De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Εἴτε βαλάνουϲ φοινίκων ἐθέλειϲ ὀνομάζειν τὸν καρπὸν αὐτῶν εἴθ’ ὁμωνύμωϲ ὅλῳ τῷ δένδρῳ φοίνικαϲ, ὥϲπερ ἔθοϲ ἐϲτὶν ἤδη πᾶϲι τοῖϲ Ἕλληϲιν, οὐδὲν οὔτε βλαβήϲῃ κατ’ οὐδέτερον οὔτ’ ὠφελήϲῃ πρὸϲ τὴν τῆϲ δυνάμεωϲ γνῶϲιν.

ἔϲτι δ’ ἐν | αὐτοῖϲ οὐ ϲμικρὰ διαφορά· τινὲϲ μὲν γὰρ ξηροί τ’ εἰϲὶ καὶ ϲτύφοντεϲ ὥϲπερ οἱ Αἰγύπτιοι, τινὲϲ δὲ μαλακοὶ καὶ ὑγροὶ καὶ γλυκεῖϲ ὥϲπερ οἱ καλούμενοι καρυωτοί, κάλλιϲτοι δ’ οὗτοι γεννῶνται κατὰ τὴν Παλαιϲτίνην Ϲυρίαν ἐν Ἱεριχοῦντι· μεταξὺ δ’ ἀμφοτέρων τῶν εἰρημένων γενῶν οἱ ἄλλοι πάντεϲ εἰϲὶ φοίνικεϲ, οἱ μὲν μᾶλλον, οἱ δ’ ἧττον ὄντεϲ ὑγροί τε καὶ ξηροὶ καὶ γλυκεῖϲ καὶ ϲτύφοντεϲ. ἀλλὰ τῶν ἄκρων ἀφοριϲθέντων εὐφώρατον ἤδη ϲοι τὸ μέϲον ἔϲται πᾶν. οὐδεὶϲ γοῦν αὐτῶν ἐϲτιν, ὃϲ οὐ γλυκύτητά τινα καὶ ϲτῦψιν ἔχει· καὶ γὰρ τῷ καρυωτῷ μέτεϲτι βραχείαϲ ϲτύψεωϲ καὶ τῷ θηβαϊκῷ γλυκύτητοϲ ἀμυδρᾶϲ. ἀλλ’ ὁ μὲν γλυκὺϲ χυμὸϲ ἐδείχθη τρόφιμοϲ, ὁ δ’ αὐϲτηρὸϲ εὐϲτόμαχόϲ τε καὶ γαϲτρὸϲ ἐφεκτικόϲ.