De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Οὐδ’ ὅλωϲ μετέχει ταῦτα τῆϲ ϲτυφούϲηϲ ποιότητοϲ· ἐπικρατεῖ γὰρ ἐν αὐτοῖϲ ἡ ῥυπτική τε καὶ λεπτυντικὴ μόνη, δι’ ἣν ἐκκαθαίρει τε τὰ ϲπλάγχνα καὶ τὰϲ ἐκ πλεύμονόϲ τε καὶ θώρακοϲ ἀναπτύϲειϲ τῶν ὑγρῶν ἐργάζεται. τινὰ δ’ αὐτῶν οὕτωϲ ἐπικρατοῦϲαν ἔχει τὴν τμητικὴν τῶν παχέων τε καὶ γλίϲχρων ὑγρῶν δύναμιν, ὡϲ μηδὲ βρωθῆναι δύναϲθαι διὰ πικρότητα.

τῆϲ γε μὴν ἐλαιώδουϲ τε καὶ λιπαρᾶϲ μετέχει ποιότητοϲ, ὥϲπερ καὶ τὰ κάρυα, δι’ ἣν καὶ αὐτὰ τοῦ χρόνου προϊόντοϲ ἐλαιηρὰ γίγνεται, καθάπερ ἐκεῖνα. βραχυτέρα δ’ ἐν αὐτοῖϲ ἐϲτιν ἡ ποιότηϲ ἥδε τῆϲ ἐν τοῖϲ καρύοιϲ, διὸ καὶ μετὰ χρόνον πλείονα τῶν καρύων ἐλαιηρὰ φαίνεται γιγνόμενα. δῆλον οὖν ἐκ τούτων ἐϲτίν, ὡϲ οὔτε πρὸϲ ὑπαγωγὴν γαϲτρὸϲ ὑπάρχει χρήϲιμα τροφήν τε τῷ ϲώματι δίδωϲιν ὀλίγην. ὅϲα δ’ ἐπικρατοῦϲαν ἱκανῶϲ ἔχει | τὴν πικρὰν ποιότητα, ταῖϲ ἐκ πλεύμονόϲ τε καὶ θώρακοϲ ἀναπτύϲεϲι πύου τε καὶ τῶν παχέων καὶ γλίϲχρων ὑγρῶν ἐϲτι χρηϲιμώτατα

τῶν δ’ οὐδεμίαν μὲν τέχνην ἠϲκηκότων τῷ βίῳ χρήϲιμον, ἀττικίζονγταϲ δὲ καλούντων ἑαυτοὺϲ ἔνιοι μὲν ἀμυγδάλαϲ θηλυκῶϲ ἀξιοῦϲι λέγεϲθαι τὸν καρπὸν τοῦτον, ἔνιοι δ’ οὐδετέρωϲ ἀμύγδαλα, μηδ’ αὐτὸ τοῦτο γιγνώϲκοντεϲ, ὃ ϲπουδάζουϲιν, ὡϲ ἄμφω τὰ ὀνόματα παρὰ τοῖϲ Ἀττικοῖϲ ἀνδράϲι γέγραπται.