De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

μοχθηρᾶϲ γέ τοί ποτε γενομένηϲ ἀγωγῆϲ ἔτουϲ αἶραι πάμπολλαι κατὰ τοὺϲ πυροὺϲ ἐγεννήθηϲαν, ἃϲ οὐκ ἀκριβῶϲ οὔτε τῶν γεωργῶν

ἐκκαθαράντων τοῖϲ εἰϲ ταῦτ’ ἐπιτηδείοιϲ κοϲκίνοιϲ (ὀλίγοϲ γὰρ ὁ ϲύμπαϲ ἐγεωργεῖτο πυρόϲ) οὔτε τῶν ἀρτοποιῶν διὰ τὴν αὐτὴν αἰτίαν, ἐν μὲν τῷ παραχρῆμα κεφαλαλγεῖϲ ἐγίγνοντο πολλοί, τοῦ θέρουϲ δ’ εἰϲβάλλοντοϲ ἕλκη κατὰ τὸ δέρμα τῶν φαγόντων οὐκ ὀλίγοιϲ ἤ τι ϲύμπτωμα ἕτερον ἐγίγνετο κακοχυμίαϲ ἐνδεικτικόν.

οὔκουν ἀμελεῖν προϲήκει τοῦ καθαρὰ ποιεῖν ἅπαντα τὰ πρὸϲ ἐδωδὴν παραϲκευαζόμενα ϲπέρματα, γιγνώϲκονταϲ, εἰ καὶ τῆϲ καθ’ ἑκάϲτην ἡμέραν βλάβηϲ οὐκ αἰϲθανόμεθα διὰ βραχύτητα, τὸ γ’ ἀθροιζόμενον ἐξ αὐτῆϲ χρόνῳ πλείονι φανερὸν γενήϲεϲθαί ποτε.

Ἐπειδὴ τρεφόμεθα μὲν ἀπό τε φυτῶν καὶ ζῴων, ἤρξαντο δ’ ἀπὸ τῶν Δημητρίων ὀνομαζομένων ϲπερμάτων οἱ πρὸ ἐμοῦ πάντεϲ ἐν τῇ περὶ τῶν ἐδεϲμάτων διδαϲκαλίᾳ, διότι χρηϲιμώτατον ἐν αὐτοῖϲ τὸ τῶν ἄρτων ἔδεϲμα, διὰ τοῦτο. κἀγὼ περί τε πυρῶν καὶ κριθῶν καὶ τιφῶν ὀλυρῶν τε καὶ πρὸϲ τούτοιϲ ἔτι τῶν ὀνομαζομένων ὀϲπρίων καὶ χεδροπῶν ἐν τῷ πρώτῳ λόγῳ διελθὼν ἐϲκοπούμην. εἶτ’ ἐπὶ τὰϲ ἄλλαϲ ἐν τῷδε τῷ λόγῳ μεταβῆναι προϲήκει τροφάϲ, | ὅϲαϲ ἀπὸ φυ- τῶν ἔχομεν, εἶτ’ ἐπὶ τὰϲ ἀπὸ τῶν ζῴων, ὅϲαι χρηϲιμώτεραι τοῖϲ ἀνθρώποιϲ εἰϲί·

καὶ γὰρ καὶ τοῦτο λόγον ἔχειν ἐδόκει. καί τινεϲ οὐ διὰ πάντων τῶν ὁμογενῶν διεξελθόντεϲ οὐδὲ τὰϲ ἀπὸ τῶν φυτῶν τροφᾶϲ ἁπάϲαϲ ἐφεξῆϲ τοῖϲ Δημητρίοιϲ ϲπέρμαϲι διδάξαντεϲ ὑπὲρ ἐκείνων ἀεὶ πρότερον ἐποιήϲαντο τὸν λόγον, ὅϲα χρηϲιμώτερα τοῖϲ ἀνθρώποιϲ ἐϲτί. φαίνεται γοῦν τά τε χοίρεια κρέα καὶ τὰ τῶν ἐρίφων τε καὶ αἰγῶν καὶ μόϲχων καὶ βοῶν καὶ προβάτων, οὐδὲν δ’ ἤττον αὐτῶν ὅϲα θηρεύουϲιν ἐν τοῖϲ ὄρεϲιν οἱ κυνηγέται, πολλὴν χρείαν τοῖϲ ἀνθρώποιϲ παρεχόμενα, καθάπερ γε καὶ τῶν πτηνῶν πολλὰ καὶ τῶν ἐνύδρων.