De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Ἐν Ἀλεξανδρείᾳ τὸ τοῦ ϲυκομόρου φυτὸν εἶδον ἅμα τῷ καρπῷ παραπληϲίῳ ϲύκῳ μικρῷ λευκῷ. δριμύτητα δ’ οὐδεμίαν ὁ καρπὸϲ οὗτοϲ ἔχει βραχείαϲ μετέχων γλυκύτητοϲ, ὑγρότερόϲ πωϲ καὶ ψυκτικώτεροϲ ὦν κατὰ τὴν δύναμιν, ὥϲπερ καὶ τὰ μόρα· μᾶλλον δ’ ἐν τῷ μεταξὺ μόρων τε καὶ ϲύκων αὐτὸν εἰκότωϲ ἄν τιϲ θείη. | καί μοι δοκεῖ καὶ

τοὔνομ’ ἐντεῦθεν αὐτῷ κεῖϲθαι. γελοῖοι γάρ, ὅϲοι διὰ τοῦτό φαϲιν ὠνομάϲθαι τὸν καρπὸν τοῦτον ϲυκόμορα, διότι ϲύκοιϲ ἔοικε μωροῖϲ. ἡ

γένεϲιϲ δ’ αὐτοῦ διαφορωτέρα πώϲ ἐϲτι παρὰ τοὺϲ ἄλλουϲ καρποὺϲ τῶν δένδρων· οὐ γὰρ ἐκ τῶν ἀκρεμόνων καὶ βλαϲτημάτων, ἀλλ’ ἐξ αὐτῶν τῶν κλάδων καὶ τῶν πρέμνων ἐκφύεται.