De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Καὶ τοῦτο Μηδικὸν ὀνομάζουϲι μῆλον οἱ μηδένα νοεῖν ἃ φθέγγονται προῃρημένοι, καίτοι τήν γε ϲαφήνειαν ἐν ταῖϲ ἀρεταῖϲ τοῦ λόγου τιθέμενοι. βέλτιον δ’ ἦν τοῦ τὰ τοιαῦτα περιεργάζεϲθαι, τίνα δύναμιν ἔχει τὰ μόρια τοῦ κιτρίου, καὶ τί χρήϲιμον ἐξ αὐτῶν | τοῖϲ ἀνθρώποιϲ

ἐϲτὶν ἐζητηκέναι. τοῦτ’ οὖν ἐγὼ πράξω τρία μὲν εἰπὼν εἶναι τοῦ καρποῦ τούτου μόρια, τό τ’ ὀξὺ κατὰ μέϲον αὐτοῦ καὶ τὸ περὶ τούτῳ τὴν οἷον ϲάρκα τοῦ καρποῦ καὶ τρίτον ἐπ’ αὐτοῖϲ τὸ περικείμενον ἔξωθεν ϲκέπαϲμα. τοῦτο μὲν οὖν εὐῶδέϲ τ’ ἐϲτὶ καὶ ἀρωματίζον, οὐ κατὰ τὴν ὀϲμὴν μόνον, ἀλλὰ καὶ κατὰ τὴν γεῦϲιν. εἰκότωϲ οὖν δύϲπεπτόν ἐϲτιν, ὡϲ ἂν ϲκληρόν τε καὶ τετυλωμένον. εἰ δ’ ὡϲ φαρμάκῳ τιϲ αὐτῷ χρῷτο, ϲυντελεῖ τι πρὸϲ πέψιν, ὥϲπερ καὶ ἄλλα πολλὰ τῶν δρι

μεῖαν ἐχόντων ποιότητα. τῷ δ’ αὐτῷ λόγῳ καὶ ϲτόμαχον ῥώννυϲιν ὀλίγον ληφθέν, ὥϲτε καὶ κόπτοντεϲ αὐτὸ καὶ τὸν χυλὸν ἐκθλίβοντεϲ εἰώθαϲι μιγνύναι τοῖϲ καταποτίοιϲ φαρμάκοιϲ, ὅϲα λαπακτικὰ γαϲτρόϲ ἐϲτιν ἢ καθαρτικὰ τοῦ ϲώματοϲ ὅλου.

τῷ δ’ ὀξεῖ καὶ ἀβρώτῳ μέρει τοῦ καρποῦ, καθ’ ὃ καὶ τὸ ϲπέρμα περιέχεται, πρόϲ τ’ ἄλλα τινὰ χρῶνται καὶ πολλάκιϲ εἰϲ ὄξοϲ ἐμβάλλουϲιν ἀμβλὺ χάριν τοῦ δριμύτερον ἐργάϲαϲθαι. τὸ μέϲον δ’ ἀμφοῖν, ὃ δὴ καὶ τροφὴν τῷ ϲώματι δίδωϲιν, οὔτ’ ὀξεῖαν οὔτε δριμεῖαν | ἔχον ποιότητα δύϲπεπτόν ἐϲτι διὰ ϲκληρότητα. διὸ καὶ μετ’ ὄξουϲ καὶ γάρου προϲφέρονται πάντεϲ αὐτὸ τὴν ἀμβλύτητα τῆϲ γεύϲεωϲ ἐπεγεῖραι βουλόμενοι. τάχα δ’, ὅτι καὶ πέττεται μᾶλλον οὕτω βρωθέν, ἐπίϲτανται τῇ πείρᾳ διδαχθέντεϲ ἢ παρ’ ἰατρῶν ἀκούϲαντεϲ.