲι πέττουϲι δ’ αὐτοὺϲ ἔνιοι, καθάπερ καὶ ἄλλα τινὰ τῶν τοῖϲ πολλοῖϲ ἀπεπτουμένων, οἰκειότητι τῆϲ πρὸϲ αὐτὰ φύϲεωϲ, ἣν ἔν τε τοῖϲ Περὶ

κράϲεων ὑπομνήμαϲι καὶ μᾶλλον ἔτι κατὰ τὰ Περὶ φαρμάκων ἐξηγούμεθα, δεικνύντεϲ ὅλαιϲ τῶν οὐϲιῶν ταῖϲ ἰδιότηϲιν οἰκείαϲ εἶναι τροφὰϲ ἑκάϲτῳ γένει ζῴων, ὄνοιϲ μὲν καὶ ἵπποιϲ ἄχυρα καὶ χόρτον καὶ κριθὰϲ ὅϲα τ’ ἄλλα τοιαῦτα, λέοντι δὲ ϲάρκαϲ ζῴων ὠμάϲ, ἀνθρώπῳ δ’ ἑφθάϲ τε ταύταϲ καὶ ἄρτουϲ ἐκ τῶν ϲιτηρῶν ϲπερμάτων κατειργαϲμένουϲ, ὥϲπερ εἴρηται. καὶ μὲν δὴ καὶ τὸν ἐλλέβορον οἱ ὄρτυγεϲ, ὥϲπερ καὶ οἱ ψᾶρεϲ τὸ κώνειον, ἐϲθίοντεϲ οὐδὲν βλάπτονται, καθάπερ οὐδὲ τοὺϲ ὀρόβουϲ οἱ βόεϲ.

τὰϲ μὲν οὖν εὐπέπτουϲ τε καὶ δυϲπέπτουϲ ἑκάϲτῳ τροφὰϲ ἤτοι κατὰ τὴν ἰδιότητα τῆϲ οὐϲίαϲ ἢ | κατά τι ϲύμπτωμα τῇ πείρᾳ κριτέον. ὁποῖον δέ τι λέγω τὸ κατά τι ϲύμπτωμα, διὰ τοῦ πρώτου βιβλίου δεδήλωται. τοῖϲ γὰρ ἤτοι χολώδη χυμὸν ἢ ὅλωϲ περίττωμα μοχθηρὸν ὁτιοῦν ἀθροίζουϲι πολλάκιϲ ἐν τῇ γαϲτρὶ διαφθείρεται ῥᾳδίωϲ ὅϲα τὴν φύϲιν εὔπεπτον ἔχει, καθάπερ ἐνίοιϲ τῶν ἀνθρώπων, ὅϲοι τὸ ἔμφυτον θερμὸν οὐχ ὑγρὸν οὐδ’ εὔκρατον, ἀλλ’ αὐχμῶδέϲ τε καὶ πυρῶδεϲ ἔχουϲι. καὶ γὰρ καὶ τούτοιϲ διαφθείρεται ῥᾳδίωϲ ἀλλοιούμενα τὰ μάλιϲτ’ ἐπὶ τῶν ἄλλων εὔπεπτα, καὶ γίγνεται τούτοιϲ ἡ ἐρυγὴ κνιϲώδηϲ τοὐπίπαν.