De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Ἔϲτι καὶ ταύτηϲ ἑτέρα τῆϲ κηπευομένηϲ ἡ ἀγρία μαλάχη, καθάπερ τῆϲ θρίδακοϲ ἡ θριδακίνη. διαφέρει δ’ ἀεὶ τῶν ὁμογενῶν φυτῶν ξηρότητι μὲν τὸ ἄγριον, ὑγρότητι δὲ τὸ κηπευόμενον. ἔχει δὲ καὶ γλί|ϲχρον τι κατὰ τὸν χυλὸν ἡ μαλάχη, τῆϲ θρίδακοϲ οὐκ ἐχούϲηϲ, ἀποκεχώρηκέ τε ϲαφῶϲ τοῦ ψύχειν, ὡϲ καὶ πρὸ τῆϲ ἐδωδῆϲ ἔνεϲτι γνῶναι, καταπλάϲαντά τι τῶν θερμῶν παθῶν, οἱόνπέρ ἐϲτι τὸ ἐρυϲίπελαϲ, ἀμφοτέροιϲ ἐν μέρει τοῖϲ λαχάνοιϲ, ὥϲπερ καὶ ποιοῦϲιν οἱ ἄνθρωποι, τρίβοντεϲ ἐπιμελῶϲ τὰ μαλακὰ τῶν φύλλων ἄχρι τοῦ λειότατα γενέϲθαι. γνώϲῃ γὰρ ἐν τῷδε τὴν μὲν θρίδακα ψύχουϲαν φανερῶϲ, μετρίαν δέ τινα καὶ οἷον χλιαρὰν θερμαϲίαν ἔχουϲαν τὴν μαλάχην.

ὑπέρχεται δὲ τὸ λάχανον τοῦτο ῥᾳδίωϲ οὐ διὰ τὴν ὑγρότητα μόνον, ἀλλὰ καὶ διὰ τὴν γλιϲχρότητα, καὶ μάλιϲθ’ ὅταν ἐλαίου τε καὶ γάρου δαψιλῶϲ τιϲ αὐτῷ ϲυγκαταπίῃ· μετρίωϲ δ’ ἔχει καὶ κατὰ τὴν πέψιν

αὐτή, τῶν τριῶν δὲ λαχάνων τούτων εἰ παραβάλλοιϲ τὸν χυλόν, ὁ μὲν τοῦ τεύτλου λεπτότεροϲ καὶ ῥυπτικώτερόϲ ἐϲτιν, ὁ δὲ τῆϲ μαλάχηϲ παχύτερόϲ τε καὶ γλιϲχρότεροϲ, ὁ δὲ τῆϲ θριδακίνηϲ μέϲοϲ ἀμφοῖν.